Κυριακή 11 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 24. ΑΓΙΟΣ ΑΘΗΝΑΓΟΡΑΣ ΑΠΟΛΟΓΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΚΔ΄!!
ΑΘΗΝΑΓΟΡΑΣ ΑΠΟΛΟΓΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀθηναγόρου τὴν μνήμην τὴν πανευφρόσυνον, φαιδρῶς ἐπιτελοῦντες, εὐσεβῶν αἱ χορεῖαι, κραυγάζομεν· ὑψόθεν ὡς συμπαθής, πνευματέμφορε ἔπιδε, ἐπὶ τοὺς ὕμνοις τιμῶντας πανευλαβῶς, τοὺς ἀγῶνας τοὺς τιμίους σου.

Θεοεικέλων Πατέρων αὐλὸν ἁρμόνιον, Ἀθηναγόραν θεῖον, Ἀθηνῶν μέγα κλέος, καὶ ἅρπαν ἀναστάσεως τῶν νεκρῶν, τὴν πανεύσημον μέλψωμεν, ἀναβοῶντες· τῆς πίστεως τοῦ Χριστοῦ, χαῖρε πάντερπνον ψαλτήριον.

Ὑπὲρ λαοῦ χριστωνύμου ἀγῶνας ἤνεγκας, ἐπιτυχῶς παμμάκαρ, καὶ τοὺς λάτρεις εἰδώλων, κατήσχυνας σοῖς ῥήμασι τοῖς σεπτοῖς, φιλοσόφων κρηπίδωμα, Ἀθηναγόρα ἐνθέων καὶ τῆς Χριστοῦ, βάθρον πίστεως ἀσάλευτον.

Τίς ἐπαξίως ἀγῶνας τοὺς σοὺς ὑμνήσειεν, Ἀθηναγόρα μάκαρ, καταπέλτα εἰδώλων, οὓς ἔτλης ἀληθείας ὑπερμαχῶν, τῆς Χριστοῦ θείας πίστεως, καὶ τὴν νεκρῶν ἐκ τοῦ τάφου ὁμολογῶν, ἐξανάστασιν ἀοίδιμε.

Δόξα. Ἦχος δ΄.
Παῤῥησίᾳ καὶ σοφίᾳ κοσμούμενος, τῆς τοῦ Χριστοῦ πίστεως ὑπέρμαχος πέφηνας, Ἀθηναγόρα τρισμακάριστε· ῥητορικῇ σου γὰρ δεινότητι, καὶ τοῦ Παρακλήτου Πνεύματος χάριτι, τοὺς τὰ ξόανα σέβοντας κατήσχυνας. Καὶ νῦν σὺν Ὁμολογηταῖς καὶ Μάρτυσι, Χριστῷ παριστάμενος ἐν πόλῳ, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου λύτρωσαι εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τὸν ὁμολογητήν, Ἀθηναγόραν πάντες, τιμήσωμεν ἐκθύμως, ὡς πίστεως κρηπῖδα, καὶ χριστωνύμων πρόμαχον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Γόνε τῶν Ἀθηνῶν, Ἀθηναγόρα θεῖε, θεοσοφίας γέρας, τὴν σὴν ἁγίαν μνήμην, ἐπιτελοῦμεν χαίροντες.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις ὁ τοῦ Χριστοῦ, ὁμολογήσας πίστιν, Ἀθηναγόρα κόσμῳ, καὶ λόγοις σου σκεδάσας, πολυθεΐας ζόφωσιν.

Δόξα. Τριαδικόν.
Σῷζε Τριὰς σεπτή, τοὺς Σὲ ὁμολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας, λιταῖς Ἀθηναγόρου, τοῦ Σὲ λαμπρῶς δοξάσαντος.

Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Σῷ Υἱῷ, καὶ Λυτρωτῇ τοῦ κόσμου, σωθῆναι τοὺς τιμῶντας, Ἀθηναγόρου μνήμην, Θεοκυῆτορ σήμερον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φιλοσόφων ἐνθέων τὸ ἀγαλλίαμα, πρώην διώκτην καὶ εἶτα, θερμὸν ἀπολογητήν, τῆς Χριστοῦ ἁγίας πίστεως τιμήσωμεν, Ἀθηναγόραν τὸν σεπτόν, Ἀθηνῶν κλεινὸν βλαστόν, καὶ καύχημα Ἐκκλησίας, βοῶντες· τῷ Παντεπόπτῃ, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.








ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θειότατε ὁμολογητά, τῆς ἁγίας πίστεως, ἡμῶν ἀξίως δεδόξασαι, παρὰ τοῦ Κτίσαντος, ὅτι παῤῥησίᾳ, καὶ σοφίᾳ λόγων σου, κλεινὲ Ἀθηναγόρα κατέπιθες, Ἑλλήνων ἅπαντας, τοὺς σοφοὺς λατρεύειν Κύριον, τὸν κρατοῦντα, παλάμαις τὰ σύμπαντα.

Διώκτης ὢν πίστεως Χριστοῦ, ὡς ὁ Παῦλος πρότερον, Αὐτοῦ ἀγάπης ὑπέρμαχος, θεόφρον γέγονας· σὺ γὰρ πέλων πάσης, τῆς παιδείας κάτοχος, τῆς θύραθεν καὶ τῇ εὐγλωττίᾳ σου, ὡραϊζόμενος, στεντορείᾳ διεκήρυττες, ἄνερ θεῖε, τὰ δόγματα πίστεως.

Βλαστὲ Ἀθηνῶν περικλεές, καὶ σοφίας μέλαθρον, Ἀθηναγόρα χρυσότευκτον, σχολὴν περίδοξον, ἐν Ἀλεξανδρείᾳ, τῇ κλεινῇ καθίδρυσας, ἐν ᾗ τὰς ἀληθείας ταῆς πίστεως, Χριστοῦ ἐδίδαξας, καὶ σοφοὺς σοῖς λόγοις εἵλκυσας, πρὸς τὸν σώζειν, τὸν κόσμον δυνάμενον.

Ὁμήγυρις πᾶσα εὐσεβῶν, δεῦτε ἀνυμνήσωμεν, Ἀθηναγόραν τὸν ἔνθεον, τὸν διαλάμψαντα, εὐσεβείας φέγγει, ἀρετῶν πυρσεύμασι, σοφίας ἀληθοῦς φρυκτωρήμασι, καὶ θάμβει πίστεως, ἀνακράζοντες· ἀπέλασον, ἀγνωσίας, ἡμῶν Πάτερ ζόφωσιν.

Κονίστραν τὸ ἄστυ τὸ κλεινόν, Ἀθήνων ἀνέδειξας, Ἀθηναγόρα τῶν πόνων σου, καὶ Ἀλεξάνδρειαν, τὴν πεφημισμένην, πᾶσιν ὑφηγούμενος, ἀρχὰς τοῦ Ἰησοῦ καὶ ἐντάλματα, Αὐτοῦ μακάριε, καὶ ἀσόφων φληναφήματα, τῶν σεβόντων, τοὺς λίθους ἀνήρεσας.

Μελίσμασι νῦν χαρμονικοῖς, πάντες καταστέψωμεν, Ἀθηναγόρα τὸν κήρυκα, τῆς ἀναστάσεως, τῶν νεκρῶν πυρφόρον, καὶ τὴν μετὰ θάνατον, ζωὴν ὁμολογοῦντα ἀθάνατον, καὶ ἀτελεύτητον, ἔνθα πάντες σὺν τῷ Κτίσαντι, ἀναστάντι, ἐκ τάφου εὐφραίνονται.

Δόξα. Ἦχος πλ. β΄.
Μυροθήκη τῆς θύραθεν πέλων σοφίας ἡδίστη, τῆς τοῦ Θεοῦ δαψιλῶς ἐπλήσθης τοιαύτης, καὶ κῆρυξ αὐτῆς διαπρύσιος, Ἀθηναγόρα μάκαρ γέγονας. Σὺ γὰρ ἑλκύσας πρὸς τὴν ἀληθῆ πίστιν, τοὺς λάτρεις τῆς πολυθεΐας, καὶ πιστοὺς εὐφράνας σοῖς ῥήμασιν, εὐωδία Χριστοῦ ἀνεδείχθης Πάτερ ἐνθεώτατε· ἐκχέας οὖν ὀδμὰς ζωῆς αἰωνίου, καὶ χαρμοσύνου γεγονότος τῆς τῶν νεκρῶν ἀναστάσεως, εὐφραίνῃ σὺν Κυρίῳ, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. δ΄, 20-29)
Τέκνον, συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ρήματι γλώσσης. μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿ ἁμαρτίαις σου καὶ μὴ βιάζου ροῦν ποταμοῦ. καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.  ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. μὴ γίνου ταχὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄, 7-12)

Ὁ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς·  τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου. υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔση καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· διαπορεύεται δὲ δι᾿ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Τὸν πρώην διώκτην καὶ εἶτα ἀπολογητὴν τῆς πίστεως, Ἀθηναγόραν τὸν ἔνθεον, ἀξιοχρεώς οἱ πιστοὶ μακαρίσωμεν. Οὗτος γὰρ συνεπείᾳ τῶν αὐτοῦ λόγων, καὶ μεθοδικότητι ἐπιχειρημάτων, τὴν ὀρθὴν πίστιν ἐκράτυνεν ὁ σοφώτατος. Καὶ νῦν πρεσβεύει Κυρίῳ τῷ σοφῷ ἀγωνοθέτῃ, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τιμώντων ἐν ᾄσμασιν, αὐτοῦ μνήμην τὴν πάντιμον.

Ἦχος β΄.
Τὸν παῤῥησίᾳ ὑπερμαχίσαντα τῶν ἀρχῶν τῆς πίστεως, ἐνώπιον τῶν ἐξουσιῶν τοῦ σκότους, καὶ ἀναιρέσαντα κατὰ τῶν Χριστιανῶν τὰς κατηγορίας, θεϊκῷ σθένει Ἀθηναγόραν ἐπαινέσωμεν κράζοντες· Πνευματέμφορε Πάτερ, ὁ ταῆς Θεοῦ σοφίας πολύτιμος ὄλβος, τοὺς ἀσόφως πολιτευομένους ἱκετάς σου βλάβης λύτρωσαι, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ἐν κατανύξει ὑμνούντων, τὴν θείαν μνήμην σου.

Ἦχος γ΄.
Σοφίας χῦμα καὶ γλῶσσα εὔλαλον Ἀθηναγόρα παρέσχε σοι, ὁ τῆς σοφίας χορηγὸς καὶ ἀκρεμὼν τῆς εὐσπλαγχνίας Κύριος· ἀναφανεὶς γὰρ ὡς παμφαεστάτη νεφέλη θείου Πνεύματος, πᾶσιν ἐπόμβρισας ὕδωρ ζωοποιὸν καὶ σωτήριον θεόπνευστε· διὸ νῦν τὴν μνήμην σου χρεωστικῶς, ἐπιτελοῦντες οἱ φιλέορτοι, τὰς πρὸς τὸν ἀγαθόδωρον Χριστὸν λιτάς σου ἀπεκδεχόμεθα.







Δόξα. Ἦχος δ΄.
Ἐπιδοὺς λιβέλλους τῷ τῆς Ῥώμης τυφλώττοντι ἄρχοντι, φιλοσοφικαῖς ἀποδείξεσι τὴν πλάνην τῶν εἰδώλων καθήρεσας, καὶ τὴν πίστιν τοῦ Χριστοῦ ἐκράτυνας Ἀθηναγόρα θεόσοφε· ὅθεν νῦν χριστωνύμων αἱ χορεῖαι, τὸν καταλιπόντα ἡμῖν ἀπολογητικὰς βίβλους, πάσης σοφίας καὶ ὠφελείας πλήρεις μεγαλύνομεν, αἰτούμενοι αὐτοῦ τὰς ἐντεύξεις πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου λύτρωσαι εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς σοφίας κρουνός, Ἀθηναγόρα θεοφόρε τῆς θύραθεν, καὶ πάσης Θεοῦ ὁ ἄρδων, τοῦ χριστωνύμου λαοῦ, τὰς ψυχὰς σῶν δούλων, θείοις χεύμασι, διδάσκαλε πάντιμε, τῶν δογμάτων τῆς πίστεως, καὶ ὑφηγῆτορ, τῆς νεκρῶν ἀναστάσεως, πρὸς ἐκβλάστησιν, πολιτείας τῆς κρείττονος· ὅθεν ταὴν θείαν μνήμην σου, τελοῦντες νῦν μέλπομεν, τοὺς σοὺς ἀόκνους καμάτους, καὶ διαυγῆ πολιτείαν σου, βλαστὲ Ἀθηναίων, περιδόξαστε καὶ σκεῦος, τῆς θείας χάριτος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, Ἀθηναγόρα σεπτέ, θεοκηρύκων ἱερώτατον ἄγαλμα, σοφίας ὁ θιασώτης, ῥητόρων ὁ ἀκρεμών, καὶ τῶν διδασκάλων, ὑποτύπωσις· κινύρα τοῦ Πνεύματος, ἀηδὼν ἡ γλυκύλαλος, Θεοῦ ἀγάπης, τῆς νεκρῶν ἀναστάσεως, σάλπιγξ εὔηχος, καὶ κιθάρα τῆς πίστεως, φθόγγοις παναρμονίοις σου, πιστοὺς καταγλάϊσον, καὶ βίου πέλαγος πλεῦσαι, τὸ πολυκύμαντον ἴσχυσον, αὐτοὺς ὡς ἂν πάντες, κατάπλεύσωμεν εἰς ὅρμον, Ἐδὲμ τὸν ἄκλυστον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίρει, Χριστιανῶν ἡ πληθύς, κλεινῆς Ἀτθίδος θεοῤῥῆμον διδάσκαλε, τῆς πίστεως ἐν σπαργάνοις, ἐγκαυχωμένη τοῖς σοῖς, καὶ Ἀλεξανδρείας ἡ περίοικος, ἐν ᾗ παιδευτήριον, ἱερώτατον ἔπηξας, διδάσκων πάντας, θεοσόφοις σου ῥήμασι, τὴν ὀρθότητα, τῆς σεπτῆς ἡμῶν πίστεως, Ἀθηναγόρα ἔνδοξε, καὶ τῆς ἀναστάσεως, νεκρῶν σοφὲ ὑπαρχούσης, ἀρχῆς τῷ ὄντι τῆς πίστεως· σὺν ταύταις οὖν πάντες, ἀγαλλόμενοι σὴν μνήμην, τελοῦμεν σήμερον.




Δόξα. Ἦχος πλ. δ΄.
Μυηθεὶς τὰς ἀρχὰς τῆς πίστεως ἐν ταῖς Ἀθήναις, θεοφιλῶς ἐπολιτεύσω, καὶ ὑπέρμαχος τῶν χριστωνύμων, Ἀθηναγόρα πέφανσαι ἀοίδιμε. Θεοσόφοις γὰρ φθέγμασί σου, ἤσχυνας τῆς πολυθεΐας τοὺς λάτρεις, καὶ τὴν στρατευομένην Ἐκκλησίαν ἐμεγάλυνας, ῥητορικῇ σου δεινότητι. Στήριξον οὖν καὶ ἡμᾶς τῇ πίστει, τοὺς ἐκτελοῦντας σήμερον τὴν ἀεισέβαστον μνήμην σου, ἀσιγήτοις σου Πάτερ ἐντεύξεσι, πρὸς τὸν εὔσπλαγχνον Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φιλοσόφων ἐνθέων τὸ ἀγαλλίαμα, πρώην διώκτην καὶ εἶτα, θερμὸν ἀπολογητήν, τῆς Χριστοῦ ἁγίας πίστεως τιμήσωμεν, Ἀθηναγόραν τὸν σεπτόν, Ἀθηνῶν κλεινὸν βλαστόν, καὶ καύχημα Ἐκκλησίας, βοῶντες· τῷ Παντεπόπτῃ, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸ τάλαντον σεπτέ, πλεονάζων σοφίας, ἀγήρω χαρμονῆς, σὺν Χριστῷ ἠξιώθης, καὶ θείαις ἐλλάμψεσιν, αὐγαζόμενος Πνεύματος, νῦν παρίστασαι, τῇ δεξιᾷ ζωηφόρῳ, τοῦ Παντάνακτος, Ἀθηναγόρα γενναῖε, τῆς πίστεως πρόμαχε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὸ γένος τῶν βροτῶν, ἐκ βυθοῦ ἀπωλείας, Παρθένον ἀγαθήν, ἀφαρπάσασαν ὄντως, καὶ τῆς ἀπογνώσεως, μακαρίσωμεν ἅπαντες, ὅτι τέξασα, ὑπερφυῶς τὸν Σωτῆρα, ἠλευθέρωσεν, ἐκ τῆς ἀρχαίας κατάρας, ἡμᾶς ἡ πανάμωμος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Πίστιν ἄμωμον, τὴν τοῦ Σωτῆρος, ἐπεστήριξας, Ἀθηναγόρα, πρὸ τοῦ βήματος τυράννου καὶ ᾔσχυνας, τοὺς φεῦ ἀσόφους λατρεύοντας εἴδωλα, σοφίας σκεῦος καὶ χάριτος ἔσοπτρον· ὅθεν σήμερον τελοῦντες τὴν θείαν μνήμην σου, εὐχάς σου πρὸς Θεὸν ἀπεκδεχόμεθα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἀκατάφλεκτε, τῷ ὄντι βάτε, ὄρος ἅγιον, νεφέλη κούφη, κεκλεισμένη πύλη Μῆτερ καὶ πάγχρυσον, θυμιατήριον Δέσποινα πρόσδεξαι, ἱκετηρίους εὐχὰς τῶν τιμώντων σε, καὶ προσάγαγε αὐτὰς τῷ πανσέπτῳ Τόκῳ Σου, Θεῷ καὶ Λυτρωτῇ ἁπάσης κτίσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὑπάρχων ἔμπλεως, τοῦ θείου Πνεύματος, πιστοὺς κατηύφρανας, ὁμολογίᾳ σου, καὶ ταῖς σοφαῖς σου διδαχαῖς θεόφρον Ἀθηναγόρα, Ἀθηναίων ἔκθρεμμα, καὶ σεπτὸν ἀγαλλίαμα, Ἐκκλησίας· ὅθεν σου νῦν τὴν μνήμην γεραίροντες, ψυχῆς ἐν κατανύξει βοῶμεν· Χαῖρε σοφίας ὑφηγῆτορ.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τῆν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Α’ Ματθαίου. (ι΄ 32-33, 37-8, ιθ΄, 27-30)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Διδασκάλου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὡς ἀστὴρ παμφαέστατος πάντας κατεφαίδρυνας, ἀστραπαῖς ἀπολογίας σου καὶ ἀκτῖσι τῶν λόγων σου, Ἀθηναγόρα σοφώτατε. Σὺ γὰρ τῆς ἀγνωσίας τὸν ζόφον διαλύσας λόγοις σου, καὶ Ἀποστόλων τοὺς τρόπους καὶ τὰς φωνὰς ἐκμιμούμενος, Θεῷ εὐηρέστησας· διὸ νῦν τὴν ἐτήσιαν μνήμην σου περιχαρῶς ἑορτάζοντες, τὰς πρὸς Κύριον ἱκεσίας σου ἐκζητοῦμεν, πρὸς βίου τελείωσιν.

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀθηναγόρου ὁμολογία, ἰσχὺς πίστεως. Χ. Μ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἀξίως τὸν ῥήτορα, καὶ φιλοσόφων κοσμήτορα, ἐνθέων τιμήσωμεν, Ἀθηναγόραν σεπτόν, τὸν περίδοξον, τῶν Ἀθηναίων κόσμον, ὡς ἀδιατάρακτον, βάθρον τῆς πίστεως.
Θυμίαμα εὔοσμον, Ἀθηναγόρα τῆς πίστεως, ἐδείχθης θεσπέσιε, καὶ εὐωδία Χριστοῦ· ὅθεν ηὔφρανας, πιστῶν τὰς παρατάξεις, δυνάμει τῶν λόγων σου, καὶ σῶν ἐνστάσεων.
Ἠρίστευσας Ἅγιε, Ἀθηναγόρα ἐν σκάμματι, τοῦ λόγου καὶ ᾔσχυνας, τοὺς φληναφοῦντας κακῶς, θεοδόξαστε, ἐν τῆς Ἀτθίδος ἄστει, καὶ γέγονας πρόμαχος, πίστεως ἔνθερμος.
Θεοτοκίον.
Ναὲ τοῦ Παντάνακτος, Θεοῦ ἡμῶν εὐπρεπέστατε, ναοὺς Ἁγιότητος, καὶ σωφροσύνης ἡμᾶς, τοὺς τιμῶντάς Σε, ἀνάδειξον Παρθένε, πανύμνητε Δέσποινα, Θεογεννήτρια.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀνάστασιν πάντων μετὰ πότμον, κηρύττων μερόπων γλαφυρῶς, κατήσχυνας τοὺς λέγοντας, μὴ εἶναι τὴν ἀνάστασιν, νεκρῶν βεβήλοις χείλεσιν, Ἀθηναγόρα μακάριε.
Γιγνώσκων Χριστοῦ τὰς ἀληθείας, πανύμνητε ἀπολογητά, τῆς πίστεως κατέπιθες, εἰδωλολάτρας κράζειν σοι· Ἀθηναγόρου Κύριος, Θεός ἐστιν ὑπερτέλειος.
Ὁ νοῦς ὁ οὐράνιος καὶ γλῶσσα, σαφῶς θεοκίνητος ᾠδαῖς, ὑμνείσθω καὶ μελίσμασι, τοῦ πίστει προμαχήσαντος, ὀρθῆς Κυρίου πίστεως, Ἀθηναγόρου τοῦ ἔμφρονος.
Θεοτοκίον.
Ῥοαῖς τῶν δακρύων μὴ παρίδῃς, τῶν δούλων Σου Μῆτερ τοῦ Θεοῦ, περικλεὲς Παντάνασσα, Παρθένε ἀπειρόγαμε, ἀλλ’ ὡς θυσίαν ἄμωμον, αὐτὰς Σῷ Τόκῳ προσάγαγε.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφίας τῶν λόγων σου τῆς βακτηρίας μακράν, ἀπήλασας ἔνδοξε τοὺς θῆρας τῶν μιαρῶν, σεβόντων τὰ εἴδωλα, μάκαρ Ἀθηναγόρα, φιλοσόφων ἀκρότης· ὅθεν σε δυσωποῦμεν, νῦν πιστῶν αἱ χορεῖαι, σοφίας πλῆσον πάντας ἡμᾶς, ἀνευφημοῦντάς σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὰ πάθη θεράπευσον ψυχῆς μου τὰ χαλεπά, καὶ ὧνπερ διέπραξα ἀφρόνως ἀνομιῶν, συγγνώμην παράσχου μοι, Δέσποινα Θεοτόκε, φιλευσπλάγχνου Κυρίου, Μῆτερ ἁγιωτάτη, ἵνα Σε μεγαλύνω, ἀφρόνως ὁ μολύνας ψυχήν, φεῦ τὴν ἀθάνατον.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁ τῆς πίστεως διώκτης, ὡς ὁ Παῦλος ὑπέρμαχος, ταύτης ἀνεδείχθη, καὶ τῆς ἀληθείας διδάσκαλος, Ἀθηναγόρας ὁ μέγας· ὅθεν σήμερον, μνήμην ἄγομεν, αὐτοῦ τὴν θείαν καὶ πάντιμον.
Ὕμνοις στέφομέν σε γόνε, Ἀθηνῶν ἱερώτατε, κάτοχε παιδείας, καὶ φιλοσοφίας τῆς θύραθεν, Ἀθηναγόρα παμμάκαρ θείου Πνεύματος, οἰκητήριον, καὶ θεολόγων ἀκρώρεια.
Ὅλῃ σῆς ψυχῆς ἐφέσει, ὡμολόγεις τὴν πίστιν σου, καὶ διδασκαλεῖον, ἐν Ἀλεξανδρείᾳ συνέστησας, ἐν ᾧ θρησκείαν ἐδίδασκες τοῦ Κτίσαντος, καὶ Παντάνακτος, Ἀθηναγόρα φιλόσοφε.
Θεοτοκίον.
Μὴ ἐάσῃς τῆς γεέννης, τοῦ πυρὸς παρανάλωμα, Σοὺς οἰκέτας Μῆτερ, τοῦ Θεοῦ γλυκεῖα καὶ ἄχραντε, γενέσθαι κράζομεν πόθῳ ἀλλ’ ἀξίωσον, πάντας γεύσασθαι, χαρᾶς ἀλήκτου βιώσεως.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Οὐ παύω γεραίρων σε, Ἀθηναγόρα ἔνδοξε, ἀπολογητὰ πνευματοφόρε· σὺ γὰρ πρεσβείαν, περὶ τῶν Χριστιανῶν, συνέγραψας ἔχουσαν λαμπρόν, ὕφος καὶ συνέπειαν, λογικὴν Πάτερ πάνσοφε.
Λαμπρύνεις τὰ τάγματα, Ἀθηναγόρα πίστεως, ὁμολογητῶν τῶν ἀπ’ αἰῶνος· διωκομένων, γὰρ χριστωνύμων πληθύν, στηρίζων τὰ βέλη κατ’ αὐτῆς, εὐθαρσῶς συνέτριψας, τὰ δολίως κινούμενα.
Ὀφθεὶς κῆρυξ ἔνθερμος, νεκρῶν τῆς ἀναστάσεως, ἔκραζες σὺν Παύλῳ Ἀποστόλῳ· εἰ οὐκ ἠγέρθη, ὁ Λυτρωτὴς καὶ Θεός, ἐκ τάφου ματαία ἡ ἡμῶν, πίστις πνευματέμφορε, θεολόγε φιλόσοφε.
Θεοτοκίον.
Γηθόμενοι ἅπαντες, ἀεί Σε μακαρίζομεν, κεχαριτωμένη Θεοτόκε, καὶ ταῖς πρεσβείαις, ταῖς Σαῖς ἐν βίου δεινοῖς, καὶ θλίψεσι δῆμοι τῶν βροτῶν, πίστει καταφεύγομεν, καὶ ταχὺ ἐκλυτρούμεθα.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἰθύνας Πάτερ κινήσεις σου, νοὸς πρὸς ἐφετῶν τὸ ἀκρότατον, Χριστὸν τὸν Κύριον, Ἀθηναγόρα ἐβάδισας, τῶν ἀρετῶν τὴν τρίβον, τὴν τρισμακάριστον.
Ἀνήρεσας θείοις λόγοις σου, δεινὰς κατηγορίας σοφώτατε, περὶ τῆς πίστεως, Ἀθηναγόρα τοῦ Κτίσαντος, καὶ ἤθους χριστωνύμων, ὡς ῥήτωρ ἔνθεος.
Ἰσχὺν λαῷ ἐπρυτάνευσας, πιστεύοντι Χριστῷ τῷ Παντάνακτι, καὶ κατετρόπωσας, Ἀθηναγόρα τοὺς σέβοντας, τοὺς λίθους τοὺς ἀψύχους, θεοφόρουμενε.
Θεοτοκίον.
Σωφρόνως Μῆτερ τὸν βίον μου, δικαίως διανῦσαι πανάμωμε, Θεογεννήτρια, καὶ εὐσεβῶς καταξίωσον, τὸν τάλανά Σου δοῦλον, τὸν Σοὶ προσφεύγοντα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς θείας χάριτος φανὸν τὸν τηλαυγέστατον, τὸν ἀναφθέντα ἐν Ἀθήναις εὐφημήσωμεν, καὶ φωτίσαντα τὸ σμῆνος τῶν χριστωνύμων, τῇ σοφίᾳ καὶ σεπτοῖς αὐτοῦ διδάγμασιν, εὐσθενῆ Ἀθηναγόραν τὸν θειότατον, ἀνακράζοντες· Χαίροις πίστεως ἔρεισμα.
Ὁ Οἶκος.
Ἄμπεμπτον πολιτείαν, ἐν κλεινῷ ἄστει ἄγων, σοφὲ Ἀθηναγόρα ὡράθης, θείας πίστεως φωταγωγός, καὶ εἰδώλων πλάνης ὀλετήρ· ὅθεν σε, τιμῶντες νῦν κραυγάζομεν, οἱ δῆμοι τῶν πιστῶν τοιαῦτα·
Χαῖρε, Κυρίου σεπτὸς θεράπων·
χαῖρε, ἀΰλου φωτὸς θεάμων.
Χαῖρε, ὅτι ὡμολόγησας παῤῥησίᾳ τὸν Χριστόν·
χαῖρε, ὅτι κατηγλάϊσας τὸν χριστώνυμον λαόν.
Χαῖρε, ὁμολογίας θείας πίστεως σάλπιγξ·
χαῖρε, ἀπολογίας ἀληθείας ἡ σῦριγξ.
Χαῖρε, σοφίας θείας ἀμάρυγμα·
χαῖρε, ἀνδρείας ἔμπνουν διάδημα.
Χαῖρε, Χριστοῦ ὁ τὸ κράτος δοξάσας·
χαῖρε, λαοῦ ὁ τοὺς δήμους φαιδρύνας.
Χαίροις, πίστεως ἔρεισμα.




Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀθηναγόρου τοῦ Ἀθηναίου, τοῦ ἀπολογητοῦ.
Σοφίᾳ λόγων σου ἐκράτυνας πίστιν,
Ἀθηναγόρα, ὁμολογίας βάθρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης.
Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ,
Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται.
Ψυχῆς μὲν ὄμμα παντεπότῃ Δεσπότῃ,
τείνει Καπίτων, τὸν τράχηλον δὲ ξίφει.
Ἔχαιρεν Ὑμέναιος ἥκων πρὸς ξίφος,
ὥσπερ πρὸς ὑμέναιον ἥκων νυμφίος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἑρμογενής, τοὺς ὀδόντας ὅλους ἐκριζωθείς, τελειοῦται.
Ἀνηλεῶς ὀδόντας, ἐκκρουσθεὶς ὅλους,
βρυγμοὺς ὁδόντων, Ἑρμόγενες ἐκφύγῃς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ ἐκ Θεσσαλονίκης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σαλομπτίνου, ἀρχιεπισκόπου Ἱεροσολύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Θεόφιλος ὁ Ζακύνθιος, ὁ ἐν τῇ Χίῳ μαρτυρήσας, ἐν ἔτει 1655ῳ, πυρὶ τελειοῦται.
Ὁ Θεόφιλος πυρποληθεὶς ἐν Χίῳ,
Θεοῦ φιλίαν εὗρεν· ὢ εὐτυχίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀθανάσιος, ὁ ἐκ Κίου Βιθυνίας, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1670ῳ, ξίφει τελειοῦται.
Ἀθανάσιε, δός τι καὶ λήψῃ μάκαρ,
δὸς τὴν κεφαλήν, κἀθανασίαν λάβε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μπορίσου καὶ Γλιέβου τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν
Χαῖρε πάνσοφε Ἀθηναγόρα πίστεως ἡμῶν ἑδραίωμα, διαπρυσίως Χριστοῦ, ὁ πᾶσαν ἀλήθειαν, κηρύξας Ἅγιε, καὶ τοὺς σέβοντας, ταὰ εἴδωλα ταῶν λόγων σου, προσελκύσας συνεπείᾳ.
Ὕμνοις πρέπουσι καὶ μελιχροῖς μελίσμασι ταὴν θείαν μνήμην σου, Ἀθηναγόρα λαμπρέ, ἀεὶ καταστέφομεν, ἀναβοῶντές σοι· Χαῖρε σύντριμμα, εἰδώλων καὶ κραταίωμα, ταῶν πιστῶν τοῦ Ναζωραίου.
Στοιχειούμενος ταῷ φόβῳ τοῦ Παντάνακτος γνῶσιν ἐπλούτησας, ταὴν σωστικὴν καὶ τοῖς σοῖς, ἐνθέοις διδάγμασι, τοὺς προσιόντας σοι, καθωδήγησας, πρὸς τοὺς λειμῶνας χάριτος, τοῦ Χριστοῦ Ἀθηναγόρα.
Θεοτοκίον.
Παμμακάριστε Θεοκυῆτορ πρόσδεξαι πιστῶν προσφύγων Σου, ἱκετηρίους εὐχάς, καὶ σῶσον ἐκ θλίψεων, καὶ περιστάσεων, πάσης Δέσποινα, τοὺς ἐφυμνίοις μέλποντας, μυστικῶς Σε εἰς αἰῶνας.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἴσχυσας τροπῶσαι πολεμίους, ταῆς πίστεως ταῖς βολαῖς σοφῶν φθεγμάτων σου, ταῶν ῥητόρων κλέϊσμα, καὶ λαμπρὸν ἀπαύγασμα, τοῦ φέγγους θείου Πνεύματος· διὸ τιμῶντές σου, ταὴν μνήμην ταὴν σεβάσμιον πάντες, σήμερον αἰνοῦμεν, ταὸν ἐνισχύσαντά σε.
Σύσκηνος Ἁγίων ἐν ὑψίστοις, ὑπάρχων Ἀθηναγόρα παναοίδιμε, καὶ ταῶν ὑπὲρ ἔννοιαν, θείων ἐπιλάμψεων, μετέχων ἐν σκηνώμασιν, ἀΰλοις πρέσβευε, Χριστῷ ὑπὲρ ταῶν πίστει τελούντων, σοῦ ἐν κατανύξει, ταὴν φωτοφόρον μνήμην.
Ταῆς τρισυποστάτου θεαρχίας, ταὸ κράτος Ἀθηναγόρα ἐμεγάλυνας, λόγοις τοῖς πανσόφοις σου, ἔνθεε φιλόσοφε· διὸ καὶ κατηξίωσαι, ἰδίοις ὄμμασιν, Αὐτὴν ἰδεῖν ἐν δώμασι δόξης, ταὴν ἀνυμνουμένην, ὑπὸ χορῶν Ἀγγέλων.
Θεοτοκίον.
Εὔθυνον ταὰ διαβήματά μου, ταῷ φόβῳ Θεοῦ καὶ Τόκου τοῦ ἀχράντου Σου, Παναγία Δέσποινα, πρὸς ζωῆς ἀτέρμονος, ταὰς ἐπιδόσεις κράζω Σοι, καὶ μὴ ἐάσῃς με, εἰς βόθυνον πεσεῖν ἁμαρτίας, καὶ ἀμπλακημάτων, εἰς λάκκον ψυχοκτόνων.










ᾨδὴ θ’. Ἅπας γηγενής.
Ὤφθης φωταυγής, ἀστὴρ θείας πίστεως, καὶ λύχνος πάμφωτος, καταυγάζων πέρατα, ταῆς οἰκουμένης, ἀκτῖσι λόγων σου, Ἀθηναγόρα πάνσεμνε, θεοειδέστατε· ὅθεν πάντες, νῦν σε μακαρίζοντες, ἐκτελοῦμεν ταὴν πάντιμον μνήμην σου.
Στῦλε ἀκλινές, Χριστοῦ θείας πίστεως, καὶ σάλπιγξ εὔσημε, ταῆς ἐξαναστάσεως, νεκρῶν μὴ παύσῃ, στηρίζων ἅπαντας, Ἀθηναγόρα πάνσοφε, τοὺς σὲ γεραίροντας, ῥάβδῳ θείων, πρεσβειῶν σου Ἅγιε, πρὸς Χριστὸν ταὸν Δεσπότην ταῆς κτίσεως.
Χαῖρε θησαυρέ, δογμάτων ἀσύλητε, Χριστοῦ ταῆς πίστεως, ἔνθεε διδάσκαλε, Ἀλεξανδρείας, καὶ λογιώτατε, ταῶν Ἀθηνῶν φιλόσοφε, ἀναβοῶντές σοι, μνήμην πάντες, ἄγομεν γηθόμενοι, οἱ πιστοὶ ταὴν σεπτὴν καὶ φωσφόρον σου.
Θεοτοκίον.
Μόνην γυναικῶν, ἀφράστως κυήσασαν, Χριστὸν θεάνθρωπον, δεῦτε ἀνυμνήσωμεν, ταὴν Παναγίαν, Θεογεννήτριαν, ἀναβοῶντες· Δέσποινα, ἴσθι ταῶν δούλων Σου, παραστάτις, ἐν τοῦ βίου θλίψεσι, καὶ θερμὴ ἀρωγὸς ταῶν προσφύγων Σου.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁμολογίας πίστεως, Ἀθηναγόρα ἔνδοξε, τῶν Ἀθηνῶν θεῖε γόνε, ὁ ἀκαθαίρετος πύργος, τὸ ὄμμα καταπάτησον, τὸ ἐπηρμένον Ἅγιε, ἐχθροῦ τοῦ παναλάστορος, καὶ μὴ ἐάσῃς ἀσόφως, ἡμᾶς τὸν βίον ἀνῦσαι.
Θεοτοκίον.
Θεογεννῆτορ Δέσποινα, μερόπων καταφύγιον, μὴ διαλίπῃς τὸν Κτίστην, καὶ Σὸν Υἱὸν δυσωποῦσα, πταισμάτων δοῦναι ἄφεσιν, τοῖς Σὲ ἀεὶ γεραίρουσι, καὶ καθ’ ἑκάστην ὄνομα, τὸ ἱερόν Σου φωνοῦσιν, εὐλογημένη Μαρία.















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μνήμην τὴν σεπτήν σου σήμερον, Ἀθηναγόρα κλεινέ, ἐκτελοῦντες γηθόμενοι, εὐθαρσῶς βοῶμέν σοι, φιλεόρτων οἱ σύλλογοι· σοφίας σκεῦος, Θεοῦ καὶ θύραθεν, καὶ ὑφηγῆτορ, ἐξαναστάσεως, τῶν ἐν τοῖς μνήμασι, μὴ ἐλλίπῃς Κύριον ἐκδυσωπῶν, δοῦναι τοῖς τιμῶσί σε, κατ’ ἄμφω δύναμιν.

Βάθρον ἀῤῥαγὲς τῆς πίστεως, ὁμολογίας κρηπίς, τῆς Τριάδος διδάσκαλε, καὶ πιστῶν ὑπέρμαχε, ἀκλινὲς εὐφημοῦμέν σε, Ἀθηναγόρα, περικλεέστατε, Θεοῦ σοφίας, κρουνὲ ἀείῤῥύτε, καὶ ἀνακράζομεν· τῶν ναμάτων πίστεως ἡμῶν ψυχάς, πλῆσον τῶν τιμώντων σου, τὴν θείαν κοίμησιν.

Ἔχων ὅπλον τὴν σοφίαν σου, Ἀθηναγόρα κλυτέ, καὶ στολὴν ἀμπεχόμενος, τοῦ Ἁγίου Πνεύματος, ὑπαντῆσαι θεσπέσιε, ἐξῆλθες λάτρεις, σεβόντων εἴδωλα, οὗς ἐτροπώσω, Θεοῦ τῇ χάριτι· ὅθεν τὴν μνήμην σου, νῦν τελοῦντες ἄσμενοι τὰς σὰς εὐχάς, πρὸς Θεὸν αἰτούμεθα, θεοειδέστατε.

Πλάνης τὴν ἀχλὺν ἀπήλασας, ἀκτῖσι σῶν διδαχῶν, ἀστραπαῖς τῶν φθεγμάτων σου, λόγων σου πυρσεύμασι, καὶ βολαῖς σου κηρύγματος, Ἀθηναγόρα, θεοφεγγέστατε, ὁ εὐγλωττίᾳ, τῇ σῇ τοῦ Κτίσαντος, πίστιν τὴν ἄμωμον, ἐνισχύσας πάνσεπτε καὶ τοῦ ἐχθροῦ, ἐδαφίσας ἔπαρσιν, τὴν θεομίσητον.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ τῆς ὁμολογίας στάδιον θεοπρεπῶς τελέσας, τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐδέξω, Ἀθηναγόρα ἀξιάγαστε. Σοφίας γὰρ πέλων χειμάῤῥους ἀείῤῥυτος, συνεργείᾳ θείᾳ ἐδρόσισας χριστωνύμων τὰς τάξεις, καὶ ἀσεβῶν δήμους ἀπέπνιξας. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων ἐν πόλῳ, πρέσβευε Χριστῷ σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, φιλοσόφων πάντων, Ἀθηναίων τὴν κορυφήν, εὔηχον κινύραν, τῆς πίστεως δογμάτων, σοφὸν Ἀθηναγόραν, τὸν ἀεισέβαστον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου