Τρίτη 13 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 29. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ





ΙΟΥΛΙΟΣ ΚΘ΄.

ΚΑΛΛΙΝΙΚΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

 Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Ἔλαμψας Καλλίνικε, ὥσπερ ἀστὴρ φαεινότατος, εὐσεβείας ταῖς λάμψεσι, καὶ σκότος διέλυσας, εἰδωλομανίας, ἀκτῖσι τῶν λόγων, καὶ μαρτυρίου τῷ φωτί, καὶ τῷ Σωτῆρι Χριστῷ ὡδήγησας, ἀνθρώπων πλήθη πάνσοφε, ὡς Ἀποστόλων ὁμόζηλος· διὰ τοῦτο τὴν μνήμην σου, ἑορτάζομεν σήμερον.

 

Ἤθεσι κοσμούμενος, θεοφιλέσι Καλλίνικε, καὶ ζωῆς καθαρότητι, ἄμεμπτος καὶ δίκαιος, καὶ πρᾶος ὡράθης, καὶ ἔμπλεως ζήλου, θεοσεβείας ἀληθῶς, καὶ λόγον θεῖον ἐκ τῶν χειλέων σου, ὡς γλυκασμὸν χρηστότητος, τοῖς ἐν τῇ πλάνῃ ἐπήγασας, καὶ τὸν δόλιον δράκοντα, τῇ ἀθλήσει σου ἔκτεινας.

 

Μάστιξι ξαινόμενος, τῆς δερματίνης νεκρώσεως, ἀπεβάλου τὸ ἔνδυμα, καὶ πόνοις ἀθλήσεως, χλαῖναν σωτηρίου, ἐξύφανας Μάρτυς, καὶ εὐφροσύνης ἀληθοῦς, χιτῶνα θεῖον καὶ πανυπέρλαμπρον, καὶ τοῦτον στολισάμενος, ὡς Ἀθλοφόρος ἀήττητος, τῷ Σωτῆρι καλλίνικε, γηθοσύνως παρέστηκας.

 

Θεῖον ὡς θυμίαμα, καὶ ὡς θυσία εὐπρόσδεκτος, καὶ σεπτὸν ὁλοκαύτωμα, προσήχθης Καλλίνικε, τῷ Σωτῆρι, πυρὶ τῆς καμίνου, καταφλεχθεὶς καρτερικῶς, καὶ τὰ βραβεῖα τῶν παλαισμάτων σου, ἀπέλαβες γηθόμενος, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον, ἱκετεύων ἑκάστοτε, τῶν τελούντων τὴν μνήμην σου.

 

Δόξα. Ἦχος β΄.

Τῆς ἀληθείας στοιχειωθεὶς τῇ πράξει, τῆς σωτηρίας τὴν τρίβον ὑπέδειξας, τοῖς πλανηθεῖσιν ὑπὸ τοῦ ὄφεως. Τὴν ἐν Χριστῷ γὰρ ἐλευθερίαν κηρύττων, μαρτυρικοῖς καμάτοις ἐβεβαίωσας, καὶ εὐσεβείας ἄθλοις ἐπιστώσω, τῶν λόγων τὴν ἀσφάλειαν· διὸ τὴν ἀξιέπαινον μνήμην σου, χαρμονικῶς τελοῦντες Καλλίνικε, πρέσβυν σε θερμότατον, πρὸς Χριστὸν προβαλλόμεθα, ὡς ἂν λιταῖς σου κομισώμεθα, εἰρήνην καὶ μέγα ἔλεος.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Κλήσει ὑποδηλῶν, τὴν ἐσομένην δόξαν, καλλίνικος ἐν πᾶσι, Καλλίνικε ὡράθης, λαμπρῶς ἀγωνισάμενος.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ζήλου συγκοινωνός, τῶν Ἀποστόλων ὤφθης, Καλλίνικε παμμάκαρ, καὶ μαρτυρίου πόνοις, ἠρίστευσας ὡς ἄσαρκος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ὕδωρ τῇ προσευχῇ, ἐκ πέτρας ἀναβλύσας, Καλλίνικε τρισμάκαρ, κατάρδευσον τὸν νοῦν, τοῖς νάμασι τῆς χάριτος.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ὁμόδοξε Θεότης, λιταῖς τοῦ Καλλινίκου, ἐλέησον τοὺς δούλους Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τέτοκας ὑπὲρ νοῦν, τὸν πάντων Βασιλέα, ἐκ Σοῦ σωματωθέντα, Ὑπεραγία Κόρη, ᾧ πρέσβευε σωθῆναί με.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος γ’. Θείας πίστεως.

Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκος καλλίστον, ἤρας ἐν ἄθλοις, καταλλήλως γεγονῶς ὁ προκέκλησαι, σὺ γὰρ καλῶς τὸν ἀγῶνα τελέσας σου, ὡς νικητὴς ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν προσόμοια τοῦ Ἁγίου Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος

Μάρτυς θεόφρον Καλλίνικε, ὑπὲρ τὸ ζῆν τὸ θανεῖν, εὐσεβῶς προελόμενος, τοῦ Χριστοῦ τὸν θάνατον, ἀληθῶς ἐξεικόνισας· ἀθανασίας ὅθεν ἐπέτυχες, καὶ ἀνεσπέρου μακαριότητος, ἔνθα τὰ τάγματα, τῶν Ἀγγέλων πέφυκε, καὶ Ἀθλητῶν, πάντων ἀγαλλόμενος, σκηνώσας ἔνδοξε.

Μάρτυς παμμάκαρ Καλλίνικε, πρὸς ἀοράτους ἐχθρούς, τὸν ἀόρατον Κύριον, συμμαχίαν ἄμαχον, κεκτημένος ἀνέστησας, ἀθανασίας μεγάλα τρόπαια, τὸν ἐξαλείφειν γῆν τε καὶ θάλασσαν, κατακαυχώμενον, τῇ πυγμῇ τῶν ἄθλων σου, καταβαλών, καὶ τῇ τῶν αἱμάτων σου, καταποντίσας ῥοῇ.

Τὸν τῆς εὐσεβείας πρόμαχον, καὶ καθαιρέτην ἐχθροῦ, καὶ Μαρτύρων συνόμιλον, καὶ ναὸν τοῦ Πνεύματος, τοῦ Ἁγίου γενόμενον, τὸν στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τῶν ἰαμάτων τὸ ἀδαπάνητον, ὄντως θησαύρισμα, τῶν πιστῶν τὸ στήριγμα, τὸν θαυμαστόν, σήμερον Καλλίνικον, ὕμνοις τιμήσωμεν.

 

Ἕτερα. Ἦχος δ’. Ὁ ἐξ ὑψίστου κληθείς.

Τῶν Ἀποστόλων τὸν ζῆλον κεκτημένος, τὸν λόγον τῆς πίστεως, λαμπρῶς ἐκήρυξας, τοῖς ἐν ἀπάτῃ καθεύδουσι, τῆς ἀγνωσίας, βίου λαμπρότητι σεμνυνόμενος, Καλλίνικε ἔνδοξε τῶν Ἀθλητῶν καλλονή, καὶ φερωνύμως καλλίνικος, παρὰ Κυρίου, στέφος ἐδέξω ἀθλήσας ἄριστα· ὅθεν τὴν μνήμην τὴν ἁγίαν σου, γεγηθότες τελοῦντες βοῶμέν σοι· καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Τὸν ἐκ Παρθένου ἀφράστως σαρκωθέντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ κόσμον σώσαντα, δι’ εὐσπλαγχνίαν ἀνέκφραστον, ὁμολογήσας, Θεὸν τῶν ὅλων καὶ πάντων Κύριον, εἰδώλων διήλεγξας τὴν ματαιότητα, καὶ τῷ φωτὶ ἐσημείωσας, τῆς εὐσεβείας, τοὺς δεξαμένους τὸν θεῖον λόγον σου, καὶ ἐναθλήσας ὡς ἀσήμαντος, ἐδοξάσθης ἀξίως Καλλίνικε, ἱκετεύων ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὑποδησάμενος κρίσει τῇ ἀδίκῳ, κρηπῖδας Καλλίνικε τὰς σιδηρᾶς ἀπηνῶς, τῶν ἐν αὐτοῖς ἥλων τέτρωσαι, ταῖς ὀξυτάταις, αἰχμαῖς τοὺς πόδας σου παναοίδιμε, ξεσμοὺς δὲ ὑπήνεγκας ὡς ἄλλου πάσχοντος, τὸ τῆς φθορᾶς καὶ νεκρώσεως, πάχος θεόφρον, ἀπολεγόμενος γνώμῃ κρείττονι, καὶ ὥσπερ θῦμα εὐωδέστατον, προσηνέχθης Χριστῷ τῷ Θεῷ ἡμῶν, τοῦ πυρὸς ὑπομείνας, ἀνενδότως τὴν κατάφλεξιν.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἀνέτειλεν ἡμῖν, ἡ ἔνδοξος μνήμη τοῦ Ἀθλοφόρου Καλλινίκου, τοὺς εὐσεβεῖς συγκαλοῦσα, πρὸς εὐφροσύνην μυστικήν. Δεῦτε οὖν, τῶν ἐν αὐτῇ καλῶν τρυφήσωμεν, ὁμοφώνως βοῶντες· χαίροις, ὁ τὴν θεϊκὴν πανοπλίαν ἀναλαβών, καὶ τοῦ σκότους θριαμβεύσας τὸν ἄρχοντα· χαίροις, ὁ τὸν καλὸν ἀνύσας ἀγῶνα, καὶ τοῖς οἰκείοις μέλεσι δοξάσας, τῆς δόξης τὸν Κύριον· χαίροις, τῶν Μαρτύρων θεῖον ἐγκαλλώπισμα, καὶ τῶν πιστῶς τελούντων τὴν μνήμην σου, κάλλιστον γέρας. Ὑπὲρ ὧν ἱκέτευε, Χριστὸν τὸν μόνον φιλάνθρωπον.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ὡς τῆς σοφίας τρόφιμος, τοῦ Εὐαγγελίου τῆς χάριτος, τὸν λόγον ἐκήρυξας, Ἀθλοφόρε Καλλίνικε. Τῶν γὰρ καλῶν ταῖς ἰδέαις, θεοφρόνως στοιχειωθείς, τὴν ψυχήν σου τέθεικας, ὑπὲρ τῆς τῶν πολλῶν σωτηρίας, τὸν Σωτῆρα μιμούμενος. Καὶ ἀποστολικὴν ἀνύσας πορείαν, σὺν τῷ Παύλῳ ἔκραζες, ἱερῶς ἀγωνιζόμενος. Τίς ἡμᾶς χωρίσει, τῆς ἀγάπης Χριστοῦ, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἐνισχύοντος, τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὗ τῆς κακίας ῥῦσαι ἡμᾶς, τοὺς ἑορτάζοντας ἔνδοξε, τὴν ἁγίαν μνήμην σου.

 

Ἦχος β΄.

Στρατευθεὶς τῷ Βασιλεῖ τῶν αἰώνων, τοῦ φωτὸς ἐνδύσω τὰ ὅπλα, ἐν ἀνδρείᾳ ψυχῆς Καλλίνικε, καὶ φρονήσει θεόφρονι. Τὴν ἀληθῆ γὰρ ποθήσας δόξαν, τῶν ἐπὶ γῆς τερπνῶν ἐπανέστης, σκύβαλα τὰ πάντα ἡγησάμενος. Καὶ τοῦ ἐχθροῦ καταβαλὼν τὰς δυνάμεις, τῇ στεῤῥοτάτῃ ἀθλήσει σου, τῆς εὐσεβείας ὑπέδειξας, τὴν χάριν διαλάμπουσαν· διὸ τοὺς ἀγῶνάς σου, ὁ ἀθλοθέτης Χριστὸς ἐδόξασε.

 

Ἦχος γ΄.

Τοῦ μαρτυρίου διανύων τὴν τρίβον, τὸν ἐπιτηροῦντα τὸν πτέρναν ὡς γέγραπται, παλαμναῖον ὄφιν, τοῖς σταλαγμοῖς τῶν αἱμάτων σου, τοῖς ἐκ τῶν πόδων Καλλίνικε, ἀληθῶς ἀπετύφλωσας. Σιδηραῖς γὰρ κρηπῖσι καθηλωθείς, ἀπροσκόπτως ἐβάδισας, τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν, ὡς σταδιοδρόμος εὐσταλής. Καὶ τὸν μέγιστον τελέσας ἀγῶνα, περιφανῆ ἦρας νίκην, καὶ ἀθλητικῷ στέφει δεδόξασαι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.

Τῆς εὐσεβείας τὸ κήρυγμα, ἐν οὐρανίῳ σοφίᾳ Καλλίνικε, τοῖς πεπλανημένοις κηρύξας, στόμα θεῖον πέφηνας, πολλοὺς ἀξίους Κυρίῳ ἐκ ἀναξίων ἐξαγαγών. Καὶ πρὸς μαρτυρικοὺς ἀγῶνας ἀποδυσάμενος, ἐν Χριστῷ ἠνδραγάθησας, τῶν ἀντικειμένων περιγενόμενος. Καὶ ἐν θαύμασι μεγαλυνθείς, ὕδωρ ἐκ πέτρας ἔβλυσας, καὶ τοὺς διψῶντας ἐπότισας. Πότισον οὖν καὶ ἡμᾶς, τῆς ἀθανασίας τῷ ὕδατι δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Τοῦ Ἁγίου Πνεύματος τὴν χάριν ἐνδεδυμένος Καλλίνικε, φερωνύμως τὸν καλλίνικον ἀγῶνα, νομίμως ἠγωνίσω. Κάλλει γὰρ θεουργικῷ, τῆς ἀληθοῦς εὐπρεπείας, πτερωθεὶς τὴν διάνοιαν, ἀρετῶν ταῖς καλλοναῖς, καὶ μαρτυρίου ταῖς ἀριστείαις, ἐπὶ γῆς διέπρεψας, Χριστὸν δοξάσας τῇ ἀθλήσει σου· διὸ τῆς ἀθανάτου δόξης ἠξίωσε, καὶ τὸ διάδημα τοῦ κάλλους τῆς ἀφθαρσίας, ἐκ χειρὸς Κυρίου εἴληφας, ὡς Ἀθλητὴς ἀκαταγώνιστος.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν Ἀθλητῶν καλλονή, τῶν Ἀποστόλων μιμητὴς καὶ ὁμόζηλος· κατ’ ἴχνος γὰρ τούτοις βαίνων, πόλεις διῆλθες πολλάς, καὶ τῆς εὐσεβείας τὸ μυστήριον, πανσόφως ἐκήρυξας, τοῖς ἐν σκότει καθεύδουσι, τῆς ἀγνωσίας, καὶ τῷ φέγγει τῶν λόγων σου, τούτους ηὔγασας, ὡς ἀστὴρ θεαυγέστατος· ὅθεν καὶ ὑπερήθλησας, τῆς δόξης τοῦ Κτίσαντος, ὑπεριδὼν πάντα πόνον, μεγαλομάρτυς Καλλίνικε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Κλῆσιν τὴν νικηφόρον πλουτῶν, δι’ ἔργων ταύτην ἀληθεύουσαν ἔδειξας, νικήσας ἐν τοῖς ἀγῶσι, τῇ συμμαχίᾳ Χριστοῦ, τὸν τοῦ σκότους Μάρτυς κοσμοκράτορα, καὶ νίκης διάδημα, καὶ τοῦ κάλλους τὴν ἔλλαμψιν, τοῦ ὑπὲρ λόγον, ὡς ὁπλίτης καλλίνικος, χαίρων ἔλαβες, ἐκ χειρὸς τοῦ Παντάνακτος· ὅθεν συνὼν ταῖς τάξεσι, τῶν ἄνω Δυνάμεων, καὶ εὐκληρίας ἀφράστου, καταπολαύων Καλλίνικε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἔνδον ἐν τῇ καρδίᾳ λαβών, τὸ πῦρ τὸ θεῖον Ἀθλοφόρε Καλλίνικε, ὃ ἦλθεν βαλεῖν ὁ Λόγος, ἐν ταῖς ψυχαῖς τῶν πιστῶν, ἀληθείας τρόποις σεμνυνόμενος, ὡς ἄσαρκος ἔφερες, τῆς σαρκὸς τὰ ἐπίπονα, εἱρκτὰς καὶ ξέσεις, καὶ ποδῶν τὴν καθήλωσιν, δι’ ἧς ἤμβλυνας, τὴν ὁρμὴν τοῦ ἀλάστορος· ὅθεν ὡς ὁλοκαύτωμα, Χριστῷ προσενήνεξαι, ὡς ἀπτοήτως ἐῤῥίφθης, τῇ ἀναφθείσῃ καμίνῳ σοι. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Φωστὴρ ὢν ἀειφανής, τῆς εὐσεβείας Καλλίνικε, τοῖς λόγοις διαλάμπεις, καὶ τοῖς ἄθλοις διαυγάζεις τὰ κρείττονα· ὅθεν ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῶν δαιμόνων τὰ θράση, καὶ τῶν βασάνων τὰ ἄλγη, σκυβαλήσας παρέδραμες, καὶ τῷ Σωτῆρι παρέστης, χάριν ἡμῖν αἰτούμενος καὶ ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος γ’. Θείας πίστεως.

Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκος καλλίστον, ἤρας ἐν ἄθλοις, καταλλήλως γεγονῶς ὁ προκέκλησαι, σὺ γὰρ καλῶς τὸν ἀγῶνα τελέσας σου, ὡς νικητὴς ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’ . Τὸν τάφον Σου Σωτήρ.

Ὡς αὔραν μυστικήν, τὴν τοῦ Πνεύματος χάριν, τοῦ θέρους τῇ ἀκμῇ, ἡ ἁγία σου μνήμη, ἐπέστη διαπνέουσα, τοῖς τιμῶσί σε Ἅγιε, καὶ δροσίζουσα, τῶν εὐσεβῶν τὰς καρδίας· ἣν γεραίροντες, τοὺς σοὺς καμάτους ὑμνοῦμεν, Καλλίνικε ἔνδοξε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παράδεισος τερπνός, ζωῆς ἔχουσα ξύλον, ὡράθης ἀληθῶς, Θεοτόκε Παρθένε· ἐκ Σοῦ γὰρ σεσωμάτωσαι, ὁ ὑπέρθεος Κύριος, οὗ τὰ στίγματα, ἐν τῇ σαρκὶ αὐτοῦ Κόρη, ὁ Καλλίνικος, ἔρωτι θείῳ βαστάσας, ἀνδρείως ἐνήθλησε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ταῖς κρηπῖσιν ἔνδοξε, καθηλωμένος, τὴν ὁδὸν διέδραμες, τοῦ μαρτυρίου ἀνδρικῶς, καὶ σταλαγμοῖς τῶν αἱμάτων σου, τὸν παλαμναῖον ἐτύφλωσας δράκοντα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐν ἀγκάλαις φέρουσα, ὃν πρὸ αἰώνων, ὁ Πατὴρ ἐγέννησεν, ἀῤῥεύστως τε καὶ ἀπαθῶς, βασιλικὸν ὤφθης ὄχημα, Θεογεννῆτορ, τὸν Κτίστην βαστάζουσα.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Εὐσεβείας τοῖς ἔργοις εὐδοκιμῶν, ἀσεβείας τὰ ἤθη ἀπομειῶν, γενναίως ἠγώνισαι, κατὰ τοῦ πολεμήτορος, καὶ θαυμαστὸς ἐν ἄθλοις ἐδείχθης μακάριε· ὡς γὰρ Μωσῆς ἐκ πέτρας, πηγὴν βλύζεις ὕδατος· ὅθεν καὶ τὸ τέλος, ἐν πυρὶ δεδεγμένος, πρὸς φῶς ἐξεδήμησας, ἀφθαρσίας τὸ ἄδυτον, Ἀθλοφόρε Καλλίνικε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἡ πρὸ πάντων αἰώνων τῷ Ποιητῇ, ὁρισθεῖσα ὡς πάναγνος καὶ καλή, καὶ τοῦτον γεννήσασα, ἐξ ἀχράντων αἱμάτων Σου, καὶ μετὰ τόκον πάλιν, ἁγνὴ διαμείνασα, εὐλογημένη Κόρη, Παρθένε πανάμωμε, κάθαρον τὸν νοῦν μου, τῶν παθῶν τῆς ἀχλύος, καὶ λάμπρυνον δέομαι, τὴν καρδίαν μου ἄχραντε, ἀγλαΐᾳ τῆς δόξης Σου. Σὺ γάρ μου προστασία θερμή, καὶ τῇ θείᾳ ἀρωγῇ Σου πέποιθα, ἵνα τύχω ἐλέους καὶ θείας χρηστότητος.

 

 

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἀθλοφόρε Καλλίνικε, τὸν καλὸν ἀγωνισάμενος ἀγῶνα, καὶ τῷ στρατολογήσαντι ἀρέσας, τῆς μεγαλοπρεποῦς δόξης ἠξίωσαι, καὶ κατὰ μετοχὴν θείαν ἐθεώθης. Πρέσβευε δεόμεθα μακάριε, τῷ Ἀθλοθέτῃ Κυρίῳ, τυχεῖν καὶ ἡμᾶς, τῆς οὐρανίου μακαριότητος.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ἀθλητὰ Καλλίνικε, τὴν ᾠδὴν δέχου εὐμενῶς.

ᾨδὴ α'  Ἦχος δ' Ἅρματα Φαραὼ

ρματι νοητῷ, ἐπιβὰς ὡς ἀληθῶς, τριστάτας ἐπόντισας, τοῦ νοητοῦ Αἰγυπτίου, ἐν τῇ τῶν αἱμάτων σου ἐρυθρᾷ, Μαρτύρων κλέος Καλλίνικε.

Θείαν περιβολήν, ἐνδυσάμενος, σοφέ, στολὴν τὴν ἐπίγειον, ἀπεξεδύσω παμμάκαρ, καὶ πρὸς τὸν ἀγῶνα ὥρμησας, καὶ τὸν ἐχθρὸν ἐθριάμβευσας.

Λύσας τὰς τοῦ ἐχθροῦ, πολυπλόκους μηχανάς, δεσμεῖς ἐν τοῖς ἄθλοις σου, καὶ ἀνενέργητον τοῦτον, ἔῤῥιψας εἰς γῆν Καλλίνικε, καὶ τοῖς ποσί σου συνέτριψας.

Θεοτοκίον

νπερ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην οὐράνιον, καὶ βάτον ἀκατάφλεκτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν τεκοῦσαν ἐπέγνωμεν.

ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Ὁ στερεῶν βροντήν

Τῇ τοῦ Χριστοῦ ἀγάπῃ τετρωμένος, ὁ Μάρτυς ἀνέκραζεν, ἐν τοῖς ἀγῶσιν ἐγκαρτερῶν· Εἰς ὀσμὴν δραμοῦμαι μύρων, ἀκολουθῶν τῷ Πάθει σου, τῇ ἀθλήσει τῇ δι' αἵματος.

νεπιβούλευτος διετηρήθης, ἐκ τῶν βελῶν τοῦ ὄφεως· τὴν σὴν γὰρ πτέρναν ὁ σοφιστής, ἐν τοῖς ἥλοις διατρήσας, τὴν κεφαλὴν συντρίβεται, Καλλίνικε τοῖς ἄθλοις σου.

Κατατεμὼν τῆς πλάνης τὰς ἀκάνθας, μαχαίρᾳ τῇ τοῦ Πνεύματος, τὴν τοῦ Χριστοῦ πίστιν ἀπλανῶς, ἐγεώργησας παμμάκαρ, εἰς ἑκατὸν τοὺς πόνους, προσάξας τῷ Δεσπότῃ σου.

Θεοτοκίον

νερμηνεύτου τόκου καὶ λοχείας, σὺ μόνη μήτηρ γέγονας, ἐν τῇ νηδύϊ σου τὸν πρὸ σοῦ, συλλαβοῦσα Θεὸν Λόγον, καὶ γαλουχοῦσα Παρθένος, ὡς βρέφος τὸν προάναρχον.

Κάθισμα. Ἦχος γ' Θείας πίστεως

Ζῆλον ἔνθεον, ἐν τῇ ψυχῇ σου, ἔχων ἔνδοξε, τοὺς ἀνομοῦντας, διακενῆς καρτερικῶς διήλεγξας, καὶ ὁμιλήσας βασάνοις διήνυσας, τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι, Μάρτυς Καλλίνικε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Εἰσακήκοα ὁ Θεὸς

Λελουμένος ἐν ταῖς ῥοαῖς, τῶν σῶν αἱμάτων, παμμάκαρ ὤφθης, καθαρώτατος τῷ πνεύματι, καὶ εἰς λῆξιν ἔφθασας, τῶν Ἀσωμάτων Μάρτυς Καλλίνικε.

Λίθος ἔντιμος ἀληθῶς, ᾠκοδομήθης τῇ Ἐκκλησίᾳ, καὶ ναοὺς εἰδώλων ἔσεισας, καὶ εἰς γῆν κατέβαλες, τῇ ἀκλινεῖ ἐνστάσει τῶν ἄθλων σου.

οβόλους τὰς τῶν ἐχθρῶν, θωπείας ὄντως ἀπώσω Μάρτυς, ἐν τοῖς λόγοις δὲ τοῦ Πνεύματος, τὴν ψυχὴν ῥωννύμενος, κατὰ τῆς πλάνης ἔστησας τρόπαιον.

Θεοτοκίον

Νῦν σε βάτον τὴν ἐν Σινᾷ, προδιαγράφων Μωσῆς ὁ μέγας, ἀκατάφλεκτον ἑώρακε, τὸ πῦρ τῆς Θεότητος, ἐν τῇ νηδύϊ φέρουσαν ἄχραντε.

ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Ἀνάτειλόν μοι Κύριε

λύϊ περιέπεσον, ἀνυποστάτῳ Κύριε, καὶ ἐν βυθῷ τῆς ἁμαρτίας τε, καὶ τῇ καταιγίδι τῶν δεινῶν μου πράξεων, ἐμπαγεὶς κραυγάζω σοι· Σὺ γενοῦ μοι βοηθός.

Κρηπῖσι καθηλούμενος, τοὺς πόδας Μάρτυς ἔψαλλες· Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου, πλουσίως κατετέρφθην, ἀθλοθέτα Δέσποτα, ὑπομένων στίγματα, τῇ ἐλπίδι τῶν μισθῶν.

λαίῳ σῷ τὸν ἔλεον, καλῶς ἐμπορευσάμενος, τοῦ μαρτυρίου τὴν λαμπάδα σου, ἐφαίδρυνας παμμάκαρ, δι' ἧς ὅλος γέγονας, ἱερεῖον ἄμωμον, ὁλοκαύτωμα δεκτόν.

Θεοτοκίον

Τῶν Προφητῶν τὸ κήρυγμα, καὶ Ἀποστόλων καύχημα, καὶ τῶν Μαρτύρων ἐγκαλλώπισμα, ὑπάρχεις Θεοτόκε, Θεὸν Λόγον φέρουσα, ὑπὲρ λόγον πάναγνε, τὸν πρὸ αἰώνων ἐκ Πατρός.

ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Τῶν πταισμάτων τῇ ζάλῃ

τῆς ποίμνης σου μάνδρα ἀνεπίβατος, ἐκ τῶν θηρίων ἐτηρήθη τῶν αἱρέσεων· τῶν σῶν γὰρ ἄθλων ἔνδοξε, κατέχουσα τὴν στεῤῥὰν βακτηρίαν, τῶν λύκων ὤφθη διώκτρια.

Νὺξ ἠλάθη τῆς πλάνης τῇ ἀθλήσει σου, καὶ τὸ τῆς πίστεως κάλλος ἐξανέτειλεν, ἐν τῇ ὁμολογίᾳ σου Πανένδοξε, τῆς Τριάδος ὁπλῖτα, ὡς ἥλιος ἐν τοῖς πέρασιν.

ς τῆς πίστεως κήρυξ ἀκριβέστατος, τῷ ἀσεβοῦντι ἐβόας ἑτοιμότατα· Τί ἀπειλεῖς τῷ ἔχοντι ἀδάμαντος, τὴν ψυχὴν στεῤῥοτέραν· τὰ βέλη γὰρ τῶν ἀθέων κοῦφα.

Θεοτοκίον

Διαμένεις ἐκ τόκου ἀπειρόγαμος, ὡς πρὸ τοῦ τόκου καὶ ἀνέπαφος· τὸ γὰρ ἐν σοὶ μυστήριον Θεόνυμφε, ὑπὲρ ἔννοιαν πᾶσαν, καὶ πάντα λόγον γνωρίζεται.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς

Ταῖς ἐπομβρίαις τῶν ἐνθέων σου λόγων, τῆς ἀσεβείας κατασβέσας τὴν φλόγα, μαρτυρικοῖς διέλαμψας παλαίσμασι σοφέ· ὅθεν καὶ εἰσέδραμες, τῇ καμίνῳ προθύμως, ἐκβοῶν Καλλίνικε, τῷ ἰσχύν σοι διδόντι· ἐν τῷ φωτί με ἴθυνον τῷ σῷ, τὸν ἐν πυρί σε, Χριστὲ μεγαλύναντα.

Ὁ Οἶκος.

Ἐκ τῆς Κιλίκων χώρας ὡς ῥόδον φυείς, καὶ τοῦ ἀποστολικοῦ ζήλου τὴν εὐωδίαν δεχθείς, εὐαγγελικῷ κηρύγματι, τὴν δυσσεβῆ πλάνην διήλεγξας, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ τῆς ἀπάτης ηὔγασας, καὶ τῷ Τριαδικῷ φωτὶ προσενήνοχας· ὅθεν τῇ τυραννικῇ ἀπηνείᾳ ἀντιταξάμενος, μαστίγων καὶ ξεσμῶν τὸ ἄλγος ἤνεγκας, καὶ τοῖς κρηπῖσι τῶν ποδῶν τὴν πλάνην ἤμβλυνας· ἔνθεν ὁλοκαυτωθεὶς ὡς θῦμα ἐν πυρὶ Καλλίνικε, πρὸς τὸ ἀνέσπερον φῶς ἐξεδήμησας, ἀνυμνῶν Χριστὸν τὸν σὲ μεγαλύναντα.

 

Συναξάριον.

Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Πῦρ φλέγον Ἄγγελος

δονῆς μοι πρόξενα, τὰ τῶν κολάσεων ὑπάρχουσι φόβητρα· οὐ γὰρ πῦρ οὐ, μάστιγες, τοῦ ἀληθοῦς ἐραστοῦ μου, ὁ Μάρτυς ἐβόα, χωρίσει με.

Νευρούμενος ἔνδοξε, τῇ συμμαχίᾳ Χριστοῦ, εἰς γῆν τὸν ἀντίπαλον, ἐκπαλαίσας ἔῤῥιψας, καὶ φερωνύμως ἐδείχθης, κατὰ τῶν τυράννων καλλίνικος.

Διάβολον ᾔσχυνας, Ἀγγέλους εὔφρανας, τοῖς ἄθλοις σου, ἔνδοξε, καὶ Χριστῷ ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ μόνος, ὑπάρχων Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

λυσας τῷ τόκῳ σου, Παρθένε ἄχραντε, Εὔας της προμήτορος, τὴν ἀράν· ὑπάρχεις γάρ, Μήτηρ τοῦ πάντων Δεσπότου, τοῖς πᾶσι χαρὰν προξενήσασα.

ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Τὰ σύμπαντα Δέσποτα

Χαίροις ἐντρύφημα, τῶν ἀθλητῶν τῆς ἀληθείας, Χαίροις τὸ καλλώπισμα τῆς πίστεως καὶ κλέος, Χαίροις ὁ λαμπρότατος τῶν μαρτύρων φωσφόρος, ὁ τὴν πλάνην σκεδάσας τῇ ἀθλήσει σου, καὶ τὸ φῶς ἀναλάμψας τῷ κόσμῳ, Καλλίνικε πάνσοφε.

τύραννος ᾐσχύνθη, τῇ τῶν ἀγώνων σου ἐνστάσει, ἡττήθησαν δήμιοι τοῖς μώλωψί σου μάκαρ, τοῖς ἥλοις τῆς πτέρνης σου κατετρώθη ἡ πλάνη, κατεφλέχθη δὲ πάντα καὶ ἠφάνισται, τῶν εἰδώλων τεμένη, πυρὶ ἐναθλοῦντός σου.

πὲρ τῶν τιμώντων σε, τῇ πρὸς Θεόν σου παῤῥησίᾳ, Καλλίνικε χρώμενος, ἱκέτευε ἀπαύστως, τῆς ποίμνης σου πρόστηθι, ἐξαιρούμενος ταύτην, τῶν ποικίλων παγίδων τοῦ ἀλάστορος, καὶ στηρίζων τῇ πίστει· ἐν σοὶ γὰρ αὐχεῖ καὶ κρατύνεται.

Θεοτοκίον

ν Πνεύματι Προφῆται, σὲ τὴν Παρθένον προτυποῦσι, σκηνήν τε καὶ τράπεζαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ ὄρος πανάγιον, καὶ νεφέλην καὶ πλάκα, κιβωτὸν τε καὶ ῥάβδον, πύλην ἔνθεον, δι' ἧς πᾶσιν ἀνθρώποις, ἠνοίχθη ὁ πάλαι Παράδεισος.

ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου Τὸν ἄσπορον τόκον σου

φάνθη σοι ἄνωθεν, ὁ χιτὼν τῆς πίστεως, δι' οὗ ἀπεγύμνωσας τὸν ἐχθρὸν ἐν σταδίῳ, Μάρτυς ἔνδοξε.

Μεμηνὼς ὁ τύραννος, ὑπεκλύειν ᾤετο, θωπείαις τὸν Μάρτυρα, ἀλλ' αὐτὸς τῇ πίστει ἐστερέωτο.

Εὐθὲς ὁλοκαύτωμα, καὶ δεκτὸν θυμίαμα, Καλλίνικε ἔνδοξε, τῷ πυρὶ τῶν ἀγώνων προσηνέχθης Θεῷ.

Νέον σε Παράδεισον, οἱ πιστοὶ γνωρίσαντες, τοῖς πόνοις τῶν ἄθλων σου, ὡς ἐκ θείων ναμάτων ποτιζόμεθα.

ραῖοι οἱ πόδες σου, ἀθλητὰ Καλλίνικε, τοῖς ἥλοις πειρώμενοι, καὶ πρὸς κήρυγμα θεῖον πορευόμενοι.

Θεοτοκίον

Σκέπην σε κεκτήμεθα, καὶ λιμένα πάναγνε καὶ ὅπλον καὶ ἄγκυραν, καὶ βεβαίαν ἐλπίδα ἐν κινδύνοις ἀεί.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ταῖς τῶν ποδῶν σου τρώσεσι, τὸν ὄφιν ἀπετύφλωσας, καὶ τοῖς ξεσμοῖς ἐνεδύσω, δικαιοσύνης τὴν βύσσον, πυρὸς τῇ καταφλέξει δε, ὡς ὕλην εὐκατάπρηστον, Καλλίνικε κατέφλεξας, τὴν τῶν εἰδώλων ἀπάτην· διό σε πάντες τιμῶμεν.

Θεοτοκίον

Ἐκ Σοῦ ἀναλαβόμενος, Θεὸς ἡμῶν τὸ φύραμα, διπλοῦς Παρθένε προῆλθεν, ἐν ὑποστάσει μιᾷ δε, διπλῆν καὶ τὴν ἐνέργειαν, καὶ θέλησιν δεικνύμενος, καὶ Θεὸς ὃ ἦν μείνας, φθορᾶς λυτροῦται τὸν κόσμον, καὶ τὸν Ἀδὰμ ἀναπλάττει.

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὴν τοῦ πτωχεύσαντος δόξαν πλούτῳ χρηστότητος, Χριστοῦ τοῦ Ζωοδότου, καὶ πλουτήσαντος κόσμον, ζωὴν καὶ ἀφθαρσίαν κηρύξας σοφῶς, Ἀθλοφόρε Καλλίνικε, περιφανῆ ἦρας νίκην καὶ εὐκλεῆ, ἀληθῶς κατὰ τοῦ ὄφεως.

 

Τῶν σπαραγμῶν ἀφειδήσας μαρτυρικῶς, τῆς σαρκὸς τῶν σιδηρῶν κρηπίδων, ἐν ποσί σου τὰς τρώσεις, ὑπέστης Ἀθλοφόρε καὶ τὸν ἐχθρόν, τὸν τὴν πτέρναν ὡς γέγραπται, ἐπιτηροῦντα ἐπάτησας ἀνδρικῶς, καὶ ζωῆς θείας ἠξίωσαι.

 

Μαρτυρικαῖς ἀριστείαις καλλωπιζόμενος, τῇ πρὸς Χριστὸν εὐχῇ σου, πηγὴν ὕδατος βλύζεις, ἐκ πέτρας τῆς ἀνίκμου καὶ δαψιλῶς, τοὺς διψῶντας ἐπότισας· διὸ ὑμνοῦμεν Καλλίνικε θαυμαστέ, τὰ λαμπρά σου κατορθώματα.

 

Τοὺς ἐν καμίνῳ ζηλώσας τρεῖς Παῖδας Ἅγιε, τὴν ἀναφθεῖσαν φλόγα, εἰσέδραμες ἀνδρείως, ἐκεῖθεν πρὸς ἀΰλους διαμονάς, καὶ πρὸς φῶς τὸ Τρισήλιον, τροπαιοφόρος ἀνῆλθες ὑπὲρ ἡμῶν, δυσωπῶν Χριστὸν Καλλίνικε.

 

Δόξα. Ἦχος δ΄.

ᾈσματικοῖς ἐγκωμίοις ἑορτάζομεν, τὴν πανευκλεῆ σου μνήμην, Ἀθλοφόρε Χριστοῦ Καλλίνικε ἔνδοξε. Σὺ γὰρ τῷ Σωτῆρι ἀκολουθήσας, τὴν τελειοτάτην πρὸς αὐτὸν ἀγάπην, τοῖς ὑπὲρ τῆς ἀληθείας σκάμμασι, καὶ τῷ μαρτυρικῷ σου τέλει, ὑπέδειξας ἅπασι· διὸ ὁ πάντων εὐεργέτης, ἀμειβόμενός σε πλουσίως, δωρεῖται διὰ σοῦ, εἰρήνην ἡμῖν καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ἄνθραξι τῶν λόγων σου τῶν σοφῶν, ὕλην ἀσεβείας, καταφλέξας ἀθλητικῶς, ὡς τερπνὴ θυσία· διὰ πυρὸς προσήχθης, Καλλίνικε παμμάκαρ, τῷ Ἀθλοθέτῃ σου.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου