ΜΑΡΤΙΟΣ
ΚΓ΄!!
ΠΑΡΘΕΝΙΟΣ
ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου
Κογεράκη Ῥόδου)
ΕΙΣ
ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’.
Πανεύφημοι Μάρτυρες.
Ἐξέλαμψεν
σήμερον φαιδρῶς, ὡς ἀστὴρ ὑπέρφωτος, ἡ ὑπερθαύμαστος μνήμη σου, σοφὲ Παρθένιε,
ταῖς φωτοχυσίαις, τοῦ Θεοῦ τῆς χάριτος, χορείας τῶν πιστῶν καταυγάζουσα, τῶν εὐφημούντων
σε, Ἱεράρχην ὡς θεόσοφον, καὶ γενναῖον, Ἐκκλησίας Μάρτυρα.
Ἑπόμενος
Ὅσιε Χριστῷ, ἐκ παιδὸς ὡς πάνσοφος, ταῖς ἀρεταῖς ὑπερέλαμψας, καὶ ἀναδέδειξαι, Ἱεράρχης
θεῖος, καὶ ποιμὴν οὐράνιος, καὶ Μάρτυς εὐσεβείας ἀήττητος· διὸ τιμῶμέν σε, οἱ
πιστοὶ Πάτερ Παρθένιε, ἐκτελοῦντες τὴν ἁγίαν μνήμην σου.
Ποιμάνας
τὸ ποίμνιον Χριστοῦ, ἱερὲ Παρθένιε, τῇ βακτηρίᾳ τῆς πίστεως, ποιμὴν ὡς ὅσιος,
πρὸ τοῦ μαρτυρίου, τὴν ὁδὸν ἐχώρησας, καὶ θράσος τῶν τυράννων ἐπάτησας· διὸ ἱκέτευε,
τὸν Θεὸν τὸν σὲ δοξάσαντα, ὑπὲρ πάντων, τῶν ὑμνολογούντων σε.
Συνήλθομεν
σήμερον ἰδού, ἱεροῖς ἐν ᾄσμασιν, ἐπιτελοῦντες τὴν μνήμην σου, τὴν ἀξιέπαινον,
καὶ ἐν κατανύξει, θαυμαστὲ Παρθένιε, βοῶμεν οἱ πιστοὶ ἱκετεύοντες· Πρέσβευε Ἅγιε,
τοῦ δοθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Ἀγάλλου
ἐν Μυτιλήνῃ, τοιοῦτον βλαστὸν ἐξενεγκοῦσα, Παρθένιον τὸν Χριστοῦ Ἱερομάρτυρα. Οὗτος
γὰρ ἱερατεύσας ὁσίως, καὶ μαρτυρίου τὸν δρόμον τελέσας, ὡς φωστὴρ τῇ Ἐκκλησίᾳ ἐξανέτειλε,
καὶ φωτίζει τὰς ψυχάς, τῶν εὐλαβῶς τελούντων, τὸ σεπτὸν αὐτοῦ μνημόσυνον.
Καὶ νῦν. Προεόρτιον.
Σήμερον
τῆς σωτηρίας, τῶν ἀνθρώπων τὸ προοίμιον. Γαβριὴλ γὰρ ὁ Ἀρχάγγελος, ἐπὶ τὴν
Παρθένον ἐλεύσεται, τοῦ βοῆσαι πρὸς αὐτήν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον
εὐσεβῶς, πιστῶν χοροστασίαι, ἐν τῇ λαμπρᾷ σου μνήμῃ, ἀγάλλονται ὑμνοῦντες, τοὺς
ἄθλους σου Παρθένιε.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἤθλησας
ἀνδρικῶς, ποιμὴν ὁ θεηγόρος, ὑπὲρ τῆς εὐσεβείας, Παρθένιε καὶ δόξῃ, ἀφθάρτῳ ἐστεφάνωσαι
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Πρέσβευε
τῷ Χριστῷ, ὡς ἔχων παῤῥησίαν, ὑπὲρ τῶν ἐκτελούντων, τὴν μνήμην σου ἀξίως, ἐν ᾄσμασι
Παρθένιε.
Δόξα. Ἦχος πλ. β΄.
Πατριαρχῶν
ἀγλάϊσμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα, Παρθένιε παμμακάριστε, δεδοξασμένος ἐν οὐρανοῖς,
σὺν πᾶσι τοῖς Ἁγίοις, τῷ ἐν Τριάδι Θεῷ παριστάμενος, δυσώπει ὑπὲρ ἡμῶν, τῶν
προστρεχόντων τῇ πρεσβείᾳ Σου.
Καὶ νῦν. Προεόρτιον.
Γαβριὴλ
ὁ Ἀρχάγγελος, ἐπὶ τὴν Παρθένον ἐλεύσεται, εὐαγγελίσασθαι τοῦ Θεοῦ τὸ σωτήριον.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς
Πατριαρχῶν ἐγκαλλώπισμα, καὶ Μαρτύρων κλέος Παρθένιε, Μυτιλήνης τὸ τίμιον
βλάστημα, οἱ πιστοί σε συμφώνως γεραίρομεν, καὶ πιστῶς ἱκετεύομεν· ὡς ἔχων παῤῥησίαν
πρὸς Θεόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος ὁ αὐτός.
Σήμερον
τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ
Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος
μετὰ σοῦ.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προεόρτια γ’. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Κεκρυμμένον
μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ
νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν,
καὶ βοήσει σοι· Παναγία τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς
λαγόσιν εἰσδέξασθαι.
Φωτοφόρον
Παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄφθορος τῆς Θεόπαιδος, δεῦρο πρὸς τοῦτο
κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον
τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρώην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον
κατάβασιν.
Γαβριὴλ
ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται καὶ βοήσει σοι· Χαῖρε κατάρας
λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε,
τοῦ Ἡλίου νεφέλη ὑποδέχου, τὸν ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
ἱερὲ Παρθένιε, ἀκολουθήσας Χριστῷ, τῷ Θεῷ διὰ πίστεως, Ἱεράρχης γέγονας, Ἐκκλησίας
σεβάσμιος, καὶ λειτουργήσας Αὐτῷ ὡς ἄγγελος, καθηγιάσθης, τῷ μαρτυρίῳ σου· ὅθεν
ἱκέτευε, ἐκτενῶς μακάριε ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σου, τὰ κατορθώματα.
Πάτερ,
ἱερὲ Παρθένιε, ὁμολογήσας Χριστοῦ, τὸ γλυκύτατον ὄνομα, καρτερῶς ὑπέμεινας, τῶν
βασάνων τὴν ἔφοδον, ἐν οἷς τυράννων πατήσας φρύαγμα, τοὺς Ὀρθοδόξους ἰσχύος ἔπλησας,
καὶ ὤφθης κάλλιστος, λογικῶν προβάτων σου ὄντως ποιμήν, μιμητὴς ὡς ἄριστος, τοῦ
Ἀρχιποίμενος.
Πάτερ
ἱερὲ Παρθένιε, ἱεραρχίας φαιδρῶς, διαπρέπων τῇ χάριτι, τοῦ Χριστοῦ ἐβάστασας, τὸν
Σταυρὸν προθυμότατα, καὶ ἐπιβαίνων αὐτοῦ τοῖς ἴχνεσι, τὸν δι’ ἀγχόνης ὑπέστης
θάνατον· ὅθεν εἰσέδραμες, εἰς σκηνὴν τῆς κρείττονος μάκαρ ζωῆς, μνημονεύων
πάντοτε, τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος β'
Τῆς
Μυτιλήνης τὸν βλαστόν, καὶ κλέος τῆς Ἐκκλησίας, Πατριαρχῶν τὸ ἀγλάϊσμα,
Παρθένιον τὸν Χριστοῦ Ἱερομάρτυρα, τοῖς ἐγκωμίοις στεφανώσωμεν· ἐν δυνάμει γὰρ
Πνεύματος, ἀρχιερατικῶς διαπρέψας, μαρτυρικῶς τὸν βίον ἐξεπέρησε, καὶ εἰς Ἁγίων
τὰ Ἅγια, τῆς ἀθανάτου ζωῆς εἰσελήλυθε, διπλοῦς τοὺς στεφάνους, παρὰ Θεοῦ
κομισάμενος. ᾯ καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Εὐαγγελίζεται
ὁ Γαβριήλ, τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ
καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς· Ἀρχάγγελός εἰμι· ὄφις ἐξηπάτησεν
Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον
Ἄχραντε.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου
μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον
αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον
ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος
ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ
δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε πνεύματος.
Προφητείας Ἱερεμίου τὸ
Ἀνάγνωσμα. (Κεφ. 2, 1-12)
Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους
νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει
Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες
αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου,
οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες
ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν
ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς
Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ,
καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν
υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς
αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν
κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ
οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ
οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι
κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.
Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε
σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ
οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Είς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ἀγάλλου
ἐν Κυρίῳ ἡ Μυτιλήνῃ, ὡς μήτηρ καλλίτεκνος, ἐπὶ τέκνοις εὐφραινομένη, ἐν οἷς καὶ
ὁ θεῖος Παρθένιος, τῆς Κωνσταντινουπόλεως ὁ πρόεδρος, ὁ ἐν σοφίᾳ Πνεύματος, τῶν
Ὀρθοδόξων τὸ πλήρωμα, εὐσεβείας τῷ νόμῳ κατευθύνας, καὶ προθύμως ὑπὲρ αὐτοῦ, τὸ
μαρτύριον ἀναδεξάμενος. Χόρευε οὖν ἑόρτια, τὴν παναγίαν μνήμην αὐτοῦ, τοῖς ᾄσμασι
σήμερον ἐκτελοῦσα, καὶ τῇ Ἁγίᾳ Τριάδι, ἐκ πίστεως βόησον· Ἅγιος, ἅγιος, ἅγιος εἶ
ὁ Θεός, ὁ ἐνδοξαζόμενος ὡς γέγραπται, ἐν ταῖς μνήμας τῶν Ἁγίων Σου.
Ἦχος β΄.
Δεῦτε
σήμερον πιστοί, τὸν Πατριάρχην Παρθένιον, τῆς Μυτιλήνης τὸν βλαστόν, καὶ κλέος
τῆς Ἐκκλησίας, ὁμοφώνως εὐφημήσωμεν. Οὗτος γάρ, τῷ ἐπὶ πάντων Θεῷ, δι’ ἀρετῆς ὁσίως
ἱερεύσας, θυσία ἐννομώτατος αὐτῷ, τῷ κραταιῷ μαρτυρίῳ προσηνέχθη, καὶ σὺν Ἁγίοις
ἐν οὐρανοῖς, τῇ ἀθανάτῳ δόξῃ κατελαμπρύνθη· διὸ καὶ πρὸς αὐτόν, ἐν κατανύξει ἐκβοήσωμεν·
Ἱερομάρτυς μακάριε, πρέσβευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εὐαγγελίου
τῷ λόγῳ, ῥυθμίσας τὸν βίον σου, Ἀρχιερεὺς ὅσιος ἐγένου, καὶ Μάρτυς τῆς εὐσεβείας
ἐχρημάτισας, Παρθένιε παμμακάριστε· διὸ δαυϊτικῶς, εἰς γενεὰν καὶ γενεάν, τὸ θεῖόν
σου μένει μνημόσυνον, εἰς ἀγαλλίασιν πιστῶν, τῶν ἐκ πόθου βοώντων σοι· Χαῖρε
Πάτερ μακάριε, Πατριαρχῶν ἐγκαλλώπισμα, καὶ Μαρτύρων ἀγλάϊσμα. Πρέσβευε ὑπὲρ
πάντων, τῶν ὑμνολογούντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Ἱερατεύσας
ὁσίως, ἐν καρτερίᾳ ἐνήθλησας, καὶ ἀρχιερωσύνης τὴν χλαῖναν, λαμπροτέραν τοῖς ἄθλοις
ἔδειξας, Κωνσταντινουπόλεως ὁ θεῖος πρόεδρος Πάτερ Παρθένιε· διὸ
λελαμπρυσμένος, τῷ φωτὶ τῶν κατορθωμάτων σου, πρὸς τὸ φῶς τὸ ἀνέσπερον
μετετέθης, Πατριαρχῶν καὶ Μαρτύρων χορείαις, τῶν ἀπ’ αἰῶνος συνεπαγάλλεσθαι, καὶ
πρεσβεύειν ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ὑμνούντων σε.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Γαβριὴλ
ὁ Ἀρχάγγελος, τῇ Παρθένῳ ἔρχεται, εὐαγγελιζόμενος τοῦ Κυρίου τὴν σάρκωσιν, καὶ
λέγων πρὸς αὐτήν· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, εὐλογημένη Σὺ ἐν
γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας Σου εὐλογημένος.
Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι
Ἱεράρχης
θεόσοφος, Ἀθλοφόρος περίδοξος, ἐν δυνάμει Πνεύματος ἀναδέδειξαι, ἀρχιερέων ὑψώμασιν,
ἐμπρέψας Παρθένιε, καὶ Μαρτύρων ὑπελθών, ἀνδρικῶς τὸ ἀγώνισμα· ὅθεν πρέσβευε, ἐκ
κινδύνων παντοίων λυτρωθῆναι, τοὺς τελοῦντάς σου τὴν μνήμην, ἀξιοχρέως ἐν ᾄσμασιν.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Μυτιλήνη
ἀγάλλεται, ἡ πατρίς σου Παρθένιε, ἐκτελοῦσα μνήμην σου τὴν ὑπέρτιμον· ἐκ ταύτης
γὰρ ἐξανέτειλας, φωστὴρ ὡς ὑπέρλαμπρος, καὶ ἐφώτισας Χριστοῦ, Ἐκκλησίας τὸ
πλήρωμα, ποιμασίας σου, καὶ ἀθλήσεως φέγγει ἀνεσπέρῳ· διὰ τοῦτο καὶ δοξάζει, τὸν
σὲ δοξάσαντα Κύριον.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Ἡ
Μεγάλη εὐφραίνεται, Ἐκκλησία ἐν πνεύματι, καὶ κομπάζει σήμερον ἑορτάζουσα· σὺ γὰρ
αὐτῆς ἀναδέδειξαι, ποιμὴν θεοπρόβλητος, ἐν ἡμέραις χαλεπαῖς, τῆς δουλείας
Παρθένιε, καὶ διέπρεψας, ἐν Μαρτύρων γενναίως τῷ σταδίῳ, προμηθούμενος τῆς
ποίμνης, ὡς ἀληθῶς Χριστομίμητος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον
ἀνέτειλει ἡμῖν, τοῦ Πατριάρχου ἡ ἁγία πανήγυρις, ὡς ἔαρ μυστικὸν τοὺς πιστοὺς εὐφραίνουσα,
καὶ πάντας συγκαλοῦσα, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις, ὁ ἐκ νεότητος Χριστῷ ἀκολουθήσας
καὶ ἀρετῶν ἀνελθών, εἰς ὕψος τὸ οὐράνιον· χαίροις, ὁ ἀρχιερωσύνης χρισθεὶς θείῳ
χρίσματι, καὶ ποιμὴν τῶν λογικῶν, προβάτων γενόμενος, καὶ διπλοῦν τὸ στέφος
κομισάμενος. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης
τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Σήμερον
ἐξ οὐρανοῦ, Γαβριὴλ ὁ Ἀρχάγγελος, εἰς πόλιν ἔρχεται Ναζαρέτ, πρὸς τὴν Παρθένον
Μαρίαν, καὶ ταύτην ἀσπαζόμενος, μηνύει τῆς δόξης τὸν Κύριον, ἐκ ταύτης ἄνευ
σπορᾶς σωματούμενον· ὅθεν ταύτῃ καὶ ἡμεῖς, σὺν αὐτῷ ἐκβοήσωμεν· Χαῖρε
κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου,
Χριστὸς ὁ φλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς
Πατριαρχῶν ἐγκαλλώπισμα, καὶ Μαρτύρων κλέος Παρθένιε, Μυτιλήνης τὸ τίμιον
βλάστημα, οἱ πιστοί σε συμφώνως γεραίρομεν, καὶ πιστῶς ἱκετεύομεν· ὡς ἔχων παῤῥησίαν
πρὸς Θεόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος ὁ αὐτός.
Σήμερον
τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ
Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος
μετὰ σοῦ.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Συνδράμωμεν
πιστοί, εὐσεβῶς ἐκτελοῦντες, ἐν ᾄσμασι τερπνοῖς, τοῦ κλεινοῦ Παρθενίου, τὴν
μνήμην τὴν ὑπέρτιμον, καὶ αὐτῷ ἐκβοήσωμεν· Ὡς πρὸς Κύριον, ἔχων πολλὴν παῤῥησίαν,
ἱερόαθλε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν πόθῳ ὑμνούντων σε.
Δόξα.
Ποιμάνας
ἀληθῶς, τὴν Χριστοῦ ἐκλογάδα, ὡς ὅσιος ποιμήν, ὑπὲρ ταύτης προθύμως, ποτήριον ἐξέπιες,
μαρτυρίου Παρθένιε· ὅθεν ἔτυχες, αἰωνιζούσης εὐκλείας, τῷ Δεσπότῃ σου, ὑπὲρ ἡμῶν
ἱκετεύων, τῶν πόθῳ ὑμνούντων σε.
Καὶ νῦν. Προεόρτιον.
Ὁ
μέγας Γαβριήλ, οὐρανοῦ ἐξ ἁψίδων, ἐλεύσεται πρὸς Σε, τὴν Παρθένον Μαρίαν, χαρᾶς
τὰ εὐαγγέλια, Θεοτόκε κομίζων Σοι, Ὧν μιμούμενοι, οἱ εὐσεβεῖς Σοι βοῶμεν· Χαῖρε
Δέσποινα, εὐλογημένη Μαρία, ἀνθρώπων τὸ καύχημα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον
βλάστημα, τῆς Μυτιλήνης, γέρας τίμιον, τῆς Ἐκκλησίας, ἀνεδείχθης παμμάκαρ
Παρθένιε, τῆς νήσου Χίου ποιμὴν θεοπρόβλητος, καὶ Βυζαντίου θεόκριτος πρόεδρος·
ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Θείας
χάριτος, τῇ ἐπινεύσει, στῦλος γέγονας, τῆς Ἐκκλησίας, ἐν καιρῷ τῆς δουλείας
Παρθένιε, καὶ ὑπὲρ ποίμνης τυθεὶς προθυμότατα, τῆς ἀθανάτου ζωῆς κατηξίωσαι· ὅθεν
πρέσβευε, Χριστῷ τῷ Θεῷ δωρήσασθαι, πταισμάτων τοῖς τιμῶσί σε συγχώρησιν.
Καὶ νῦν. Προεόρτιον.
Χαῖρε
ἔρχεται, πρὸς Σὲ βοῆσαι, ὁ Ἀρχάγγελος, Θεοῦ ὑπείκων, τῇ μεγάλῃ βουλῇ
παντευλόγητε· χαῖρε Παρθένε Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε Μαρία τῆς Εὔας ἡ λύτρωσις·
χαῖρε ἄχραντε, ἡ Λόγον Πατρὸς τὸν ἄχρονον, ἐν μήτρᾳ Σου ἀφράστως σωματώσασα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς
χάριτος ὄργανον δι’ ἀρετῆς γεγονώς, λαὸν ἐκυβέρνησας τῆς Ἐκκλησίας καλῶς,
παμμάκαρ Παρθένιε· ἔθραυσας δ’ ἐν ἰσχύϊ, τῶν τυράννων τὸ θράσος, δρόμον τοῦ
μαρτυρίου, ἀνενδότως τελέσας· διὸ ὁ ἐπὶ πάντων Θεός, λαμπρῶς Σὲ ἐδόξασεν.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Χορεύσωμεν
σήμερον προεορτίως πιστοί, καὶ ᾄσωμεν ᾄσματα τῇ Παναγίᾳ Μητρί, Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν· ἔρχεται γὰρ πρὸς ταύτην, Ἄγγελος πρωτοστάτης, σάρκωσιν τοῦ Δεσπότου, ἀναγγέλων
καὶ κράζων· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.:
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΙΓ’ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Αἴγλῃ
νοητῇ, ἀρχιερωσύνης λελαμπρυσμένος, μαρτυρικῇ ἀνατολῇ, ὡς φωστὴρ φαεσφόρος, τῇ Ἐκκλησίᾳ
ἀνατέταλκας, Παρθένιε μακάριε· διὸ φώτισον τὰς ψυχάς, τῶν εὐλαβῶς τελούντων, τὴν
σεβασμίαν μνήμην σου.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Παρθένιον
σήμερον, τῆς Κωνσταντίνου τὸν πρόεδρον, καὶ Μάρτυρα τίμιον, τῆς Ἐκκλησίας
Χριστοῦ, εὐφημήσωμεν, φαιδρῶς ἐπιτελοῦντες, αὐτοῦ τὴν πανήγυριν, θείοις ἐν ᾄσμασιν.
Ὁσίως
ἐποίμανας, τὸ χριστεπώνυμον ποίμνιον, καὶ θῦμα παντέλειον, τῷ ἐπὶ πάντων Θεῷ,
προσενήνεξα, ἀγχόνῃ ἐκτελέσας, τὸν δρόμον Παρθένιε, τοῦ μαρτυρίου σου.
Ἐν
χρόνοις ἐξέλαμψας, τῆς τοῦ λαοῦ σου χειρώσεως, παμμάκαρ Παρθένιε, ὡς ἑωσφόρος ἀστήρ,
τῇ λαμπρότητι, τῆς ἀρχιερωσύνης, καὶ αἴγλῃ τῶν λόγων σου, καὶ τῶν ἀγώνων σου.
Θεοτοκίον.
Κυρία
πανάχραντε, εὐλογημένη Θεόνυμφε, Χριστὸν ἡ κυήσασα, τὸν Λυτρωτὴν καὶ Θεόν, αἴτει
πάντοτε, συγχώρησιν πταισμάτων, τοῖς πίστει προστρέχουσι, τῇ μεσιτείᾳ σου.
ᾨδὴ γ’. Τόξον δυνατῶν.
Βλάστημα
τερπνὸν ἐξήνθησε, σὲ ἡ Μυτιλήνη, ἱερομῦστα Παρθένιε, τὸν θεόπνουν ἐν
Πατριάρχαις, καὶ Μαρτύρων ἐγκαλλώπισμα.
Ἔνθους
τῷ Χριστῷ ἑπόμενος, τούτου θεομάκαρ, καὶ μιμητὴς ἐχρημάτισας, ποιμασίας καὶ
μαρτυρίου, τοῖς τιμίοις προτερήμασι.
Ὅσιος
ποιμὴν καὶ ἄκακος, ὤφθης κατὰ Παῦλον, Πάτερ θεόφρον Παρθένιε, καὶ ὡς Μάρτυς
καθηγιάσθης, τῇ καλῇ ὁμολογίᾳ σου.
Θεοτοκίον.
Ὕμνοις
οἱ πιστοὶ προσφέρομεν, Σοὶ τῇ κυησάσῃ, τὸν τοῦ Πατρὸς Λόγον ἄχραντε, καὶ
γενάρχου τῆς ἁμαρτίας, ῥυσαμένῃ τὸ ἀνθρώπινον.
Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα
Χριστῷ
ἑπόμενος, τῷ Ἀρχιποίμενι, ὑπὲρ τῆς ποίμνης σου, προθύμως τέθηκας, τὴν παναγίαν
σου ψυχήν, Παρθένιε θεοφόρε· ὅθεν εἰς ἀντάμειψιν, ἐν ὑψίστοις εὑράμενος, δόξαν
τὴν ἀθάνατον, σὺν Ἁγίων τοῖς τάγμασιν, ἱκέτευε ἀεὶ παῤῥησίᾳ, ὑπὲρ τῶν πίστει σε
τιμώντων.
Δόξα... Καὶ νῦν... Προεόρτιον.
Σήμερον
ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή,
τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ
διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ
Κεχαριτωμένη
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἔχων
τὰ χαρίσματα δι’ ἀρετῆς, τῆς σοφίας Πάτερ Παρθένιε, εἰς τόπον χλόης, σωτηρίου εἰς
νομήν, τὰ λογικὰ ἐποίμανας, σὺ τοῦ Ἀρχιποίμενος θρέμματα.
Ζῆλον
προσλαβόμενος τὸν τοῦ Θεοῦ, τῆς Ὀρθοδοξίας ὑπέρμαχος, στεῤῥὸς ἐγένου, ἀφειδήσας
πειρασμῶν, καὶ δυσσεβῶν κατήσχυνας, θράσος τὸ μετέωρον Ὅσιε.
Λύκων
διεφύλαξας τῶν νοητῶν, τοὺς Χριστοῦ τοὺς ἄρνας Παρθένιε, ὡς Ἱεράρχης, Ἐκκλησίας
ἀληθής, τῇ νοητῇ χρησάμενος, ῥάβδῳ τῆς ἐξ ὕψους σοφίας σου.
Θεοτοκίον.
Ῥῦσαι
Θεονύμφευτε ἐκ πειρασμῶν, καὶ τῆς μοχθηρίας τοῦ δράκοντος, τοὺς πεποιθότας, τῇ
πρεσβείᾳ Σου πιστῶς, καὶ εὐσεβῶς τῇ δόξῃ σου, ὕμνον χαριστήριον ᾄδοντας.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Φαιδρύνας
τὸν βίον σου, ἐνθέοις προτερήμασι, τῷ μύρῳ τῆς χάριτος ἐχρίσθης, καὶ ἐγνωρίσθης,
Ἀρχιερέων κανών, ποιμένων ὡράϊσμα φαιδρόν, πάνσοφος διδάσκαλος, Ὀρθοδόξων
Παρθένιε.
Ψυχὴν
ἐργασάμενος, τὴν σὴν θυσιαστήριον, θύματα εὐπρόσδεκτα προσῆξας, τὰς ἀρετάς σου,
τῷ ἐν Τριάδι Θεῷ, ἐν τέλει θυσίαν δὲ σαυτόν, Ἅγιε Παρθένιε, μαρτυρίῳ τῆς
πίστεως.
Σοφίας
καὶ χάριτος, θεόθεν τὰ χαρίσματα, Ἅγιε Παρθένιε πλουτήσας, τοῦ Ὀρθοδόξου, λαοῦ
προέστης καλῶς, καὶ τὴν μακαρίαν σου ψυχήν, ὑπὲρ τούτου τέθηκας, ὡς ποιμὴν
χριστομίμητος.
Θεοτοκίον.
Ἱλέῳ
ἐν ὄμματι, Θεοκυῆτορ ἔπιδε, ἐπὶ τὸν λαόν τὸν προσκυνοῦντα, τὸν γεννηθέντα, ἀδιαφθόρως
ἐκ Σοῦ, καὶ δίδου ὡς εὔσπλαγχνος αὐτῷ, μητρικῆς Σου χάριτος, δαψιλῶς τὰ
δωρήματα.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Τὴν
θείαν μνήμην τελέσωμεν, ποιμένος τοῦ καλοῦ ὦ φιλέορτοι, ἀνακραυγάζοντες·
Χαίροις παμμάκαρ Παρθένιε, τῶν Ἱερομαρτύρων, νέον ἐκλόγιον.
Τυραννικοῦ
σὺ πρὸ βήματος, ἱστάμενος Χριστοῦ ἀνεκήρυξας, χαίρων τὸ ὄνομα· διὸ ἀγχόνῃ
Παρθένιε, πρὸς οὐρανῶν ὑψώθης, δόξαν αἰώνιον.
Τῆς
Κωνσταντίνου τὸν πρόεδρον, Παρθένιον πιστοὶ μακαρίσωμεν, ὅτι ἐπάτησεν, τῶν ἀλλοφύλων
τὸ φρύαγμα, μαρτυρικῶς τελέσας, βίου τὸ στάδιον.
Θεοτοκίον.
Λαμπρὸν
ἐδείχθης παλάτιον, καὶ θρόνος ὑψηλὸς τοῦ Παντάνακτος, ἁγνὴ τῷ τόκῳ Σου, δι’ οὗ
κατάρας ἐῤῥύσθημεν, τῆς παλαιᾶς οἱ πόθῳ, Σὲ μακαρίζοντες.
Κοντάκιον Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Ἐπελεύσει
Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου
συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Κοντάκιον τοῦ Ἁγίου. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίου
σήμερον, τοῦ Πατριάρχου τὴν μνήμην, οἱ πιστοὶ τελέσωμεν, ἐν ἐγκωμίοις συμφώνως·
οὗτος γάρ, ποιμὴν ὑπάρχων τῆς Ἐκκλησίας, ἤθλησεν, ὑπὲρ τῆς ποίμνης
καρτεροψύχως, καὶ παρέστη τῷ Κυρίῳ, αὐτῷ
πρεσβεύων, ὑπὲρ ἡμῶν ἐκτενῶς.
Ὁ Οἶκος.
Ὡς
Χριστῷ τῷ Θεῷ ἀνακείμενος, ἐκ νεότητος Πάτερ Παρθένιε, τῶν εὐαγγελικῶν ἐντολῶν,
ἀνεδείχθης ἐργάτης δόκιμος, καὶ ἀρετῆς τὴν χάριν ἐθησαύρισας· διό σε ἐπὶ
καθέδρας ὑψηλῆς, αὐτὸς ὡς ἀγαθὸς ἀνεβίβασε, καὶ κυβερνήτην Ἐκκλησίας ἀνέδειξεν,
ὑπερμαχοῦντα τῶν πατρώων διαταγμάτων, καὶ πρὸς εὐσεβείας τὴν ὁδόν, τῶν Ὀρθοδόξων
τὸν λαὸν ὁδηγοῦντα. Σὺ δὲ τῆς κλήσεως ἄξιος ὑπάρχων, ἐν τέλει καὶ τὸν θάνατον, ὑπὲρ
τῶν σῶν δι’ ἀγχόνης ὑπεδέξω, καὶ ἀνυψώθης πρὸς τὴν ἀτέρμονα ζωήν, μετ’ Ἁγίων εἰς
αἰῶνας ἀγαλλόμενος, καὶ παρέστης τῷ ἐν Τριάδι Θεῷ, αὐτῷ πρεσβεύων ὑπὲρ ἡμῶν ἐκτενῶς.
Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, τὰ Προεόρτια τοῦ Εὐαγγελισμοῦ
τῆς Ὑπεραγίας Θεοτόκου
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς
Παρθένιος ὁ Γ (ἢ Παρθενάκης) Πατριάρχης Κωνσταντινουπόλεως, ἐν ἔτει
1657, ἀγχόνῃ τελειοῦται.
Tῷ
Παρθενίῳ ἐπλάκη διπλοῦν στέφος,
ὡς ἱερεῖ τε καὶ αθλητῇ Kυρίου.
ὡς ἱερεῖ τε καὶ αθλητῇ Kυρίου.
Εἰκάδι
ἀμφὶ τετάρτῃ Παρθένιον βρόγχος εἷλε.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἀρτέμονος, ἐπισκόπου Σελευκείας τῆς Πισιδείας.
Τὴν σάρκα ῥίψας, ὡς ἔλυτρον, Ἀρτέμων,
Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον.
Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ.
Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον.
Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρτέμονος, πρεσβυτέρου Λαοδικείας.
Kόσμου μεταστὰς καὶ Θεῷ προσεγγίσας,
Σός εἰμι καὶ σῶσόν με φησὶν Ἀρτέμων.
Σός εἰμι καὶ σῶσόν με φησὶν Ἀρτέμων.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ζαχαρία
Θεῷ πρὸς ἰσχὺν ἐξομοιωθείς, Πάτερ,
Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ.
Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ὀκτὼ
Μάρτυρες οἱ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ξίφει τελειοῦνται.
Σωτῆρος ὀκτάριθμος ἐτμήθη φάλαγξ,
Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου.
Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Μαρτίνου τοῦ Θηβαίου
Καλῷ τραφεὶς κάλλιστα γήρᾳ, Μαρτῖνε,
Θανὼν θανοῦσι προστέθεισαι Πατράσι.
Θανὼν θανοῦσι προστέθεισαι Πατράσι.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥωμύλου καὶ Σεκούνδου, τῶν ἐν Μαυριτανίᾳ τῆς Ἀφρικῆς.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ἀβραάμ, τοῦ ἐν τῷ ὄρει τοῦ Λάτρου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Στεφάνου τοῦ Ξυλινίτη
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ζαχαρία, τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Μάρτυρες Πέτρος καὶ Στέφανος, ἐν ἔτει
1552 ἐν Καζάν, ὑπὸ τῶν Μογγόλων τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἀβραμιαῖοι ποτέ.
Ἐκγόνων
Ἄγαρ δεινῶν, καταπατήσας θράσος, ὁμολογίᾳ καὶ ἀθλήσει σου, θεόφρον Παρθένιε, τῆς
εὐσεβείας, ἐτράνωσας τὴν δόξαν.
Ὁμολογήσας
Χριστόν, καὶ ὑπομείνας χαίρων, τὰ τῶν τυράννων κολαστήρια, ἀγχόνῃ Παρθένιε, πρὸς
τῶν Ἁγίων, τὴν δόξαν ἀνυψώθης.
Τῆς
αἰωνίου ζωῆς, μεταλαβὼν ὡς Μάρτυς, καὶ Ἱεράρχης παμμακάριστε, μὴ παύσῃ ὑπὲρ ἡμῶν,
καθικετεύων, Θεὸν τὸν ἐν Τριάδι.
Θεοτοκίον.
Λαὸς
πιστῶν Σε ὑμνεῖ, τὴν τοῦ Θεοῦ Μητέρα, ἀκαταπαύστως Θεονύμφευτε, καὶ ἀνακραυγάζει
Σοι· Χαῖρε Παρθένε, τῶν πάντων σωτηρία.
ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Ῥητορεύσας
ἐχθρῶν κατενώπιον, στεντορείως τὸν λόγον τῆς πίστεως, καρτερικῶς ὑπέμεινας, τῆς
σαρκὸς τὰς βασάνους, ἐν αἷς εὑρέθης, ἀκμαιότερος Πάτερ ἀδάμαντος.
Μαρτυρίῳ
Χριστὸν μιμησάμενος, ᾧ παντί σου ἐν βίῳ ἐδούλευσας, δι’ ἀρετῆς Παρθένιε, παρ’ Αὐτοῦ
ἐκομίσω, τῆς θείας δόξης, τὸ ἀμάραντον στέφος ὡς γέγραπται.
Ἀλουργίδα
φαιδρὰν ἐνδυσάμενος, μαρτυρίου τοῖς πόνοις Παρθένιε, τὸν οὐρανῶν κεκλήρωσαι, εἰς
τερπνὴν κατοικίαν· διὸ ἀπαύστως, τῶν τιμώντων σε πόθῳ μνημόνευε.
Θεοτοκίον.
Ὁ
τεχθεὶς ἀπειράνδρως ἐκ μήτρας Σου, προστασίαν βεβαίαν Θεόνυμφε, ὡς ἀγαθός σε ἔδωκε,
τοῖς βοῶσί Σοι πόθῳ· Χαῖρε Παρθένε, τῆς κατάρας τελεία κατάργησις.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Δεῦτε
οἱ πιστοί, τὸν ὕμνον ἑόρτιον, ἅπαντες φέροντες, Παρθενίῳ σήμερον, τῷ Πατριάρχῃ,
καὶ θείῳ Μάρτυρι, καὶ πρὸς αὐτὸν βοήσωμεν· Πρέσβευε Ἅγιε, τῷ Κυρίῳ, τῷ σὲ
στεφανώσαντι, δωρηθῆναι ἡμῖν χάριν ἄφθονον.
Πρότερον
καλῶς, ποιμάνας τοὺς ἄρνας σου, Πάτερ Παρθένιε, ὡς κριὸς ἐπίσημος, προσήχθης θῦμα,
Θεῷ ἐσύστερον, καὶ πρὸς νομὴν ἐσκήνωσας, τὴν ἐπουράνιον, μετ’ Ἁγίων, πάντων εὐφραινόμενος,
καὶ χαρᾶς μυστικῆς ἐμφορούμενος.
Ἔχων
ἀληθῶς, τὴν ἀχειροποίητον, σκηνὴν Παρθένιε, νῦν εἰς κατοικίαν σου, τοὺς ἐπαξίως,
ἀνευφημοῦντάς σε, ὡς Πατριάρχην ἔνδοξον, καὶ μέγαν Μάρτυρα, σαῖς πρεσβείαις, τῶν
ἐν βίῳ λύτρωσαι, χαλεπῶν πειρασμῶν καὶ κακώσεων.
Θεοτοκίον.
Ὕμνοις
καὶ ᾠδαῖς, ἀεὶ μακαρίζομεν, Μῆτερ τὸν τόκον Σου, καὶ ἀναβοῶμέν Σοι· Θεοκυῆτορ
τοὺς καταφεύγοντας, Σῇ μητρικῇ χρηστότητι, ὡς πολυεύσπλαγχνος, ἐκ κινδύνων,
λύτρωσαι καὶ θλίψεων, νοσημάτων πικρῶν καὶ κακώσεων.
Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Τῆς
ποίμνης σου ἐποίμανας, οἷα ποιμὴν ὑπέρκαλλος, καὶ ὑπὲρ ταύτης ἐτύθης, αἰωρηθεὶς
τῇ ἀγχόνῃ· διὸ ὁ Ἀρχιποίμην σε, Χριστὸς ὑπερεδόξασε, Παρθένιε μακάριε, ᾯ μὴ ἐλλίπης
πρεσβεύων, ὑπὲρ τῶν σὲ εὐφημούντων.
Προεόρτιον, ὅμοιον.
Ὡς
δῶρα προεόρτια, προσφέρομέν σοι Πάναγνε, φιλοπτωχείας τὸν πλοῦτον, ἁγνείαν καὶ
σωφροσύνην, ὕμνους εὐχὰς καὶ δάκρυα, νηστείαν καὶ ταπείνωσιν, ἐφ' οἷς συμπράττοις
Δέσποινα, καὶ ἅπαντας ἐποπτεύοις εὐσπλάγχνως, ὦ Θεομῆτορ.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε
πιστοὶ συνελθόντες πανηγυρίσωμεν, τὴν φαεσφόρον μνήμην, τοῦ κλεινοῦ Παρθενίου·
ποιμάνας γὰρ ὁσίως, οὗτος Χριστοῦ, τὸ θεόλεκτον ποίμνιον, ὑπὲρ αὐτοῦ μαρτυρίου
καρτερικῶς, τὸν ἀγῶνα ἐξετέλεσεν.
Τῆς
Κωνσταντίνου τὸν μέγαν θρόνον ἐκόσμησας, Παρθένιε θεόφρον, ἐναρέτοις σου
τρόποις, καὶ ἄθλοις μαρτυρίου τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ἐφαίδρυνας, ἣν ἐξ αῥέσεων
φύλαττε χαλεπῶν, ταῖς πρεσβείαις σου ἀλώβητον.
Πατριαρχῶν
ἐν καθέδρᾳ Πάτερ διέπρεψας, ἐν σκάμματι δὲ θείῳ, ἐδοξάσθης Μαρτύρων, καὶ ὤφθης ἀμφοτέρων
ἐν τῇ Ἐδέμ, τῆς λαμπρότητος μέτοχος· διὸ Χριστὸν καθικέτευε σὺν αὐτοῖς, τοῦ σωθῆναι
τοὺς τιμῶντάς σε.
Τοὺς
καταφεύγοντας πίστει Πάτερ Παρθένιε, τῇ θείᾳ σου πρεσβείᾳ, καὶ ὑμνοῦντάς σε πόθῳ,
ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, τὸν λαμπρῶς σε δοξάσαντα, ἀπὸ κινδύνων
διάσωσον χαλεπῶν, νοσημάτων καὶ κακώσεων.
Δόξα. Ἦχος δ΄.
Στόματι
εὐφήμω, δεῦτε οἱ πιστοί, ἐν ὕμνοις τιμήσωμεν, τὸν ἐν Πατριάρχαις Ἀθλητήν, καὶ
Μάρτυρα τῆς πίστεως, Παρθένιον τὸν μακάριον. Οὗτος γὰρ ἀρχιερωσύνῃ κοσμηθείς, ἐν
Ἐκκλησίᾳ δικαίως ἐξέλαμψε, καὶ χάριτος τὸν λαὸν ἐκυβέρνησεν, ὑπὲρ οὗ καὶ θυσία ἐτελέσθη,
τῷ δι’ ἀγχόνης θανάτῳ, τυράννων αἰσχύνας τὸ φρύαγμα· ὅθεν πρὸς αὐτὸν ἐκβοήσωμεν·
Ἱερομάρτυς Χριστοῦ, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Γλῶσσαν
ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ
τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν.
Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην
τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Θρόνῳ
διαπρέψας ἐν ὑψηλῷ, καὶ ὑπὲρ λαοῦ σου, τῇ ἀγχόνῃ αἰωρηθείς, Χριστοῦ ἠξιώθης,
Παρθένιε τῆς δόξης, ᾯ πρέσβευε σωθῆναι, τοὺς εὐφημοῦντάς σε.
http://www.imr.gr/article/581/akoloythia-toy-agioy-endoxoy-neoy-ieromartyros-parthenioy-patriarxoy-kwnstantinoypolews
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου