Δευτέρα 5 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 11. ΟΣΙΟΣ ΝΙΚΟΔΗΜΟΣ ΗΣΥΧΑΣΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΑ΄.
ΝΙΚΟΔΗΜΟΣ ΟΣΙΟΣ ΗΣΥΧΑΣΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὀκτωήχου, καὶ τοῦ Ὁσίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν τιμίων καμάτων σου, τὴν πληθὺν ἀναμέλποντες, ὕμνοις θεαρέστοις σε μεγαλύνομεν, Βατοπεδίου ὀσφράδιον, μυρίζον Νικόδημε, πάντας μύρῳ ἀρετῶν, καὶ ὀσμαῖς τῶν ῥημάτων σου· ὅθεν ἄγοντες, τὴν ἐτήσιον μνήμην σου τὸν Κτίστην, γηθοσύνως ἀνυμνοῦμεν, τὸν σὲ ἐν βίῳ κρατύναντα.

Τῆς σαρκὸς καθυπέταξας, τὰς ὀρέξεις τῷ πνεύματι, γνώμης θεοφόρε ῥωμαλαιότητι, καὶ ἀνεδείχθης Νικόδημε, τοῦ Πνεύματος σκήνωμα, καὶ δοχεῖον ἐκλογῆς, ἀληθῶς πολυτίμητος· ὅθεν ἅπαντες, οἱ ἐν Ἄθῳ ἀσκούμενοι Πατέρες, ὡς μελίῤῥυτον σοφίας, καθηγητήν σε γινώσκουσιν.

Ὑπὲρ μέλι γλυκύτατα, τὰ σοφά σου διδάγματα, τὰς τῶν μονοτρόπων καρδίας ἥδυνον, καὶ ὥσπερ μάννα ἐχόρτασαν, αὐτοὺς γνώσει κρείττονι, σωφροσύνης θησαυρέ, καὶ ἀσκήσεως πρότυπον· ὅθεν σήμερον, σὲ τιμῶντες Νικόδημε θεόφρον, ταῖς σεπταῖς σου μεσιτείαις, ταῖς πρὸς Χριστὸν καταφεύγομεν.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς σοφὸς εὐσεβείας ὑφηγητής, τῶν ἀῤῥήτων μυστηρίων κατετρύφησας, καὶ πᾶσι μετέδωκας, ἐκ τοῦ ἀκενώτου ἀντλήματος τῆς καρδίας σου, Νικόδημε Ὅσιε. Πάντα γὰρ πόνον ἀσκητικὸν ὑπομείνας, ἀπείληφας τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ χάριν πρεσβεύειν τῷ Κυρίῳ, ἐπομβρῆσαι ἡμῖν, τὴν δρόσον τοῦ Ἁγίου Πνεύματος.

Καὶ νῦν... Θεοτοκίον. Ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον, χαῖρε παλάτιον, θεοπάροχον, χαῖρε θησαύρισμα, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ κατοικητήριον, τοῦ θείου Πνεύματος.
Ἢ Σταυροθεοτοκίον, ὅμοιον
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον.
Νικηφόρους ἀγῶνας κατὰ τοῦ δράκοντος, ἀσκητικῇ πολιτείᾳ ἐν τοῖς ὁρίοις σοφέ, τῆς Μονῆς Βατοπεδίου πόθῳ ἤγαγες, καὶ ἀρετῶν ὑφηγητής, χρηματίσας πρὸς μονάς, Νικόδημε αἰωνίους, μετέστης καθικετεύων, Χριστὸν ὑπὲρ τῶν εὐφημούντων σε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Νικόδημος ὁ θεοφόρος, ἀξίως ὑμνείσθω. Χ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικόδημε πάνσοφε, ἐν τοῖς ὑψίστοις λαμπρότητα, ὁρῶν τοῦ Παντάνακτος, φωτοπαρόχου Θεοῦ, καὶ θεούμενος, μεθέξεσι ταῖς θείαις, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμνήσω σε.
σχὺν ἐνδυσάμενος, τὴν θείαν Πάτερ Νικόδημε, ἐχθροῦ κατεπάτησας, τὴν ἐπηρμένην ὀφρύν· ὅθεν ἤσκησας, ἐν τοῖς Βατοπεδίου, ὁρίοις ὡς ἄσαρκος πνευματοφόρητε.
Καθάρας Νικόδημε, τὸν νοῦν ἐνθέοις σου πράξεσιν, ἐδέξω τὴν ἔλλαμψιν, τοῦ Παρακλήτου· διό, καὶ φωτόλαμπρος, ἀστὴρ ἀζύγων ὤφθης, φωτίζων σοῖς φθέγμασιν, Ὄρος τὸ Ἅγιον.
Θεοτοκίον.
πᾶσιν ἀχώρητος, Λόγος Θεοῦ Μητροπάρθενε, σκηνώσας ἐν μήτρᾳ Σου, φιλανθρωπίᾳ καμφθείς, τῆς Προμήτορος, ἐξήλειψε κατάραν, καὶ φύσιν ἐθέωσε, ἥνπερ ἀνέλαβε.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Διδάσκαλος ὤφθης θεολόγων, ἐν οἷς Γρηγορίου Παλαμᾶ, εὐφράνας ὡς ἀείῤῥοος, χειμάῤῥους θείας γνώσεως, αὐτῶν τὸν νοῦν Νικόδημε, Βατοπεδίου θησαύρισμα.
σύχως ἐν Ὄρει τῷ Ἁγίῳ, ἐβίωσας καὶ τῇ τῶν Γραφῶν, μελέτῃ οἰκειούμενος, Νικόδημε φιλόσοφε, ἐδέξω τὰ τοῦ Πνεύματος, φωτολαμπῆ ἐκπυρσεύματα.
Μεγίστης ἐν πόλῳ εὐκληρίας, ὡς γνήσιος φίλος τοῦ Χριστοῦ, κατηξιώθης Ὅσιε, Νικόδημε· διόπερ σε, ἀνευφημοῦντες μέλπομεν, ᾠδαῖς καμάτων τὸ πλῆθός σου.
Θεοτοκίον.
λόφωτον σκήνωμα τῆς δόξης, Χριστοῦ τοῦ παντάνακτος Θεοῦ, τὴν σκοτισθεῖσαν λάμπρυνον, ψυχήν μου καὶ ἀνάδειξον, αὐτὴν φωτὸς ἀπαύγασμα, καὶ διαυγὲς σκεῦος χάριτος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Δεδεγμένος τῆς χάριτος θεῖον φῶς, καὶ σοφίαν τὴν κρείττω πεπλουτηκώς, διέλαμψας Ὅσιε, ἐν τῷ Ἄθῳ Νικόδημε, καὶ διδασκάλων ὤφθης φωστὴρ φαεινότατος, καταπυρσεύσας πάσας, ἀζύγων τὰς φάλαγγας, γνώσεως ἀκτῖσι, τοῦ φωτὸς τοῦ ἀκτίστου· δι’ οὗ καὶ ἠμαύρωσας, τὴν ἀπάτην τοῦ ὄφεως, ἀσκουμένων ἀκρώρεια· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Στῦλος ἄσειστος νηστείας, ἐγκρατείας καὶ νήψεως, ὤφθης καὶ Ἁγίου, Πνεύματος ταμεῖον Νικόδημε· σὲ γὰρ κλονίσαι Βελίαρ πανουργεύματα, τὰ σαθρότατα, οὐκ ἠδυνήθησαν Ὅσιε.
ρος Ἄθω ἐγκαυχᾶται, ἀρετῶν ἐπιδόσεσι, τῶν πνευματικῶν σου, καὶ τῷ τῆς σοφίας μεγέθει σου· δι’ ὧν ψυχὰς μονοτρόπων καθωδήγησας, πρὸς σκηνώματα, τὰ θεϊκὰ λογιώτατε.
Νικηφόρως τοὺς καμάτους, ἀγωγῆς σου τετέλεκας, τῆς πολυχρονίου, ἐν Βατοπεδίῳ Νικόδημε, καὶ πρὸς ἀΰλους σκηνώσεις μεταβέβηκας, καὶ ἀπείληφας, ζωῆς ἀφθίτου τὰ δράγματα.
Θεοτοκίον.
να κράζω Σοι τὸ χαῖρε, καθ’ ἑκάστην Παντάνασσα, Σὲ καθικετεύω, δίδου μοι ὑγείαν καὶ δύναμιν, καταπατεῖν τοῦ ἀλάστορος τὰ ἔνεδρα, ταῖς πρεσβείαις Σου, ταῖς ῥυπτικαῖς πρὸς τὸν Κύριον.




ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Κρουνόν σε γινώσκομεν, χρηστότητος Νικόδημε, βρύσιν ἀκακίας καὶ σοφίας, χειμάῤῥουν ἅμα, τῶν μοναστῶν θεϊκόν, ἀρδεύοντα λόγοις σωστικοῖς, καὶ σεπτοῖς σου ῥήμασι, τῆς καρδίας τοὺς αὔλακας.
λίου φαιδρότερον, ἐξέλαμψας Νικόδημε, ἐν Βατοπεδίου τοῖς ὁρίοις, πυρσεύων πάντας, τῶν ἀρετῶν σου βολαῖς, καὶ ταῖς θεοπνεύστοις διδαχαῖς, ἃς τὸ θεῖον στόμα σου, τὸ μελίῤῥυττον ἔφασκε.
Φιλόθεε πρύτανι, τῆς ψυχικῆς καθάρσεως, καὶ τῆς ἀπαθείας ὑφηγῆτορ, ἐν τῇ κονίστρᾳ, τῶν σῶν στεῤῥῶν ἀληθῶς, καμάτων τὸν θεῖον Παλαμᾶν, μαθητὴν Νικόδημε, εὐπειθέστατον δέδεξαι.
Θεοτοκίον.
σίων ἀγλάϊσμα, Κυρία Βηματάρισσα, τοῦ Βατοπεδίου ἀντιλῆπτορ, συμπαθεστάτη, τῆς μετανοίας φωτί, καταύγασον βάθη τῆς ψυχῆς, τῆς ἐμῆς καὶ δίωξον, τῶν παθῶν μου σκοτόμαιναν.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
ημάτων Πάτερ τῶν θείων σου, ἡ χάρις ὥσπερ μύρον οὐράνιον, τοὺς ἐν τῷ Ἄθωνι, χοροὺς ἀζύγων κατηύφρανε, καὶ πρὸς τὴν κληρουχίαν, τὴν ἄνω ἴθυνεν.
ρῶν Χριστοῦ τὴν λαμπρότητα, ἐπόπτα τῶν ἀῤῥήτων Νικόδημε, νῦν ἐν τοῖς δώμασι, τοῖς οὐρανίοις ἀξίωσον, κἀμὲ φωτὸς ἀΰλου, γενέσθαι μέτοχον.
Σοβῶν ἐχθροῦ τὴν κακότητα, ἀόκνοις σου πρὸς Κτίστην ἐντεύξεσι, καὶ νυχθημέροις σου, καμάτοις σῶφρον Νικόδημε, ὁσίων ἀνεδείχθης, τοῦ Ἄθω πρότυπον.
Θεοτοκίον.
νθρώπων πέλεις βοήθεια, σεπτὴ Παραμυθία καὶ στήριγμα, ἐν περιστάσεσι, δεινοῖς· διὸ ἀνυμνοῦντές Σε, τὰς Σὰς εὐεργεσίας, λαλοῦμεν ἅπασιν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς εὐσεβείας ὑποφήτην καὶ διδάσκαλον, καὶ θείας γνώσεως ἀσύλητον θησαύρισμα, ἀνυμνοῦμέν σε ἀγλάϊσμα μοναζόντων· ἀλλ’ ὡς γνώμων ἀκριβέστατος ἀσκήσεως, καθοδήγησον ἡμᾶς πρὸς βίον ἄληκτον, τοὺς κραυγάζοντας· Χαίροις Πάτερ Νικόδημε.








ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ξίφει γλώττῃ σου τοῦ παμμιάρου ἔτρωσας τὰ κέντρα Ὅσιε, καὶ φυλακὴν τοῦ νοός, τηρήσας Νικόδημε, ἀπαύστως ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
λαρότατος τοῖς τρόποις καὶ μειλίχιος τῇ ὄψει πάνσοφε, καὶ τοῖς σοῖς λόγοις ἡδύς, ἐφαίνου Νικόδημε, τοῖς προσιοῦσί σοι, αἰτουμένοις τε, πνευματικὴν βοήθειαν, μονασταῖς τοῦ Ὄρους Ἄθω.
φθης πρόβολος καθηγητῶν Νικόδημε καὶ κῆρυξ ἔνθεος, ἀληθειῶν τοῦ Χριστοῦ· διὸ καὶ τῇ κέλλῃ σου, πιστῶς προσέτρεχον, οἱ μονότροποι, τοῦ Ἄθω καὶ ἡδύνοντο, σοῦ τοῖς ῥήμασιν ἀκούειν.
Θεοτοκίον.
Στῦλε ἄσειστε χαρᾶς βροτῶν ὑμνοῦμέν Σε Ἀντιφωνήτρια, καὶ θαυμασίων πληθύν, τὴν Σὴν ἀναμέλποντες, ᾠδαῖς κραυγάζομεν· λύπης δίωξον, ἀχλὺν ἡ ὁμιλήσασα, τῇ ἀνάσσῃ Πλακιδίᾳ.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
δωρ βρύων θείας εὐφροσύνης, καρδίας τῶν μοναστῶν τὰς εὐσεβόφρονας, τὰς διψώσας ἤρδευες, καὶ πηγῇ τῶν λόγων σου, προστρέχοντας ἀνέψυχες, σοφὲ Νικόδημε, καὶ σπείρων, μετανοίας τὸν σπόρον, ταῖς ψυχαῖς θεόθεν, καρπὸν πολὺν ἐδρέψω.
Μύστης γεγονὼς τῆς ἐγκρατείας, τὰ ἄνω φρονεῖν ἐδίδασκες Νικόδημε, ἅπασι τοῖς ἔργοις σου, καὶ πανσόφοις λόγοις σου, καὶ διαπλεῖν προέτρεπες, αὐτοὺς τὸ πέλαγος, τοῦ βίου, τοῦ παρόντος ἡρέμως, ἵνα πρὸς λιμένα, προσορμισθῶσι θεῖον.
Νόμους ἀναπτύσσων εὐσεβείας, ἐν Πνεύματι θείῳ Πάτερ τῷ σοφίσαντι, σὲ πρὸς γνῶσιν κρείττονα, ἀνεπτέρους φρόνημα, τῶν φοιτητῶν σου Ὅσιε, Χριστοῦ Νικόδημε, μονήρους, πολιτείας ὢν τύπος, καὶ τῶν ἐνταλμάτων, τῶν θείων ὑφηγήτωρ.
Θεοτοκίον.
λεος τὸ θεῖον τοῦ Υἱοῦ Σου, κατάπεμψον Ἐσφαγμένη τοῖς ἱκέταις Σου, ὥς ποτε ἱλέωσας, τὸν Σὲ κατατρώσαντα, μαχαίρᾳ Μῆτερ ἄχραντε, ἀχρεῖον δοῦλόν Σου, ἐν μάνδρᾳ, Βατοπεδίου μεγίστῃ, δείξασα τὴν τρίβον, αὐτῷ τῆς μετανοίας.










ᾨδὴ θ’. Ἅπας γηγενής.
σθι βοηθός, ἡμῶν τῶν φιλούντων σε, σεπτὲ Νικόδημε, ὡς πατέρα εὔσπλαγχνον, ἀζύγων τύπον τε καὶ διδάσκαλον, καὶ εὐμενῶς δεξάμενος, ἡμῶν τὴν αἴνεσιν, ἣν ὡς δῶρον, τῇ ἁγίᾳ μνήμῃ σου, σοὶ προσάγομεν, σῷζε πρεσβείαις σου.
Στάμνος ἀρετῶν, ἐπώφθης Νικόδημε, καὶ σκεῦος ἔμπλεον, φωτισμοῦ καὶ νήψεως· διό σε πάντες οἱ ἐν τῷ Ἄθωνι, ἀσκούμενοι τιμῶμέν σε, καὶ σὺν τῷ τέκνῳ σου Γρηγορίῳ, Παλαμᾷ κραυγάζομεν· Ἀεννάου, εὐχῆς χαῖρε σέμνωμα.
Θείων δωρεῶν, ταμεῖον Νικόδημε, δειχθεὶς ἐστήριξας, τοὺς προσερχομένους σοι, ἐν τοῖς ἁγίοις, Χριστοῦ διδάγμασι, καὶ ἐν ἀγάπῃ ἔπιθες, αὐτοὺς τὸν Κτίσαντα, καθ’ ἑκάστην, ἀνυμνεῖν τὸν ἅπασι, χορηγοῦντα εἰρήνην καὶ δύναμιν.
σπερ κοινωνόν, τῆς δόξης τῆς ἄνωθεν, σὲ νῦν γεραίροντες, Ὅσιε Νικόδημε, ἐπιτελοῦμεν τὴν θείαν μνήμην σου, καὶ ἐκβοῶμεν· Λύτρωσαι, ἡμᾶς κακώσεων, καὶ πρὸς δόμους, οὐρανίους ἴθυνον, τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην σου.
Θεοτοκίον.
Χάριτος ἡμᾶς, τῆς θείας πανύμνητε, Κυρία ἔμπλησον, τοὺς Σὲ μεγαλύνοντας, Ἐλαιοβρύτις ἡ πίθους πλήσασα, ἐλαίου καὶ τὴν Μάνδραν Σου, ἐν περιστάσεσι, συντηροῦσα, ἵνα μεγαλύνωμεν, εἰς αἰῶνάς Σε πάντες Μητρόθεε.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Θεοειδὴς διδάσκαλος, καὶ πρύτανις θεόσοφος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἐπώφθης τίμιε Πάτερ, Νικόδημε· διόπερ σε, ὡς Παρακλήτου ὄργανον, πιστῶν χοροὶ τιμῶσί σε, καὶ θεοστήρικτον βάθρον, σωτηριώδους σοφίας.
Θεοτοκίον.
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι’ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, τῇ ἐκ νεκρῶν Ἀναστάσει.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου