ΣΕΠΤΕΜΒΡΙΟΥ 23!
ΙΩΑΝΝΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΟΝΙΤΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ.
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
εὐσεβείας τῷ φωτί, Μάρτυς τὴν ψυχὴν κατηυγάσθης, τελειοτάτῳ νοΐ, τότε πᾶσαν
ἔλιπες, πλάνης τὴν ζόφωσιν, καὶ τῶ θείῳ βαπτίσματι, υἱὸς ἀνεδείχθης, τοῦ σὲ
πρὸς ἐπίγνωσιν θείαν καλέσαντος· ὅθεν καὶ νομίμως ἀθλήσας, τῶν πάλαι Μαρτύρων
τῆς δόξης, Ἰωάννη ὤφθης ἰσοστάσιος.
Ὅτε
ὡμολόγησας πιστῶς, Μάρτυς τὴν χριστώνυμον κλῆσιν, ἁγίῳ στόματι, τότε
ἀπερίτρεπτος, καὶ ἀκατάσειστος, ἀπειλαῖς καὶ κολάσεσι, τῶν ἀντικειμένων, ὤφθης
δυναμούμενος, Ἁγίῳ Πνεύματι· ὅθεν, καταισχύνας τὸν ὄφιν, παρὰ Χριστοῦ ἐκομίσω,
στέφος Ἰωάννη τὸ ἀμάραντον.
Ἄνθος,
ἐκ Κονίτσης νοητόν, ἐκ δυσώδους ῥίζης ἀνθήσας, τὴν εὐωδίαν Χριστοῦ, μύρον ὡς
οὐράνιον, καὶ ζωοδώρητον, Ἰωάννη δεξάμενος, ὀσμαῖς τῶν σῶν ἄθλων, πᾶσαν τὴν
διάνοιαν, πιστῶν ἐπεύφρανας· ὅθεν, τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦντες
μεσίτην, πρὸς Χριστὸν θερμόν σε προβαλλόμεθα.
Πόλις,
Βραχωρίου τὸ σεπτόν, αἷμά σου ἐδέξατο Μάρτυς, ὑπὲρ Χριστοῦ ἐκχυθέν· ἔνθεν τὴν
ἁγίαν σου, γεραίρει ἄθλησιν, καὶ τὰ θεῖά σου λείψανα, ἡ Προυσιωτίσσης, Ἰωάννη
φέρουσα, Μονὴ ἀγάλλεται· ταῦτα, γὰρ ἀρτίως φανέντα, πάλαι ἐν αὐτῇ κεκρυμμένα,
τὸν ἁγιασμὸν ἡμῖν παρέχουσι.
Δόξα.
Ἦχος α΄.
Τῆς
ἀληθείας τὸν θησαυρόν, ἐν πολλῇ συνέσει εὑρών, τῇ τούτου εὐφρανθὴς χάριτι,
Ἰωάννη μακάριε· καὶ Χριστὸν ἐνδυσάμενος, τοῖς ἴχνεσιν αὐτοῦ ἠκολούθησας, καὶ
μαρτυρικὸν ὑπῆλθες στάδιον, ἀπεριτρέπτῳ καρδίᾳ· ὅθεν, ἐν σοι ᾐσχύνθη, ὁ τοῦ
ψεύδους ἐργάτης, καὶ Ἄγγελοι ἐκρότησαν, τοὺς ἀθλητικούς σου καμάτους· μεθ’ ὧν
νῦν συναυλιζόμενος, καὶ Χριστοῦ ὁρῶν τὴν λαμπρότητα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ
τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τῇ
πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου...
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλος
ἀλλοιωθείς, τῇ θείᾳ προμηθείᾳ, ἐπέγνως τὸν Σωτῆρα, ὦ Ἰωάννη μάκαρ, καὶ τούτῳ
ἠκολούθησας.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Κόνιτσα
εὐφημεῖ, ὁμοῦ σὺν Βραχωρίῳ, τὴν ἄθλησίν σου Μάρτυς· τῆς μὲν γὰρ γόνος πέλεις,
τὴν δὲ ἄθλοις ἡγίασας.
Στ.: Θαυμαστὸς ὁ Θεός...
Ξίφει
ἀποτμηθείς, τὴν κεφαλὴν προθύμως, Μαρτύρων ταῖς χορείαις, ὦ Ἰωάννη Μάρτυς,
περιφανῶς ἠρίθμησαι.
Δόξα.
Τριαδικόν.
Ἕνα
σε τοῦ παντός, Θεὸν Τριὰς Ἁγία, ὁ Ἰωάννης ἔγνω, λιπὼν πλάνης τὸ σκότος, καὶ
ὑπὲρ σοῦ ἐνήθλησε.
Καὶ νῦν. Θεοτοκίον.
Χαίρει
τῶν εὐσεβῶν, τὸ πλήρωμα Παρθένε, τῇ σῇ ἐπιστασίᾳ, λαμβάνον καθ’ ἑκάστην, ἰσχὺν
καὶ χάριν ἄφθονον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Κονίτσης τὸν γόνον, Βραχωρίου τὸ καύχημα, καὶ Χριστοῦ ὁπλίτην τὸν νέον, Ἰωάννην
τιμήσωμεν· ἐκ ῥίζης γὰρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπὲρ Χριστοῦ,καὶ
κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρὸς αυτὸν κραυγάζουσι· Δόξα τῷ δεδωκότι
σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν
ἐκλύτρωσιν.
Θεοτοκίον.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ χαῖρε...
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός. Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Καταυγασθεὶς
ἐπιγνώσει τῆς θείας πίστεως, κατέλιπες τὸν ζόφον, Ἰωάννη τῆς πλάνης, καὶ ἄθλοις
μαρτυρίου δοκιμασθείς, ὡς χρυσίον πολύτιμον, μαρτυρικῶς ἐδοξάσθης παρὰ Χριστοῦ,
ἀφθαρσίας διαδήματι.
Ἀπεριτρέπτῳ
καρδίᾳ μάκαρ ὑπέμεινας, τὰς τῶν ἀντικειμένων, ἀπειλὰς καὶ βασάνους, καὶ ὤφθης
Νεομάρτυς τοῦ Ἰησοῦ, Ἰωάννη περίδοξος, τῇ συμμαχίᾳ τῇ θείᾳ καταβαλών, τῶν
ἀνόμων τὰ φρυάγματα.
Κόνιτσα
χαίρει βλαστόν σε θεῖον κατέχουσα, καὶ ἡ τοῦ Βραχωρίου, μακαρίζει σε πόλις,
ἰδοῦσά σου τὴν ἄθλησιν τὴν στεῤῥάν, Ἰωάννη μακάριε. Ἀλλ’ ἀμφοτέραις ἐξαίτει
παρὰ Χριστοῦ, εὐπραγίαν τε καὶ ἔλεος.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς
ἐπέγνως τὸν Κύριον, εὐθυτάτῃ καρδίᾳ σου, σπόρον ὑποδέδεξαι τὸν οὐράνιον, καὶ
γεωργίᾳ τοῦ κρείττονος, ἐξήνεγκας Ἅγιε, μαρτυρίου τοὺς καρπούς, ὡς ἀθλήσας
στεῤῥότατα, θείῳ ἔρωτι· διὰ τοῦτο ἀξίως ἐδοξάσθης, Ἰωάννη Νεομάρτυς, ὡς Ἀθλητὴς
ἐνθεώτατος.
Ἀπτοήτως
εἰσέδραμες, μαρτυρίου τὸ στάδιον, ἀφειδήσας Ἅγιε πάσης σχέσεως, τῆς ἐν τω κόσμῳ
ὡς ἄσαρκος, καὶ πόνων τοῦ σώματος, καὶ δεσμῶν τε καὶ εἱρκτῆς, μηδαμῶς
λογισάμενος, τὸ ἐπίπονον, καὶ ἀθλήσας νομίμως Ἰωάννη, τῶν Μαρτύρων τῆς εὐκλείας,
περιφανῶς κατηξίωσαι.
Ταῖς
ῥοαῖς τῶν αἱμάτων σου, Βραχωρίου ἡγίασας, πόλιν τὴν γεραίρουσαν τοὺς ἀγῶνάς
σου, καὶ Προυσιώτισσαν εὔφρανας, τῶν θείων λειψάνων σου, τῇ εὑρέσει ἀληθῶς,
μεθ’ ὧν Ἅγιε Κόνιτσαν, τὴν πατρίδα σου, καυχωμένην τῇ θείᾳ σου ἀθλήσει, Ἰωάννη
Νεομάρτυς, σκέπε ἀπαύστως καὶ φύλαττε.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἡ τοῦ Νεομάρτυρος Ἰωάννη μνήμη, ὡς ἀστὴρ ἀρτιφανής, τῇ Ἐκκλησίᾳ ἐπέφανε, τοὺς
πιστοὺς καταυγάζουσα· ὡς υἱὸς γὰρ φωτός, ἐκ σκότους ἀγνωσίας ἐκλάμψας, λύει τὴν
νύκτα τῶν παθῶν, καὶ πρὸς φῶς τῶν θείων ἐντολῶν, ἰθύνει τοὺς βοῶντας· Χαίροις ὁ
τῆς πλάνης ῥήξας τὰ δεσμά, καὶ ἐν τῆς ἐν Χριστῷ ἀναγεννήσεως, ἐνδυσάμενος τὴν
χάριν. Χαίροις ὁ τῶν γηΐνων ὑπερραρθείς, καὶ θεολήπτῳ καρδίᾳ ἀθλητικὴν
ἐπιδειξάμενος ἔνστασιν. Χαίροις Κονίτσης ἀγλάϊσμα, Βραχωρίου θεῖον κλέος, καὶ
ἀμφοτέρων πρεσβευτής, πρὸς Χριστὸν θερμότατος, ᾧ ἀπαύστως πρέσβευε, Νεομάρτυς
τρισμάκαρ, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε...
Εἴσοδος.
Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε
λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ, ἡ τῆς Κονίτσης πόλις, λαμπρυνομένη τῆ χάριτι, Ἰωάννου τοῦ νέου
Ἀθλητοῦ· ἐκ σοῦ γὰρ ἀνεφύη, καὶ λοιμῶν τὴν καθέδραν, κατὰ Δαβὶδ καταλιπών, ἐν
νόμῳ Κυρίου ἐπορεύθη, ἀλλοιωθεὶς τῶ θείῳ Πνεύματι. Καὶ τὴν θείαν κλῆσιν,
ἀθλητικαῖς ἀριστείαις δοξάσας, μαρτυρικῆς μετέσχε λαμπρότητος. Διὸ καὶ τὸ
Βραχώριον, ὡς ἐν τούτῳ ἀθλήσαντος, εἰς κοινὴν εὐφροσύνη συγκάλεσον, τῷ Ἀθλοθέτῃ
ὁμοφώνως βοῆσαι· Κύριε δόξα σοι.
Ἦχος
β΄.
Τὴν
πατρικὴν βδελυξάμενος πλάνην, τῆς εὐσεβείας ἐμυήθης τὴν ἀλήθειαν, ὡς νουνεχὴς
ἐν πᾶσι, καὶ πλήρης φρονήσεως. Καὶ σεαυτὸν ἀρνησάμενος, ἐνεδύθης τὸν Χριστόν,
ἀνακαινισθεὶς τῷ Πνεύματι, Ἰωάννη θεόφρον. Καὶ ζωὴν καθαράν, εἰσενεγκὼν τῷ σὲ
καλέσαντι, ὑπὲρ Αὐτοῦ τὸ σὸν αἷμα, προθύμως ἐξέχεας, καὶ ὡς θῦμα εὐπρόσδεκτον,
αὐτῷ προσενήνεξαι, καὶ προσφορὰ λογική. Διό σου τὴν ἄθλησιν, ἡ Ἐκκλησία τιμῶσα,
ἑορτάζει Νεομάρτυς τὴν μνήμην σου.
Ἦχος
γ΄.
Μαρτυρικὴν
ἐπιδειξάμενος ἀνδρείαν, τυρανικὴν ἐξεφαύλισας μανίαν, ὁμολογῶν τὸν Χριστόν,
Ἰωάννη ἔνδοξε. Τῇ γὰρ θείᾳ ἀγάπῃ, ὅλος ἔνθους γενόμενος, τῶν χαμαὶ συρομένων,
ὑπερεῖδες τὸ μάταιον. Καὶ ποικίλαις ὁμιλήσας αἰκίαις, καὶ εἱρκτῆς ἐνεγκὼν τὴν
κάκωσιν, ὑπέρτερος πάντων ὤφθης, ἐν τῇ μετοχῇ τῶν θείων δωρεῶν. Ἀλλ’ ὡς ἐν
πᾶσιν ἀκλινής, καὶ ἐν ἀΰλῳ δόξῃ, θεοειδής, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Ἦχος δ΄.
Τοῖς
μαρτυρικοῖς σου καμάτοις, ἡ Βραχωρίου πόλις κλεϊζομένη, τὴν σὴν ἁγίαν ἄγει
μνήμην, πρέσβυν σε θερμότατον, πρὸς τὸν Χριστὸν πλουτοῦσα Ἅγιε· ἐν αὐτῇ γὰρ
ἥνυσας, τὸ μέγα τῆς ἀθλήσεως στάδιον, καταβαλὼν τοῦ σκότους τὸν ἄρχοντα. Καὶ ἡ
εὐαγὴς Προυσιωτίσσης Μονή, τῇ τῶν λειψάνων εὐρέσει, χάριν πολλὴν εὕρατο, καὶ
δι’ αὐτῶν παρέχει ἁγιασμὸν καὶ λύτρωσιν, παθῶν ἀκαθάρτων. Χριστὸς γὰρ ὅν
ἐδόξασας, ἱλασμὸν καὶ φωτισμὸν βραβεύει τοῖς σε τιμῶσιν, Ἰωάννη μακάριε.
Ὁ
αὐτός.
Τὸν
νέον τοῦ Σωτῆρος Ἀθλητήν, τὸν ἐκ νυκτὸς ἀγνωσίας, ὡς ἀστέρα φαεινὸν
ἀνατείλαντα, Ἰωάννην τὸν χαριτώνυμον, ὕμνοις καὶ ωδαῖς πνευματικαῖς
εὐφημήσωμεν. Χριστῷ γὰρ ἠκολούθησε, πατρῴαν ἀπάτην καταλιπών, ἐν τῇ ἐκλάμψει
τοῦ θείου φωτός. Καὶ τὸ οἰκεῖον αἷμα, ὑπὲρ πᾶν μύρον τίμιον, ὠς δῶρον θεῖον καὶ
προσφορὰν ἐκλεκτήν, αὐτῷ προσενήνοχεν, ἀγαλλομένῃ ψυχῇ, ἀποτμηθεὶς τὴν κεφαλήν.
Αὐτῷ βοήσωμεν· Νεομάρτυς ἔνδοξε, Ἀθλητῶν ἰσότιμε, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων...
Εἰς
τὸν στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυς
Ἰωάννη ἔνδοξε, Ἀγαρηνῶν τὴν ἀχλύν, νουνεχῶς καταλέλοιπας, φωτισθεὶς τῷ
Πνεύματι, τῷ Ἁγίῳ θεόληπτε, καὶ ἀληθείᾳ καθοπλισάμενος, τὰς παρατάξεις τοῦ
ψεύδους ὤλεσας· ὅθεν ἀπείληφας, νίκης τὸ διάδημα, παρὰ Χριστοῦ, τοῦ σὲ ἐνισχύσαντος,
ἐλεῖν τὸν δράκοντα.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Μάρτυς
Ἰωάννη ἔνδοξε,ἐρηρεισμένος στεῤῥῶς, θεμελίῳ τῆς πίστεως, οὐδαμῶς σεσάλευσαι,
μηχαναῖς τοῦ ἀλάστορος, καὶ ὥσπερ ὄναρ πάντα λελόγισαι, θυμὸν τυράννων εἱρκτὰς
καὶ μάστιγας· ὤ τῆς ἀνδρείας σου! χαίρων γὰρ ὑπέκλινες, τὴν κεφαλήν, καὶ τμηθεὶς
ἀνέδραμες, πρὸς τὰ οὐράνια.
Στ.: Θαυμαστὸς ὁ Θεός...
Μάρτυς
Ἰωάννη ἔνδοξε, ὡς στρατιώτης Χριστοῦ, καὶ ὁπλίτης ἀήττητος, ἐκτενῶς ἱκέτευε,
χάριν δοῦναι καὶ ἔλεος, τῇ σῇ πατρίδι ἀνευφημούσῃ σε, καὶ Ἀγρινίου τῇ πόλει
Ἅγιε, τοῖς τὴν ἐτήσιον, μνήμην σου γεραίρουσαν, ὡς ἄν ἀεί, πάσης ἀπαλλάττωνται,
ἐναντιότητος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῇ
εὐσεβείᾳ λαμπρυνθείς, ἀθλητικὸν ἠγωνίσω ἀγῶνα, στεῤῥοτάτῃ ψυχῇ, Ἰωάννη
Νεομάρτυς μακάριε. Τὸν γὰρ ἀόρατον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, καταβαλὼν
ἐθριάμβευσας, τῆς οὐρανίου κλήσεως, διεκφαίνων τὰς χάριτας. Καὶ τῆς αἰωνίου
ζωῆς τὸν στέφανον, παρὰ Χριστοῦ δεξάμενος, τῶν πάλαι Μαρτύρων, ὤφθης
ἰσοστάσιος. Μεθ’ ὧν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου...
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Κονίτσης τὸν γόνον, Βραχωρίου τὸ καύχημα, καὶ Χριστοῦ ὁπλίτην τὸν νέον, Ἰωάννην
τιμήσωμεν· ἐκ ῥίζης γὰρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπὲρ Χριστοῦ,καὶ
κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρὸς αυτὸν κραυγάζουσι· Δόξα τῷ δεδωκότι
σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν
ἐκλύτρωσιν.
Θεοτοκίον.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ χαῖρε...
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Τὰ
θήρατρα φυγών, τῆς ἀπάτης θεόφρον, προσῆλθες τῷ Χριστῷ, ὁλοτρόπῳ ἐφέσει, καὶ
πᾶσαν καταβέβληκας, τοῦ ἐχθροῦ τὴν παράταξιν, τῇ ἀθλήσει σου, ὡς ἀληθῶς Ἰωάννη·
ὅθεν σήμερον, τὴν σὴν γεραίρομεν μνήμην, Χριστὸν μεγαλύνοντες.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
θρόνον τοῦ Θεοῦ, τὸν λαμπρὸν καὶ φωσφόρον, τὸν νέον οὐρανόν, τοῦ Δεσπότου τῶν
ὅλων, τὴν τράπεζαν τὴν ἔμψυχον, τὴν ἀφράστως βαστάζουσαν, τὸν οὐράνιον, καὶ
ζωοδώρητον ἄρτον, ἀνυμνήσωμεν, τὴν Θεοτόκον Μαρίαν, ἡμῶν τὴν βοήθειαν.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ
φέγγει τῆς πίστεως, καταυγασθεὶς τὴν ψυχήν, ἀθλήσεως σκάμμασι, τὸν παλαιὸν
πτερνιστήν, κατέβαλες Ἅγιε· ὅθεν τῇ ἀνευρέσει, τῶν σεπτῶν σου λειψάνων,
εὔφρανας τὰς καρδίας, τῶν πιστῶς σε ὑμνούντων, παμμάκαρ Ἰωάννη, Μαρτύρων
ἰσότιμε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ
ἀειπάρθενε, ἡ τὸν Σωτῆρα Χριστόν, τῶ κόσμῳ κυήσασα, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἡμᾶς
ἐκλυτρούμενον, ῥῦσαί με τῆς μανίας, τοῦ δολίου Βελίαρ. Στῆσόν με ἐπὶ πέτραν,
τῶν Χριστοῦ θελημάτων, καὶ σῶσόν με Πανάμωμε, μελλούσης κατακρίσεως.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ὁ
βλαστὸς τῆς Κονίτσης καὶ θεῖον καύχημα, Βραχωρίου τὸ κλέος καὶ σεμνολόγημα,
Ἰωάννης ὁ κλεινὸς ἀνευφημείσθω μοι· ὅτι τὴν πλάνην τοῦ ἐχθροῦ, καταισχύνας
ἐμφανῶς, ἀγῶσι τοῦ μαρτυρίου, Χριστῷ ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
τῶν ὅλων Δεσπότης δι’ ἀγαθότητα, προσλαβὼν ἐξ αἱμάτων σου τὸ ἡμέτερον, πρὸς τὴν
πρώτην καλλονὴν ἡμᾶς ἀνήγαγε, καὶ προστάτιν ἀψευδῇ, καὶ βοήθειαν θερμήν, τοῦ
κόσμου σε Θεοτόκε, ἀνέδειξε λυτρουμένην, πάσης ἀνάγκης τοὺς ὑμνοῦντάς σε.
Τὸ
α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στ.:
Θαυμαστὸς ὁ Θεός...
Εὐαγγέλιον,
τοῦ Ἁγ. Γεωργίου.
Ὁ
Ν΄.
Δόξα:
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸν
μαργαρίτην τῆς ζωῆς, ἐν τῷ ταμείῳ τῆς ψυχῆς πλουτήσας, τὴν πενίαν τῆς πλάνης
ἔλιπες, καὶ τῆς ματαίας ἀναστροφῆς ἀπέστης, Ἰωάννη θεόφρον ὅλον γὰρ τὸν νοῦν
Χριστῷ ἀνέθου, καὶ τῶν ἐντολῶν αὐτοῦ ἐργάτης γενόμενος, ἀθλητικὸν ἤνυσας
δίαυλον, ἀνενδότῳ φρονήματι. Καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, πρέσβευε ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Οἱ
κανόνες τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, φέρων τήνδε ἀκροστιχίδα: Τοῦ Ἰωάννου ᾄδω
τοὺς ἄθλους. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν
νοῦν μου καταύγασον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, καὶ λόγον μοι δώρησαι, ἵνα
ὑμνήσω φαιδρῶς, τοὺς ἀγῶνάς σου, παμμάκαρ Ἰωάννη, δι’ ὧν καταβέβληκας, ἐχθρὸν
τὸν δόλιον.
Ὁ
νοῦς σου τῆς χάριτος, τὸ θεῖον φῶς εἰσδεξάμενος, τῆς πλάνης κατέλιπε, νύκτα
καχέσπερον, ἔνθεν Ἅγιε, υἱὸς φωτὸς ἐδείχθης, καὶ σκότους τὸν ἄρχοντα
κατετραυμάτισας.
Ὑπέρτερος
γέγονας, δελεασμάτων τοῦ ὄφεως, ψυχῆς σου τὴν ἔφεσιν, ἔχων πρὸς Κύριον, παρ’ οὗ
Ἅγιε, ἰσχὺν λαμβάνων θείαν, σαρκὸς τὴν ἀσθένειαν, πᾶσαν ἀπέῤῥιψας.
Θεοτοκίον.
Ἱλύος
με λύτρωσαι, παθῶν Ἁγνὴ τῶν θλιβόντων με, καὶ γνώμην θεόφρονα, καὶ λογισμὸν
εὐσταθῆ, ἀεὶ δίδου μου, ἴνα ἐν μετανοίᾳ, ζωῆς τὸ ὑπόλοιπον, ἀνύσω Ἄχραντε.
ᾨδὴ
γ΄. Τούς σους ὑμνολόγους.
Ὡς
ἄστρον νεόφωτον, ἐφάνης ἐκ σκότους ἁγνοίας προελθών, τῇ Ἐκκλησίᾳ Ἅγιε, καὶ
ταύτην κατελάμπρυνας, ἀκτῖσι τῶν καμάτων σου, ὡς Ἀθλητὴς ἐνθεώτατος.
Ἀγίων
Μαρτύρων τοὺς ἀγῶνας, τῶν πάλαι ζηλώσας νουνεχῶς, μαρτυρικῶς ἠγώνισαι, κατὰ τοῦ
πολεμήτορος, ὦ Ἰωάννη ἔνδοξε, καὶ ἐπαξίως δεδόξασαι.
Νικήσας
ἐχθροῦ τὰς μεθοδείας, δυνάμει τῇ θείᾳ κρατυνθείς, ἐνήθλησας στεῤῥότατα, ὤ
Ἰωάννη ἔνδοξε, καὶ ἤσχυνας τὸν δράκοντα, ὀμολογίᾳ τῆς πίστεως.
Θεοτοκίον.
Νεκρώσας
ὁ δόλιός με ὄφις, κακίστῃ Παρθένε συμβουλῇ, χαίρει τῇ ἀπωλείᾳ μου, ἀλλὰ σύ με
ἐξέγειρον, ἐξ ὕπνου ματαιότητος, πρὸς ἐργασίαν τοῦ κρείττονος.
Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Οὐκ
ἐπτοήθης τὸν θυμὸν τῶν τυράννων, οὐ κατεκλάσθης δωρεῶν χορηγίᾳ, ἀλλ’ ἀπτοήτῳ
στόματι ἐκραύγαζες· Οὐκ ἀρνήσομαι ἄνομοι, τὸν Χριστόν μου καὶ Πλάστην· ὅθεν καὶ
ὑπέκλινας, τὸν αὐχένα τῷ ξίφει, καὶ νικηφόρος ὤφθης Ἀθλητής, ὦ Ἰωάννη, τοῦ
πάντων Δεσπόζοντος.
Θεοτοκίον.
Σάρκα
λαβὼν ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τὴν
ἀρχαίαν δόξαν ἐπανήγαγεν, ἐκ τῆς πάλαι πτώσεως, τοὺς Ἁγνὴν Θεοτόκον, Κόρη σε
δοξάζοντας, καὶ ὑμνοῦντας ἀπαύστως, τὸ ὑπὲρ νοῦν μυστήριον Ἁγνή, τῆς σῆς
ἀφράστου, καὶ θείας κυήσεως.
Ωδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁλικῶς
σου τὴν καρδίαν, ἀνατείνων πρὸς Κύριον, μάκαρ Ἰωάννη, πάντων τῶν φθαρτῶν
κατεφρόνησας, πρὸς ἀφθαρσίαν θεόφρον ἐπειγόμενος, ἧς καὶ ἔτυχες, καλῶς τελέσας
τὸν δρόμον σου.
Ὑπεράνω
τῶν ἐν κόσμῳ, ἐγνωρίσθης μακάριε, ὅτε εἰσεδέξω, τῆς θεογνωσίας τὴν ἔλλαμψιν,
καὶ μαρτυρίου πρὸς πάλην προσεχώρησας, δυναμούμενος, τῇ παντευχίᾳ τῆς χάριτος.
Ἀλγηδόνας
καὶ καθείρξεις, ἀπειλάς τε καὶ μάστιγας, μὴ εἰς νοῦν λαμβάνων, ἤνυσας στεῤῥῶς
τὸν ἀγῶνά σου, καὶ Ἀθλητῶν Ἰωάννη ἰσοστάσιος, ἐχρημάτισας, φωτὸς ἀῤῥήτου
πληρούμενος.
Θεοτοκίον.
Δόξαν
σου τὴν ὑπὲρ λόγον, καὶ τὴν χάριν τὴν ἄφθονον, καὶ τὰ μεγαλεῖα, τῆς ὑπερφυοῦς
σου λαμπρότητος, ὐμνολογοῦμεν Παρθένε καὶ βοῶμέν σοι· Χαῖρε Δέσποινα, παντὸς
τοῦ κόσμου προσφύγιον.
Ωδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὡς
πλοῦτον οὐράνιον, τὰ ἱερά σου λείψανα, ἡ Προυσιωτίσσης θεία Μάνδρα,
καταπλουτοῦσα ἅ νεύσει κρείττονι, πάλαι κεκρυμμένα ἐν αὐτῇ, Ἰωάννη εὕρατο,
ἀνυμνεῖ τοὺς ἀγῶνάς σου.
Τοῖς
ἄθλοις ἐφάμιλλος, καὶ δόξῃ ἰσοστάσιος, ὤφθης τῶν κλεινῶν πάλαι Μαρτύρων, ὡς
ἐναθλήσας ὑπὲρ Χριστοῦ ἀνδρικῶς, μεθ’ ὧν Ἰωάννη ἐκτενῶς πρέσβευε δεόμεθα, ἠμῖν
δοῦναι συγχώρησιν.
Οὐδόλως
κατέπτηξας, Ἀγαρηνῶν τὴν ἔφοδον, οὔτε τοῦ Βελίαρ τὴν μανίαν, Χριστοῦ τὴν κλῆσιν
ὁμολογῶν εὐθαρσῶς, καὶ ἀποτμηθεὶς τὴν κεφαλήν, ῥείθροις τῶν αἰμάτων σου, τὴν
ἀπάτην κατέκλυσας.
Θεοτοκίον.
Ὑψίστου
ἀνάκτορον, καὶ φωτοφόρον σκήνωμα, ὤφθης ὑπὲρ λόγον Θεοτόκε, τοῦ προελθόντος ἐκ
τῶν αἱμάτων σου· ὅθεν κἀμὲ ἔργασαι Ἁγνή, οἶκον θείας χάριτος, διὰ βίου
σεμνότητος.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Σαρκός
σου Μάρτυς ἠλόγησας, σφοδρῶς αἰκιζομένης ταῖς μάστιξιν· ὅθεν πρὸς ἄπονον, ζωὴν
καὶ δόξαν οὐράνιον, παμμάκαρ Ἰώαννη, χαίρων ἀνέδραμες.
Ἀγαλλιᾶται
τῇ δόξῃ σου, ἡ Κόνιτσα ἡ σὲ γαλουχήσασα, καὶ τὴν ἁγίαν σου, μνήμην τελοῦσα
γεραίρει σου, παμμάκαρ Ἰωάννη, τὴν θείαν ἄθλησιν,
Θεῖόν
σε κέκτηται καύχημα, ἡ πόλις Βραχωρίου μακάριε, ἐν ᾗ τὸ αἷμά σου, ὐπὲρ Χριστοῦ
χαίρων κέχυκας, καὶ ἄγει Ἰωάννη, λαμπρῶς τὴν μνήμην σου.
Θεοτοκίον.
Λυχνία
ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρός τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, θεοχαρίτωτε
Δέσποινα· διὸ τοῦ σκοτασμοῦ με, παθῶν ἀπάλλαξον.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει
σήμερον, τοῦ Βραχωρίου ἡ πόλις, σὺν Κονίτσῃ Ἅγιε, τὴν φωτοφόρον σου μνήμην,
γόνος γάρ, τῆς μὲν ὑπάρχεις καὶ θεῖον γέρας, καύχημα, τῆς δὲ ὡς ταύτην
καθαγιάσας, τῶν αἱμάτων σου τοῖς ῥείθροις, ὦ Ἰωάννη Μαρτύρων σύσκηνε.
Ὁ
Οἶκος.
Ἐκ
δυσώδους ῥιζουχίας ἐκβλαστήσας, ὡς φυτὸν μέλλον τὰ κρείττονα ἀνθῆσαι, τῆς
ἀπάτης ἀπεβάλου τὰ ῥάκη, καὶ τῆς θεογνωσίας ἠμφιάσω τὸν ὑπέρλαμπρον χιτῶνα,
βεβαμμένον τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως τυθέντος, ὡς ἀμνοῦ ἀμώμου καὶ
ἀσπίλου, Χριστοῦ τοῦ ζωοδότου, Ἰωάννη παμμακάριστε· ᾧ καὶ ὅλῃ διανοίᾳ ἀκολουθήσας,
σεαυτὸν ἠρνήσω, καὶ τῷ θείῳ θελήματι ὁλοσχερῶς τὸν νοῦν καθυπετάξας· καὶ
ὑπεράνω τῶν ἐν κόσμῳ γεγονώς, Ἀγαρηνῶν τὸ θράσος οὐκ ἐδειλίασας, ἀλλ’ ἀτρέπτῳ
καρδίᾳ, μαρτυρικὸν ὑπῆλθες στάδιον, καὶ νομίμως κατὰ τῆς πλάνης ἠγώνισαι, καῖ
αἱμάτων ῥείθροις τὴν Ἐκκλησίαν ἀρδεύσας, τὸν Χριστὸν ἐδόξασας, ὦ Ἰωάννη
Μαρτύρων σύσκηνε.
Συναξάριον.
Τῇ
ΚΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου Προδρόμου, καὶ
Βαπτιστοῦ, Ἰωάννου.
Ἀνδρὶ
Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου,
Τεκεῖν
προφήτην, καὶ Προφήτου τι πλέον.
Εἰκάδῃ
τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω.
Ὅταν
ὁ Κύριος ἡμῶν καὶ Θεός, ὁ τοῦ Πατρὸς Μονογενὴς Υἱὸς καὶ Λόγος, ἔμελλε νὰ καταβη
ἀπὸ τοὺς Ουρανούς, καὶ νὰ συλληφθῇ ἀσπόρως καὶ παραδόξως εἰς τὴν παρθενικὴν
κοιλίαν τῆς Παναμώμου αὐτοῦ Μητρός, ἠθέλησε νὰ προβεβαιώσῃ τὴν ἐν τῇ Παρθένῳ
ἰδικήν του ἄσπορον σύλληψιν μὲ ἄλλο θαῦμα παράδοξον. Τούτου ἕνεκα πρὸ ἕξ μηνῶν
ἀπὸ τῆς ἰδικῆς του συλλήψεως ἐμήνυσε διὰ τοῦ Ἀρχαγγέλου Γαβριὴλ εἰς τὸν
Προφήτην καὶ ἀρχιερέα Ζαχαρίαν, ὅστις εὑρίσκετο τότε εἰς τὸν ναὸν καὶ ἐθυμία,
καὶ ὑπὲρ τοῦ λαοῦ προσηύχετο, ἐμήνυσε λέγω εἰς αὐτὸν τὴν παράδοξον σύλληψιν τοῦ
ἰδικοῦ του Προδρόμου, ἡ ὁποία ἔμελλε νὰ γίνῃ ἐν τῇ κοιλίᾳ τῆς στείρας καὶ
γηραιᾶς γυναικός του, τῆς Ἐλισάβετ, καὶ τὴν ὁποίαν σύλληψιν ἑορτάζομεν σήμερον.
Ὁ δὲ Ζαχαρίας, ἐπειδὴ δὲν ἐπίστευσεν εἰς τὴν παρ’ ἐλπίδα ταύτην ἀγγελίαν τοῦ
Ἀρχαγγέλου Γαβριήλ, διὰ τοῦτο κατεδικάσθη εἰς ἀφωνίαν καὶ σιωπήν, ἕως οὗ ἴδῃ
διὰ τῶν ἔργων γενόμενον τὸ ἀρχαγγελικὸν μήνυμα.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Κονίτσης τῆς
Ἠπείρου καταγομένου, καὶ ἐν Βραχωρίῳ (Ἀγρινίῳ) τῆς Αἰτωλίας ἀθλήσαντος ἐν ἔτει
1814.
Ῥίζης
δυσώδους ἐκφυεὶς Ἰωάννη,
ἀθλήσεως
ἤνεγκας καρποὺς ἡδίστους.
Εἰκάδι
τριττάτῃ δειρὴν Ἰωάνου κέρσαν ἀπηνῶς.
Οὗτος,
ἧν ἐκ Κονίτσης, κωμοπόλεως τῆς Ἠπείρου, γεννηθεὶς ἐξ Ὀθωμανῶν γονέων, παρ’ ὧν
καὶ ἀνετράφη τῇ ἰδίᾳ πλάνῃ, καταλεγεὶς τῷ τάγματι τῷ λεγομένῳ τῶν Δερβισῶν παρὰ
τοῦ πατρὸς αὐτοῦ, ὄντος Δερβίσου. Εἰκοσαετὴς γεγονώς, ἔζη βίον σεμνὸν τοῖς χριστιανικοῖς
νεύων ἤθεσι καὶ τρόποις ἐν πολλῇ συνέσει. Καὶ μετ’ οὐ πολύ, ἀφεὶς τὴν οἰκείαν
πλάνην, προσῆλθε τῷ φωτὶ τῆς θεογνωσίας, πεπιστευκὼς Χριστῷ τῷ Θεῷ, καὶ
ἀναγεννηθεὶς διὰ τοῦ θείου βαπτίσματος ἐν τῇ νήσῳ Ἰθάκῃ, ἔλαβε τὸ ὄνομα
Ἰωάννης.
Ἐπανελθὼν
ἐν Ξηρομέρῳ καὶ ἕν τινι ἐκεῖσε χωρίῳ παροικήσας, ᾧ ἡ κλῆσις Μαχαλάς, ἐνυμφεύθη
σεμνήν τινα νέαν, μεθ’ ἧς ἔζη βίον θεοφιλῆ καὶ χριστιανικόν. Μαθόντες οἱ
προσήκοντες αὐτῷ, ὅτι ἐγένετο χριστιανός, εὑρόντες τοῦτον παντοίοις ἐχρήσαντο
τρόποις, ἵνα μεταστήσωσι τῇ προτέρᾳ πλάνῃ. Παραστήσαντες τοῦτον τῷ ἐν Βραχωρίῳ
κριτῇ τῶν Ἀγαρηνῶν, ὁμολογήσαντα διατόρως καὶ ἐν πολλῇ παῤῥησίᾳ τὴν εἰς Χριστὸν
ἀμετάθετον αὐτοῦ πίστιν καὶ ,ὴ ὑπενδόντα ἀπειλαῖς καὶ ἐπαγγελίαις καὶ εἱρκταῖς
καὶ πλείσταις τιμωρίαις καὶ κολάσεσιν, ἀπέτεμον τὴν τιμίαν αὐτοῦ πίστιν καὶ μὴ
ὑπενδόντα ἀπειλαῖς καὶ ἐπαγγελίαις καὶ εἱρκταῖς καὶ πλείσταις τιμωρίαις καὶ
κολάσεσιν, ἀπέτεμον τὴν τιμίαν αὐτοῦ κεφαλὴν τῇ κγ΄ μηνὸς Σεπτεμβρίου, ἐν ἡμέρᾳ
Τετάρτῃ τῆς ἑβδομάδος, τοῦ σωτηρίου ἔτους 1814. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα ῥιφθὲν
οὐ μακρὰν τῆς Ἐκκλησίας τοῦ Ἁγίου Δημητρίου ἐτάφη παρά τινων εὐλαβῶν ἔν τινι
ἀγρῷ, ὅν οἱ Βραχωρῖται ἔκτοτε τιμῶσιν. Ἐν ἔτει δὲ 1974, εὑρέθησαν τὰ ἱερὰ αὐτοῦ
λείψανα ἐν τῇ ἱερᾷ τῆς Προυσιωτίσσης Μονῇ, ἀποκρυβέντα πάλαι ἐκεῖσε, μετὰ τὴν
ἐκ τάφου ἀνακομιδήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου, Ἰωάννου, Πέτρου καὶ Ἀντωνίου, τῶν
ἐν Ἀφρικῇ τελειωθέντων.
Ὑπὲρ
νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου,
Λόγχαις
νυγείς, ἤνεγκε διτταῖς Ἀνδρέας.
Ἔχθραν
πλάνῃ θείς, καὶ σφαγείς, Ἰωάννης,
Σφάττει
τὸν ἐχθρόν, καὶ σὺν αὐτῷ τὴν πλάνην.
Ἀντώνιος
καὶ Πέτρος, ὡς στερραὶ πέτραι,
Πρὸς
τάς μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν.
Ὅταν
ὁ Μακεδὼν Βασίλειος ἐβασίλευσεν εἰς τοὺς Ῥωμαίους, ἐν ἔτει ωξζ΄(867), τότε εἰς
ὅλην τὴν Ἀφρικὴν ἐξουσίαζον οἱ Ἀγαρηνοί, τῶν ὀποίων ἄρχων ἦτον ὁ θηριώδης
ἐκεῖνος καὶ ὤμότατος Ἀβραχίμ. Οὗτος λοιπόν, ἀφ’ οὗ ἐπολέμησε τὰς Συρακούσας τῆς
Σικελίας, ἔλαβεν ἀπὸ ἐκεῖ αἰχμάλωτον τὸν ἄνω εἰρημένον Ἰωάννην, ὁμοῦ μὲ τοὺς
υἰούς του Πέτρον καὶ Ἀντώνιον, νεαρὰν ἔχοντας ἡλικίαν. Ὅθεν, τοὺς παρέδωκεν εἰς
διδάσκαλον Ἀγαρηνόν, διὰ νὰ μανθάνουν τὰ ἰδικά των γράμματα. Ὅταν δὲ οἱ νέοι
ἔφθασαν εἰς ἀνδρικὴν ἡλικίαν, καὶ ὑπερέβαλον τοὺς ἄλλους κατὰ τὴν φρόνησιν καὶ
τὰς ἄλλας ἀρετάς, τότε ὁ τύραννος θαυμάζων διὰ τὰ τοιαῦτα προτερήματά των, τὸν
μὲν Ἀντώνιον κατέστησε Γενικόν, τὸ δὲ Πέτρον Σακελλάριον. Οὗτοι λοιπόν, κρυφίως
μὲν ἧσαν χριστιανοί, εἰς δὲ τὸ φανερὸν ὑπεκρίνοντο τὴν τῶν Ἀγαρηνῶν θρησκείαν.
Πλήν, σὲν ἐδυνήθησαν νὰ μένωσι κεκρυμμένοι ἕως τέλους. Διὰ τοῦτο, ἀφ’ οὗ ἔμαθε
τοῦτο ὁ Ἀβραχίμ, ἠργίσθη, καὶ παρευθὺς ἔκλεισε τοὺς πόδας τῶν Ἁγίων εἰς τὸ
ξύλον τὸ τιμωρητικόν, καὶ ἔδειρεν αὐτοὺς μὲ ἀκανθωτὰ ῥαβδία.
Ὅθεν, ὁ μὲν μακάριος Ἀντώνιος, λαβὼν τετρακοσίας πληγὰς εἰς τοὺς πόδας, καὶ καταπληγωθεὶς ἀπὸ αὐτάς, εὐχαρίστει τὸν Θεόν· ἔπειτα τίθεται ἐπάνω εἰς ἕνα ὅνον, καὶ δεθεὶς εἰς τὸ σαμάριον μὲ σχοινία, πομπεύεται διὰ μέσου ὅλης τῆς πόλεως. Ὁ δὲ Πέτρος ἐκγυμνωθείς, δέρεται μὲ ῥαβδία εἰς τὴν κοιλίαν καὶ εἰς τὴν ῥάχιν. Ἔπειτα, ῥίπτεται ὁμοῦ μὲ τὸν ἀδελφόν του Ἀντώνιον εἰς τὴν φυλακήν. Μετὰ ταῦτα ἐκβάλλει αὐτοὺς ὁ τύραννος ἀπὸ τὴν φυλακήν, καὶ κατασυντρίβει μὲ ξύλα σκληρὰ τοὺς βραχίονάς των· ἔπειτα, συναθλᾷ καὶ τὰ μηρία και τοὺς πόδας, ὥστε τὰ μὲν ξηρὰ κόκκαλά των ἔγιναν ἁπαλὰ ὡς σάρκες, αἱ δὲ σάρκες των ἔγιναν πάλιν ὡς πηλός· καὶ τόσον πολὺ ἐζυμώθησαν μὲ τὸ αἷμα, ὥστε ἔγιναν ἕν μῖγμα.
Ὅθεν, ὁ μὲν μακάριος Ἀντώνιος, λαβὼν τετρακοσίας πληγὰς εἰς τοὺς πόδας, καὶ καταπληγωθεὶς ἀπὸ αὐτάς, εὐχαρίστει τὸν Θεόν· ἔπειτα τίθεται ἐπάνω εἰς ἕνα ὅνον, καὶ δεθεὶς εἰς τὸ σαμάριον μὲ σχοινία, πομπεύεται διὰ μέσου ὅλης τῆς πόλεως. Ὁ δὲ Πέτρος ἐκγυμνωθείς, δέρεται μὲ ῥαβδία εἰς τὴν κοιλίαν καὶ εἰς τὴν ῥάχιν. Ἔπειτα, ῥίπτεται ὁμοῦ μὲ τὸν ἀδελφόν του Ἀντώνιον εἰς τὴν φυλακήν. Μετὰ ταῦτα ἐκβάλλει αὐτοὺς ὁ τύραννος ἀπὸ τὴν φυλακήν, καὶ κατασυντρίβει μὲ ξύλα σκληρὰ τοὺς βραχίονάς των· ἔπειτα, συναθλᾷ καὶ τὰ μηρία και τοὺς πόδας, ὥστε τὰ μὲν ξηρὰ κόκκαλά των ἔγιναν ἁπαλὰ ὡς σάρκες, αἱ δὲ σάρκες των ἔγιναν πάλιν ὡς πηλός· καὶ τόσον πολὺ ἐζυμώθησαν μὲ τὸ αἷμα, ὥστε ἔγιναν ἕν μῖγμα.
Ἔπειτα,
προσκαλέσας ἕνα χαλκέα ὁ τύραννος, ἐπρόσταξεν αὐτὸν νὰ κατασκευάσῃ μίαν λαβίδα
καὶ πυρακτώσας καλῶς αὐτήν νὰ κόψῃ τοὺς ὄρχεις αὐτῶν, καὶ νὰ τοὺς βάλῃ μέσα εἰς
τὰ στόματά των. Καὶ οὕτω οἱ γενναιότατοι τοῦ Κυρίου ἀθληταὶ ἐτελειώθησαν μὲ
ταύτην τὴν πολυόδυνον βάσανον, καὶ ἔλαβον τοὺς στεφάνους τοῦ μαρτυρίου. Ὕστερον
δέ, ἔσυρε παρ’ ἐαυτῷ ὁ ἀπάνθρωπος τύραννος τὸν πατέρα αὐτῶν Ἰωάννην, καὶ
στρέψας ὀπίσω τὸν τράχηλον τοῦ ἀοιδίμου μὲ τὴν ἀριστεράν του χεῖρα, ἐνέπηξε
μέσα εἰς τὸν φάρυγγα ἐκείνου τὴν ἰδικήν του μάχαιραν· καὶ οὕτω ὁ τρισόλβιος ὡς
ἰχθὺς ἀσπαίρων, ἐπάνω εἰς τὰ σώματα τῶν ἰδίων του τέκνων, παρέδωκε τὴν ἀγίαν
του ψυχὴν εἰς χεῖρας Θεοῦ. Μετὰ ταῦτα, ἀνάψας ὁ δυσσεβέστατος πυράς, κατέκαυσε
τὰ τῶν Μαρτύρων σώματα.
Ὁ δὲ μακάριος Ἀνδρέας, γέρων ὤν κατὰ τὴν ἡλικίαν, παρεστάθη ἐνώπιον του αὐτοῦ μιαροῦ Ἀβραχίμ. Καὶ ἐπειδὴ ὡμολόγησε παῤῥησίᾳ τὴν εἰς Χριστὸν πίστιν, πρῶτον μὲν ἐῤῥίφθη εἰς τὴν φυλακήν, καὶ ἐκεῖ ἔμεινε πολλὰ ἔτη, ἕως οὗ κατεξηράνθη ὅλος ἀπὸ τὴν πεῖναν καὶ δείψαν, καὶ ἀπὸ τὰς ἄλλας ταλαιπωρίας τῆς φυλακῆς. Τελευταῖον δέ, ἐπειδὴ καὶ δὲν ἐπείθετο νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, τί ἔκαμε τὸ ἄσπλαγχνον θηρίον; Ἀνέβη ἐπάνω εἰς ἵππον, καὶ λαβὼν ἕν κοντάριον, ἔστησε τὸν Ἅγιον κατ’ εὐθεῖαν ἔμπροσθεν εἰς τὸν δρόμον. Ἔπειτα, τρέχων μὲ τὸν ἵππον, κτυπᾷ εἰς τὸ στῆθος τὸν Μάρτυρα μὲ τὸ κοντάρι. Ἐπειδὴ δὲ ἤκουσεν ὅτι ἐφώναζεν ἀπὸ καρδίας ὁ Ἅγιος μίαν φωνὴν εὐχαριστήριον εἰς τὸν Θεόν, διὰ τοῦτο στρέφει ὁ αἰμοβόρος ἀπὸ τὸ ὄπισθεν μέρος τοῦ Μάρτυρος, καὶ κτυπᾷ δεύτερον αὐτὸν εἰς τὴν ῥάχιν μὲ ἄλλο κοντάριον. Ὅθεν, ἐπειδὴ καὶ τὰ δύο κοντάρια διῆλθον τὰ σπλάγχνα του ἔσωθεν ἕως ἔξω, ἔπεσε κατὰ γῆς ὁ γενναῖος ἀγωνιστής, εἴτα, ἀποτμηθεὶς τὴν κεφαλήν, παρέδωκεν τὴν ἁγίαν του ψυχὴν εἰς χεῖρας Θεοῦ καὶ ἀνέβη νικηφόρος εἰς τὰ Οὐράνια.
Ὁ δὲ μακάριος Ἀνδρέας, γέρων ὤν κατὰ τὴν ἡλικίαν, παρεστάθη ἐνώπιον του αὐτοῦ μιαροῦ Ἀβραχίμ. Καὶ ἐπειδὴ ὡμολόγησε παῤῥησίᾳ τὴν εἰς Χριστὸν πίστιν, πρῶτον μὲν ἐῤῥίφθη εἰς τὴν φυλακήν, καὶ ἐκεῖ ἔμεινε πολλὰ ἔτη, ἕως οὗ κατεξηράνθη ὅλος ἀπὸ τὴν πεῖναν καὶ δείψαν, καὶ ἀπὸ τὰς ἄλλας ταλαιπωρίας τῆς φυλακῆς. Τελευταῖον δέ, ἐπειδὴ καὶ δὲν ἐπείθετο νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, τί ἔκαμε τὸ ἄσπλαγχνον θηρίον; Ἀνέβη ἐπάνω εἰς ἵππον, καὶ λαβὼν ἕν κοντάριον, ἔστησε τὸν Ἅγιον κατ’ εὐθεῖαν ἔμπροσθεν εἰς τὸν δρόμον. Ἔπειτα, τρέχων μὲ τὸν ἵππον, κτυπᾷ εἰς τὸ στῆθος τὸν Μάρτυρα μὲ τὸ κοντάρι. Ἐπειδὴ δὲ ἤκουσεν ὅτι ἐφώναζεν ἀπὸ καρδίας ὁ Ἅγιος μίαν φωνὴν εὐχαριστήριον εἰς τὸν Θεόν, διὰ τοῦτο στρέφει ὁ αἰμοβόρος ἀπὸ τὸ ὄπισθεν μέρος τοῦ Μάρτυρος, καὶ κτυπᾷ δεύτερον αὐτὸν εἰς τὴν ῥάχιν μὲ ἄλλο κοντάριον. Ὅθεν, ἐπειδὴ καὶ τὰ δύο κοντάρια διῆλθον τὰ σπλάγχνα του ἔσωθεν ἕως ἔξω, ἔπεσε κατὰ γῆς ὁ γενναῖος ἀγωνιστής, εἴτα, ἀποτμηθεὶς τὴν κεφαλήν, παρέδωκεν τὴν ἁγίαν του ψυχὴν εἰς χεῖρας Θεοῦ καὶ ἀνέβη νικηφόρος εἰς τὰ Οὐράνια.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ῥαΐδος τῆς παρθένου.
Ποθοῦσα
κάλλος ἡ Ῥαῒς Θεοῦ βλέπειν,
Σαρκὸς
τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει.
Αὕτη,
κατήγετο ἀπὸ μίαν πόλιν τῆς Αἰγύπτου ὀνομαζομένην Βάταν (ἤ Τάμαν), θυγάτηρ
Πέτρου τινός. Ἐφόρεσε δὲ τὸ τῶν μοναζουσῶν σχῆμα, ὅτε ἦτον ἐτῶν δώδεκα. Μίαν
φορὰν δέ, μεταβαίνουσα μὲ ἄλλας παρθένους εἰς τὴν πηγὴν διὰ νὰ φέρῃ νερόν, εἴδε
πλῆθος παρθένων γυναικῶν, καὶ ἀνδρῶν Πρεσβυτέρων, καὶ Διακόνων, καῖ Μοναχῶν,
τοὺς ὁποίους εἴχε δεδεμένους Λουκιανὸς ὁ Ἡγεμών. Ἐρῳτήσασα δὲ καὶ μαθοῦσα, ὅτι
διὰ τὸν Χριστὸν εἶναι δεδεμένοι, ἔλαβεν εἰς τὴν ψυχήν της ἀνδρείαν, καὶ ἔσμιξε
καὶ τὸν ἑαυτόν της μὲ τὰς δεδεμένας παρθένους. Ὁ δὲ δεσμοφύλαξ, συνεβούλευσεν
αὐτὴν νὰ φροντίσῃ διὰ τὴν ζωήν της, καὶ νὰ μὴ θελήσῃ νὰ ἀποθάνῃ ἀκαίρως μὲ τὰς
ἄλλας παρθένους. Ἡ δὲ μακαρία Ῥαΐς, ὄχι μόνον δὲν κατεπείσθη εἰς τὴν συμβουλήν
του, ἀλλὰ καὶ παρασταθεῖσα ἔμπροσθεν τοῦ Ἡγεμόνος, ἐπεριγέλασε τοὺς θεούς του.
Ἐπειδὴ δὲ ἐκεῖνος ἐπερίπαιξε τὴν τῶν χριστιανῶν πίστιν, διὰ τοῦτο ἡ ἀοίδιμος
Ῥαΐς, χωρὶς νὰ φοβηθῇ τελείως, ἔπτυσεν εἰς τὸ πρόσωπον ἐκείνου. Ὅθεν, πρῶτον
βασανίζεται μὲ βασάνους πολλάς, καὶ τελευταῖον διὰ ξίφους τὴν κεφαλὴν
ἀποτέμνεται· καὶ οὕτω λαμβάνει παρὰ Κυρίου τὸν στέφανον τῆς ἀθλήσεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων γυναικὼν Ξανθίππης καὶ Πολυξένης τῶν αὐταδέλφων.
Τάς
συγγόνους Ξανθίππην καὶ Πολυξένην,
Χοροὶ
συνοίκους λαμβάνουσιν Ἀγγέλων.
Αὕται,
ἦσαν ἀπὸ μίαν πόλιν τῶν Ἱσπανῶν κατὰ τοὺς χρόνους Κλαυδίου Καίσαρος, ἐν ἔτει
σξή (268). Ἀλλ’ ἡ μὲν Ξανθίππη ἧτο γυνὴ τοῦ ἄρχοντος τῆς χώρας ἐκείνης Πρόβου
ὀνομαζομένου, μετὰ τοῦ ὁποίου ἐδιδάχθη τὴν εἰς Χριστὸν εὐσέβειαν ἀπὸ τὸν
Ἀπόστολον Παῦλον, ὅταν ἐκεῖνος ὑπῆγεν εἰς τὴν Ἱσπανίαν. Ἡ δὲ Πολυξένη, παρθένος
οὗσα, καὶ ἁρπαγεῖσα ἀπὸ ἕνα κακότροπον ἄνθρωπον καὶ μιαρόν, χάριτι Θεοῦ ἔμεινεν
ἄφθορος ὑπ’ αὐτοῦ. Ἐπειδὴ δὲ ἔτυχε νὰ εὕρῃ τὸν Πρωτόκλητον Ἀνδρέαν τὸν
Ἀπόστολον, ἐβαπτίσθη ἀπὸ αὐτόν· ὅθεν, πολλὰ ποιοῦσα θαύματα, πολλοὺς ἐπέστρεψεν
εἰς τὴν τοῦ Χριστοῦ πίστιν. Ἔπειτα, λαβοῦσα Ὀνήσιμον τὸν Ἀπόστολον, ὑπῆγεν ὁμοῦ
μὲ αὐτὸν εἰς τὴν πατρίδα τῆς Ἱσπανίαν. Ὕστερον δὲ ἀπὸ τὰς πολλὰς δυσκολίας καὶ
πειρασμούς, τοὺς ὁποίους έδοκίμασεν εἰς τὴν θάλασσαν, ἔχουσα μαζί της καὶ τὴν
Ῥεβέκκαν μὲ τὴν ὁποίαν ἐβαπτίσθη. Ὕστερον ἀπὸ τὰ πολλὰ συμβάματα, συνήντησεν
ἐπὶ τέλους τὴν ἀδελφήν της Ξανθίππην. Ὅθεν, ὁμοίως καὶ αἱ δύο τὸ ἐπίλοιπον τῆς
ζωῆς των διαπεράσασαι, καὶ πολλαὶ ποιήσασαι θαύματα, ἐν εἰρήνῃ πρὸς Κύριον
ἐξεδήμησαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ παντοπώλης, ὁ ἐν Κωνσταντινουπόλει
μαρτυρήσας κατὰ τὸ 1672, ξίφει τελειοῦται.
Ὁ
Νικόλαος πάντα πωλήσας κάτω,
ἐξηγόρασε
Χριστὸν ἄνω ἐκ ξίφους.
Τῇ
αὐτῇ ἡμέρᾶ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου Μητροπολίτου Ἄργους, τοῦ νέου ἐθνοϊερομάρτυρος,
τελειωθεῖς ἐν ἔτει 1821.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ
ἐπτόησαι, βασάνων τὸ ἐπίπονον, γνώμῃ θεόφρονι, ὁμολογῶν τὸν Χριστόν, καὶ
ἄτρεπτος ἔστηκας, ξίφει τῷ τέμνοντι, ὅθεν μέτοχος, τῆς ὑπὲρ νοῦν λαμπρότητος,
Ἰωάννη ἀνεδείχθης.
Ὕμνοις
Ἅγιε, οἰ Βραχωρῖται μέλπουσι, τὰ σὰ παλαίσματα, καὶ πρὸς Χριστόν σε θερμόν,
μεσίτην προβάλλοντες, ἀναβοῶσί σοι· Ἀεὶ πρέσβευε, πάσης ἀνάγκης ῥύεσθαι, ἡμᾶς
Μάρτυς Ἰωάννη.
Σὲ
ἡ Κόνιτσα, ὑμνολογοῦσα Ἅγιε, ἡ σὲ βλαστήσασα, ἀπὸ ψυχῆς σοι βοᾷ· Δεινῶν
περιστάσεων, φύλαττε ἄτρωτον, τὴν πατρίδα σου, προστρέχουσαν τῇ σκέπῃ σου,
Ἰωάννη Νεομάρτυς.
Θεοτοκίον.
Γνώμην
δίδου μοι, εὐθεῖαν καὶ διάνοιαν, ἀεὶ τὰ μένοντα, ἐπιποθοῦσαν θερμῶς, καὶ πάσης
φαυλότητος τοῦ πολεμήτορος, τὴν καρδίαν μου, ἀμόλυντον καὶ ἄτρωτον, διατήρει
Θεοτόκε.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἔτεμες
τὴν πλάνης τὴν ἀπάτην, τμηθείς σου τὴν κεφαλὴν στεῤῥῷ φρονήματι, καὶ πρὸς
ὑπερκόσμια, ἔδραμες σκηνώματα, μαρτυρικῇ λαμπόμενος δόξῃ καὶ χάριτι, ὡς Μάρτυς
ἀληθὴς τοῦ Σωτῆρος, καὶ τῶν Ἀθλοφόρων, ὁμότροπος ἐν πᾶσι.
Ῥείθροις
τῶν χυθέντων σου αἰμάτων, τὴν πόλιν τοῦ Βραχωρίου μάκαρ ἥρευσας, ἔνθεν ταῖς
πρεσβείαις σου, γλυκασμὸν χρηστότητος, τῆς θεϊκῆς ἑκάστοτε καρποῦται Ἅγιε, διὸ
καὶ τὴν ἀγίαν σου μνήμην, ἄγει Ἰωάννη, Χριστὸν δοξολογοῦσα.
Ἄφθαρτον
διάδημα ἐδέξω, τελέσας σου τὸν ἀγῶνα τῆς ἀθλήσεως, ἐκ χειρὸς μακάριε, τοῦ σὲ
μεγαλύνοντος, καὶ τὸ σεπτόν σου λείψανον ἐν εὐλαβείᾳ πολλῇ, ταφὲν ἐν τῷ ἀγρῷ
Ἰωάννη, Βραχωρίταις νέμει, ἁγιασμὸν καὶ χάριν.
Θεοτοκίον.
Σάρκα
προσλαβὼν ἀναλλοιώτως, Παρθένε ὁ Ὑπερούσιος καὶ Κύριος, ἐκ τῶν σῶν Πανάχραντε,
αἱμάτων δι’ ἔλεος, βροτῶν τὴν φύσιν ὕψωσε καὶ ἐθεούργησε, νεκρώσας τὸν
νεκρώσαντα πάλαι, δόλῳ καὶ ἀπάτῃ, τοὺς ἡμῶν γενάρχας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἴσχυσας
σοφέ, δυνάμει τῇ ἄνωθεν ἐνδυναμούμενος, καθελεῖν τὸν δράκοντα, καὶ τὸν ἀγῶνα
τὸν τῆς ἀθλήσεως, τὸν μέγαν τε καὶ κάλλιστον ἀνῦσαι Ἅγιε, διὰ τοῦτο, Ἰωάννη
ἔνδοξε, εὐκληρίας μεγίστης ἠξίωσαι.
Μνήμην
τὴν σεπτήν, τῆς σῆς ἑορτάζομεν, θείας ἀθλήσεως, Ἰωάννη Ἅγιε, καὶ τὰ σεπτά σου
τιμῶσα λείψανα, ἅ ἡ Μονὴ κατέχουσα Προυσιωτίσσης βοᾷ· Νεομάρτυς, πάντας τοὺς
τιμῶντάς σε, περιφρούρει καὶ ῥύου ἐκ θλίψεων.
Ὅρμον
γαληνόν, κατέλαβες Ἅγιε, ζωῆς τῆς κρείττονος, καὶ τῆς ὑπὲρ ἔννοιαν, κατηξίωθης
ἀγαλλιάσεως, διὸ σκέπε τὴν Κόνιτσαν καὶ τὸ Ἀγρίνιον, Ἰωάννη, πάσης περιστάσεως,
παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Θεοτοκίον.
Ὕψιστον
Θεόν, δι’ ἄφατον ἔλεος κυοφορήσασα, σάρκα προσλαβόμενον, ἐκ τῶν ἀχράντων Ἁγνὴ
αἱμάτων σου, ἐκ λάκκου ματαιότητος τὸν νοῦν μου ὕψωσον, πρὸς ἀγάπην, τοῦ ἐκ σοῦ
ἐκλάμψαντος, Θεοτόκε ἠμῶν ἡ βοήθεια.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀγάπῃ
τῆ τοῦ Κτίστου σου, ὑπῆλθες τὸ μαρτύριον, ἀκαταπλήκτῳ καρδίᾳ, καὶ ἤσχυνας τὴν
ἀπάτην, διὸ τῆς τῶν Μαρτύρων σε, ἠξίωσε λαμπρότητος, ὦ Ἰωάννη ἔνδοξε, ὁ
προσδεχθείς σου τοὺς πόνους, Χριστὸς ὁ πάντων Δεσπότης.
Θεοτοκίον.
Μαρία
Ἀειπάρθενε, Χριστιανῶν προσφύγιον, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ Βασιλέα τῶν
ὅλων, ἀπαύστως καθικέτευε, δοῦναι πταισμάτων ἄφεσιν, καὶ τῶν παθῶν τὴν ἴασιν,
τοῖς ἀνυμνοῦσί σε Κόρη, ὡς ἀληθῆ Θεοτόκον.
Εἰς
τοὺς Αἴνους. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε
Μάρτυς τοῦ Χριστοῦ, πίστιν τὴν ἀμώμητον, ἐν τῇ ψυχῇ σου δεξάμενος, καλῶς
ἠγώνισαι, κατὰ τῆς ἀπάτης, πόνοις τῆς ἀθλήσεως· διὸ ὑπερκοσμίων βραβείων σε,
Χριστὸς ἠξίωσεν, Ἰωάννη ὅν ἱκέτευε, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.
Ἐκ
ῥίζης δυσώδους Ἀθλητά, ὡς ἄνθος ἀμάραντον, ὡς ἀληθῶς ἀνεβλάστησας, καὶ τῶν
ἀγώνων σου, θείᾳ εὐωδίᾳ, τὰς καρδίας εὔφρανας, τῶν πίστει Ἰωάννη τιμώντων σε,
ὡς Νεομάρτυρα, τοῦ Σωτῆρος ἐνθεώτατον· ὅν δυσώπει, δοῦναι ἡμῖν ἔλεος.
Ἡ
Κόνιτσα χαίρει καὶ σκιρτᾶ, Ἰωάννη ἔνδοξε, μαρτυρικῆ σου λαμπρότητι, καὶ τὴν
ἁγίαν σου, μνήμην ἑορτάζει, πόθῳ ἐκβοῶσά σοι· Ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον,
ἀεὶ ἱκέτευε, Νεομάρτυς τῇ πατρίδι σου, καταπέμψαι, εἰρήνην καὶ ἔλεος.
Χορεύει
ἡ πόλις μυστικῶς, Βραχωρίου σήμερον, ἐπιτελοῦσα τὴν μνήμην σου, ωδαῖς καὶ
ᾄσμασιν, ἐν ᾗ τὸν ἀγῶνα, τὸν καλὸν ἐτέλεσας, ᾗ δίδου Ἰωάννη πρεσβείαις σου,
χάριν καὶ ἔλεος, οὐρανόθεν ἐκλυτρούμενος, ἀπὸ πάσης, ταύτην περιστάσεως.
Δόξα.
Ἦχος πλ. α΄.
Τῆς
ἀληθείας τὸ φῶς, ἐπιλάμψαν τῇ ψυχῆ σου, ἡμεροφαῆ σε ἀστέρα ἔδειξεν, Ἰωάννη
μακάριε. Λύχνος γὰρ τοῖς ποσί σου, κατὰ Δαβὶδ ὁ θεῖος νόμος γέγονε, καὶ τὴν
ὁδὸν τοῦ μαρτυρίου, ἀπροσκόπτως διέβης, πάντα τοῦ ἐχθροῦ, ὑποσκελίσας τὰ
σκάνδαλα· ὅθεν τῆς ἄνω δόξης, κοινωνὸς ἐγένου, τὸν καρπὸν τῆς ζωῆς δρεπόμενος,
καὶ σὺν Ἁγίοις Μάρτυσιν, οἷα Μάρτυς εὐκλεής, ἐν μετοχῇ θεούμενος. Μεθ’ ὧν
πρέσβευε δεόμεθα, τῷ πάντων Σωτῆρι, ὑπὲρ ἡμῶν τῶν τιμώντων σου τὴν θείαν
ἄθλησιν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε, Θεοτόκε Παρθένε...
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
τοῦ Ἀγίου.
Χαίροις
τῆς Κονίτσης θεῖος βλαστός, καὶ τοῦ Ἀγρινίου ὁ προστάτης καὶ ἀρωγός. Χαίροις
Ἰωάννη, Κυρίου Νεομάρτυς, ὁ ἄφεσιν πταισμάτων ἡμῖν αἰτούμενος.
Καὶ
τοῦ Προδρόμου.
Στεῖρα
καὶ πρεσβῦτις θείᾳ βουλῇ, καρπὸν συλλαμβάνει, τὸν ὑπέρτερον Προφητῶν, τὸν τὴν
ἀκαρπίαν, ψυχῶν μέλλοντα τέμνειν, ἀξίνῃ μετανοίας, ὅν μεγαλύνομεν.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὰ ἐξῆς. Ἦχος δ΄. Ὁ
ὐψωθείς.
Ὡς
Νεομάρτυς ἀληθὴς τοῦ Σωτῆρος, καὶ κοινωνὸς τῆς ὑπὲρ νοῦν εὐφροσύνης, ὑπὲρ ἡμῶν
ἱκέτευε ἐκάστοτε, πάσης ἡμᾶς ῥύεσθαι, προσβολῆς καὶ ἀνάγκης, και παντοίων
θλίψεων, Ἰωάννη θεόφρον, καὶ τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τοὺς τῇ σεπτῇ σου,
πρεσβείᾳ προστρέχοντας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομεν ποτὲ Θεοτόκε...
Ὁ
Ν΄ ψαλμός, καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Χάριν πιστοῖς Ἰωάννη αἴτει. Γερασίμου.
ᾨδὴ
α΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν
ἡμῖν αἴτει τὴν ἀληθῆ, καὶ λύσιν πταισμάτων, καὶ τῆς λύπης ἀπαλλαγήν, τοῖς
πίστει παμμάκαρ Ἰωάννη, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου σπεύδουσιν.
Ἀθλήσας
νομίμως ὑπὲρ Χριστοῦ, πάσης ἀνομίας καὶ κινδύνων παντοδαπῶν, ἀπήμονας τήρει
Νεομάρτυς, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας.
Ῥαντίσματι
Μάρτυς τῶν ἱερῶν, αἱμάτων σβέσον, παθημάτων πυρκαϊάν, ἡμῶν Ἰωάννη Ἀθλοφόρε, τὸν
Ζωοδότην ἡμῖν ἱλεούμενος.
Θεοτοκίον.
Ἰλύος
με λύτρωσαι τῶν παθῶν, ἡ τῆς ἀπαθεῖας ἡμῖν τέξασα τὴν πηγήν, καὶ κάθαρον Κόρη
τὴν ψυχήν μου, τῶν οἰκτιρμῶν τοῦ Υἱοῦ σου τοῖς νάμασι.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Νέος
ὤφθης ὀπλίτης, πλάνης λιπὼν σύνδεσμον, τοῦ Παμβασιλέως τῆς δόξης, ἀθλήσας
ἄριστα, ὅθεν με σύνδησον, τούτου τῇ θείᾳ ἀγάπῃ, Ἰωάννη ἔνδοξε, ταῖς ἱκεσίαις
σου.
Πλήρης
ὤν Ἰωάννη, τῆς θεϊκῆς χάριτος, οἷα Νεομάρτυς Κυρίου, πλήρωσον δέομαι, φωτὸς τοῦ
κρείττονος, τὴν σκοτισθεῖσαν ψυχήν μου, καὶ πόῤῥω ἀπέλασον, σκότους τὸν
ἄρχοντα.
Ἱλασμὸν
τῶν πταισμάτων, καὶ τῶν παθῶν ἴασιν, αἴτει Ἰωάννη τρισμάκαρ, τοῖς καταφεύγουσι,
τῇ ἀντιλήψει σου, καὶ τὸν Σωτῆρα δυσώπει, τῆς μελλούσης κρίσεως, ἠμᾶς
λυτρώσασθαι.
Θεοτοκίον.
Σαρκωθεὶς
ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων Θεοχαρίτωτε, πύλην
σε ἔδειξε, πρὸς ἀσφαλῆ σωτηρίαν, ἄγουσαν Πανάμωμε τοὺς σὲ δοξάζοντας.
Διάσωσον,
ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, τοὺς τῆ σκέπῃ τῶν πρεσβειῶν σου
προστρέχοντας, δυσχερῶν τῶν ἐν βίῳ καὶ πάσης βλάβης.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ...
Κάθισμα,
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστῷ
τῷ Θεῷ, ὦ Ἰωάννη πρέσβευε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν
ἐκλύτρωσιν, καὶ εἰρήνης ἀτρέπτου τὰς χάριτας, καὶ τῆς μελλούσης ζωῆς μετασχεῖν,
τοὺς μέλποντας Μάρτυς τὴν σὴν ἄθλησιν.
Ωδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Τοῦ
ἐχθροῦ τὰ βουλεύματα, τὰ μανιωδῶς ἀεὶ τεκταινόμενα, καθ’ ἡμῶν Μάρτυς
κατάργησον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Οἱ
τῇν θείᾶ Εἰκόνι σου, πίστει προσιόντες χάριν λαμβάνουσιν, Ἰωάννη μεγαλύνοντες,
τὸν σὲ ἐν τοῖς ἄθλοις ἐνισχύσαντα.
Ἵνα
θείας χρηστότητος, θείων διαδόσεως μετασχοίημεν, Ἰωάννη καθικέτευε, τοῦ ἐλέους
ἄβυσσον τὸν Κύριον.
Θεοτοκίον.
Σωτηρίας
ἀξίωσον, τοὺς τῇ σῇ προστρέχοντας ἀγαθότητι, Θεοτόκε Ἀειπάρθενε, ἡ Χριστὸν
τεκοῦσα κόσμον σῴζοντα.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἵθυνον
ἡμῶν, τὴν ζωὴν ταῖς ἱκεσίαις σου, πρὸς λιμένα ἐντολῶν τῶν τοῦ Χριστοῦ, Ἰωάννη
ταραχώδους ἐκ συγχύσεως.
Ὡς
θεῖον βλαστόν, μακαρίζει σε ἡ Κόνιτσα, ἥν θερμαῖς σου μεσιτείαις πρὸς Χριστόν, Ἰωάννη
πάσης θλίψεως ἀπάλλαττε.
Ἄνωθεν
ἀεί, Βραχωρίου πόλει πάρεχε, εὐλογίαν καὶ εἰρήνην εὐσταθῇ, Ἰωάννη ἥν ἡγίασας
τοῖς ἄθλοις σου.
Θεοτοκίον.
Νόμῳ
τοῦ Θεοῦ, τῆς σαρκός μου καθυπόταξον, τὰς κινήσεις Θεοτόκε δυσωπῶ, καὶ εἰρήνευσον
ψυχῆς μου τὴν κατάστασιν.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Νεκρώσας,
τὸν εὑρετὴν τῆς κακίας, προσελθὼν ἀπὸ ψυχῆς τῷ Σωτῆρι, καὶ ὑπὲρ τούτου ἀθλήσας
ἀνδρείως, τὴν νεκρωθεῖσαν ψυχήν μου τοῖς πάθεσι, πρὸς μετανοίας τὰς ὁδούς,
Ἰωάννη ἐξέγειρον δέομαι.
Ἡ
πόλις, τοῦ Βραχωρίου τιμᾷ σε, ὡς προστάτην καὶ ἀγλάϊσμα θεῖον, πλέον δὲ ταύτης
ἡ Κόνιτσα χαίρει, ἡ σὴ πατρὶς Ἰωάννη μακάριε, αἷς εὐλογίαν ἐκ Θεοῦ, καὶ εἰρήνην
ἐξαίτει καὶ ἔλεος.
Αἱμάτων,
τοῖς σταλαγμοῖς κατασβέσας, Ἰωάννη τῆς κακίας τὴν φλόγα, τὸν τῆς ψυχῆς μου
πυρσὸν ἀμελείᾳ, ἤδη σβεσθέντα ὑπάναψον δέομαι, ἔργων ἀγίων τῶ φωτί, ἵνα σκότους
ῥυσθῶ παραβάσεων.
Θεοτοκίον.
Ἰάτρευσον,
τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τὴν κάκωσιν τοῦ σώματος Κόρη, ἡ τὸν Σωτῆρα τοῦ
κόσμου τεκοῦσα, τὸν τὴν ἀρχαίαν πληγὴν ἰασάμενον, καὶ δίδου μοι εὐθυπορεῖν,
πρὸς ὁδοὺς τὰς εὐθείας καὶ σῶσόν με.
Διάσωσον,
ταῖς πρὸς Θεόν...
Ἄχραντε...
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Μαρτυρικῇ
παῤῥησίᾳ πρὸς Κύριον, ὡς Νεομάρτυς Χριστοῦ ἀξιάγαστος, κινδύνων παντοίων καὶ
θλίψεων, καὶ ὀδυνῶν ἀνωτέρους διάσῳζε, τοὺς σὲ Ἰωάννη γεραίροντας.
Προκείμενον:
Δίκαιος ὠς φοίνιξ ἀνθήσει...
Στ.:
Θαυμαστὸς ὁ Θεός...
Εὐαγγέλιον,
κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Δόξα:
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Πλάνην
τὴν σκοτόμαιναν, καταλιπὼν θείῳ πόθῳ, ἀνδρικῶς ἐνήθλησας, ὑπὲρ τοῦ Παντάνακτος
θερμῷ ἔρωτι, καὶ ζωῆς κρείττονος, κατηξιώμενος, Νεομάρτυς ἀξιάγαστε, ἀπαύστως
πρέσβευε, πάσης συμφορᾶς καὶ κακώσεως, καὶ πάσης περιστάσεως, καὶ ἐπιβουλῆς τοῦ
ἀλάστορος, ἀτρώτους τηρεῖσθαι, τοὺς μέλποντας τὴν ἄθλησιν τὴν σήν, δι’ ἧς
Χριστὸν ἐμεγάλυνας, τὸν σὲ θαυμαστώσαντα.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ
τῆς νίκης στεφάνῳ, ὡς νικήσας τὸν ὄφιν Μάρτυς τετίμησαι. Διὸ κἀμὲ νικῆσαι, τὴν
πλάνην τοῦ Βελίαρ, Ἰωάννη ἐνίσχυσον, καὶ ἐναρέτως Χριστῷ λατρεῦσαι μέχρι
τέλους.
Ἐντολῶν
τοῦ Σωτῆρος, γεωργεῖν Ἰωάννη χάριν τὴν ἄφθονον, ἀμέμπτῳ πολιτείᾳ, ἐνίσχυσον
λιταῖς σου, τοὺς ἐν πίστει προσπίπτοντας, τῇ θήκῃ τῇ ἱερᾷ, τῶν θείων σου
λειψάνων.
Ἴδε
Μάρτυς ὑψόθεν, τοὺς τῇ θείᾳ Εἰκόνι καὶ τοῖς λειψάνοις σου, προσπίπτοντας και
πλήρου, αὐτῶν ἐν συμπαθείᾳ, τὰς αἰτήσεις μακάριε, ὡς παῤῤησίαν πολλήν, πρὸς τὸν
Σωτῆρα ἔχων.
Θεοτοκίον.
Γνοὺς
τὸν δόλον τοῦ πλάνου, ἐξ αὐτοῦ Θεοτόκε οὐκ ἀπεπήδησα, ἀλλ’ ἄφρονι καρδίᾳ, αὐτῷ
κατεδουλώθην, σὺ οὖν Κόρη μὲ λύτρωσαι, τῆς τυραννίδος αὐτοῦ, τῆς ὀλεθριωτάτης.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Εὕρατο
χάριν, Προυσιωτίσσης ἡ Μάνδρα, τῶν λειψάνων σου παμμάκαρ τῇ εὑρέσει, ἔξ ὧν ἡμῖν
χάρις, ἁγιασμοῦ βλυστάνει.
Ῥοῦν
ἁμαρτίας, στῆσον ταῖς σαῖς ἱκεσίαις, κατακλύζοντα ἀθλίως τὴν ψυχήν μου, καὶ
χαρίτων ὄμβοις, κατάρδευσόν με Μάρτυς.
Ἄθλων
ἁγίων, λαβὼν τὰ ἔπαθλα Μάρτυς, πάσης θλίψεως, καὶ πάσης καχεξίας, ἀσινεῖς συντήρει,
τοὺς σὲ ἀνευφημοῦντας.
Θεοτοκίον.
Σὺ
εἶ Παρθένε, ἁμαρτωλῶν σωτηρία, καὶ προσφύγιον τῶν σὲ ὑμνολογούντων, ὅθεν κἀμὲ
σκέπε, τῆς τοῦ ἐχθροῦ ἀπάτης.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ
οὐρανίω, καθελὼν τὸν ὄφιν, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, ὦ Ἰωάννη τοὺς
πόθῳ σε μακαρίζοντας.
Μονὰς
τὰς οὐρανίους, νῦν περιπολεύων, τοὺς ἐπὶ γῆς σε τιμῶντας διάσῳζε, ἐπηρειῶν
ὀλεθρίων Μάρτυς τοῦ ὄφεως.
Ὁδοὺς
τὰς σωτηρίους, νῦν ἡμᾶς βαδίζειν, ὦ Ἰωάννη ὑψόθεν ἐνίσχυσον, ὡς ἄν εἰσέλθωμεν
πόλιν εἰς τὴν οὐράνιον.
Θεοτοκίον.
Ὑψίστου
χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε Παρθένε ἡμῶν καταφύγιον, καὶ σωτηρία τοῦ
κόσμου καὶ τεῖχος ἄσειστον.
Ἄξιον
ἐστι, καὶ τὰ Μεγαλυνάρια.
Πλάνης
διαῤῥήξας πάντα δεσμόν, τῷ Χριστῷ προσῆλθες, Ἰωάννη ἀπὸ ψυχῆς, καὶ αυτοῦ τὸ
πάθος, ἀθλητικῶς ζηλώσας, τῆς ἄνω βασιλείας, ὤφθης συμμέτοχος.
Ἄνθος
εὐωδέστατον καὶ τερπνόν, ἐκ ῥίζης βλαστήσας, ἀκανθώδους καὶ δυσσεβοῦς, τὴν τῆς
εὐσεβείας, ὀσμὴν ἔπνευσαν πᾶσιν ἀθλήσας Ἰωάννη, στεῤῥῷ φρονήματι.
Ἀβρύνεται
Κόνιτσα εύσεβῶς, βλαστὸν κεκτημένη, Ἰωάννη σε θαυμαστόν, ᾗ ἀπαύστως δίδου, ταῖς
πρὸς Χριστόν λιταῖς σου, τῶν οἰκτιρμῶν τῶν θείων, θεῖα δωρήματα.
Ἐν
τῷ Βραχωρίῳ περιφανῶς, ὑπὲρ τῆς ἀγάπης μαρτυρήσας, τῆς τοῦ Χριστοῦ, δίδου
Βραχωρίταις, τῶν θείων πρεσβειῶν σου, παμμάκαρ Ἰωάννη, χάριν τὴν ἄφθονον.
Χαίροις
τῶν Μαρτύρων ὁ κοινωνός, καὶ τῆς δυσσεβείας, καθαιρέτης ὁ ίσχυρός, χαίροις ὁ
ἀρτίως, ἡμῖν ἀποκαλύψας, τὰ λείψανά σου Μάρτυς, νεύσει τῇ κρείττονι.
Ἔχων
παῤῤησίαν πρὸς τὸν Χριστόν, ὡς αὐτοῦ ὁπλίτης, Ἰωάννη νεοφανής, πρέσβευε
ἀπαύστως, παθῶν καὶ πικρῶν νόσων, λυτροῦσθαι τοὺς τιμῶντας, τὴν θείαν μνήμην
σου.
Πᾶσαι
τῶν Ἀγγέλων...
Τρισάγιον,
Ἀπολυτικίον, καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἐξῆς. Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Κλῆσιν
χαριτώνυμον πλουτῶν, Μάρτυς τοῦ Χριστοῦ Ἰωάννη ἀξιοθαύμαστε, χάριν ἡμῖν αἴτησαι
καὶ θεῖον ἔλεος, καὶ παθῶν ἀπολύτρωσιν, παρὰ τοῦ Σωτῆρος, καὶ σωμάτων τὴν
ἴασιν, καὶ θεραπείαν ψυχῶν, πᾶσι τοῖς προσπίπτουσι πόθῳ, καὶ ἀπὸ ψυχῆς
αἰτουμένοις, τὴν σὴν προστασίαν καὶ ἀντίληψιν.
Δέσποινα
πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου...
Δι’
εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου