ΣΕΠΤΕΜΒΡΙΟΣ
ΚΓ΄!!
ΙΩΑΝΝΟΥ
ΠΡΟΔΡΟΜΟΥ ΣΥΛΛΗΨΙΣ
ΣΥΜΠΛΗΡΩΣΙΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
τὰ τοῦ Μηναίου.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 17,15-17,19 & 18,11-14 &
21,1-2,4-8)
Εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα
αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ
αὐτῆς τέκνον, καὶ εὐλογησω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ
ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε, καὶ εἶπεν ἐν τῇ
διανοίᾳ αὐτοῦ, λέγων. Εἰ τῷ ἑκατονταετεῖ γεννήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐννενήκοντα
ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ. Ναί, Ἰδοὺ Σάρρα ἡ γυνὴ σου τέξεταί
σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν
εἰς διαθήκην αἰώνιον, Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Ἐγέλασε
δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· Οὔπω μὲν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου
πρεσβύτερος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Τὶ ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα·
Ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα, μὴ ἀδυνατήσῃ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Καὶ
Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ ἐλάλησε, καὶ συλλαβοῦσα, ἔτεκε τῷ Ἀβραὰμ υἱὸν
εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Περιέτεμε δὲ αὐτὸν τῇ ἡμέρᾳ
τῇ ὀγδόη, καθὰ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Καὶ Ἀβραὰμ ἦν ἐτῶν ἑκατόν, ἡνίκα ἐγένετο
αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάρρα· Γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ
συγχαρεῖταί μοι. Καὶ εἶπε. Τὶς ἀναγγελεῖ τῷ Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα, ὅτι
ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου; Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν
Ἀβραὰμ δοχήν μεγάλην, ᾗ ἡμέρα ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Κριτῶν τὸ Ἀνάγνωσμα. (Κεφ. 13, 2-8, 13-14, 17-18, 21)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἀνὴρ ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ ὄνομα
αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα, καὶ οὐκ ἔτικτε. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρός
τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ σὺ στεῖρα, καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν.
Καὶ νῦν φύλαξαι δή, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον. Ὅτι
ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν
κεφαλὴν αὐτοῦ, ὅτι Ναζηραῖον τῷ Θεῷ ἔσται τὸ παιδάριον ἀπό τῆς γαστρός. Καὶ ἦλθεν
ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς με, καὶ ἡ
ὅρασις αὐτοῦ ὡς ὅρασις Ἀγγέλου τοῦ Θεοῦ, ἐπιφανὴς σφόδρα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἐν
γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ νῦν φύλαξαι, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ
μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Ναζηραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρός, ἕως ἡμέρας
θανάτου αὐτοῦ. Καὶ ἐδεήθη Μανωὲ τοῦ Κυρίου, καὶ εἶπεν· Ἐν ἐμοί, Κύριε, ὁ ἄνθρωπος
τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ φωτισάτω ἡμᾶς, τὶ ποιήσωμεν
τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἦλθε δὲ ὁ Ἄγγελος πρὸς Μανωὲ καὶ εἶπεν· Ἀπὸ πάντων ὧν
εἶπον πρὸς τὴν γυναῖκά σου, φυλαξάσθω. Ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ
φάγεται, καὶ οἶνον καὶ σίκερα μὴ πιέτω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου.
Τὶ ὄνομά σοι; ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε. Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος
Κυρίου. Ἴνα τὶ ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτὸ ἐστι θαυμαστόν. Καὶ οὐ προσέθηκεν ἔτι
ὁ Ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωέ, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 40,1-5, 9 & 41,17-18 & 45,8 & 48,20-21
& 54,1)
Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ
Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη
ἡ Ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου
διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμω. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ
βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς
λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὅρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος
Σιών, ὕψωσον ἐν ἰσχὺϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ
φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω
αὐτούς. Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμούς, καὶ μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον
εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ
νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ
δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς,
καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε, ὅτι ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ.
Καὶ ἐὰν διψήσωσι δι' ἐρήμου, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ
οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι
πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Στιχηρὰ ἰδιόμελα. Γερασίμου Μοναχοῦ. Ἦχος α’.
Εὐφράνθη
ἐν Κυρίῳ, τὸ μακάριον ζεῦγος, Ζαχαρίας ὁ ἱερός, καὶ ἡ τούτου σύμβιος Ἐλισάβετ, ἐν
τῇ παρ᾿ ἐλπίδα συλλήψει τοῦ μείζονος πάντων τῶν Ἁγίων, Ἰωάννου τοῦ πάνυ· Ἄγγελος
γὰρ Θεοῦ, κατελθὼν αὐτοῖς εὐηγγελίσατο εἰπών· Εἰσηκούσθη ἡμῶν ἡ δέησις, καὶ
τέξεσθε υἱόν, ὃς προπορεύσεται πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ
παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος β’.
Τῇ νομικῇ λειτουργῶν λατρείᾳ, Ζαχαρίας ὁ
ἔνδοξος, ἀγγελικῆς ὀπτασίας ἠξίωται, ἐν τῷ προσφέρειν τὸ θυμίαμα· καὶ τὸ θεῖον
μήνυμα δεξάμενος, ἐν γήρᾳ τεκεῖν υἱόν, σὺν τῇ στείρᾳ Ἐλισάβετ γέγηθε, τῆς
παγκοσμίου σωτηρίας, τὰς ἀπαρχάς, ἄνωθεν μυηθέντες· ταῖς αὐτῶν πρεσβείαις,
Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ’.
Ἡ φωνὴ τοῦ Λόγου, Ἰωάννης ὁ Πρόδρομος, τῇ
τοῦ Ἀγγέλου μηνύσει, ἀρχὴν λαμβάνει, ἐν τῇ στείρᾳ νηδύϊ, τῆς γηραιᾶς Ἐλισάβετ· ὁ
τῶν ὅλων γὰρ Θεός, τῆς ἑαυτοῦ σαρκώσεως, παραδόξως προεκφαίνει τὸ μυστήριον· τῷ
θείῳ γὰρ Ζαχαρίᾳ ὁ Γαβριὴλ ἐπιστάς, τῆς θείας εὐδοκίας, προαναγγέλει τὴν ἔκβασιν,
εἰς ἀνάπλασιν κόσμου, καὶ σωτηρίαν αἰώνιον· ἡ τοῦ Βαπτιστοῦ γὰρ Σύλληψις,
προτύπωσις τούτων ὤφθη, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.
Δόξα, Ἦχος δ’.
Τοῖς τοῦ Ἀγγέλου ἀπιστήσας ῥήμασι, σιωπὴν
κατεκρίθης, Ζαχαρία μακάριε· καὶ τούτων ἰδὼν τὴν ἔκβασιν, τῇ τοῦ Υἱοῦ γεννήσει,
ἤνοιξας τὸ στόμα, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴν ὕμνησας, τὸν ποιοῦντα μεγάλα καὶ
παράδοξα, βοῶν τῷ τεχθέντι· Καὶ σὺ παιδίον Προφήτης Ὑψίστου κληθήση· προπορεύσῃ
γὰρ πρὸ προσώπου αὐτοῦ, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου
φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τὰ λοιπὰ τοῦ Μηναίου καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον. Γερασίμου Μοναχοῦ
Ἐν ναῷ ὡς εἰσῆλθε τῷ νομικῷ, Ζαχαρίας ὁ
μέγας ἀρχιερεύς, ὁρᾷ μετ᾿ ἐκπλήξεως, Γαβριὴλ τὸν Ἀρχάγγελον, ἐκ δεξιῶν ἑστῶτα αὐτῷ
καὶ φθεγγόμενον, υἱὸν τεκεῖν ἐν γήρᾳ Θεοῦ εὐδοκήσαντος· ὅθεν Ἐλισάβετ ἡ ὁμόζυγος
τούτου, ἀξίως συνέλαβεν, Ἰωάννην τὸν Πρόδρομον· ᾧ ἐν πίστει βοήσωμεν· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, Ἰωάννη Βαπτιστὰ καὶ Πρόδρομε, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν θείαν
σου σύλληψιν.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἡ
Πανάχραντος Κόρη τὸν Λυτρωτήν, συλλαβοῦσα καὶ φέρουσα ἐν γαστρί, ἠσπάσατο
χαίρουσα, Ἐλισάβετ ἐγγάστριον, σχοῦσα τὸν Ἰωάννην, ὃς ἔνδον φερόμενος,
σκιρτήμασι προσκύνησιν, αὐτῷ ἀποδίδωσιν· Ὅθεν Θεοτόκε, τὰ πολλὰ μεγαλεῖα, ὑμνοῦμεν
τοῦ τόκου σου, καὶ πιστῶς ἐκβοῶμέν σοι, οἱ ἱκέται σου Ἄχραντε· Πρέσβευε τῷ σῷ Υἱῷ
καὶ Θεῷ, σὺν τῷ θείῳ Βαπτιστῇ δεόμεθα, πάσης ῥύεσθαι βλάβης, τοὺς σὲ
μεγαλύνοντας.
Τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ Ἤχου.
Προκείμενον. Ἦχος δ’: Καὶ σὺ παιδίον προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ
γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Στίχ.: Εὐλογητὸς Κύριος
ὁ Θεὸς τοῦ Ἰσραήλ...
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, συνέλαβεν Ἐλισάβετ... (ζήτει
τῇ ΚΔ’ Ἰουνίου ἐν τῷ Ὄρθρῳ).
[Ἔτερον Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἀναστᾶσα Μαριάμ... (ζήτει
τῇ ΙΕ’ Αὐγούστου ἐν τῷ Ὄρθρῳ, ΣΤ π. Κων/νου Παπαγιάννη, σελ.169, ὑποσημ. 273)].
Ὁ Ν’.
Δόξα:
Ταῖς τοῦ σοῦ Προδρόμου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β’. Στίχ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου…
Ἀρχαγγελικῇ ἐμφανείᾳ μεμύηται, Ζαχαρίας ὁ
ἱερός, ὅτι ἐν γήρατι τέξεται υἱόν, καὶ Ἐλισάβετ συλλαβοῦσα τέτοκεν, ἐκ στείρας
γαστρός, Ἰωάννην τὸν Πρόδρομον, κηρύττοντα τῷ κόσμῳ μετάνοιαν, καὶ πρεσβεύοντα,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου