Τετάρτη 21 Αυγούστου 2019

ΙΟΥΝΙΟΣ 13!! ΑΓΙΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΛΕΣΒΟΥ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΓ!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΛΕΣΒΟΥ
ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Κογεράκη Ῥόδου)


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Προθύμως συνέλθωμεν πιστοί, σήμερον γεραίροντες, τὸν θεοφόρον Νικόλαον, εὐφήμοις ᾄσμασιν, ὅτι δι’ ἀγάπην, οὗτος τοῦ Παντάνακτος, Μαρτύρων διανύσας τὸν δίαυλον, δόξῃ τῆς κρείττονος, τῷ στεφάνῳ ἐστεφάνωται, καὶ πηγάζει πιστοῖς χάριν ἄφθονον.

Ἀθλήσας Νικόλαε στεῤῥῶς, ὑπὸ γῆν κατέκειτο, χρόνοις πολλοῖς τὸ σὸν λείψανον, τοῖς πᾶσιν ἄγνωστον, ἀλλ’ ἀρτίως τοῦτο, δι’ ἀποκαλύψεων, φρικτῶν ἐφανερώθη μακάριε, βλῦζον ἰάματα, ὥσπερ κρήνη πλουσιόδωρος, τοῖς ἐν πίστει θερμῇ προσπελάζουσιν.

Φερώνυμον τρόπαιον τῷ σῷ, μαρτυρίῳ ἔστησας, ἐν Λέσβῳ Πάτερ Νικόλαε, ἥτις εὕρέσεως, τῶν σεπτῶν ὀστῶν σου, ἐκτελοῦσα σήμερον, ἀξίαν τὴν πανήγυριν κράζει σοι· Πρέσβευε πάντοτε, δωρηθῆναι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἡ Λέσβος ἀγάλλεται φαιδρῶς, Ἅγιε Νικόλαε, σὸν θαυματόβρυτον λείψανον, ἐν κόλποις ἔχουσα, θησαυρὸν ὡς μέγαν, τῆς πολλῆς σου χάριτος, καὶ τούτῳ προσιοῦσα κραυγάζει σοι· Χαίροις μακάριε, τῶν Ὁσίων ἐγκαλλώπισμα, καὶ Μαρτύρων σεβάσμιον καύχημα.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὀρθοδόξων οἱ δῆμοι, πιστῶς σε μακαρίζομεν, Ὁσιομάρτυς Νικόλαε. Ἐδωρήσω γὰρ ἡμῖν, τὴν μυρίπνοον σορὸν τῶν λειψάνων σου, οἷα μυστικὴν μυροθήκην, τῆς δεδομένης σοι χάριτος, καὶ θαυμάτων κρήνην ἀνεξάντλητον, ἐξ ἧς ἀπαντλοῦντες, τὰς ἰάσεις λαμβάνομεν, πρὸς δόξαν Χριστοῦ τοῦ Θεοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάκης καὶ θλίψεως.


Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Τὴν εὕρεσιν λειψάνων πιστοί, ὑμνοῦντες τοῦ θεόφρονος Νικολάου, δόξαν δῶμεν εὐσεβῶς, Θεῷ τῷ ἐν Τριάδι, τὸν τοῦτον ἐν ὑψίστοις, δόξῃ τῆς χάριτος δοξάσαντι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Νικόλαος ὁ Μάρτυς Χριστοῦ, ἀθλήσας δι’ ἀγάπησιν τοῦ Δεσπότου, τῶν θαυμάτων παρ’ Αὐτοῦ, ἐδέξατο τὴν χάρν· διὸ αὐτὸν συμφώνως, δεῦτε τοῖς ᾄσμασι γεραίροντες.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Νικόλαε ὁπλῖτα Χριστοῦ, λειψάνων σου τὴν εὕρεσιν κατὰ χρέος, ἑορτάζοντες τανῦν, πιστῶς ἐκδυσωποῦμεν· Μὴ παύσῃ προστατεύων, τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.

Δόξα. Ἦχος πλ. α΄.
Ὁσιομάρτυς Νικόλαε, μαρτυρικῶς λαμπρυνθέν, τὸ πάντιμόν σου λείψανον, ὡς πολύτιμον δῶρον, γῆθεν φανερωθέν, τῇ Ἐκκλησίᾳ ἄρτι δεδώρηται· ὅθεν τὴν τούτου εὕρεσιν, σήμερον ἑορτάζοντες, τὴν σὴν ἀπεκδεχόμεθα ἀντίληψιν, Θεὸν τὸν ἐν Τριάδι δοξολογοῦντες, τὸ δωρούμενον τοῖς πιστοῖς, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς σκεῦος πολύτιμον τῆς χάριτός σου ἡμῖν, τὸ θεῖόν σου λείψανον ἀπεκαλύφθῃ τῇ σῇ, προνοίᾳ Νικόλαε· ὅθεν ἐν τῇ εὑρέσει, ἑορτάζοντες τούτου, πάντες σε εὐφημοῦμεν, ἐκ καρδίας βοῶντες· Μὴ παύσῃ προστατεύων ἀεί, ἡμῶν τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόμεν πανηγυρίσωμεν, τὴν εὕρεσιν τιμῶντες, τῶν τιμίων λειψάνων, τοῦ θείου Νικολάου καὶ πρὸς αὐτόν, ὁμοφώνως βοήσωμεν· Πρέσβευε Ἅγιε πάντοτε τῷ Χριστῷ, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.

Πνευματικῶς εὐφρανθῶμεν δεῦτε φιλέορτοι, ἐπὶ τῇ ἀνευρέσει, τῶν ἁγίων λειψάνων, τοῦ θείου Νικολάου καὶ ἐξ αὐτῶν, τὰς ἰάσεις λαμβάνοντες, τὸν θαυμαστὸν ἐν Ἁγίοις πάντες Θεόν, κατὰ χρέος μεγαλύνομεν.

Δαυϊτικῶς τὰ ὀστά σου μάκαρ Νικόλαε, ὁ Κύριος φυλάξας, ἐν ἐτῶν περιόδοις, κρυπτόμενα ἐν τάφῳ, ταῦτα ἡμῖν, θαυμαστῶς ἐφανέρωσεν, ἀναβλυστάνοντα χάριτος δαψιλῶς, τοῖς προστρέχουσι τὰ νάματα.

Μαρτυρικῶς ἐκτελέσας Πάτερ τὸν βίον σου, τῆς νίκης φερωνύμως, ὑπεδέξω τὰ γέρα, καὶ χάριν ἐκομίσω, θαυματουργεῖν, ἐκ τῶν θείων λειψάνων σου, ὧν τῇ εὑρέσει γηθόμενοι οἱ πιστοί, εὐφημοῦμέν σε Νικόλαε.

Τῶν Καρυῶν ἡ ἐν Λέσβῳ Μάνδρα εὐφραίνεται, κατέχουσα ἐν κόλποις, τὰ σεπτὰ λείψανά σου, ὡς κρήνην ζωηφόρον ἁγιασμοῦ, θεομάκαρ Νικόλαε, τοῖς εὐσεβέσι παρέχοντα δαψιλῶς, σωτηρίας τὰ δωρήματα.

Τῶν εὐλαβῶς προσιόντων Πάτερ Νικόλαε, τῇ μυριπνόῳ θήκῃ, τῶν σεπτῶν σου λειψάνων, μὴ παύσῃ προστατεύων ὑπὲρ ἀυτῶν, τοῦ Σωτῆρος δεόμενος, τῷ ὑπὸ σοῦ δοξασθέντι καὶ δωρεαῖς, τῶν θαυμάτων σε δοξάζοντι.

Δόξα. Ἦχος γ΄.
Τὴν ἐν ἀσκήσει ζωήν σου, τῷ μαρτυρίῳ φαιδρύνας, τῶν ἀπ’ αἰῶνος Ὁσίων καὶ Μαρτύρων, τῆς δόξης ἐκοινώνησας, ἐν Παραδείσου ταῖς σκηναῖς, κατασκηνώσας Νικόλαε. Χριστὸς γὰρ ὁ Θεός, ὡς ἐκλεκτόν σε καὶ δίκαιον ἐδόξασε, καὶ προφητικῶς τὰ ὀστά σου, ἐν τάφῳ κείμενα διεφύλαξε, καὶ ἄρτι θαυμαστῶς ἐφανέρωσε, τὰ μεγαλεῖα τῆς πίστεως, τοῖς πέρασι διηγούμενα, εἰς περιποίησιν ψυχῶν, καὶ πιστῶν σωτηρίαν· ὅθεν τούτων τὴν εὕρεσιν σήμερον ἑορτάζοντες, ἐν κατανύξει ἐκβοῶμέν σοι· Ὁσιομάρτυς πανένδοξε, μετὰ τῶν συμμαρτύρων, Ῥαφαὴλ καὶ Εἰρήνης τῆς καλλίπαιδος, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α’.
Ἀγάλλεται ἐν Κυρίῳ, καὶ χαίρει πνευματικῶς, ἐπὶ τοῖς τιμίοις λειψάνοις σου, ἡ ἁγιόβλαστος Λέσβος, θεομάκαρ Νικόλαε. Ταῦτα γὰρ ὡς δῶρον οὐράνιον, καὶ θησαυρὸν πολυτάλαντον, ἐκ γῆς ταμείων φανερωθέντα, ἐκ κόλποις κατέχει, καὶ ἐξ αὐτῶν τὴν χάριν σου καρποῦται, γηθοσύνως κραυγάζουσα· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ, ὁ παρέχων δι’ αὐτῶν, τὴν εἰρήνην τῷ κόσμῳ, καὶ σωτηρίας πλουτισμόν, τοῖς εἰς αὐτὸν ἐλπίζουσιν.

Ἀσκητικῶς διαπρέψας, καὶ μαρτυρικῶς ἀνδραγαθήσας, τὸν ἐχθρὸν ἐταπείνωσας, καὶ τυράννων τὸ θράσος κάθεῖλες, Νικόλαε Ὁσιομάρτυς ἔνδοξε· διὸ προφητικῶς ὁ Κύριος, τὰ ὀστά σου φυλάξας, χρόνοις πολλοῖς ὑπὸ γῆν κεκρυμμένα, ἐπ’ ἐσχάτων ταῦτα ἐφανέρωσε, πεπληρωμένα τῆς δοθείσης σοι χάριτος, καὶ ἰάσεις ἐνεργοῦντα, εἰς ψυχῶν εὐσεβῶν περιποίησιν· ὅθεν σήμερον, χρεωστικῶς ὑμνολογοῦντές σε, τὴν εὕρεσιν τούτων ἑορτάζομεν, καὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν θαυμαστὸν ἐν τῷ πλήθει, τῶν ὑπὲρ ἔννοιαν θαυμάτων σου.






Ἐμφανείαις θαυμασταῖς, παραδόξοις ὄψεσι καὶ ὁράσεσι, τῇ Ἐκκλησίᾳ ἐφανερώθης, θεομάκαρ Νικόλαε· διὸ σήμερον οἱ πιστοί, τὴν χάριν σου θαυμάζοντες, ἑορτὴν λαμπρὰν καὶ πανήγυριν, ἐν κατανύξει συγκροτοῦμέν σοι, καὶ οὕτω βοῶμέν σοι· Χαίροις ὁ τῶν Ὁσίων ὁμότροπος, καὶ τῶν Μαρτύρων ὁμόζηλος, ὁ τὸν ἀρχέκακον καταπατήσας πολέμιον, καὶ τρόπαιον νίκης φερωνύμως, παρὰ τοῦ ἀγωνοθέτου Χριστοῦ δεξάμενος. Αὐτὸν οὖν ἐκτενῶς καθικέτευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ὑμνούντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Πανηγύρεως ἡμέρα, ὑπέρλαμπρος σήμερον ἀνέτειλε, ἡ τῶν θείων λειψάνων σου φανέρωσις, Ὁσιομάρτυς Νικόλαε ἀοίδιμε. Ταῦτα γὰρ ἐν ταῇ νεύσει σου, μετὰ πολλῶν χρόνων παρέλευσιν, ἐν τάφῳ εὑρόντες κατακείμενα, εὐφροσύνης εὕρομεν καὶ ἀγαλλίασιν· ὅθεν αὐτὰ ἀσπαζόμενοι, ὡς τῆς χάριτός σου παρεκτικά, τὰς ψυχὰς ἁγιαζόμεθα, καὶ βοῶμεν διαπρυσίῳ φωνῇ· Τίς Θεὸς μέγας, ὡς  ὁ Θεὸς ἡμῶν, ὁ ποιῶν μεγάλα καὶ ἐξαίσια, εἰς σωτηρίαν πιστῶν καὶ καύχημα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι
Ὡς Ὁσίων ὁμότροπον, καὶ Μαρτύρων συνόμιλον, συνελθόντες σήμερον εὐφημοῦμέν σε, καὶ τὴν τάφου φανέρωσιν, τῶν θείων λειψάνων σου, ἑορτάζομεν φαιδρῶς, τῆς δοθείσης σοι χάριτος, κομιζόμενοι, ἐξ αὐτῶν δωρεὰς τὰς οὐρανίους, εἰς ψυχῶν τε καὶ σωμάτων, εὐεργεσίαν Νικόλαε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Διαμείνας ἀγνώριστος, πλείστοις Πάτερ ἐν ἔτεσιν, ὑπὸ γῆν κρυπτόμενος θείοις κρίμασιν, ἀποκαλύψει Νικόλαε, λειψάνων τιμίων σου, ἐπεγνώσθης θαυμαστῶς, τῶν πιστῶν τῷ πληρώματι, τῶν θαυμάτων σου, μυστικαῖς ἀγλαΐαις ἐξαστράπτων, καὶ φωτίζων τὰς καρδίας, τῶν προσιόντων σοι Ἅγιε.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἐνυπνίοις φαινόμενος, καὶ ὁράσεσιν Ἅγιε, τοῖς πιστοῖς τὸν τάφον σου ἐφανέρωσας, ἐν ᾧ τὸ θεῖόν σου λείψανον, εὑρέθη Νικόλαε, εὐωδίαν τὴν τερπνήν, ἀποπνέων τῆς χάριτος, καὶ χαρίσματα, ἰαμάτων τοῖς πᾶσι διανέμων, τοῖς ἐκ πόθου προσιοῦσι, καὶ ὑμνῳδίαις τιμῶσί σε.


Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικοῖς καμάτοις, καὶ μαρτυρικοῖς ἀγῶσι, καθαγιασθέν σου τὸ σῶμα, τῆς χάριτος σκήνωμα ἐγένετο, καὶ ἁγιασμοῦ δωρεῶν ταμεῖον, θεομάκαρ Νικόλαε· ὅθεν εὐσεβῶν τὰ συστήματα, πνευματικῶς ἀγάλλονται, ἐν τῇ τούτου εὑρέσει, καὶ ἐξ αὐτοῦ πᾶσαν δόσιν, ἀγαθὴν κομιζόμενοι, τὴν ἄθλησίν σου μακαρίζουσι, ἐκ καρδίας ἀναβοῶντες· Ὁσιομάρτυς πανεύφημε, λύτρωσαι τῶν κατ’ ἄμφω παθῶν, τοῖς προσπίπτουσιν εὐσεβῶς, τῇ θήκῃ τῶν λειψάνων σου.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς σκεῦος πολύτιμον τῆς χάριτός σου ἡμῖν, τὸ θεῖόν σου λείψανον ἀπεκαλύφθῃ τῇ σῇ, προνοίᾳ Νικόλαε· ὅθεν ἐν τῇ εὑρέσει, ἑορτάζοντες τούτου, πάντες σε εὐφημοῦμεν, ἐκ καρδίας βοῶντες· Μὴ παύσῃ προστατεύων ἀεί, ἡμῶν τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἑόρτιος ἡμῖν, ἐπεφάνη ἡμέρα, ἡ εὕρεσις τῶν σῶν, μυριπνόων λειψάνων, ἐν ᾗ ἀγαλλιώμενοι, θεομάκαρ Νικόλαε, μακαρίζομεν, τοὺς νικηφόρους σου ἄθλους, δι’ ὧν ᾔσχυνας, τὸ ἐπαιρόμενον θράσος, ἐχθροῦ τοῦ ἀλάστορος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί Σε δοξάζουσι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Λέσβος τέρπεται, ἐπιτελοῦσα, τῆς εὑρέσεως, τῶν σῶν λειψάνων, τὴν πανήγυριν Πάτερ Νικόλαε, καὶ τὴν πληθὺν τῶν ἀπείρων θαυμάτων σου διηγουμένη τῷ κόσμῳ κραυγάζει σοι· Σκέπε πάντοτε, τοὺς σοὺς ὑμνητὰς καὶ φύλαττε, ἐκ πάσης προσβολῆς καὶ περιστάσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου τελέσας λαμπρῶς τὸ στάδιον, ἐν οὐρανοῖς ἐδοξάσθης, παρὰ τοῦ μόνου Θεοῦ, καὶ Ἁγίων κοινωνός, ὤφθης Νικόλαε· ὅθεν θαυμάτων ποταμούς, ἀναβλύζεις ἐκ πηγῆς, τῶν ἱερῶν σου λειψάνων, ἰώμενος πᾶσαν νόσον, ἐκ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τόκος, ὁ τῆς λοχείας Σου, ἐν Σοὶ ἐγνώρισται ἁγνὴ ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα Σου Θεοτόκε, τοῖς πάσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῷ ἐν τῷ Ὄρθῳ τῆς ΚΓ΄ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἀσκητικῶς διαπρέψας, μαρτυρικῶς ἐστεφανώθης, παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ, Ὁσιομάρτυς Νικόλαε· διὸ ἐκ τῶν λειψάνων σου, ὡς ἐκ κρήνης δαψιλοῦς, ἀναβλύζεις ἰαμάτων χαρίσματα, τὰς ψυχικὰς ἀσθενείας θεραπεύων, καὶ σώματος ἀῤῥωστίας ἰώμενος· ὅθεν σήμερον οἱ πιστοί, τὴν εὕρεσιν τούτων ἑορτάζοντες, πνευματικῶς πανηγυρίζομεν, καὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Νικολάου πιστοί, τοῦ Ἀθλοφόρου Χριστοῦ, τὴν τῶν λειψάνων δεῦτε εὕρεσιν, ἐν κατανύξει εὐσεβῶς πανηγυρίσωμεν, αὐτὸν μακαρίζοντες, ὅτι δεδόξασται.
Νικητὴς κατ’ ἐχθρῶν, τῶν μιαιφόνων ὀφθείς, τῷ ἀηττήτῳ μαρτυρίῳ σου, ἐν οὐρανοῖς χοροβατεῖς τανῦν Νικόλαε, Μαρτύρων τοῖς τάγμασι, συναριθμούμενος.
Ὡς φωσφόρος ἀστήρ, ἐκ τῶν λαγόνων τῆς γῆς, νεύσει ἁγίᾳ ἐξανέτειλας, τῇ ἀνευρέσει τῶν σεπτῶν Πάτερ λειψάνων σου, ἐξ ὧν βλύζεις χάριτος, ῥεῖθρα Νικόλαε.
Θεοτοκίον.
Κινδυνεύων δεινῶς, ἐν πειρασμοῖς χαλεποῖς, Σοὶ καταφεύγω Θεονύμφευτε· μή με παρίδῃς ἀγαθὴ τὸν ἀσυνείδητον, οὐκ ἔχων γὰρ Δέσποινα, πλήν Σου βοήθεια.

ᾨδὴ γ’. Δυνάμει τοῦ Σταυροῦ Σου.
Λειψάνων ἡ σεπτή σου σορός, φανερωθεῖσα γῆθεν ἔπλησε, τῶν εὐσεβῶν τὴν ὁμήγυριν, χαρᾶς κρείττονος Νικόλαε.
Ἀθλήσας τῇ ἀγάπῃ Χριστοῦ, ἐθαυμαστώθης ἐν σκηνώμασι, τῶν οὐρανῶν ὦ Νικόλαε, σὺν Ἁγίων τοῖς στρατεύμασι.
Ἐφάνη ὡς χρυσίον ἐκ γῆς, τὸ λείψανόν σου ὦ Νικόλαε, εἰς πλουτισμὸν ἀναφαίρετον, Ἐκκλησίας τοῦ πληρώματος.
Θεοτοκίον.
μνοῦμεν Μαριάμ Σε ἀεί, τὴν ἀπειράνδρως σωματώσασα, τὸν Λυτρωτὴν ἐξ αἱμάτων Σου, εἰς ἀνθρώπων ἀπολύτρωσιν.







Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ἐν τῇ Μονῇ τῶν Καρυῶν ἐναθλήσας, τοῦ Παραδείσου τὴν σκηνὴν ἐκληρώσω, εἰς κατοικίαν ἄφθαρτον, Νικόλαε σοφέ· κρήνην δὲ ἀστείρευτον, παραδόξων θαυμάτων, τοῖς ἐν γῇ κατέλιπες, τὸ σεπτὸν λείψανόν σου· οὗ τῇ εὑρέσει σήμερον πιστοί, ἀγαλλιώμενοι ὕμνοις τιμῶμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ Σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί Σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· Σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

ᾨδὴ δ’. Ἀκήκοα Κύριε.
Ἐκ τάφου Νικόλαε, ὡς ἑωσφόρος ἀνέτειλας, τῷ φωτὶ ἐκλάμπων, τῆς δοθείσης σοι χάριτος.
Θαυμάτων Νικόλαε, τὰς ἐνεργείας δεξάμενος, εὐεργέτης πάντων, τῶν καλούντων σε δείκνυσαι.
Ὡς ὄλβον Νικόλαε, σὸν χαριτόβρυτον λείψανον, Καρυῶν ἡ Μάνδρα, κεκτημένη εὐφραίνεται.
Θεοτοκίον.
οαῖς τοῦ ἐλέους Σου, ψυχὰς κατάρδευσον Δέσποινα, τῶν μακαριζόντων, τὸν ἀπείρανδρον τόκον Σου.

ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν σοι.
Ἀθλήσει σου σκοτόμαιναν ἔλυσας, τῶν ἀσεβῶν· διό σε ὁ Θεὸς ἡμῶν, δοξάζει Πάτερ Νικόλαε.
Ἀνέτειλας ἐκ γῆς ὥσπερ ἥλιος, Πάτερ σοφέ, θαυμάτων ταῖς ἀστραπαῖς, φωτίζων κόσμου τὰ πέρατα.
Ὁ τάφος σου πηγάζει ἰάματα, χύδην πιστοῖς, τῇ ἄνωθεν δωρεᾷ, Μαρτύρων κλέος Νικόλαε.
Θεοτοκίον.
κέτευε ὡς εὔσπλαγχνος Δέσποινα, τὸν Λυτρωτήν, ῥυσθῆναι ἐκ συμφορῶν, τοὺς προσκυνοῦντας τὸν τόκον Σου.

ᾨδὴ στ’. Μαινομένην κλύδωνι.
Νικολάου σήμερον, τῶν λειψάνων δεῦτε οἱ πιστοί, τὴν ἐκ τάφου εὕρεσιν τιμήσωμεν, καὶ ἐξ αὐτῶν, θαυμάτων ῥεῖθρα ἀντλήσωμεν.
Φανερώσας Ἅγιε, παραδόξως λείψανα τὰ σά, εὐωδίας ἔπλησας τὰ σύμπαντα, καὶ τοῖς πιστοῖς, τὴν σὴν εὔκλειαν ἐξέφηνας.
Ἁγιάζεις χάριτι, τὰς καρδίας Πάτερ μυστικῶς, τῶν ἀσπαζομένων σου τὰ λείψανα, ὧν οἱ πιστοί, τανῦν ὑμνοῦμεν τὴν εὕρεσιν.
Θεοτοκίον.
Λογισμῶν τοῦ χείρονος, κάθαρόν μου ἄχραντε τὸν νοῦν, καὶ καλῶν πρὸς κτῆσίν με διέγειρον, τῆς μητρικῆς, χρηστότητός Σου ἐκφάνσεσι.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ ἐναθλήσας, καὶ ἐν ὑψίστοις δοξασθεὶς ὑπὲρ λόγον, τοῖς ἐπὶ γῆς τιμῶσί σε, ἐν ὕμνοις εὐσεβῶς, χύδην τῶν ἰάσεων, ἐκ πηγῆς σωτηρίου, τῶν σεπτῶν λειψάνων σου, ἀναβλύζεις τὰ ῥεῖθρα, εἰς θεραπείαν νόσων χαλεπῶν, Ὁσιομάρτυς θεόφρον Νικόλαε.
Ὁ Οἶκος.
Ἑορτὴν οἱ πιστοὶ δεῦτε ἅπαντες, συγκροτήσωμεν σήμερον χαίροντες, καὶ ᾀσμάτων τοῖς ἄνθεσι στέψωμεν, τὸν Χριστοῦ στεῤῥὸν Ὁσιομάρτυρα, τὸν ἐν τῇ Μάνδρᾳ Καρυῶν ἐναθλήσαντα, καὶ τυράννων τὸ θράσος πατήσαντα. Ἔτεσι γὰρ πολλοῖς, διαμείνας τοῖς πᾶσιν ἄγνωστος, παραδόξῳ τρόπῳ ἐπεγνώσθη ἀποκαλυφθέντων τοῦ τάφου, καὶ τῶν τιμίων λειψάνων αὐτοῦ, κρίμασιν οἷς οἶδεν ὁ Κύριος· διὸ καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Πρέσβευε ἐν παῤῥησίᾳ θερμῇ, τῷ ἐν Ἁγίοις θαυμαστῷ Θεῷ ἡμῶν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἀφέσεως παραπτωμάτων, τῶν ἐν ὕμνοις τιμώντων σε, Ὁσιομάρτυς θεόφρον Νικόλαε.

Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικολάου, τοῦ ἐν τῇ Μονῇ τῶν Καρυῶν τῆς Λέσβου, εὑρεθέντων ἐν ἔτει 1961ῳ.
Θεοσημείαις παραδόξοις ἐφάνη,
ἐκ γῆς λαγόνων τὰ ὀστέα σου, Πάτερ.
Δεκάτῃ Τρίτῃ Νικολάου λείψανον γῆθεν ἐφάνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.
Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου.
Ὁ στρατιώτης νῦν χορεύει ἐν πόλῳ,
ὅπου στρατιαί Ἀγγέλων Ἰωάννης.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ζήνων, ἐν εἰρήνῃ τελειοῦται.
Θεῷ σύνεστιν ὥσπερ ἤλπιζε Ζήνων.
τὸ τῆς Γραφῆς γάρ, ἐλπίς οὐ καταισχύνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰουλιανοῦ, τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).
Ἰουλιανός, θάπτεται Πατήρ μέγας,
τάφου τὸν οὐδόν, ἡμερῶν πλήρης φθάσας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐκ Τραπεζούντας, καὶ ἐν Ἀσπροκάστρῳ ξίφει μαρτυρήσας, ἐν ἔτει 1642ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Βενεδίκτου τοῦ Κωνσταμονίτου, του ἐξ Ἐζεβῶν Σεῤῥῶν καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθείς, μαρτυρήσας.
Βενέδικτε νέε Ὅσιε καὶ Μάρτυς·
κεφαλὴν ἐτμήθης, Ἐζεβῖτα, χαίρων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Συνεσίου τοῦ Κωνσταμονίτου, του ἐκ Τριγλίας Προύσης καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθεὶς μαρτυρής.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Τιμοθέου τοῦ Ἁγιορείτου, του ἐκ Βεῤῥοίας καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθεὶς μαρτυρήσας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Πέτρου τοῦ Κωνσταμονίτου, του ἐξ Ἰωαννίνων καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθεὶς μαρτυρήσας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀρσενίου Κονεζίας τοῦ Ῥώσσου τοῦ θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ’. Ὁ ἐν καμίνῳ πυρός.
Μαρτυρικῶς λαμπρυνθέν, τὸ λείψανόν σου γῆθεν ὤφθη, ὡς θησαυρὸς εὐσεβῶν, εἰς περιποίησιν.
Φανερωθεὶς ἐκ τῆς γῆς, τὴν Ἐκκλησίαν ἁγιάζεις, καὶ διασώζεις δεινῶν, τοὺς προσιόντας σοι.
Θαυμάτων Πάτερ πηγάς, ἐκ σῶν λειψάνων ἀναβλύζων, νόσων ἐκπλύνεις πληγάς, ψυχῆς καὶ σώματος.
Θεοτοκίον.
Λύτρωσαι Κόρη ἡμᾶς, τῇ μητρικῇ σου ἀντιλήψει, ἐκ πειρασμῶν χαλεπῶν, καὶ πάσης θλίψεως.

ᾨδὴ η΄. Τὸν Ποιητὴν τῆς κτίσεως.
Μαρτυρικῶς Νικόλαε, τελέσας τὸν δρόμον σου, παρέστης Χριστῷ, τῷ δοξάζοντί σου, τὴν μνήμην εἰς αἰῶνας.
Ἐν Καρυῶν Νικόλαε, τὴν Μάνδραν ἐνήθλησας, καὶ νῦν ἐν αὐτῇ, μένων τοῖς λειψάνοις, θαυμάσια ἐργάζῃ.
Τοὺς εὐσεβῶς Νικόλαε, τῇ θήκῃ σου σπεύδοντας, πρεσβείαις ταῖς σαῖς, μὴ παύσῃ φυλάττων, ἐκ πάσης δυσχερείας.
Θεοτοκίον.
μβροβλυτεῖς τοῖς δούλοις Σου, χρηστότητος νάματα, Παρθένε ἁγνή, καὶ ἀποξηραίνεις, βορβόρους ἁμαρτίας.

ᾨδὴ θ’. Σὲ τὴν μακαρίαν.
Σὲ τὸν ἐν Ὁσίοις θαυματουργόν, Μάρτυρα Κυρίου χαρμονικῶς, ἐγκωμίοις τιμῶμεν, σήμερον Νικόλαε.
Ὤφθης ἐκ τῆς Λέσβου ὥσπερ φωστήρ, φαίνων εὐσεβείας τὸν φωτισμόν, Ἐκκλησίας τῷ πλάτει, Ἅγιε Νικόλαε.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν ἑορτήν, τῆς εὐρεύσεως Πάτερ, τῶν σεπτῶν λειψάνων σου.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, φάνηθι προστάτις καὶ βοηθός, μητρικῇ Σου ἀγάπῃ εἰς Σὲ ἐλπίζουσιν.











Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὑπὸ τὴν γῆν κεκρυμμένος, χρόνοις Νικόλαε πολλοῖς, εἰς καύχημα Ὀρθοδόξων, ἐφανερώθης θαυμαστῶς· διό σε πάντες τιμῶμεν, δοξάζοντες τὸν Σωτῆρα.
Τοῖς μυριπνόοις λειψάνοις, τοῦ Νικολάου οἱ πιστοί, δεῦτε προσπέσωμεν πάντες, ἀνακραυγάζοντες αὐτῷ· Ὁσιομάρτυς δυσώπει, ὑπὲρ ἡμῶν τὸν Δεσπότην.
Θεοτοκίον.
γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐκ τῶν ταμείων τῆς γῆς, ὥσπερ ἄνθος μυρίπνοον, τὸ σεπτόν σου λείψανον, ὤφθη Πάτερ Νικόλαε, τῇ εὐωδίᾳ Θεοῦ τῆς χάριτος, εὐωδιάζων τὰ αἰσθητήρια, τῶν προσιόντων σοι, καὶ ἀνευφημούντων σε πόθῳ ψυχῆς, ὡς Ὁσιομάρτυρα, Χριστοῦ περίδοξον.

Ὢ τοῦ παραδόξου θαύματος! Ἀγαρηνῶν ὑποστάς, μιαιφόνων τὴν ἔφοδον, τὴν ὁδὸν ἐτέλεσας, τῶν Μαρτύρων Νικόλαε, καὶ μείνας χρόνοις, ἐν πλείστοις ἄγνωστος, πᾶσιν ἐγνώσθης, τῇ τῶν λειψάνων σου, εὑρέσει Ἅγιε, ἧς τὴν μνήμην ἄγοντες οἱ εὐσεβεῖς, σήμερον γηθόμενοι, ἀνευφημοῦμέν σε.

Ὢ τοῦ παραδόξου θαύματος! ἐν Καρυῶν τῇ Μονῇ, τῆς ἁγνῆς Θεομήτορος, διαθλήσας ἄριστα, μαρτυρίου ἀγώνισμα, διπλοῦν ἐδέξω, Πάτερ Νικόλαε, δικαιοσύνης, τὸ στέφος ἄνωθεν, καὶ χάριν ἔλαβες, διὰ τῶν λειψάνων σου θαυματουργεῖν, πᾶσι τοῖς προστρέχουσιν, αὐτοῖς ἐκ πίστεως.

Ὢ τοῦ παραδόξου θαύματος! Χρόνοις πολλοῖς ὑπὸ γῆν, διαμείνας Νικόλαε, παραδόξοις τρόποις σε, ὁ Θεὸς ἀπεκάλυψε, τῆς εὐσεβείας, ἔνδοξον Μάρτυρα, θαυματουργοῦντα, καὶ διασώζοντα, νόσων κακώσεων, πολυτρόπων θλίψεων καὶ πειρασμῶν, τοὺς ἀσπαζομένους σου, Πάτερ τὰ λείψανα.








Δόξα. Ἦχος δ΄.
Διακονήσας ὁσίως τῷ Χριστῷ, τῇ ἐναρέτῳ πολιτείᾳ σου, μαρτυρικῶς πρὸς Αὐτὸν ἐξεδήμησας, καὶ τῆς Ἀναστάσεως τῷ φωτί, ἐν οὐρανοῖς κατελαμπρύνθης Ὁσιομάρτυς Νικόλαε· διὸ μετὰ πολυχρόνιον, ἐν τάφῳ κατάκρυψιν, ἀποκαλύψεσι παραδόξοις ἐφανερώθης, καὶ τῇ ὑπερβολῇ τῶν θαυμάτων σου, τοὺς πιστοὺς ἐβεβαίωσας, ὅτι μέγας ὁ ἐν Τριάδι Θεός, καὶ τῆς δικαιοσύνης Αὐτοῦ οὐκ ἔστι πέρας. Αὐτὸν οὖν ἐν παῤῥησίᾳ, ἀκαταπαύστως ἱκέτευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χάριτος πηγάζει τοὺς ποταμούς, Νικόλαε Πάτερ, τῶν λειψάνων σου ἡ σορός· ὅθεν προσιόντες, αὐτῇ ἐν εὐλαβείᾳ, ψυχῶν τε καὶ σωμάτων, ῥῶσιν λαμβάνομεν.

http://www.imr.gr/article/588/akoloythia-ths-eyresews-twn-timiwn-leipsanwn-toy-agioy-endoxoy-osiomartyros-nikolaoy-toy-en-thi-ierai-karywn-ths-thermhs-athlhsantos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου