ΜΑΡΤΙΟΣ ΚΓ΄!!
ΝΙΚΩΝ ΟΣΙΟΣ & ΣΥΝ
ΑΥΤῼ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος
ἀνέστης.
Τιμήσωμεν
συμφώνως πιστοί, ὁπλίτην τὸν ἀχείρωτον τοῦ Κυρίου, ἀνακράζοντες αὐτῷ· Νίκων
Ὁσιομάρτυς, ὡς ἔχων παῤῥησίαν, μὴ ἐπιλάθῃ τῶν ὑμνούντων σε.
Ἀσκήσεως τὸν
δρόμον καλῶς, ἐν ἄθλοις μαρτυρίου σου ἐκτελέσας, εἰς διπλοῦν τὴν ἀμοιβήν, τῶν
πόνων ὑπεδέξω, παρὰ τοῦ Ἀθλοθέτου, Ὁσιομάρτυς Νίκων ἔνδοξε.
Ἡγούμενος
χορείας σεπτῆς, τῶν θείων Νίκων Ὅσιε, μαθητῶν σου, ὑπερήστραψας ἐν γῇ, φωτὶ τοῦ
μαρτυρίου, καὶ ἥλιος καθάπερ, τῇ Ἐκκλησίᾳ ἐξανέτειλας.
Ἐνίκησας
δολίων ἐχθρῶν, τὸ θράσος Νίκων Ὅσιε, φερωνύμως, δι’ ἀσκήσεως στεῤῥᾶς, καὶ ἄθλων
μαρτυρίου· Σταυρὸν γὰρ τὸ σημεῖον, ὡς ὅπλον ἔσχες ἀπροσμάχητον.
Δόξα. Ἦχος πλ. α’.
Ὁσιομάρτυς
Χριστοῦ, Νίκων παναοίδιμε, κατὰ τοῦ ἀρχεκάκου ἐχθροῦ, νικηφόρον παρεμβολὴν
συναθροίσας, τῶν ἱερῶν μαθητῶν σου τὸν σύλλογον, ἰσομοιρίᾳ τῶν ἄθλων ἴσα
αὐτοῖς, ἐκτήσω ἐν ὑψίστοις τὰ ἔπαθλα· διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων ἐν
ᾄσμασι, τὴν παναγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τοῦ
Ἰησοῦ, χορὸς τροπαιοφόρος, Νίκων σὺν τοῖς συνάθλοις· ὑπὲρ ἡμῶν πρεσβείαν,
ποιήσατε πρὸς Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Θύματα
ἐκλεκτά, τῷ Κτίστῃ προσαχθέντες, Νίκων σὺν τοῖς συνάθλοις, τῆς ἀθανάτου δόξης,
ὁμοῦ καταπολαύετε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Πίστεως τοῦ
Χριστοῦ, συνδέσμῳ συνημμένοι, Νίκων σὺν τοῖς συνάθλοις, ἀσκήσεως τὸν δρόμον,
ἀθλήσει ἐτελέσατε.
Δόξα. Ἦχος β΄.
Ὁσιομάρτυς
Νίκων, εἰς χορείαν θεόλεκτον συγκροτήσας, τῶν φοιτητῶν σου τὴν διπλῆν
ἑκατοντάδα, ἐν συμφωνίᾳ πίστεως ᾆσμα μυστικόν, τῷ ἐν Τριάδι Θεῷ ἀνεμέλψατε·
ὁμοφρόνως γὰρ ἠσκήσατε, καὶ ὁμοτίμως ἠθλήσατε, τῇ προσδοκίᾳ τῶν ἀγαθῶν τῆς
ζωῆς· διὸ πρέσβευε σὺν αὐτοῖς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Νικήσας τὸν δόλιον, ἄσκητικαις ἀγωγαίς, κανὼν ἐχρημάτισας, τῶν σῶν
κλεινῶν φοιτητῶν, ἀκρότητι βίου σου, ὅθεν σὺν τούτοις ἅμα, γεγονῶς ἐν τὴ Δύσει,
ἔδυσας ἐν ἀθλήσει, σὺν αὐτοὶς Πάτερ Νίκων, μεθ' ὧν
καὶ κατεφοίτησας αἴγλη τὴ ἄνωθεν.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ τοῦ Ὁσίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι
Ἡδονὰς
τὰς τοῦ σώματος, καὶ σαρκὸς τὸ δυσήνιον, τῷ κημῷ μακάριε καθυπέταξας, τὰς ἐγκρατείας
ἐν χάριτι, νικήσας ὡς ἄριστος, πανοπλίαν τοῦ ἐχθροῦ, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν
γέγονας ποδηγὸς μοναζόντων ἑπομένων, τῷ πανσόφῳ σου καὶ θείῳ Νίκων κηρύγματι πάντοτε.
Ἀναλάμψας
ὡς ἥλιος, ἐξ Ἑῴας Πανόλβιε, οἰκουμένην ἅπασαν κατεφώτισας, τῇ τῶν θαυμάτων
λαμπρότητι, χορὸν ἐπαγόμενος, ὡς ἀστέρων φαεινῶν, ὀπαδῶν, μεθ' ὧν ἤθλησας,
καρτερώτατα, διὰ ξίφους τμηθέντες, καὶ εἰς χεῖρας, τοῦ παντάνακτος Δεσπότου, ὑμῶν
τὰ πνεύματα θέμενοι.
Οὐ
λιμὸς οὐδὲ κίνδυνος, οὐ γυμνότης οὐ μάστιγες, οὐχ ὁ βιαιότατος ὄντως θάνατος, ὑμᾶς
ἀγάπης ἐχώρισε, Χριστοῦ ἀξιάγαστοι, ἀλλ' ὡς ἄρνες εἰς σφαγήν, τῷ ποιμένι ἑπόμενοι,
ἐκ τῆς δύσεως, πρὸς ἀνέσπερον λῆξιν οὐρανίου, Βασιλείας, Ἀθλοφόροι, στεφανηφόροι
ἐφθάσατε.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Νίκης
ὡς φερώνυμος, τῶν πολεμίων ἐνίκησας, παρατάξεις τὸ πρότερον, δαιμόνων δ’ ἐσύστερον,
τὰς φαλαγγαρχίας, ὁσίᾳ ἀσκήσει, καὶ μαρτυρίῳ κραταιῷ, Νίκων μακάριε
κατετρόπωσας· διὸ ὑψόθεν στέφανον, ἀπολαβὼν τὸν ἀμάραντον, ἐν ζωῆς
κατεσκήνωσας, οὐρανῶν τῇ λαμπρότητι.
Θείαις
παραινέσεσιν, τῆς σὲ τεκούσης ἑπόμενος, τοῦ Δεσπότου τὸ τρόπαιον, Σταυρὸν τὸν
πανάγιον, ὥσπερ παντευχίαν, ἀνέλαβες Νίκων, καὶ ἐτροπώσω ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν
τὰς φάλαγγας· διὸ καὶ τὴν φερώνυμον, ἀντιμισθίαν εὑράμενος, τῶν πίστει τὴν
μνήμην σου, ἐκτελούντων μνημόνευε.
Δόξαν
τὴν ἐπίκηρον, τοῦ ἐπιγείου στρατεύματος, καταλείψας ὡς πάνσοφος, Χριστῷ τῷ
Παντάνακτι, ἐστρατεύσω Νίκων, καὶ ὡς στρατηλάτης, τῆς εὐσεβείας κραταιός, κατὰ
τῆς πλάνης ἀγωνισάμενος, ἐν πόλει ἐθριάμβευσας, τῶν πρωτοτόκων τὰ τρόπαια,
φερωνύμως δεξάμενος, θεομάκαρ τῆς νίκης σου.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκήσει
καὶ ἐγκρατείᾳ, σαρκὸς τὰ σκιρτήματα, χαλινώσας τὸ πρότερον, πρὸς μαρτυρίου
πόλεμον, ἐχώρησας ὕστερον, καὶ ἐχθρῶν παρατάξεις, εἰς ὄλεθρον ἔτρεψας, Νίκων Ὁσιομάρτυς
ἔνδοξε. Σύνταγμα γὰρ ἱερόν, καὶ συνασπισμὸν ἀήττητον ἔσχες, τῶν μαθητῶν σου τὴν
χορείαν· μεθ’ ὧν καὶ φερωνύμως ἐστεφανώθης, παρὰ τοῦ πάντων Βασιλέως. Αὐτῷ οὖν
πρέσβευε ἐκτενῶς, ὑπὲρ ἐιρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ὑμνούντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ
ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ'
οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς
κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν
τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι
Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ
πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ
μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4,
7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει
ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ
δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἀσκητικὸν
ἀγῶνα ἠγωνίσω, καὶ μαρτυρίου τὸν δρόμον ἐτέλεσας, συναθλητὰς τοὺς μαθητάς σου
λαβών, Νίκων Ὁσιομάρτυς ἀοίδιμε· διὸ ἐν ὑψίστοις, μετ’ αὐτῶν χορεύεις εὐφραινόμενος,
φερωνύμως τὰ βραβεῖα τῆς νίκης σου, παρὰ τοῦ Ἀθλοθέτου Χριστοῦ κομισάμενος. Αὐτῷ
οὖν πρέσβευε, ἐν παῤῥησίᾳ πολλῇ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Μητρικὴν
ζηλώσας εὐσέβειαν, καὶ διὰ τοῦ θείου Βαπτίσματος, Χριστὸν τὸν Θεὸν ἐνδυσάμενος,
θεολήπτῳ φρονήματι, τοῖς ἴχνεσιν Αὐτοῦ ἠκολούθησας, Νίκων ἱερώτατε· ἀσκητικῶς γὰρ
διέπρεψας, καὶ μαρτυρικῶς ἐτελειώθης, τῷ ξίφει ὑποκλίνας τὸν αὐχένα σου· ὅθεν Αὐτῷ
παριστάμενος, ἐν τῷ νυμφῶνι τῆς χαρᾶς, ὑπὲρ ἡμῶν καθικέτευε, τῶν προστρεχόντων
τῇ πρεσβείᾳ σου.
Ἦχος δ΄.
Ὁσιομάρτυς
πανένδοξε, ὡς ἄριστος παιδευτής, διδαχαῖς τῆς σοφίας σου, καὶ ἔργοις ἀνδρείας
Χριστοῦ, τοὺς φοιτητάς σου ὀχυρώσας, κρείττους βασάνων καὶ θανάτου, ὡς ἀληθῶς ἐπέδειξας,
καὶ σὺν αὐτοῖς τὴν ἄθλησιν, αὐχενότμητος ἐτέλεσας· διὸ πρέσβευε μετ’ αὐτῶν,
Νίκων ἱερώτατε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. α΄.
Δεῦτε
ὁμοφρόνως πάντες πιστοί, τῆς τοῦ Ὁσιομάρτυρος Νίκωνος ἑορτῆς, τὰ αἴσια
κροτήσωμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις, ὁ τῶν εἰδώλων μισήσας τὴν ἀσέβειαν, καὶ
διὰ τοῦ θείου Βαπτίσματος, Χριστὸν τὸν Σωτῆρα ἐνδυσάμενος· χαίροις, ὁ τῷ σημείῳ
τοῦ Σταυροῦ, σεαυτὸν ὀχυρώσας, καὶ γενόμενος, φοβερὸς ὁρατοῖς τε καὶ ἀοράτοις
πολεμίοις· χαίροις, Ὁσίων ταὸ καύχημα, Μαρτύρων τὸ ἀγλάϊσμα, καὶ πιστῶν
προασπιστὴς ἀκαταίσχυντος. Παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Ὁσιομάρτυς
Χριστοῦ, ταὸν δρόμον καλῶς ἐκτελέσας, τὴν ἀκραιφνῆ δὲ πίστιν, τηρήσας καὶ
κηρύξας, ὡς ὁ Παῦλος λέγει, δικαιοσύνης στεφάνους φερωνύμως, οὐρανόθεν ἐκομίσω,
καὶ ἐν τοῖς κόλποις Ἀβραάμ, σὺν τοῖς ὁσίοις μαθηταῖς σου, τὴν ἀνάπαυσιν ἐκτήσω ἀκατάλυτον·
διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων εὐσεβῶς, τὴν μνήμην σου σήμερον.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
καρπὸς τῆς κοιλίας Σου ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα·
διό Σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε,
συνελθόντες οἱ πιστοί, ἐν ἀγαλλιάσει καρδίας, πανηγυρίσωμεν, καὶ ἀνευφημήσωμεν,
τὸν θεῖον Νίκωνα, τὸν ὁσίως ἀσκήσαντα, καὶ τελειωθέντα, ἐν Μαρτύρων αἵματι,
αὐτῷ κραυγάζοντες· Πάτερ, ταῖς πρεσβείαις σου ῥῦσαι, τοὺς προστρέχοντάς σοι
κινδύνων, πειρασμῶν τε νόσων καὶ κακώσεων.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Σθένει τῶν
σοφῶν σου διδαχῶν, τῶν σῶν μαθητῶν ὀχυρώσας, Νίκων τὸ φρόνημα, τούτους ἐπετέλεσας,
ἅγιον στράτευμα, οὗ ἡγούμενος χάριτι, κατὰ τῶν δαιμόνων, νίκης τὸ φερώνυμον,
ἔστησας τρόπαιον· ὅθεν, τοὺς ὑμνοῦντάς σε πόθῳ, στήριζε παμμάκαρ καὶ σκέπε,
ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Χαίρει,
Μυτιλήνη ἐπὶ σοί, Νίκων ἱερώτατε Πάτερ, Ὁσιομάρτυς Χριστοῦ, ὅτι καθηγίασται, τῇ
διελεύσει σου, καὶ κροτοῦσα ἑόρτια, τελεῖ σου ταὴν μνήμην τὴν ἀξιοθαύμαστον,
ἀναβοῶσά σοι· στήριζε τιμίαις εὐχαῖς σου, τῆς Ὀρθοδοξίας ἐν πέτρᾳ, τὸν λαὸν
παμμάκαρ τὸν τιμῶντά σε.
Δόξα. Ἦχος δ΄.
Ὁσιομάρτυς
Νίκων, τῆς ἐπιγείου στρατείας, τὴν δόξαν παρωσάμενος, τῷ οὐρανίῳ Βασιλεῖ
ἐστρατεύθης, Χριστῷ τῷ Θεῷ ἡμῶν. Αὐτοῦ δὲ τῷ Σταυρῷ καθοπλισάμενος, δι’
ἀσκήσεως καὶ μαρτυρίου, κατὰ δαιμόνων προσεχώρησας, καὶ φάλαγγας τούτων
κατετρόπωσας· ὅθεν, φερωνύμως τὰ γέρα, τῶν κατορθωμάτων σου κτησάμενος, μετὰ τῶν
ἐνδόξων συνάθλων σου, τῇ Ἁγίᾳ Τριάδι πρέσβευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ
σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων
κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν
ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Δῆμον ἅγιον, τροπαιοφόρον, τὴν ὁμήγυριν, τῶν φοιτητῶν σου,
συνεκρότησας Νίκων μακάριε· μεθ’ ὧν ἀγῶσιν ἐμπρέψας ἀσκήσεως, ἐτελειώθης
Μαρτύρων ἐν αἵματι· ὅθεν πρέσβευε, Χριστῷ σὺν αὐτοῖς πολύαθλε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Νικήσας τὸν δόλιον, ἄσκητικαις ἀγωγαίς, κανὼν ἐχρημάτισας, τῶν σῶν
κλεινῶν φοιτητῶν, ἀκρότητι βίου σου, ὅθεν σὺν τούτοις ἅμα, γεγονῶς ἐν τὴ Δύσει,
ἔδυσας ἐν ἀθλήσει, σὺν αὐτοὶς Πάτερ Νίκων, μεθ' ὧν
καὶ κατεφοίτησας αἴγλη τὴ ἄνωθεν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μητρὸς τῆς
εὐσεβοῦς, ὑπακούσας τοῖς λόγοις, ἐχρήσω τοῦ Σταυροῦ, τῷ τιμίῳ σημείῳ, ὡς ὅπλον ἀπροσμάχητον,
καὶ ἐχθροὺς κατετρόπωσας, Νίκων ἔνδοξε, Ὁσιομάρτυς Κυρίου· ὅθεν σήμερον, οἱ
εὐσεβεῖς σε τιμώμεν, τελοῦντες τὴν μνήμην σου.
Δόξα.
Θεόλεκτον στρατόν,
διὰ πίστεως Νίκων, ἀθροίσας τὸν χορόν, τῶν σεπτῶν μαθητῶν σου, ἐν μάχαις
κατετρόπωσας, μαρτυρίου τῆς πίστεως, τὰ στρατεύματα, τῶν νοητῶν πολεμίων, καὶ
ἀπέλαβες, ὡς νικητὴς φερωνύμως, τῆς δόξης τὸν στέφανον.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε ἀγαθή,
τοῖς ἱκέταις Σου ἴθι, βοήθεια στεῤῥά, προστασία καὶ σκέπη, ὡς εὔσπλαγχνος
ὑπάρχουσα, συμπαθὴς καὶ φιλάγαθος· Σοὶ γὰρ Δέσπονα, ἐν ταῖς τοῦ βίου ἀνάγκαις,
καταφεύγομεν, καὶ ὡς Θεοῦ Σε Μητέρα, ἀεὶ μακαρίζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἔχων
σύνταγμα, ἡγιασμένον, τὴν συνέλευσιν, τῶν μαθητῶν σου, στρατηγὸς ἐγνωρίσθης τῆς
χάριτος, καὶ μαρτυρίου ἐν μάχαις διέλυσας, τῶν ἀοράτων ἐχθρῶν τὴν παράταξιν· ὅθεν
στέφανον, τὸν θεῖον Νίκων δεξάμενος, Χριστὸν ὑπὲρ ἡμῶν θερμῶς ἱκέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὃν
συνέλαβες, ἀπειρογάμως, καὶ ἐκύησας, ἀνερμηνεύτως, τὸν τὰ σύμπαντα φέροντα ῥήματι,
ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· Σὺ γὰρ
Δέσποινα, ὑπάρχεις ἀεὶ φιλάγαθος, τοῖς
μέλπουσι πιστῶς τὸν θεῖον τόκον Σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐπ’
ὤμων ἀράμενος τὸν ζωηφόρον Σταυρόν, ἐπέβης τοῖς ἴχνεσιν ἀσκητικῶς τοῦ Χριστοῦ, ὦ
Νίκων μακάριε· ἄθλοις δὲ μαρτυρίου, ἐκτελέσας τὸν δρόμον, δόξῃ ἐστεφανώθης, σὺν
τοῖς θείοις συνάθλοις· μεθ’ ὧν ἐν παῤῥησίᾳ Αὐτῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν
χρόνων ἐπέκεινα καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας ὑπερφυῶς ἐν σαρκί,
Θεάνθρωπον ἄχραντε· ὅθεν Σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς
σοι βοῶμεν· τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ζήτει τῇ Ε’ Δεκεμβρίου.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Ὅσιε
Πάτερ, Νίκων ἱερώτατε, τὰ ὑπὲρ νοῦν ἀγαθὰ ἐπιποθήσας, τὴν φθειρομένην στρατείαν
ἐβδελύξω, καὶ στρατιώτης ἀήττητος, τοῦ Βασιλέως τῆς δόξης ἀναδέδειξαι, δι’ ἀσκήσεως
καὶ μαρτυρίου, τὸν νοητὸν Φαραὼ τροπωσάμενος· ὅθεν, ἐν οὐρανοῖς δοξαζόμενος,
πρέσβευε διηνεκῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Νίκης σε μέλπω, τὸν φερώνυμον μάκαρ. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος
Νικήσας,
ἀσκητικοῖς παλαίσμασι, τὸν κακομήχανον, ἀθλητικαῖς ἐστέφθης καλλοναῖς, καὶ Θεῷ
νῦν παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, Ὅσιε Νίκων τῶν τιμώντων σε.
Ἰσχύϊ,
τοῦ τὴν ἡμῶν ἀσθένειαν, ἐνδυναμώσαντος, δυναμωθεὶς ἠρίστευσας τὸ πρίν, ἐν πολέμοις
μακάριε, καὶ νικητὴς γενόμενος, Χριστοῦ προστρέχεις τῷ βαπτίσματι.
Κοσμεῖται,
τῷ μαρτυρίῳ ὅμιλος, μακαριώτατος, τῶν μαθητῶν σου πρότερον σοφέ, λαμπρυνθεὶς ταῖς
ἀσκήσεσι, καὶ ἐν διπλοῖς παλαίσμασι, διπλοῦς στεφάνους ἀνεπλέξατο.
Θεοτοκίον
Ἡ
πύλη, τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, Ἀνατολὴν καὶ Ἥλιον καὶ Φῶς,
μυστικῶς σε καλούμενον, ὑπερφυῶς γεγέννηκε, διπλοῦν τὴν φύσιν τὸν Θεάνθρωπον.
ᾨδὴ γ'. Ὁ Εἱρμός Εὐφραίνεται ἐπὶ σοί
Στρατείαν
πνευματικήν, περιζωσάμενος στρατὸν ἔνθεον, Μάρτυς Χριστοῦ ὥπλισας, πρὸς τὰ τῆς ἀθλήσεως
σκάμματα.
Σταυρώσας
ἀσκητικῶς, σάρκα πανένδοξε τὸ πρὶν ἔσπευσας, ἀθλητικαῖς μάστιξι, φάλαγγας δαιμόνων
τροπώσασθαι.
Ἑῴας
ὥσπερ ἀστήρ, Νίκων ἀπάρας πρὸς δυσμὰς ἔφθασας· ὅθεν θανὼν ἔδυσας, καὶ πρὸς τὸν
Χριστὸν ἐξανέτειλας.
Θεοτοκίον
Μαρτύρων
δῆμος τὴν σήν, ἀπεικονίσατο σφαγὴν Δέσποτα, ἐπεγνωκὼς Κόρης σε, ἐξ ἀπειρογάμου
βλαστήσαντα.
Κάθισμα. Ἦχος γ'. Θείας πίστεως
Φῶς
ἐπέλαμψε, σοῦ τῇ καρδίᾳ, θείοις ῥήμασι, τῆς σὲ τεκούσης, φωτισθεὶς δὲ τῷ Βαπτίσματι
Ὅσιε, τῶν Μοναστῶν κατελέγης συστήματι, καὶ ποδηγὸς καὶ φωστὴρ ἐχρημάτισας, ἑπομένων
σοι· μεθ' ὧν τὸν Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θεία
γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα,
τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον,
πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία
Ἐνηδόμενος
ταῖς θείαις φωτοχυσίαις, τὰ τῶν βασάνων ῥεύματα, ἄτρωτος διέβης, Νίκων ἀξιάγαστε,
καὶ νίκης τὸν στέφανον, Μάρτυς ἐπαξίως ἀπείληφας.
Λαμπροτάταις
διαπρέπων ἀνδραγαθίαις, ὡς ἀσκητὴς ἠγώνισαι, πάθη θανατώσας, πρότερον τοῦ σώματος,
ἀθλήσει τὸ δεύτερον, τὰς δαιμονικὰς τρέπων φάλαγγας.
Παρετάξασθε
τῷ ὅπλῳ τῆς εὐσεβείας, τῷ δυσμενεῖ θεόφρονες, καὶ διὰ θανάτου, εὔκλειαν ἀθάνατον,
εἰλήφατε ψάλλοντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὡς
ὑπάρχουσαν τῆς κτίσεως ἀνωτέραν, ὁ Ποιητὴς ἠγάπησεν, ὦ Παρθενομῆτορ, δείξας σε
Μητέρα αὐτοῦ, ἣν καὶ λιτανεύουσι, δῆμοι Ἀθλητῶν εὐπρεπέστατα.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς
Ταῖς
θείαις τῆς μητρός, εὐπειθῶν παραινέσεσι, τὴν δύναμιν Νίκων ἔσχες, τοῦ Σταυροῦ ἐν
πολέμοις, μυούμενος τὰ κρείττονα.
Ὁ
βίος σου φωτὶ ἀρετῶν πυρσευόμενος, τὴν ἄθλησιν ὥσπερ κόσμον, εὐπρεπέστατον ἔχει,
θεόφρον πανσεβάσμιε.
Νόμοις
θεαρχικοῖς, εὐπειθοῦντες οἱ Μάρτυρες, ἠρίστευσαν, καὶ ἀνόμους, θεϊκῇ συμμαχίᾳ, ἀνδρείως
ἐτροπώσαντο.
Θεοτοκίον
Φῶς
ἄχρονον ἡμῖν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, ἐγέννησας ἐπὶ χρόνον, ἀγαθότητος πλούτῳ,
γενόμενον πανάμωμε.
ᾨδὴ ς'. Ὁ Εἱρμός Θύσω σοι
Ἑῴας,
ὡς πολύφωτος ὥρμησας ἥλιος, ὥσπερ ἀστέρας θεόφρον, μαθητῶν χορὸν ἐπαγόμενος, καὶ
τὴν δύσιν, ταῖς ἀκτῖσιν ὑμῶν ἐφωτίσατε.
Ῥανίσι,
τῶν αἱμάτων σου Μάρτυς κατέκλυσας, πολυθεΐας θαλάσσας, καὶ βυθῷ ἀγώνων ἀπέπνιξας,
τῆς κακίας, τὸν δεινὸν εὑρετὴν καὶ παμπόνηρον.
Ὡς
κρίνα, ἀρετῶν ἐν λειμῶνι ἠνθήσατε, καὶ ὡς ἡδύπνοα ῥόδα, τὰς ἡμῶν καρδίας μυρίζετε,
Μαρτυρίου, καλλοναῖς Ἀθλοφόροι θεόπνευστοι.
Θεοτοκίον
Ναόν
σε, τοῦ Θεοῦ καὶ παλάτιον ἔμψυχον, τῶν Ἀθλοφόρων χορεία, ἐπιγνοῦσα Δέσποινα
λιτανεύει, σὲ τὴν μόνην, γυναικῶν ἀραμένην τὸ ὄνειδος.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν
Ὁρμὰς
τῆς σαρκός, νεκρώσας τῇ ἀσκήσει σου, καὶ πλάνην ἐχθρῶν, αἰσχύνας τῇ ἀθλήσει
σου, τῶν Ὁσίων γέγονας, καὶ Μαρτύρων Νίκων συνόμιλος, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Λόγον
παράσχου μοι σοφίας, ἡ τοῦ Πατρὸς ἐνυπόστατος σοφία, καὶ δύναμις Χριστὲ ὁ Θεός,
ἵνα προσφέρω τὸν ὕμνον ἐπάξιον, Νίκωνι τῷ κλεινῷ Ὁσιομάρτυρι, τῷ τῆς Ἐκκλησίας
μεγάλῳ φωστῆρι, καὶ τῶν πιστῶν μυσταγωγὸν πρὸς εὐσέβειαν. Μητρὸς γὰρ εὐσεβοῦς,
ταῖς θείαις παραινέσεσιν ἑπόμενος, καὶ τῷ τιμίῳ Σταυρῷ σημειούμενος, δι’ ἀγώνων
ἀσκήσεως καὶ ἄθλων μαρτυρίου, τὰς παρατάξεις τῶν ἐχθρῶν κατετρόπωσεν· ὅθεν
φερώνυμον τὸ στέφος, τῆς δόξης δεξάμενος, τῶν Ὁσίων γέγονε, καὶ Μαρτύρων ἐν πόλῳ
συνόμιλος, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Νίκωνος, καὶ
τῶν σὺν αὐτῷ 199 μαθητῶν του.
Νίκης στέφανον εὐτρεπίζει σοι, Νίκων,
βραβεὺς στεφάνων, θνῇσκε λοιπὸν τῷ ξίφει.
Εἰκάδι
ἐν τριτάτῃ ξίφει Νίκων κράτα δῶκε.
Ὁ δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος,
ὀργᾷ κατοῖσαι τὴν σπάθην Δομετίου.
ὀργᾷ κατοῖσαι τὴν σπάθην Δομετίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νέος Ὁσιομάρτυς Λουκᾶς, ὁ Σταυρονικητιανός, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1802, ἀγχόνῃ
τελειοῦται.
Λουκᾶς Ὅσιος ἐκ δὲ τοῦ ξίφους πέλει,
συνθιασώτης τοῦ χοροῦ τῶν Mαρτύρων.
συνθιασώτης τοῦ χοροῦ τῶν Mαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ἐφραίμ τοῦ ἐν τοῖς Σπηλαίοις τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τῆς Τοτίμης Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Βασσιανοῦ, ἐπισκόπου Ῥοστὼβ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Παχωμίου τῆς Νερέκτα, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Νίκωνος, καθηγουμένου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες
Ὑπὲρ
χρυσίον, δοκιμασθεὶς θεόφρον τοῖς αἰκισμοῖς, πύργος ἀρετῆς ἐφάνης τὰς ἐμβολάς,
τῶν δαιμόνων ἀπωθούμενος· Εὐλογητὸς εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Μετὰ
τὸ τέλος, ἀποῤῥιφέν σου σῶμα Μάρτυς κρυφῆ, θείας ἰαμάτων πέμπον μαρμαρυγάς, ἀπελαύνει
λώβην δαίμονος, τοῦ σὲ κατάδηλον, διὰ θείου ποιήσαντος Πνεύματος.
Ὅλος
ταῖς θείαις, ἐνηδυνθεὶς παμμάκαρ νεύσεσι, σῶμα αἰκισμοῖς παρέδωκας καρτερῶς·
στεφηφόρος γὰρ παρίστασθαι, τῷ Παντοκράτορι, ἐν οὐρανοῖς ἐπόθησας ἔνδοξε.
Νομεὺς
προβάτων, τῶν λογικῶν τὴν μάνδραν Πάτερ σοφέ, λύκων νοητῶν ἐτήρησας ἀβλαβῆ, καὶ
σὺν τούτοις πρὸς οὐράνιον, μονὴν ἐσκήνωσας, τῷ Δεσπότῃ τῶν ὅλων παρίστασθαι.
Θεοτοκίον
Μὴ
διαφθείρας, τὴν παρθενίαν Κόρη ὅλως τὴν σήν, Λόγος τοῦ Πατρὸς ἐσκήνωσεν ἐπὶ σοί,
καὶ Μαρτύρων ἐπεσπάσατο, χορὸν ἀοίδιμον, Θεοτόκον ἁγνήν σε κηρύττοντα.
ᾨδὴ η'. Ὁ Εἱρμός Χεῖρας ἐκπετάσας Δανιήλ
Ἀνύστακτον
φέρων τὸν πυρσόν, τὸν τῆς καρδίας σου, ἐπαρδευόμενον, δακρύων νάμασιν Ὅσιε, καὶ
ἀθλήσεως ἐν αἵμασιν, εἰς ἀχειρότευκτον βοῶν, παστάδα νῦν κατοικεῖς· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κόσμος
Ἀσκητῶν καὶ Ἀθλητῶν, ἐδείχθης Ὅσιε· ἐν ἀμφοτέροις γάρ, ἐπευδοκίμησας τρόπαια,
καταπλήττοντα διάνοιαν, κατὰ τοῦ μόνου δυσμενοῦς Νίκων στησάμενος, καὶ κραυγάζων·
Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Αἵμασι
κατήρδευσας ψυχάς, πρὸς ζῆλον ἔνθεον ἐγείρας Ὅσιε, στιγμάτων ξίφεσιν, ἔπληξας,
τῶν δαιμόνων τὴν παράταξιν, ἐπαληθεύουσαν ἐν σοὶ τὴν κλῆσιν δείξας βοῶν· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ῥῆξον
τὸν κλοιόν μου τὸν βαρύν, τῶν παραπτώσεων, ἡ ἀνορθώσασα, Ἀδὰμ τὴν ἔκπτωσιν Ἀχραντε,
τῇ κυήσει σου πανύμνητε, καὶ φωταγώγησον βοᾶν ἐν καθαρῷ λογισμῷ· Εὐλογεῖτε, πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ'. Ὁ Εἱρμός Λίθος ἀχειρότμητος ὄρους
Ἴδε
σε στιγμάτων τῷ κάλλει, διηνθισμενον καὶ πορφύραν, ἐκ μαρτυρικῶν σου αἱμάτων, ὁ
στεφοδότης περιβαλλόμενον καὶ σὺν αὐτῷ κατῴκισε, Νίκων ἐνθέως ἀγαλλόμενον.
Ὡς
περικαλής σου ὁ πόθος, ὃν πρὸς τὸν Κύριον ἐκτήσω, Νίκων καὶ θερμός σου ὁ ζῆλος,
πυρὶ τῷ θείῳ ἀναφλεγόμενος, καὶ θαυμαστὴ ἡ ἄθλησις, τοῖς οὐρανίοις σε συνάψασα.
Σὲ
τῆς Ἐκκλησίας ἐν ὕψει, ἥλιον μέγαν κεκτημένοι, δῆμος Ἀθλητῶν ὡς ἀστέρες, φωτὶ τῷ
θείῳ περιχεόμενοι, ἀκτινοβόλοις λάμψεσι, τὴν οἰκουμένην καταυγάζουσιν.
Ἤρθης
πρὸς μονὰς ἀκηράτους, χορὸν διπλῆς ἑκατοντάδος, Μάρτυς Ἀθλητῶν παραστήσας, τῷ
στεφοδότῃ· μεθ' ὧν μνημόνευε, τῶν ἐκτελούντων σήμερον, τὸ ἱερὸν ὑμῶν μνημόσυνον.
Θεοτοκίον
Φωτὸς
οἰκητήριον ὤφθης, τοῦ δι' ἡμᾶς ἐκ σοῦ τεχθέντος, ὃν ἀδιαλείπτως δυσώπει,
φωταγωγῆσαι τοὺς ἀνυμνοῦντάς σε, καὶ Θεοτόκον πάναγνε, Παρθενομῆτορ καταγγέλλοντας.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀσκητικῶς
ἐμπρέψας, μαρτυρικῶς πρὸς οὐρανόν, Νίκων παμμάκαρ μετέβης, ἔνθα παρίστασαι
Χριστῷ, δεόμενος παῤῥησίᾳ, ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Θεοτοκίον
Θεοκυῆτορ
Παρθένε, ἡ τὸν φιλάνθρωπον Θεόν, ἀνερμηνεύτως τεκοῦσα, τοῦτον ἀεὶ ὑπὲρ ἡμῶν, ἱκέτευε
παῤῥησίᾳ, ἵνα οἱ πάντες σωθῶμεν.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς
ἐπιγείου στρατείας ἀπαρνησάμενος, τὴν φθειρομένην δόξαν, παμμακάριστε Νίκων, τοῖς
ἴχνεσι Κυρίου ἀσκητικῶς, ἐπὶ τῆς γῆς ἠκολούθησας, ᾧ καὶ συνήφθης τὸν δρόμον
μαρτυρικῶς, ἐκτελέσας διὰ πίστεως. (Δίς)
Ἀσκητικῶς
διαπρέψας Νίκων πανεύφημε, μαρτυρικῆς εὐκλείας, κοινωνὸς ἀνεδείχθης, βασάνους ὑπομείνας
καρτερικῶς, καὶ τμηθεὶς τὸν αὐχένα σου· διὸ ἀπαύστως ἱκέτευε τὸν Χριστόν, ὑπὲρ
πάντων τῶν ὑμνούντων σε.
Τῶν
μαθητῶν σου τὸν δῆμον τίμιον ἄθροισμα, καὶ λογικὴν θυσίαν, τῷ Δεσπότῃ προσῆξας·
μεθ’ ὧν ἐν Παραδείσου Νίκων σοφέ, ταῖς σκηναῖς αὐλιζόμενος, ὑπὲρ ἡμῶν ἐκδυσώπει
ἵνα χαρᾶς, αἰωνίου ἀπολαύσωμεν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
φιλομάρτυρες, εὐσεβοφρόνως πάντες ἀνυμνήσωμεν, τὸν Χριστοῦ Ὁσιομάρτυρα, τὸν ἀσκητικῶς
διαπρέψαντα, καὶ μαρτυρίου τὸν δρόμον ἐκτελέσαντα, τὸν ὁπλίτην τῆς εὐσεβείας,
καὶ τῆς πίστεως στεφανίτην ὑπερθαύμαστον· διὸ καὶ πρὸς αὐτόν, ἐν κατανύξει εἴπωμεν·
Νίκων Ὁσίων τὸ καύχημα, καὶ Μαρτύρων ἐγκαλλώπισμα, σὺν τοῖς ἐνδόξος συνάθλοις
σου, Θεὸν τὸν ἐν Τριάδι καθικέτευε, ἵνα ῥυσθῶμεν ἐκ πάσης ἀπειλῆς, οἱ τελοῦντες
τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Πόνοις
διαπρέψας ἀσκητικοῖς, ἄθλοις μαρτυρίου, ἐλαμπρύνθης περιφανῶς, καὶ Χριστῷ
παρέστης, δεδοξασμένος Νίκων, ὑπὲρ
ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.
ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.
Χαίροις
θεηγόρος παρεμβολή, Νίκων θεομάκαρ, σὺν συνάθλοις τοῖς ἱεροῖς, οἱ καταβαλόντες,
ἀσκήσει καὶ ἀθλήσει, εἰς τέλος τὰς δυνάμεις, τοῦ πολεμήτορος.
http://www.imr.gr/article/584/akoloythia-toy-osioy-patros-hmwn-kai-martyros-nikwnos-kai-twn-osiomartyrwn-aytoy-mathhtwn
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου