ΙΟΥΛΙΟΣ ΙΔ΄.
ΤΕΣΣΕΡΙΣ ΝΕΟΜΑΡΤΥΡΕΣ ΜΕΙΣΣΟΥΡΓΕΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, Στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες, τούς Νεομάρτυρας, ἐκ τοῦ Μελισσουργείου, τῆς ἐνδόξου Κισσάμου, τιμήσωμεν ἐν ὕμνοις πνευματικοῖς, ὅτι δρόμον τελέσαντες, τοῦ μαρτυρίου ἐνδόξως τῷ Λυτρωτῇ, στεφηφόροι νῦν παρίστανται.
Ἀποβαλόντες ἀπάτης, τήν ματαιότητα, ἥν συμβουλίᾳ πάλαι, τοῦ ἐχθροῦ τοῦ δολίου, ἐδέχθητε Μαρτύρων καρτερικῶς, τήν ὁδόν ἐπορεύθητε, καί εἰς σκηνάς κατεπαύσατε τῆς ζωῆς, εἰς αἰῶνας ἀγαλλόμενοι.
Φωτοχυσίαις ταῖς θείαις, καταλαμπόμενοι, ἀθλητικῶν στεφάνων, ἠξιώθητε ὄντως, οὐ πτήξαντες μαστίγων τούς ραβδισμούς, ἐτασμούς καί ὠμότητας, οὐδέ ξεσμούς μαχαιρῶν τε τάς ἐκτομάς, καί τόν θάνατον τόν βίαιον.
Ἕτερα Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Νῦν ἀγάλλεται Κίσσαμος, καί ἡ Κρήτη εὐφραίνεται, ὡς πανηγυρίζουσα τά ἀθλήματα, ὑμῶν πανένδοξοι Μάρτυρες, καί λίαν σεμνύνετται, ὅτι πάντες ἐν καιρῷ, σκοτασμοῦ ἀνετείλατε, ὡς ὑπέρλαμπροι, νοητοῦ στερεώματος ἀστέρες, καταυγάζοντες τόν κόσμον, Χριστοῦ φωτί οἱ πανένδοξοι.
Τούς ἐκ πόθου ἀθλήσαντας, τοῦ Χριστοῦ Νεομάρτυρας, πόθῳ εὐφημήσωμεν ὅτι ἔνθεοι, ἐν μαρτυρίῳ γεγόνασι, τμηθέντες τοῖς ξίφεσι, μεληδόν τάς κεφαλάς, ὅμως οὐ συνετρίβησαν, ὅτι πρώτιστα, τοῦ δολίου συντρίψαντες τήν κάραν, ἑαυτῶν τῇ τοῦ Σωτῆρος, θείᾳ χειρί ἐναπέθεσαν.
Τῷ Χριστῷ διά πίστεως, στρατευθέντες μακάριοι, καί τῇ θείᾳ χάριτι φυγαδεύοντες, ψυχῆς τά πάθη καί σώματος, ἐδείχθητε ἔμφρονες, ἰατῆρες τῶν πιστῶν, καί λιμένες πανεύδιοι, οἱ δεχόμενοι, τούς ἐν ζάλαις τοῦ βίου κλονουμένους, καί γαλήνην τήν ἁγίαν, αὐτοῖς αἰσίως δωρούμενοι.
Δόξα Πατρί. Ἦχος πλ. α'.
Δεῦτε τῶν Ἁγίων χορεῖαι καί Ἀγγέλων στρατιαί, συνεορτάσατε μεθ᾿ ἡμῶν τούς εὐκλεεῖς Νεομάρτυρας· οὕς προεπέμψατε χαίρουσαι, ἀπό γῆς πρός οὐρανόν, ὅτε ἀπό σκότους τῆς πλάνης, πρός φέγγος αἰωνίζον μετεβιβάσατε. Οὗτοι γάρ δέσμην ἀνθέων εὐόσμων, τετραρίθμων ἀρτιφανῶν Μαρτύρων ἀποτελέσαντες, ὑπέρ τῆς πατρῴας ἡμῶν πίστεως ἐσφαγιάσθησαν γηθόμενοι· οὕς δέ ὁ Κύριος ἀμαραντίνοις στεφάνοις ἔστεψεν, τούτους καί ἡμεῖς ἀνθογραφοῦντες ἑορτάζομεν, βοῶντες πρός αὐτούς· Ἀθλοφόροι Κυρίου ὡς παρρησίαν ἔχοντες, Χριστῷ τῷ Θεῷ, τόν εὐσεβόφρονα λαόν τῆς Κρήτης, ρύσασθαι ὁρατῶν καί ἀοράτων ἐχθρῶν, καί παντοίων περιστάσεων.
Καί νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκών διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριήλ ὑπηρέτης τοῦ θαύματος· τότε τόν βυθόν ἐπέζευσεν ἀβρόχως ᾿Ισραήλ, νῦν δέ τόν Χριστόν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετά τήν πάροδον τοῦ ᾿Ισραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετά τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. ῾Ο ὤν καί προών, καί φανείς ὡς ἄνθρωπος, Θεός ἐλέησον ἡμᾶς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας ᾿Ησαΐου τό Ἀνάγνωσμα.
Τάδε λέγει Κύριος· Πάντα τά ἔθνη συνήχθησαν ἅμα, καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν, καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός, καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητε, καί συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καί μετ᾿ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, καί οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα· ὠνείδισα, καί οὐκ ἦν ἐν ὑμῖν θεός ἀλλότριος. ῾Υμεῖς ἐμοί μάρτυρες, καί ἐγώ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καί τις ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος ᾿Ισραήλ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ, καί οὐ μή ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καί κρατήσουσι λαῶν, καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν συνήσουσιν ἀλήθειαν, καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.
Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι, καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν, καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ, καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται· καί ἐκ πετροβόλου θυμοῦ, πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καί ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία, καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καί γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. ῞Οτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν, καί ἡ δυναστεία παρά ῾Υψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Στιχηρὰ ἰδιόμελα Ἦχος α'.
Εὐφραίνεσθε ἐν Κυρίῳ Νεομάρτυρες τέσσαρες, ὁμόφρον συζυγία Ἐμμανουήλ καί Ἀνεζίνα, σύν τοῖς ὁμοζήλοις τέκνοις ὑμῶν Γεωργίῳ καί Μαρίᾳ· εἰ γάρ καί εἰσεχωρήσατε σώματι μόνῳ, συμβουλίᾳ τοῦ ἀρχεκάκου ἐχθροῦ, εἰς τήν Ἀγαρηνῶν ψυχόλεθρον πίστιν, φωτισμόν λαβόντες παρά Θεοῦ, τῇ δυνάμει τοῦ Σταυροῦ, γενναίως ἐπανεκάμψατε ἐπί τήν τοῦ Χριστοῦ Ἐκκλησίαν· καί μαρτυρίου πρός σκάμμα ἀνδρείως χωρήσαντες, καί ἐν αὐτῷ τόν Χριστόν ἐμφρόνως κηρύξαντες, τρυφῆς οὐρανίου κατηξιώθητε· διό πρεσβεύσατε, ὡς παρρησίαν ἔχοντες πρός Κύριον, ὑπέρ ἡμῶν τῶν τελούντων τό σεπτόν ὑμῶν μνημόσυνον.
Ἦχος β'.
Τῇ καρτερίᾳ διαπρέψαντες, καί ποικίλοις εἴδεσι κολαστηρίων προσπαλαίσαντες, ὤφθητε πανένδοξοι Νεομάρτυρες Χριστοῦ· μετανοίας δέ δάκρυσι προκαθαιρόμενοι τῆς πλάνης, στίγμασι μαρτυρίου, σεαυτούς κατελαμπρύνατε· διό συγχαίρει ἡμῖν, ἡ ἐνεγκαμένη ὑμᾶς ἐπαρχία Κισσάμου, ἡ δέ Κρήτη ἔμπλεως χαρᾶς, χορεύει καί γάννυται· ὅτι μνήμη Μαρτύρων ἀγαλλίαμα, τοῖς φοβουμένοις τόν Κύριον.
Ἦχος γ'.
Καθά ὁ ἄνομος ᾿Ισμαήλ διετάξατο Ἅγιοι, οἱ δυσσεβεῖς ἀπέτεμον ὑμῶν τάς κάρας· ριφθέντων δέ τῶν σωμάτων ὑμῶν, ἔξωθεν τοῦ φρουρίου ἐν κοπρῶνι, ὁ δυσώδης τόπος ἐγένετο εὔοσμος, καί ὡς λάμπων οὐρανός τά σώματα ὑμῶν ὑπεδέξατο· διό παμφαεστάτη τετράς Νεομαρτύρων, Καλυδωνίας τό κλέος, Μελισσουργείου βλαστοί, καί δόξα τῆς Κισσάμου, καί ἡμᾶς τῷ Παναγίῳ Πνεύματι φωτίσαι πρεσβεύσατε, ὅ κατελάμπρυνεν ὑμῶν τάς καρδίας, κάλλει ἀρρήτῳ καί λαμπρότητι.
Δόξα Πατρί. Ἦχος δ'.
Δεῦτε φιλομάρτυρες Κρήτης λαοί, πρεπόντως τιμήσωμεν τούς τετραρίθμους Νεομάρτυρας· οὗτοι γάρ ἐν δυσχειμέροις καιροῖς, ἐν ζόφῳ ἀγνοίας καί δουλείας καί ἐν πικροῖς κολαστηρίοις, ἐκ χειρός Κυρίου τόν στέφανον ἀξίως ἐδέξαντο· ὅς καί ἠξίωσεν αὐτούς ἐμμεῖναι τῇ ὁμολογίᾳ, πείθει δέ πάντας φέρειν, τά δεινά τῶν τυρράνων τῆς ῎Αγαρ, καθώς ἀπεφήνατο ὁ νίκης δήμου φερώνυμος ῞Οσιος· πάντες δέ εὐχαριστοῦντες, μέγας εἶ Κύριε ἀναβοήσωμεν, ὅτι ὑπερθαύμαστος ὄντως εἶ ἐν τοῖς ῾Αγίοις σου.
Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τούς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος β'. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὅτε ἐπεστράφητε Χριστῷ, ἐκ τῆς ψυχολέθρου πρός ῎Αγαρ, ἀποσκιρτήσεως, τότε τῆς ἀθλήσεως, πνεῦμα ἐδέχθητε, θαρσαλέῳ φρονήματι, σαφῶς ἐκζητοῦντες, πίστεως κραταίωσιν, παρά τοῦ μόνου Θεοῦ· ὅς ἐπικαμφθείς μετανοίᾳ, πάντας τοῖς χοροῖς τῶν Μαρτύρων, γνώμῃ εὐχαρίστῳ συνηρίθμησεν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Πόθῳ συνεδέθητε σαφῶς, θεῖοι Ἀθλοφόροι Κυρίου, τέσσαρες Μάρτυρες, οὐ συνδέσμῳ σώματος, ἀλλά τῆς πίστεως, ἀσινεῖς δέ ἐμείνατε, καί ξίφει λυθέντες, εὕρατε ἀνάπαυσιν, ἐν οὐρανίοις σκηναῖς· ὅθεν καί ἡμεῖς ὡς προστάτας, παρά τῷ Θεῷ ἐκτιμῶντες, τάς ὑμῶν πρεσβείας ἐξαιτούμεθα.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε τῶν πιστῶν ὁ μελισσών, δεῦτε φιλομάρτυρες πάντες, σπεύσωμεν ᾄσμασιν, εἰς Μελισσουργεῖον νῦν, ὅπως ὑμνήσωμεν, τούς ἐνταῦθα βλαστήσαντας, Γεώργιον θεῖον, καί αὐτοῦ γεννήτορας Ἐμμανουήλ τόν κλεινόν, τήν ἀνδρείαν ὄντως μητέρα, καί τήν θυγατέραν ἐκείνης, πάντας οὕς ἐδόξασεν ὁ Κύριος.
Δόξα Πατρί. Ἦχος πλ. β'.
Ἐν ἀπτοήτῳ λογισμῷ, πανέντιμοι Νεομάρτυρες, Ἐμμανουήλ καί Ἀνεζίνα, θεῖοι γεννήτορες, εὐγνωμόνως παρεδώκατε Θεῷ, ὡς πολύτιμον ἀντίδωρον, τά τέκνα ὑμῶν Γεώργιον καί Μαρίαν· πάντες γάρ ἀνυποίστους βασάνους ὑποστάντες, τόν διά ξίφους θάνατον ἐδέξασθε καρτερόψυχοι· κἄν δ᾿ εἰς κοπρῶνα τά τίμια σώματα ὑμῶν ἐκβληθέντα, τῷ τοῦ ἱεροδίκου προστάγματι, ὡς ἀρωματοσύνθετα ἄνθη, ὁ στεφοδότης Κύριος ὅν παρρησίᾳ ἐκηρύξατε, χαίρων ἐδέξατο· ᾦ καί πρεσβεύοντες ἀπαύστως, μή παύσησθε αὐτόν ἐκδυσωποῦντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Θεοτόκε σύ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τόν καρπόν τῆς ζωῆς, σέ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετά τῶν Ἀθλοφόρων, καί πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Νέοι Μάρτυρες, οἱ τῆς Κισσάμου, καταστρέψαντες, πλάνην τῆς ῎Αγαρ, Ὀρθοδόξων μαρτυρίαν ἐκράτυναν· Ἐμμανουήλ, Ἀνεζίναν, Γεώργιον, σύν τῇ Μαρίᾳ φαιδρῶς ἐπαινέσωμεν, καί βοήσωμεν, Χριστῷ τῷ αὐτούς δοξάσαντι, διδόναι καί ἡμῖν πίστιν ἀκλόνητον.
Δόξα. Ἕτερον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τετρακτύν τήν ἁγίαν, τῶν Μαρτύρων τιμήσωμεν, σύν Ἐμμανουήλ τε Μαρίαν, Ἀνεζίναν Γεώργιον, Κισσάμου τά ἄνθη τά τερπνά, τά ξίφεσι τμηθέντα ἀπηνῶς, καί χαρίτων εὐωδίᾳ, τέρποντα πάντας τούς κράζοντας· Δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ ἐνισχύσαντι, δόξα τῷ χορηγοῦντι δι᾿ ἡμῶν, ἡμῖν τά κρείττονα.
Και νῦν. Θεοτοκίον.
Τοῦ Γαβριήλ φθεγξαμένου, σοί Παρθένε τό Χαῖρε, σύν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοί τῆ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τόν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διά τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Κάθισματα. Μετὰ τὴν α΄ Στιχολογίαν, Ἦχος α'. Τόν τάφον σου.
Τετράριθμος χορός, τῶν ἁγίων Μαρτύρων, ὑμνείσθω ἐκτενῶς, ὅτι γῆν τῆς Κισσάμου, ὡς φύλακες τῆς πίστεως, ἐπορφύρωσαν αἵμασι, καί ὡς σφάγια, ἐθελουσίως τυθέντα, νῦν πρεσβεύουσιν, ἀπαλλαγῆναι κινδύνων, ἡμᾶς καί κακώσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καί μετά τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρός τήν σήν ἀγαθότητα· σέ γάρ ἔχομεν, ἁμαρτωλοί προστασίαν, σέ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τήν μόνην πανάμωμον.
Μετά τήν β' Στιχολογίαν Κάθισμα. Ἦχος γ'. Θείας πίστεως.
Ῥείθροι ἔνδοξοι, ἁγνῶν αἱμάτων, ἐφοινίξατε, χθόνα Κισσάμου, καρτερόψυχοι Χριστοῦ θεῖοι Μάρτυρες, καί τῷ Βελίαρ γενναίως παλαίσαντες, τῆς νίκης ἆθλα δικαίως ἐλάβετε· παμμακάριστοι, τούς πόθῳ ὑμᾶς γεραίροντας, παντοίων ἐκ κινδύνων διασώσατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θρόνος πάγχρυσος, τοῦ βασιλέως, καί παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανύμνητε· τόν γάρ Θεόν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεί καί μεγαλύνομεν.
Μετά τόν Πολυέλεον Κάθισμα. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ὡς δρόσος οὐράνιος, ἐν τῆς δουλείας αὐχμῷ, στερροί δέ ὡς ἄγκυραι, ἐν τρικυμίας καιρῷ, ἐδείχθητε ἔνδοξοι· πάντων δέ τάς καρδίας, νῦν στηρίζετε πίστει, τάς συνταραττομένας, ὑπ᾿ ἐχθρῶν ἀδιστάκτων· φρουροί γάρ καί προστάται ἡμῶν, ὑπάρχετε Ἅγιοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑμνοῦμέν σε Θεόνυμφε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, δοξάζοντες τόν τόκον σου, τόν ἀκατάληπτον, δι᾿ οὖ ἐλυτρώθημεν, πλάνης τοῦ διαβόλου, καί παντοίων κινδύνων, Δέσποινα Θεοτόκε, καί πιστῶς ἐκβοῶμεν· ἐλέησον τήν ποίμνην σου Κόρη Πανύμνητε.
Τὸ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ζήτει τῇ κγ' Ἀπριλίου.
Ὁ Ν' (50).
Δόξα Πατρί. Ταῖς τῶν Ἀθλοφόρων…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β'. Στίχ. Ἐλέησόν με ὁ Θεός…
Φωστῆρες νεοφανεῖς, ἐδείχθητε Ἅγιοι τέσσαρες Μάρτυρες· εὐσεβῶς γάρ παθήματα στέρξαντες, καί τυρράνων ἀπειλάς ὑπομείναντες, τῷ Χριστῷ προσδραμόντες, τάς κάρας ἐνδόξως ἐτμήθητε· διό παρρησίαν ἔχοντες, αὐτόν ἱκετεύσατε, ὑπέρ τῶν πίστει τιμώντων, τήν μνήμην ὑμῶν Ἅγιοι.
Εἶτα ὁ Κανών τῆς Θεοτόκου καί ὁ Κανών τῶν Μαρτύρων οὗ ἡ Ἀκροστιχίς· Νεομάρτυρας τέσσαρας πόθῳ γεραίρω. Εὐαγγέλου.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τό ἐρυθραῖον.
Νεάθλων, τό ἐκ τεσσάρων ἄθροισμα, ὁρῶν ἐκπλήττομαι, ὑμνῆσαι θέλων δέ χρεωστικῶς, συναισθάνομαι σκότος νοός· διό αἰτῷ σύν δάκρυσι, Πνεύματος θείου φωταγώγησιν.
Ἐνθέως τοῦ μαρτυρίου σκάμματι, πρός τά οὐράνια, διαδραμόντες Πνεύματι Θεοῦ, μετά δόξης εἰσήλθετε, ἐν οὐρανίοις δώμασι, καί μετ᾿ Ἀγγέλων συναγάλλεσθε.
Ὁ θεῖος, Ἐμμανουήλ συνέχαιρε, καί πόθῳ ἔσπευσε, σύν γυναικί αὐτοῦ καί τοῖς παισίν, ἐν τῷ σκάμματι πίστει στερρᾷ, καί τοῦ ἐχθροῦ τήν δύναμιν, πάντες γενναίως ἐτροπώσαντο.
Θεοτοκίον.
Μητέρα, σέ καί προστάτην ἔχοντες, καί κρήνην νάουσαν, τόν ρυπωθέντα σπίλοις νοητοῖς, λογισμόν μου καθάρισον νῦν, καί τῶν παθῶν κατάσβεσον, τήν κατακαίουσάν με κάμινον.
Κανών δεύτερος τοῦ ῾Αγίου φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· Ἐμμανουήλ πανοικί ὑμνείσθω. Κυρίλλου ῾Ι.
ᾨδὴ α’. Ἦχος πλ. δ'. ῾Αρματηλάτην Φαραώ.
Ἐμμανουήλ τόν εὐκλεῶς ἀθλήσαντα, ἐν τοῖς ἐσχάτοις καιροῖς, σύν τῇ ὁμοζύγῳ, καί τοῖς τέκνοις μέλψωμεν, ὡς καλλινίκους Μάρτυρας, ὧν ἁγίᾳ ἀθλήσει, Ἀγαρηνῶν ὡς μετέωρος, ἔπαρσις εἰς γῆν καταβέβληται.
Μνήμη ὑμῶν ἡ φωταυγής ἐπέφανε, Μελισσουργείου βλαστοί, Ἐμμανουήλ μάκαρ, Ἀνεζίνα ἔνδοξε, Γεώργιε θεόληπτε, καί Μαρία θεόφρον, ὑπεραυγάζουσα σήμερον, ἅπασαν Κρητῶν τήν ὁμήγυριν.
Μαρτυρικαῖς ἠγλαϊσμένος χάρισι, ἐν οὐρανοῖς πανοικεί, Ἐμμανουήλ θεῖε, τῷ Χριστῷ παρίστασαι· ἀνδρείως γάρ ἠλόγησας, ἐπωδύνων βασάνων, καί διά ξίφους πρός ἄλληκτον, λῆξιν ἱερῶς ἐξεδήμησας.
Θεοτοκίον.
Ἀνερμηνεύτως δι᾿ ἡμᾶς κυήσασα, τόν Ποιητήν τοῦ παντός, σωτηρίας Μῆτερ, πρόξενος γεγένησαι· διό σε μακαρίζομεν, εὐλαβῶς ἐκβοῶντες· Χαῖρε ἀπείρανδρε Δέσποινα, κεχαριτωμένη Μητρόθεε.
Κανών πρῶτος. ᾨδὴ γ'. Εὐφραίνετε ἐπί σοί.
Ἀγάπῃ τῇ πρός Θεόν, συνδεδεμένοι οἱ Χριστοῦ Μάρτυρες, ἀνδρειοφρονέστατα, παντοίας βασάνους ὑπέμειναν.
Ῥωννύμενοι τῇ ψυχῇ, τῇ εὐρωστίᾳ τῆς Χριστοῦ πίστεως, σθένει ἐτροπώσασθε, τά τῶν ἀσεβῶν μηχανήματα.
Τυράννων τάς ἀπειλάς, οὐκ ἐφοβήθητε Χριστοῦ Μάρτυρες· διό τε τά ὁρώμενα, τοῖς μή αἰσθητοῖς ἐνικήθησαν.
Θεοτοκίον.
Ὑψώθης ὑπέρ βροτούς, καί ἠξιώθης τῆς τιμῆς κρείττονος, σάρκα ὡς δανείσασα, τῷ Λόγῳ Θεοῦ τοῦ παντάνακτος.
Κανών δεύτερος. Οὐρανίας ἁψῖδος.
Νικηταί τροπαιοῦχοι, μαρτυρικῶς ὤφθητε, πτῶσιν διορθούμενοι ἥνπερ, πρώην πεπόνθατε, Ἐμμανουήλ θαυμαστέ, σύν τῇ συζύγῳ καί τέκνοις, καί ἐταπεινώσατε, τόν πολυμήχανον.
Ὁμογνώμῳ ἐφέσει, μαρτυρικόν στάδιον, ἐν ἀγαλλιάσει καρδίας, συνηγωνίσασθε, ἐνισχυόμενοι, τῇ παναλκίμῳ δυνάμει, τοῦ Σταυροῦ μακάριοι, τέσσαρες Μάρτυρες.
Ὑπομείναντες πόνους, καί ἀλγεινάς μάστιγας, ἤρθητε τομῇ τοῦ αὐχένος, ζωήν πρός ἄπονον, συμβασιλεύοντες, τῷ Βασιλεῖ τῶν αἰώνων, σύν Μαρτύρων τάξεσι, τέσσαρες Μάρτυρες.
Θεοτοκίον.
Λογισμῶν πονηρίας, τοῦ μολυσμοῦ κάθαρον, Ἄχραντε Μαρία τόν νοῦν μου, καθικετεύω σε· σύ γάρ ἐκύησας, ἀνερμηνεύτως τόν Λόγον, καθαρά ὡς πέλουσα, ὄντως καί ἄμωμος.
Κάθισμα. Ἦχος α'. Τόν τάφον σου Σωτήρ.
Τετράδα τήν σεπτήν, τῶν Μαρτύρων ὑμνοῦμεν, ποικίλαις καί τερπναῖς, ὑμνῳδίαις ᾀσμάτων, δι᾿ ὧν τήν εὐσυμπάθητον εὐωδίαν λαμβάνομεν· ἄνθη εὔοσμα, τά εὐκοσμίᾳ ἀγάπης, ἐκλαμπρύνοντα, τῶν εὐσεβῶν τάς καρδίας, μυρίοις ἐν χρώμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Λυχνία χρυσαυγής, τοῦ ῾Ηλίου τῆς δόξης, λαμπάς λευκοφαής, τοῦ φωτός τοῦ ἀδύτου, νεφέλη πυρσεύουσα, τοῦ Πατρός τό ἀπαύγασμα, τῆς καρδίας μου, ἀμβλιωπούσας τάς κόρας, φωταγώγησον, μαρμαρυγαῖς ἀκηράτοις, καί θείοις πυρσεύμασιν.
Κανών πρῶτος. ᾨδὴ δ'. Ἐπαρθέντα σε.
Ῥεῖθρον ζῶν ἡ Ἐκκλησία καί δή κατ᾿ οἶκον, ἡ τόν Χριστόν κατέχουσα ὡς οἰκοδεσπότην, ἔθρεψε Μαρτύρων ψυχάς, οἱ πίστει ἐκραύγαζον· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀνεζίνα ἡ καλλίτεκνος τῶν μητέρων, Ἐμμανουήλ δ᾿ ὁ σύζυγος καί πατήρ γενναῖος, ἔστησαν τά τέκνα αὐτῶν, ἀφόβως κραυγάζοντα· Δόξα τῇ δυνάμει σου Κύριε.
Σύν Μαρίᾳ ὁ Γεώργιος ἐνεφορεῖτο, ὑπό ἰδίου πνεύματος τῆς ὁμολογίας, καί πρό τοῦ δημίου στερρῶς, ἐκραύγαζον εἰκότως· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Τούς ἐν πίστει καταφεύγοντας μή ἀπώσῃ, τῇ σῇ πρεσβεία Δέσποινα καί παρακαλοῦντας, ἵλεως γενοῦ τε ἡμῖν, τῷ σῷ Υἱῷ λέγουσι· δόξα τῇ δυνάμει σου Κύριε.
Κανών δεύτερος. Σύ μου ἰσχύς.
Πρώην Χριστόν, τόν Λυτρωτήν ἀρνησάμενοι, μαρτυρίου, τοῖς ἀγῶσι ὕστερον, αὐτῷ προσήχθητε λογικά, θύματα τμηθέντες, ξίφει τάς κάρας ἀήττητοι, τετράς Νεομαρτύρων, τῆς Κισσάμου ἡ δόξα, καί τῆς Κρήτης λαμπρά καλλωπίσματα.
Ἀθλητικῷ, Ἐμμανουήλ παραστήματι, τῶν τυράννων, ἔκραζες ἐνώπιον· γλυκύ τό πάσχειν διά Χριστόν, καί ζωῆς ἡγοῦμαι, θείας τόν θάνατον πρόξενον, πολλῷ δέ μᾶλλον ἔχων, συναθλοῦντα τά τέκνα, ἅ Θεός μοι ὁ Κύριος ἔδωκεν.
Νυκτομαχεῖς, ὦ Ἀνεζίνα ἐκραύγαζες, τῷ ἀνόμῳ δικαστῇ καί ἔλεγες· οὐκ εἰς σφαγήν ἄνομε κριτά, ἀλλ᾿ εἰς θεῖον γάμον, νυμφαγωγεῖς νῦν τά τέκνα μου, καί θέλω τῆς τοῦ γάμου, εὐφροσύνης γενέσθαι, κοινωνός ὥσπερ μήτηρ φιλότεκνος.
Θεοτοκίον.
Ὁλολαμπής, ἐκ τῆς νηδύος σου Ἥλιος, ὁ Δεσπότης, τοῦ παντός ἀνέτειλε, τῆς τοῦ γενάρχου παρακοῆς, λύων τήν σκοτίαν, καί καταυγάζων τά σύμπαντα, φωτί τῷ ἀνεσπέρῳ, τῆς αὐτοῦ θείας δόξης· διό πάντες ἀεί σε γεραίρομεν.
Κανών πρῶτος. ᾨδὴ ε'. Σύ Κύριε μου φῶς.
Εἰς ὄρος ἀρετῶν, ἀνελθόντες πανεύφημοι, ἐκύψατε τούς αὐχένας, καί τομῇ τῇ τοῦ ξίφους, ἐτύθητε ὡς σφάγια.
Σωμάτων τούς φρικτούς, αἰκισμούς ὑπομείναντες, τῷ πνεύματι ζωηφόροι, τούς τῆς Ἄγαρ ἀνόμους, ἐχθρούς κατετροπώσατε.
Σκαιότητος φθορᾶς, ἐμπαθείας φαυλότητος, ὑπέστητε Ἀθλοφόροι, ἀλλ᾿ ὑμεῖς τοῦ Βελίαρ, τούς γόνους νενικήκατε.
Θεοτοκίον.
Ἀπόστειλον ἡμῖν, τάς ἀκτίνας σῆς χάριτος, ὡς θείου φωτός νεφέλη, λογισμῶν πονηρίας, ἀχλύν διασκεδάζουσα.
Κανών δεύτερος. ῞Ινα τί με ἀπώσω.
Ἰατρεύσαντες τραῦμα, ὅ ὑμῖν ὁ δόλιος ὄφις ἐπέθηκεν, διά μετανοίας, τραυματίαν αὐτόν ἀπειργάσασθε, σύν τοῖς δυσί τέκνοις, Ἐμμανουήλ καί Ἀνεζίνα, διά ξίφους ἀνδρείως ἀθλήσαντες.
Καρτερίας τοῖς πόνοις, καί ὁμολογίας, τοῖς ἄθλοις διέπρεψας, τήν εὐνέτιδα σου, κεκτημένος θεόφρον ὁμόψυχον, καί τερπνή θυσία, σφαγιασθέντες σύν τοῖς τέκνοις, τῷ Δεσπότῃ Θεῷ προσηνέχθητε.
Ἴσην ἔχοντες γνώμην, ἴσην τήν ἀνδρείαν σαφῶς ἐπεδείξατε, καί ἴσα τά γέρα, δεξιᾷ τοῦ Σωτῆρος ἐλάβετε, τήν τομήν τῆς κάρας, ροπῇ μιᾷ ὑπενεγκόντες, τῆς Κισσάμου τά θεῖα βλαστήματα.
Θεοτοκίον.
Ὑπερτέρα ὑπάρχεις, οὐρανῶν τεκοῦσα αὐτούς τόν ἐκτείναντα, ὡσεί δέρριν Κόρη, Θεοτόκε ἁγνή ἀειπάρθενε· ὅθεν ἱκετεύω, οὐράνωσόν μου τήν καρδίαν, γεωθεῖσαν δι᾿ ἔργων φαυλότητος.
Κανών πρῶτος. ᾨδὴ στ'. Θύσω σοι μετά φωνῆς.
Ῥῦσαι με, τῆς ἀκηδίας πρόφθασον δέομαι, τετράς Ἁγίων Μαρτύρων, τήν γαιώδη σάρκα μου ὑποτάξαι, θείῳ ζήλῳ, τῇ πανσθενεῖ δυνάμει τοῦ Πνεύματος.
Ἄριστοι, καί οἱ γονεῖς καί τά τέκνα ὑπήρξατε, καί τῆς ψυχῆς εὐτολμίᾳ, γηθοσύνως φέροντες ὡς γενναῖοι, τάς βασάνους, ἀκλινεῖς γεγόνατε Μάρτυρες.
Σύσκηνοι, τῶν παλαιῶν Μαρτύρων ἐγένεσθε, ἐν τοῖς ἐσχάτοις τῶν χρόνων· ἡ γάρ Κισσάμου χώρα πεπλουτισμένη, τοῖς ὑμετέροις ἄθλοις σεμνύνεται.
Θεοτοκίον.
Πρόσχες μοι, εἰς χαρμονήν τό πένθος μετάτρεψον, τῆς παναθλίας ψυχῆς μου, καί παθῶν συντόνων τήν τρικυμίαν, Θεοτόκε, εἰς διαρκῆ γαλήνην μετάβαλε.
Κανών δεύτερος. ῾Ιλάσθητί μοι Σωτήρ.
Μαρτύρων τήν ἀρετήν, ὡς εὐσθενεῖς μιμησάμενοι, οἱ τέσσαρες ἐν ἑνί, ἐκράζετε στόματι· Χριστοῦ ἡμεῖς πέλομεν, ἀπογεγραμμένοι, τῷ ὀνόματι ὦ τύραννε.
Νεόδρεπτα τῷ Χριστῷ, καθάπερ ρόδα προσήχθητε, Μαρτύρων πανευκλεῶν, βλαστοί οἱ ἀμάραντοι, ὀσμήν ἀποπνέοντες, τῆς θεοσεβείας, σύν Μαρίᾳ ὦ Γεώργιε.
Εὐφραίνεται ἡ Κρητῶν, νῆσος ὦ τέσσαρες Μάρτυρες, καταρδευθεῖσα ὑμῶν, αἱμάτων τοῖς ρεύμασι· αὐτήν οὖν φυλάττετε, ἐξ ἐχθρῶν παντοίων, συμφορῶν καί περιστάσεων.
Θεοτοκίον.
Ἱλέωσαι τόν ἐκ σοῦ, ἐνανθρωπήσαντα Δέσποινα, ἵνα γεέννης πικρᾶς, ὁ τάλας ρυσθήσομαι· εἰς σέ γάρ ὦ Δέσποινα, τήν ἐλπίδα ἔχων, καταφεύγω σοι δεόμενος.
ΚΟΝΤΑΚΙΟΝ. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὦ τετράς πανάριστε, τοῦ ἀρχεκάκου, τήν ὀφρύν κατέβαλες, ἐν ὁμοφρόνῳ λογισμῷ· διπλῆν δυάδα ὑμνοῦμέν σε, ὡς τῶν Μαρτύρων νεάθλων τό καύχημα.
Ο ΟΙΚΟΣ.
Οἱ ἐκ Μελισσουργείου Καλυδωνίας ὁρμώμενοι, τέσσαρες καλλίνικοι Μάρτυρες, ὥσπερ ἀσώματοι ἔρωτι Χριστοῦ ἐν γῇ ζήσαντες, καί τό δένδρον τῆς πίστεως τοῖς αὐτῶν αἵμασι καταποτίσαντες, νῦν δέ μετά πάντων Ἁγίων τό αὐτοῦ ἀμήχανον κάλλος, αἰωνίως ὁρῶσι σύν Ἀγγέλοις· ἡμεῖς δέ πάντες ὡς καλήν ἑορτήν ἐνιαύσιον, τήν ἡμέραν ταύτην καθιερώσαντες, Συνοδικῇ ἀποφάσει, ψαλμοῖς καί ὕμνοις αὐτούς ἐπαινέσωμεν, ὡς τῶν Μαρτύρων νεάθλων τό καύχημα.
Μηνολόγιον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων Νεομάρτυρων, Ἐμμανουήλ, τῆς συζύγου αὐτοῦ Ἀνεζίνας καί τῶν τέκνων αὐτῶν Γεωργίου καί Μαρίας, τῶν ἐκ Μελισσουργείου Καλυδωνίας τῆς ἐπαρχίας Κισσάμου καταγομένων καί ἐν τῷ ὑψώματι τοῦ φρουρίου Πεχλιβάν Ταμπιασί ξίφει τελειωθέντων ἐν ἔτει αχπα' ( 1681 ).
Ἐμμανουήλ ἔσπευσεν εἰς μαρτυρίαν,
μετά γύναικός αὐτοῦ, τμηθέντες ξίφει·
σύν αὐτοῖς δέ ἀθλοῦνται πιστά τέκνα ὡσαύτως.
Θεοῦ γάρ αὐτούς ὑπέθαλπεν ἀγάπη,
Ὢ Τριάδος σεπτῆς ἀπείρου εὐδοκίας!
Τετάρτῃ τε καί δεκάτῃ πανοικεί ἐτμήθητε κεφαλάς
Ταῖς αὐτῶν πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών πρῶτος. ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.
Ὄντως ὡραῖα, τά ὑμέτερα ἆθλα ὑπέρ Χριστοῦ, λίθοις σιαγόνας θλώμενοι καί φρικτῶς, θανατούμενοι ἐψάλλετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θείᾳ δυνάμει, καί πόθῳ δόξης θείας τοῦ οὐρανοῦ, κλέος τό ἄλυπον ἔχοντες κατά νοῦν, τῷ Δεσπότῃ ἐκραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Ὢ μεγαλείου! ἡ Ἀνεζίνα σύν τῷ Ἐμμανουήλ, αἴγλη διαπρέψαντες τῇ φωτιστικῇ, σύν τοῖς τέκνοις αὐτῶν ἔψαλλον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον.
Γῆ παναγία, ἐξ ἧς Χριστός ἐτράφη θεῖος βλαστός, θρέψον τῆς ψυχῆς μου βλάστημα νοερόν· εὐλαβῶς γάρ σοί προσέρχομαι, εὐλογημένη σύ ἐν γυναιξί βοῶν σοι Πανάχραντε.
Κανών δεύτερος. Παῖδες ῾Εβραίων.
Σήμερον χαίρει τῆς Κισσάμου, ἡ χριστώνυμος χορεία Ἀθλοφόροι, καί ὑμῶν τό λαμπρόν, μαρτύριον ὑμνοῦντες, εὐλογητός εἶ κράζουσι, ὁ Θεός εἰς τούς αἰῶνας.
Θήρ μονιός ὑμῖν καθάπερ, ὁ πολέμιος ὑπῆλθε Ἀθλοφόροι, ἀλλ᾿ ἐψεύσθη οἰκτρῶς, καί τέτρωται εἰς τέλος, καταισχυνθείς τοῖς ρήμασι, τῆς ὑμῶν ὁμολογίας.
Ὦ τετρακτύς ἠγλαϊσμένη, Νεομάρτυρες Κυρίου στεφανίται, Ἀνεζίνα σεμνή, Ἐμμανουήλ Μαρία, σύν Γεωργίῳ πάντοτε, τόν Δεσπότην δυσωπεῖτε.
Θεοτοκίον.
Κόρη πανάχραντε Μαρία, θηριάλωτος γενέσθαι κινδυνεύω· πρόστηθί μοι ῾Αγνή, καί σῶσόν με εὐχαῖς σου, μή μέ παρίδῃς Δέσποινα, κἄν πολλά ἡμαρτηκότα.
Κανών πρῶτος. ᾨδὴ η'. Χεῖρας ἐκπετάσας.
Ἔχει παρρησίαν ἡ τετράς, Ἁγίων ἔνδοξος σῴζουσα χάριτι· πάντες γάρ πόνους στρεβλώσεων, καί βασάνων πολυτρόπους ξεσμούς, ἐγκαρτερήσαντες καλῶς, ἔνθεοι ἔψαλλον, τῷ Κυρίῳ· πάντα τά ἔργα, ὑμνεῖτε τόν Κύριον.
Ῥείθροις τῶν αἱμάτων Ἀθληταί, γῆν ἐποτίσατε τῆς Κρήτης ἔνδοξοι, βλαστοί Κισσάμου νεόαθλοι, καί τῆς ῎Αγαρ δαιμονῶσαν ὀφρύν, καταβάλλοντες τῷ Σταυρῷ, πίστει ἐψάλλετε· Εὐλογεῖτε, πάντα τά ἔργα, Κυρίου τόν Κύριον.
Ἀνυμνολογήσωμεν πιστοί, ἐνθέους Μάρτυρας τέσσαρας σήμερον, Μελισσουργείου τά θρέμματα, γῆς Κισσάμου τά βλαστήματα· τήν δέ Τριάδα τήν σεπτήν, πίστει τιμήσωμεν· Εὐλογεῖτε, πάντα τά ἔργα, βοῶντες τόν Κύριον.
Θεοτοκίον.
Ἴθυνον τόν νοῦν μου πρός Θεόν, ἁγνή Παρθένε θεόνυμφε Δέσποινα, καί τάς αἰσθήσεις μου κάθαρον, τήν ψυχήν μου φωταυγίζουσα, ἵνα πόθῳ σοί βοῶ· Χαῖρε Χριστόν ἡ φρικτῶς τεκοῦσα, ὅν εὐλογοῦμεν, ἀεί καί δοξάζομεν.
Κανών δεύτερος. Τόν Βασιλέα.
Ὕμνοις τιμῶμεν, σύν τοῖς γονεῦσι τά τέκνα, ὑμᾶς ἔνδοξοι Κυρίου Ἀθλοφόροι, ὡς καταβαλόντας, Ἀγαρηνῶν τό θράσος.
Ῥείθροις αἱμάτων, πεποικιλμένην χορείαν, συγκροτεῖτε νῦν ἐν πόλῳ Ἀθλοφόροι, ἡμῶν μεμνημένοι, τῶν περιλειπομένων.
Ἰσομοιροῦντες, μαρτυρικῆς εὐκληρίας, ὡς ὁμόψυχοι φανέντες τῇ ἀθλήσει, Μάρτυρες Κυρίου, ἀεί ἀγαλλιᾶσθε.
Θεοτοκίον.
Λελαμπρυσμένη, φωτοχυσίᾳ τῆς δόξης, τοῦ ἐκ σοῦ Μῆτερ ἀσπόρως σαρκωθέντος, φῶς ἀνάτειλόν μοι, εὐχαῖς σου σωτηρίας.
Κανών πρῶτος. ᾨδὴ θ'. Λίθος ἀχειρότμητος.
Ῥώμῃ καί δυνάμει τοῦ Λόγου, τοῦ οὐρανοῦ τε τῇ σοφίᾳ, λαμπρῶς ἐκηρύξατε πάντες, Χριστόν καί ῎Αγαρ μιαροτάτην πίστιν, καθείλετε στερρότατα· ὅθεν ὑμᾶς νῦν μεγαλύνομεν.
Ὢ τετράς Ἁγίων Μαρτύρων, πίστεως θεῖοι στρατιῶται, ὡς ὑπερφυεῖς γάρ οἱ πόνοι, ὑμῶν καί τίμιοι οἱ ἱδρῶτες πάντων· Χριστός ὑμᾶς ἐδόξασε, στέφει ἁγίῳ παμμακάριστοι.
Ἐσχάτῃ ὥρᾳ τῆς ἐξόδου, ἐκ τῶν τοῦ βίου ἐπικήρων, μνήσθητε ἡμῶν τῶν ὑμνούντων, τούς πανεντίμους ὦ Μάρτυρες ἀγῶνας, δι᾿ ὧν Χριστός ἐδόξασεν, ἡμᾶς ἐν πόλῳ ὡς φιλάνθρωπος.
Θεοτοκίον.
Ὑπέρ τῶν πιστῶς σε ὑμνούντων, ὡς Χερουβείμ ἐνδοξοτέραν καί τῶν Σεραφείμ ἀνωτέραν, ῾Αγνή μή παύσῃ ὑπέρ αὐτῶν αἰτοῦσα, παρά Κυρίου ἄφεσιν, καί βασιλείαν τήν αἰώνιον.
Κανών δεύτερος. Ἐξέστη ἐπί τούτῳ.
Λαμπόμενος τῷ φέγγει, τῶ μυστικῷ, τῆς ἀΰλου ἐν πόλῳ ἐλλάμψεως, Ἐμμανουήλ, σύν τῇ ὁμοζύγῳ τῆ εὐκλεεῖ, καί τοῖς ἐνδόξοις τέκνοις σου, δέησιν προσάγαγε σύν αὐτοῖς, Θεῷ τῷ ἐν τριάδι, ἵνα ρυσθῶμεν πάσης, κακοπραγίας τε καί θλίψεως.
Ὁμότιμον τήν δόξαν, ἐν οὐρανοῖς, ὡς τῇ πίστει φανέντες ὁμόψυχοι, ὦ Ἀθληταί, εὕρατε καί ξύλου τοῦ τῆς ζωῆς, ὁμοῦ κατετρυφήσατε, καί ὁμοῦ πρεσβεύετε ἐκτενῶς, Θεῷ τῷ ἐν τριάδι, ὑπέρ τῶν ἐκτελούντων, ὑμῶν τήν μνήμην τήν πανεύσημον.
Ὑμνοῦμεν ἐγκωμίοις, ἐν ἱεροῖς, τῶν Μαρτύρων τετράδα τήν πάντιμον, οὕς γῆ Κρητῶν, ἐν ἐσχάτοις χρόνοις μαρτυρικῶς, ἐξήνθησεν ὡς εὔοσμα, κρίνα πίστεως τε καί ἀρετῆς, τῆς χάριτος ἐνθέως, διαπνέοντα κόσμῳ, τήν εὐωδίαν τήν μυρίπνοον.
Θεοτοκίον.
Ἱλέωσαί μοι Μῆτερ, τόν Λυτρωτήν, ὡς πλουτοῦσα πολλήν τήν συμπάθειαν· σοί γάρ πιστῶς, πολλοῖς βαρυνόμενος ἐν κακοῖς, προστρέχω καί κραυγάζω σοι, πρόσχες τῇ φωνῇ μου τῇ ταπεινῇ, ὅτι οὐκ ἔχω ἄλλην, προστασίαν τε σκέπην, καί ἀντίληψιν πλήν σου ὁ ἄθλιος.
Ἐξαποστειλάριον. Ἦχος γ'. ῾Ο οὐρανόν τοῖς ἄστροις.
Νεομαρτύρων ἡ δόξα, ἡ τετραπύρσευτος λαμπάς, τῆς Παναγίας Τριάδος ἡ καταλάμπουσα φωτί, ἁγίασον ἡμᾶς πάντας, σῇ εὐπροσδέκτῳ δεήσει.
Θεοτοκίον.
Χαῖρε Χριστόν ἡ τεκοῦσα, τῶν Ὀρθοδόξων ἡ χαρά, χαῖρε κακῶν ἀναιρέτις, καταφυγή τῶν εὐσεβῶς, σέ ἀνυμνούντων Παρθένον, καί ἀληθῆ Θεοτόκον.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ. δ'. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυρες Χριστοῦ τετράριθμοι, τυραννικάς ἀπειλάς, καί θανάτου τό βίαιον, εἰς οὐδέν ἡγήσασθε, ἀλλ᾿ ἐμφρόνως ἐσπεύσατε, πρός τά παλαίσματα μετά πίστεως, καί νίκης γέρα ἀναδησάμενοι, νῦν συνευφραίνεσθε, μετ᾿ Ἀγγέλων Ἅγιοι ὑπέρ ἡμῶν, πάντοτε πρεσβεύοντες, Χριστόν τόν Κύριον.
Μάρτυρες Χριστοῦ πανόλβιοι, ἐθελουσίῳ νοΐ, πρός τό σκάμμα ἀθλήσεως, ἑαυτούς ἐδώκατε, καί αὐτομολήσαντες, τόν παλαμναῖον ἐχθρόν ᾐσχύνατε, καί τούς δυνάστας κατετροπώσατε· ὅθεν μακάριοι, Χριστῷ παριστάμενοι ὑπέρ ἡμῶν, πάντοτε μή παύσησθε, αὐτῷ πρεσβεύοντες.
Μάρτυρες Χριστοῦ τρισένδοξοι, εὐλογημένη τετράς, πανοικεί ἐξεδόθητε, εἰς βίαιον θάνατον, τοῦ Χριστοῦ χάριν πίστεως· Ἐμμανουήλ, Ἀνεζίνα πρόσκαιρον, ζωήν ἠρνήθητε σύν τοῖς τέκνοις τε, τόν τε Γεώργιον, καί Μαρίαν πάντοτε ἐν οὐρανοῖς, θείοις συγχορεύετε, δήμοις πανεύφημοι.
Μάρτυρες Χριστοῦ τήν ἔνδοξον, μνήμην τελοῦντες ὑμῶν, λογισμόν τόν ὁμόζηλον, ὅνπερ ἀνελάβετε, ζηλοτύπως θαυμάζομεν· καί ὑμνῳδίαις ᾀσμάτων μέλπομεν, δι᾿ ἅ ἐλάβετε ἀριστεύματα, καταφοινίξαντες, μαρτυρίου αἵμασι Κισσάμου γῆν· διό καί ἐδόξασεν, πάντας ὁ Κύριος.
Δόξα Πατρί. Ἦχος ὁ αὐτός.
Σήμερον πνευματικῶς δεῦτε εὐφρανθῶμεν, ἐπί τῇ μνήμῃ τῶν Νεομαρτύρων, Ἐμμανουήλ καί Ἀνεζίνας τῆς σεπτῆς συζυγίας, Γεωργίου τε καί Μαρίας τῶν ἐνδόξων τέκνων αὐτῶν. Οὗτοι γάρ συνεργείᾳ τοῦ διαβόλου, ἐξαρνησάμενοι τήν πίστιν ἡμῶν, καί εἰσδεξάμενοι Ὀθωμανῶν τής ἀσέβειαν, Θείῳ Πνεύματι ἐλλαμφθέντες, τόν Χριστόν καί αὖθις ἐπόθησαν, καί παρρησίᾳ ὁμολογήσαντες αὐτόν, πρός τό τῆς πίστεως σκάμμα, εὐθαρσῶς ηὐτομόλησαν. ῞Οθεν τόν ἀγῶνα καλῶς τελέσαντες, τοῦ μαρτυρίου τόν στέφανον δικαίως, παρά Χριστοῦ ἐκομίσαντο· ᾧ καί πρεσβεύουσι ὑπέρ ἡμῶν τῶν ὑμνούντων, αὐτῶν τά παλαίσματα.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Δοξολογία Μεγάλη. Ἀπόλυσις.
Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ὕμνοις ἐγκωμίων, τήν τετράδα τήν εὐκλεῆ, τούς ἐκ τῆς Κισσάμου, Μάρτυρας νεολέκτους, οἵ τοῦ Χριστοῦ τήν πίστιν, ἄθλοις ἐστήριξαν.
Χαίροις Ἀθλοφόρε Ἐμμανουήλ, ὁ τῆς συζυγίας, καί πατέρων ὑπογραμμός, ὁ σύν τῇ συμβίῳ, ἀμφότεροι τά τέκνα, τῷ νόμῳ τοῦ Κυρίου, παιδαγωγήσαντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου