Κυριακή 4 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 12. ΠΑΝΑΓΙΑ ΤΡΙΧΕΡΟΥΣΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΒ΄.
ΠΑΝΑΓΙΑ ΤΡΙΧΕΡΟΥΣΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
https://www.monastiriaka.gr/images/cached/panagia-trixerousa-iera-moni-xilandariou-1fbd8884524a5a779960aac29dc8720etrixeroussajpg--1--news--41992.jpg
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Εἰκόνα τὴν θείαν Σου ἁγνή, ἣν πάλαι ἐπέκτητο, ὁ Ἰωάννης ὁ Ὅσιος, ὡς πλοῦτον ἄσυλον, ἥνπερ Τριχεροῦσαν, παραδόξῳ θαύματι, καλοῦμεν εὐλαβῶς ἀσπαζόμεθα, ἀναβοῶντές σοι· τὴν Μονήν σου ταύτην φύλαττε, Θεοτόκε πάσης περιστάσεως.

Ὡς θεῖον θησαύρισμα ἁγνή, Σάββας ὁ θεσπέσιος, ἐκ Παλαιστίνης μετήνεγκε, τῇ εὐδοκίᾳ σου, τῇ Σερβίᾳ Κόρη, τὴν σεπτὴν Εἰκόνα Σου, πηγάζουσαν ἀεὶ χάριν ἄφθονον, καὶ ἁγιάζουσαν, Τριχεροῦσα τοὺς προσπίπτοντας, Θεοτόκε ταύτῃ μετὰ πίστεως.

Χαρᾶς ἐπληρώθη ἀληθοῦς, μοναστῶν ὁ σύλλογος, ἡνίκα Κόρη τεθέαται, τῇ θείᾳ νεύσει σου, ὄνῳ ἀγομένην, τὴν σεπτὴν Εἰκόνα Σου, πρὸς Ἄθω ἐκ Σερβίας καὶ δέδεκται, ταύτην πανύμνητε, ὡς ἐχέγγυον ἀρίδηλον, τῆς πολλῆς Σου εὐνοίας καὶ χάριτος.

Τρυγώσα Παρθένε δαψιλῶς, τῆς σῆς ἀντιλήψεως, τὰς δωρεᾶς καὶ τὰς χάριτας, ἡ περιώνυμος, Χιλανδαρίου, Μάνδρα μεγαλύνει Σε, καὶ πίστει προσκυνεῖ τὴν Εἰκόνα Σου, θερμῶς βοῶσά Σοι· Τριχεροῦσα χαριτόβρυτε, μὴ ἐλλείπῃς ἡμᾶς περιέπουσα.

Δόξα. Καὶ νῦν. Ἦχος α’.
Ἀσματικῶς Θεοτόκε, τῶν ὑπὲρ νοῦν μεγαλείων Σου, τὰς ἐκφάνσεις μακαρίζομεν, εὐσήμῳ στόματι κηρύττοντες, τὴν πρὸς ἡμᾶς προστασίαν Σου πολλαχῶς γὰρ ἡμᾶς εὐεργετεῖς, καὶ ὡς δῶρον οὐράνιον, καὶ ἁγίασμα ἔνθεον, καὶ νοητὸν ἱλαστήριον, τῆς ἁγίας δόξης Σου, τὴν Σὴν Εἰκόνα ἡμῖν δέδωκας. Ἀλλ’ ὦ πανύμνητε Τριχεροῦσα, σκέπε ἀεὶ καὶ φύλαττε, τοὺς πιστῶς Σὲ μεγαλύνοντας.







Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ἡ Σὴ Μονή, Χιλανδαρίου Κόρη, κατέχουσα ἐν κόλποις, Παρθένε Τριχεροῦσα, τὴν θαυμαστὴν Εἰκόνα Σου.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Βρύει ἡ Σὴ Εἰκών, ὡς ὕδωρ ἀφθαρσίας, χαρίτων Σου τὰ ῥεῖθρα, καὶ ἄρδει Θεοτόκε, τὰς αὔλακας τῆς ποίμνης Σου.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Σάββας ὁ ἱερός, ἐκ τοῦ Ἡγιασμένου, Σάββα τῆς θείας Λαύρας, μετήνεγκε Παρθένε, τὴν ἱερὰν Εἰκόνα Σου.

Δόξα. Τριαδικόν.
Τέτοκας ἐν σαρκί, τὸν Λόγον Θεοτόκε, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ Πνεύματος Ἁγίου, τῇ συνεργείᾳ ἄχραντε.

Καὶ νῦν. Θεοτοκίον.
Δίδου διὰ παντός, τῇ ποίμνῃ Σου Παρθένε, τὰς ἀγαθάς Σου δόσεις, ἐκτρέπουσα ἐκ ταύτης, ἐχθροῦ τὰ μηχανήματα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα Σου ἐκ Παλαιστίνης ἡμῖν, ὁ Σάββας ὁ ἔνθεος ἣν Τριχεροῦσαν ἁγνή, καλοῦμεν μετήνεγκεν, ἥνπερ Χιλανδαρίου, ἡ Μονὴ κεκτημένη, ὕμνον Σοι Θεοτόκε, ἀναμέλπει βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ἀπόλυσις.














ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ το· Μακάριος ἀνήρ. Εἰς δὲ το· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ Παρθένος ἁγνή, ὡς σεπτὸν ἁγίασμα, Εἰκόνα τὴν ἱεράν, αὐτῆς ἀνέδειξεν, ἣν θαύματι τῷ σοφῷ, Δαμασκηνῷ Τριχεροῦσα ὠνόμασται, καὶ Σάββας ὁ εὐκλεής, πανευλαβῶς ἐκ Σιὼν μετεκόμισεν. Ἀλλ’ ὦ Κεχαριτωμένη, Θεοτόκε Δέσποινα, ἡμῖν δίδου ἀπαύστως, τὴν ταχεῖάν σου βοήθειαν.

Βαβαὶ τῶν Σῶν θαυμασίων ἁγνή! Σὺ γὰρ ἐκ Σερβίας, ἀχθῆναι ηὐδόκησας, Εἰκόνα Σου ταὴν σεπτήν, ταύτῃ τῇ Μάνδρᾳ Σου, ἧς ὤφθης ὡς ἀληθῶς, δι’ ἐνεργείας ἀῤῥήτου ὡς εὔσπλαγχνος, προστάτης καὶ κηδεμών, καὶ καθηγήτειρα θεία βοώσῃ Σοι· Κεχαριτωμένη χαῖρε, Τριχεροῦσα Δέσποινα, καταφύγιον μέγα, καὶ θερμὴ ἡμῶν ἀντίληψις.

Τῆς Σῆς Εἰκόνος τὴν ἔλευσιν, ὧδε Θεοτόκε, ἱερῶς δοξάζομεν, ἐτήσιον ἑορτήν, πιστῶς Σοι ἄγοντες, εὐνοίᾳ Σου γὰρ πολλή, καθηγουμένη ἡμῶν ἀναδέδειξαι, καὶ πάντες μετὰ σπουδῆς, τῇ Σῇ Εἰκόνι προσπίπτομεν κράζοντες· Χιλανδαρίου Χαῖρε, Τριχεροῦσα Δέσποινα, ἀγαλλίαμα θεῖον, καὶ προπύργιον καὶ ἔφορος.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τῇ θείᾳ Εἰκόνι Σου, Ἰωάννης ὁ πάνσοφος, προσπεσὼν τὴν ἴασιν τάχος ἔλαβε, τῆς δεξιᾶς αὐτοῦ Δέσποινα, χειρὸς τῇ Σῇ χάριτι, ἐκκοπείσης δολερῶς, ἣν ἡμῖν πλοῦτον ἔνθεον, Κόρη δέδωκας, καὶ πηγὴν ἰαμάτων καὶ λιμένα, σωτηρίας τοῖς τοῦ βίου, χειμαζομένοις ταῖς θλίψεσι.

Ὁ θεόφρων θεράπων Σου, Σάββας Κόρη ὁ Ὅσιος, τῇ Σερβίᾳ ἤγαγε θείᾳ νεύσει Σου, ὡς θησαυρὸν ἀναφαίρετον, τὴν θείαν Εἰκόνα Σου, τῶν χαρίτων Σου ἁγνή, ἣ τῇ Λαύρᾳ ἀπέκειτο, πάλαι Δέσποινα, ὡς κειμήλιον ἅγιον καὶ γέρας, Σάββα τοῦ Ἡγιασμένου, καὶ φωτοφόρον διάδημα.

Τὴν ἀνάμνησιν ἄγουσα, τῆς ἐλεύσεως ἄχραντε, ἡ Χιλανδαρίου Μονὴ ἀγάλλεται, τῆς παναγίας Εἰκόνος Σου, ἣν ζῶον τὸ ἄλογον, ταύτην ἤγαγεν ἁγνή, ἡμῖν χάριν παρέχουσαν, καὶ δεικνύουσαν, ὅτι Σὺ ἡμῶν πέλεις Θεοτόκε, ἀρωγὸς καὶ ἡγουμένη, καὶ ἀσφαλὲς καταφύγιον.





Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ ἄδυτο φωτὸς γεννήτρια, ἡ Θεοτόκος Παρθένος, συγκαλεῖται ἡμᾶς, πρὸς ἑόρτιον αἴνεσιν, τῶν μεγαλείων αὐτῆς μεγάλου μυστηρίου γὰρ διάκονος φανεῖσα, μεγίσταις δωρεαῖς εὐεργετεῖ ἡμᾶς ἑκάστοτε. Καὶ τὴν θείαν αὐτῆς Εἰκόνα, ἐκ Σιὼν δέδωκεν ἡμῖν, ὡς τεκμήριον ἐμφανές, καὶ ὁρατὴν στηλογραφίαν, τῆς ἀοράτου πρὸς ἡμᾶς, προστασίας αὐτῆς καὶ ἀρωγῆς· δι’ αὐτῆς παρέχει, ἁγιασμὸν καὶ ἔλεος, καὶ ψυχῶν καὶ σωμάτων θεραπείαν, καὶ πᾶσαν δόσιν ἀγαθήν· ἣν εὐλαβῶς προσκυνοῦντες, ἐκ ψυχῆς βοήσωμεν· Ταύτην τὴν Μονήν Σου φύλαττε ἀεί, πιστῶς ἀνακειμένην Σοι, Τριχεροῦσα πανύμνητε.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. κγ ́ 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ ̓ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ ́ 27, Μδ ́, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸν θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι ̓ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ ́ 1).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν: Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α ́.
Πάλαι μὲν ἡ Σερβία, τὴν Σὴν Εἰκόνα κεκτημένη, ἣν ἐν ταύτῃ ἐθησαύρισεν ὁ θεῖος Σάββας, εὐφροσύνης ἐπληροῦτο, καὶ θείας ἰσχύος, ὑμνοῦσά Σε Δέσποινα. Νῦν δὲ ταύτην πλουτοῦσα, ἡ εὐαγὴς Χιλανδαρίου Μονή, ὡς λυχνίαν μυστικήν, καὶ ἐλαίαν κατάκαρπον, ἀπολαμβάνει ἄχραντε, τῶν ἡδίστων καρπῶν, τῆς Σῆς λαμπρὰς ἐπισκιάσεως· ἡ πίστει προσπίπτουσα, ἐν κατανύξει βοᾷ Σοι· ὡς πάλαι ἐθεράπευσας, τὸν ἱερὸν Ἰωάννην, οὕτως ἀεὶ δίδου Κόρη, ψυχῶν καὶ σωμάτων ἡμῖν θεραπείαν, πρεσβεύουσα τῷ Σῷ Υἱῷ, σώζεσθαι τοὺς Σὲ μακαρίζοντας.
                               
Ἦχος β΄
Ὡς θαυμαστὴ ἡ πρὸς ἡμᾶς Σου πρόνοια, καὶ τῆς χρηστότητος ὁ πλοῦτος, Θεοτόκε Παρθένε! Μητρικῇ γὰρ ἀγάπῃ, καὶ σπλάγχνοις οἰκτιρμῶν, ἡγουμένη ἡμῖν ὤφθης, καὶ ὁδηγὸς σωτήριος, καὶ πύργος ἰσχύος, καὶ πρὸς Θεὸν οἰκείωσις, καὶ μεσίτρια καὶ σκέπη. Καὶ τρανῶς τοῦτο ἔδειξας, τῷ ὁσίῳ ἐπιφανεῖσα ἀσκητῇ, καὶ τῇ τῆς θείας Εἰκόνος Σου, παραδόξῳ ἐνθρονίσει, ἀσφαλῶς γὰρ διέπεις ἡμᾶς, καὶ λυτροῦσαι πειρασμῶν, ἑνὶ ἑκάστῳ παρέχουσα, τὰ πρὸς σωτηρίαν αἰτήματα.





Ἦχος γ΄.
Ὡς πηγὴ προφητικῶς, ἐκ Σιὼν προελήλυθεν ἡμῖν, ἡ παναγία Εἰκών Σου, Θεοτόκε ἀειπάρθενε. Τῇ ἐπομβρίᾳ γὰρ τῆς δόξης Σου, θείων χαρίτων ῥεῖθρα, καὶ ψυχοτρόφον γλυκασμόν, μυστικῶς βλυστάνει, τοῖς εὐλαβῶς αὐτῇ προστρέχουσι. Καὶ πικρίαν ξηραίνουσα παθῶν, τοῦ ἰοβόλου δράκοντος, τὴν καθ’ ἡμῶν ἀναστέλλει ἐπήρειαν. Ταύτην γὰρ πάλαι καὶ νῦν, ἐθαυμάστωσας Δέσποινα, εἰς περιποίησιν ἡμῶν, καὶ σωτήριον λύτρωσιν πάσης θλίψεως· διὸ πάντες κηρύττομεν, τῶν δωρεῶν Σου τὸ μέγεθος.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Τὴν πρὸ τόκου καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον Παρθένον, ὡς ὑπὲρ φύσιν τεκοῦσαν ἐν σαρκί, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, τὴν Θεοτόκον Μαρίαν, τὴν ἐξαιρέτῳ τρόπῳ προστασίαν ἡμῶν, τῶν μοναστῶν αἱ χορεῖαι, χρεωστικῶς μακαρίσωμεν, πᾶσιν γὰρ παρέχει σωτηριώδη χάριν, παντὸς κινδύνου ἡμᾶς ἀπαλλάττουσα, ὡς κηδεμὼν καὶ προϊσταμένη, καὶ ἔφορος ἡμῶν καὶ δέει πολλῷ, καὶ πίστει θερμῇ, τὴν σεπτὴν αὐτῆς Εἰκόνα προσκυνήσωμεν λέγοντες· Τριχεροῦσα πανύμνητε, μὴ διαλίπῃς περιεποῦσα ταύτην τὴν Μονήν Σου, ταῖς μητρικαῖς Σου ἀντιλήψεσι.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, Παρθενομῆτορ ἁγνή, ἀΰλου ἄνθρακος λαβὶς ἡ πυρίμορφος, καθέδρα ἡ φωτοφόρος, τοῦ Βασιλέως Χριστοῦ, τῆς ἁγίας δόξης οἶκος πάμφωτος, πηγὴ ἡ ζωήῤῥυτος, ἡ πηγάζουσα πάντοτε, ζωῆς τὸ νᾶμα, καὶ ξηραίνουσα βόρβορον, πάσης θλίψεως, ἐπομβρίᾳ τῆς χάριτος· κρήνη ἡ ἀναβλύζουσα, χρηστότητος πέλαγος, Χιλανδαρίου τῆς Μάνδρας, τὸ ἀκατάσειστον στήριγμα, ἁγνὴ Τριχεροῦσα, ἡ τοῖς πᾶσιν αἰτουμένη, τὸ θεῖον ἔλεος.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Πίστει, καὶ εὐλαβείᾳ, πολλῇ, τῆς Δαμασκοῦ ὁ Ἰωάννης τὸ βλάστημα, προσπέσας τῇ Σῇ Εἰκόνι, τὴν ἐκκοπείσαν αὐτοῦ, δεξιὰν ἰάθη τῇ Σῇ χάριτι· διὸ καὶ ἀντίτυπον, τῆς χειρὸς αὐτοῦ ἄχραντε, τοῦ ἐξαισίου, εἰς ἀνάμνησιν θαύματος, ἀφιέρωσεν, ὡς θεράπων πιστότατος· ἔνθεν ἐκ τούτου κέκληται, προσφόρως πανύμνητε, ἐκ τῶν πιστῶν Τριχεροῦσα, χάριν καὶ ἔλεος βλύζουσα, τοῖς σπεύδουσι ταύτῃ, καὶ ὑμνοῦσι Θεοτόκε, τὰ μεγαλεῖά Σου.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Σάββας, ὁ θεηγόρος ποιμήν, Πνεύματος θείῳ Θεοτόκε κινούμενος, μετήνεγκεν ἐκ τῆς Λαύρας, τὴν Σὴν Εἰκόνα ἁγνή, τὸν Ἡγιασμένου Σάββα Δέσποινα, ὡς δῶρον οὐράνιον, τῇ Σερβίᾳ γηθόμενος, ἐξ ἧς Παρθένε, παραδόξως μετήνεκται, εὐδοκίᾳ Σου, εἰς τὸ Ὄρος τοῦ Ἄθωνος, πάλαι καὶ τεθησαύρισται, ὡς θεῖον κειμήλιον, Χιλανδαρίου ταῇ Μάνδρᾳ, αἶνον ᾀδούσῃ Σοι ἄπαυστον, ᾗ δίδου ἀπαύστως, εὐφροσύνην καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄
Τις ἐπαξίως ὑμνήσει, τῆς πρὸς ἡμᾶς Σου προνοίας τὸ μέγεθος Θεοτόκε ἀειπάρθενε· ὅτι δέδωκας ἡμῖν θησαυρὸν ἀνελλιπῆ, καὶ ταμεῖον ἀκένωτον, τῶν ψυχοτρόφων ἀγαθῶν, τὴν ὑπέρτιμον Εἰκόνα Σου· ᾗ πίστει προσπίπτοντες, ἐκτενῶς βοῶμέν Σοι· Ὡς πάλαι τῷ θείῳ Ἰωάννῃ, τὴν Σὴν χάριν ἐβράβευσας, οὕτω καὶ ἡμῖν μὴ παύσῃ παρέχουσα, τὰς δωρεὰς ταῆς προστασίας Σου, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα Σου ἐκ Παλαιστίνης ἡμῖν, ὁ Σάββας ὁ ἔνθεος ἣν Τριχεροῦσαν ἁγνή, καλοῦμεν μετήνεγκεν, ἥνπερ Χιλανδαρίου, ἡ Μονὴ κεκτημένη, ὕμνον Σοι Θεοτόκε, ἀναμέλπει βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. (γ΄)

Ἀπόλυσις.






















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν θείαν Σου μορφήν, Ἰωάννης ὁ θεῖος, ὡς χάριτος πολλῆς, κεκτημένος ταμεῖον, πιστῶς αὐτῇ προσέπεσε, καὶ τὴν ἴασιν ἔλαβεν· ἣν πανάχραντε, πανευλαβῶς προσκυνοῦντες, κομιζόμεθα, τὴν ἐξ αὐτῆς προϊοῦσαν, οὐράνιον δύναμιν.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σάββας ὁ Ὅσιος, ἁγνὴ θεράπων Σου, ὡς δῶρον τίμιον, τὸ Σὸν ἐκτύπωμα, ἐκ Παλαιστίνης εὐλαβῶς, μετήγαγε Θεοτόκε, ὑπερφαῖνον ἅπασι, τῆς λαμπρᾶς προμηθείας Σου, χάριν τὴν ἀέναον, τῇ σεπτῇ κληρουχίᾳ Σου, ὁ πίστει προσκυνοῦντες βοῶμεν· Χαῖρε Παρθένε Τριχεροῦσα.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὴν ἰαθεῖσαν δεξιὰν ὁ Ἰωάννης, τυπώσας Κόρη τῇ ἁγίᾳ Σου Εἰκόνι, εὐλαβῶς ἀνέθετο ἀνυμνολογών Σε, ἐντεῦθεν κλῆσιν λαβοῦσα τὴν προσφυῆ, παρέχει πᾶσι βοήθειαν ταχινήν, Τριχεροῦσα τοῖς σπεύδουσι, τῇ Σῇ θερμῇ ἐπισκοπῇ, καὶ πόθῳ ἐκβοῶσί Σοι· Χαῖρε νύμφη ἀνύμφευτε.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. ζήτει ταῇ ΚΑ΄ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου…
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἡ τὸν Σωτῆρα τοῦ παντός, ἀνερμηνεύτως τεκοῦσα, καὶ σωτηρίαν πᾶσιν αἰτουμένη, ψυχῆς καὶ σώματος, Θεοτόκε πανάμωμε, τὴν Σὴν κραταιὰν ἀρωγὴν ἀεὶ πρυτάνευε, τῇ παρούσῃ Μονῇ Σου· ὡς γὰρ θεμέλιον ἄσειστον, καὶ ἄγκυραν ἐλπίδος, τὴν ἁγίαν κέκτηται Εἰκόνα Σου, καὶ ἐν αὐτῇ καυχᾶται καὶ στηρίζεται, καὶ χεῖρας ἱκέτιδας αἵρει βοῶσα· Τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἱκέτευε, σώζεσθαι Παρθένε, τοὺς Σὲ μεγαλύνοντας.




Ὁ α’ Κανὼν τῆς Τριχερούσης, οὗ ἡ ἀκροστιχίς: Τῇ Τριχερούσῃ Παρθένῳ, αἶνος. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς θείαις ἐλλάμψεσι, τῆς ἀγλαΐας Σου ἄχραντε, τὸ σκότος ἀπέλασον, τῆς διανοίας μου, ἵνα μέλψω Σου, τὰ θεῖα μεγαλεῖα, καὶ ᾄσω προσφόρως Σοι, ὕμνον ἑόρτιον.
λίου λαμπρότερον, ἐναποστράπτει πανάμωμε, τῆς θείας Εἰκόνος Σου, ἡ κεκρυμμένη ἰσχύς, πᾶσι νέμουσα, βοήθειαν ταχεῖαν· διὸ χαριστήριον, αἶνόν Σοι ᾄδομεν.
Τῇ θείᾳ Εἰκόνι Σου, ὁ Ἰωάννης ὁ πάνσοφος, προσπέσας ἀπέλαβε, χειρὸς τὴν ἴασιν· νῦν δὲ πάναγνε, ταύτην ἡμεῖς τιμῶντες, λαμβάνομεν δύναμιν, ὑμνολογοῦντές Σε.
οαῖς τῶν χαρίτων Σου, θεοχαρίτωτε Δέσποινα, ψυχήν μου τὴν ἄκαρπον, ἄρδευσον δέομαι, ὡς ἂν στάχυας, βλαστήσῃ μετανοίας, καὶ βίον ἐνάρετον, τῇ ἀντιλήψει Σου.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Χιλανδαρίου, Σὺ εἶ προστάτις. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν τετοκυῖα ὑπερφυῶς, ἐθέωσας Κόρη, τὴν οὐσίαν τῶν γηγενῶν, νῦν δὲ τῇ ἁγίᾳ Σου Εἰκόνι, καθαγιάζεις ἡμῶν τὰ νοήματα.
θύνουσα Κόρη τὴν Σὴν Μονήν, Χιλανδαρίου, τῷ θελήματι τοῦ Θεοῦ, μὴ παύσῃ Παρθένε Τριχεροῦσα, τὴν ἀφορῶσαν ἀεὶ πρὸς τὴν σκέπην Σου.
Λυχνία καθάπερ χρυσοφαής, κεχαριτωμένη, ἡ Εἰκών Σου ἡ θαυμαστή, ὤφθη τῇ Σῇ χάριτι Παρθένε, φῶς νοητὸν Τριχεροῦσα ἐκλάμπουσα.
γγέλων κυκλοῦσι θεῖοι χοροί, κεχαριτωμένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἡμεῖς δὲ ἐν πίστει Θεοτόκε, ταύτῃ προσπίπτοντες χάριν δρεπόμεθα.













ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
δόντες τῷ θρόνῳ ἡγουμένου, τὴν θείαν Εἰκόνα Σου ἁγνή, καὶ τὸ σεπτόν Σου βούλημα, οἱ μονασταὶ ὡς ἔμαθον, Σὲ ὁδηγὸν καὶ ἔφορον, διὰ παντὸς ἔσχον Δέσποινα.
Χριστὸν ἐν ἀγκάλαις Σου ὡς βρέφος, κρατοῦσαν ὁρῶντές Σε ἁγνή, ἐν τῇ σεπτῇ Εἰκόνι Σου, βοῶμέν Σοι πανύμνητε· τούτῳ ὡς Μήτηρ λάλησον, ὑπὲρ ἡμῶν λόγον κρείττονα.
πλήσθη χαρᾶς ὁ Ἰωάννης, τυχῶν θεραπείας τῆς χειρός, Παρθένε τῇ Σῇ χάριτι, καὶ τὴν σεπτὴν Εἰκόνα Σου, ὡς ἱερὸν θησαύρισμα, διαφερόντως τετίμηκε.
εόντων ἀνύψωσον τὸν νοῦν μου, πρὸς κάλλος τῶν ἄνω ἀγαθῶν, καὶ τὴν ψυχήν μου λάμπρυνον, φωτὶ τῷ θείῳ ἄχραντε, ὡς ἂν παθῶν τὴν ζόφωσιν, ὁλοσχερῶς ἀποκρούσωμαι.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Νόμοις τῆς ἀσκήσεως, ταύτην τὴν ποίμνην Σου ἄνωθεν, τῆς ἐν Χριστῷ, ποίμανον Παρθένε, τὴν πιστῶς ἀνυμνοῦσάν Σε.
Δῶρον θεοδώρητον, τὴν παναγίαν Εἰκόνα Σου, ἔχει Μονὴ Χιλανδαρίου, Θεοτόκε ὑμνοῦσά Σε.
παντες ἐν θλίψεσι, τῇ Σῇ Εἰκόνι προσπίπτοντες, λύσιν δεινῶν, λαμβάνομεν θᾶττον, Τριχεροῦσα ὑμνοῦντές Σε.
άβδος ἡ βλαστήσασα, τὸν φυτουργὸν πάσης κτίσεως, δίδου ἰσχύν, ἡμῖν Θεοτόκε, ἐναντίον τοῦ χείρονος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχεῖαν βοήθειαν ἐν πειρασμοῖς χαλεποῖς, προσπίπτοντες ἄχραντε τῇ Σῇ θερμῇ ἀρωγῇ, εὑρίσκοντες πάντοτε, ὕμνον εὐχαριστίας, Σοὶ προσάδομεν πόθῳ, πίστει παρεστηκότες, τῇ σεπτῇ Σου Εἰκόνι, Παρθένε Τριχερούσα, ἡμῶν καταφύγιον.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.













ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
νῳ Κόρη ὀχουμένη, ἡ Εἰκών Σου τῇ νεύσει Σου, ἧκεν ἐκ Σερβίας, Ὄρει παραδόξως τοῦ Ἄθωνος, Χιλανδαρίου Μονὴν δὲ ἠρετίσατο, εἰς κατάπαυσον, καὶ μοναστῶν περιποίησιν.
μνησαν Θεογεννῆτορ, τὴν πολλήν Σου χρηστότητα, ὅτε εἶδον Κόρη, οἱ Χιλανδαρίου μονάζοντες, πρὸς τὴν Μονὴν αὐτῶν ἤκουσαν ἐν θαύματι, τὴν Εἰκόνα Σου, ἣν εὐλαβῶς ὑπεδέξαντο.
Σκέπη ἔσο καὶ προστάτις, ἰατρός τε καὶ ἔφορος, καὶ καθηγουμένη, ὥσπερ Θεοτόκε ηὐδόκησας, ταύτῃ τῇ Μάνδρᾳ πιστῶς ἀνακειμένῃ σοι, ἄχρι πέρατος, τοῦδε τοῦ βίου δεόμεθα.
λιόμορφος ὡς θρόνος, ἐν ἀγκάλαις βαστάζουσα, τῆς δικαιοσύνης, Κόρη τὸ ἀνέσπερον Ἥλιον, φέγγει ἀΰλῳ τὸ θεῖόν Σου ἐκτύπωμα, ἐχαρίτωσας, καὶ θαυμαστῶς ἐμεγάλυνας, ὁδηγὸν καὶ ἔφορον· διὰ παντὸς ἔσχον Δέσποινα.
Πάσης βλάβης καὶ ἀνάγκης, καὶ ἐχθρῶν ἐπιθέσεως, κεχαριτωμένη, ἀσινῆ φυλάττοις ἑκάστοτε, Χιλανδαρίου Μονὴν τὴν κεκτημένην Σε, μέγα καύχημα, καὶ ἀσφαλὲς καταφύγιον.

Ἕτερος. Εἰσακήκοα Κύριε.
λαστήριον ἔχοντες, τὴν Σὴν παναγίαν Εἰκόνα ἄχραντε, ἐξ αὐτῆς ἀεὶ καρπούμεθα, τῆς Σῆς εὐλογίας τὰ δωρήματα.
ρος τοῦτο τοῦ Ἄθωνος, ὁ κληρονομίαν ἔσχες ἀπόλεκτον, σκέπε Κόρη καὶ διάσῳζε, πάσης ἐναντίας ἐπιθέσεως.
μνοις θείοις καὶ ᾄσμασιν, ἔνδον τῆς Μονῆς Σου ταύτης εἰσήγαγον, τὴν Εἰκόνα Σου πανάμωμε, τὴν ἐνταῦθα ξένῳ τρόπῳ ἥξασαν.
Σάββας πάλαι ὁ Ὅσιος, ἐκ τῆς Παλαιστίνης ὡς θεῖον δώρημα, τὴν Εἰκόνα Σου μετήγαγεν, ἥτις Τριχεροῦσα Κόρη κέκληται.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
φράστως κυήσασα, τὸν Ποιητὴν τῆς Κτίσεως, κεχαριτωμένη Θεοτόκε, ἀῤῥήτῳ τρόπῳ δίδως τὴν χάριν τὴν Σήν, τῷ τῆς ἐμφερείας Σου ἁγνή, θείῳ ἐκτυπώματι, ὡς Θεοῦ Μήτηρ ἄχραντος.
ημάτων εἰσήκουσας, δεήσεων πανάμωμε, τοῦ θεράποντός Σου Ἰωάννου, καὶ ἐπιστᾶσα τούτῳ ἰάτρευσας, τὴν ἀποκοπεῖσαν δολερῶς, δεξιὰν κηρύττοντος, πανευσήμως τὸ θαῦμά Σου.
Θεώμενοι ἥκοντα, ἀπὸ Σερβίας Δέσποινα, πάλαι οἱ μονάζοντες τὸν ὄνον, φέροντα ὤμοις τῇ θείᾳ νεύσει Σου, Κόρη τὴν Εἰκόνα Σου φρικτῶς, ἐν ἐκπλήξει ᾔνεσαν, τὰ πολλὰ μεγαλεῖά Σου.
ν πίστει ἀνέθεντο, ἔνδον τοῦ θείου Βήματος, Κόρη τὴν ἁγίαν Σου Εἰκόνα, ἀλλὰ δυνάμει τῇ Σῇ μετήνεκται, ἔνθα νῦν ὁρᾶται θαυμαστῶς, ὡς ἐξάρχων ἄχραντε, τῆς Μονῆς καὶ ἡγούμενος.


Ἕτερος. Φώτισον ἡμᾶς.
περθεν ἁγνή, ἐποπτεύεις ἡμᾶς ἵλεως, ἀπαλλάττουσα δεινῶν ἐπιφορῶν, διὰ τοῦτο κατὰ χρέος Σὲ δοξάζομεν.
χει ἀληθῶς, καταφύγιον καὶ στήριγμα, ἡ Μονὴ Χιλανδαρίου Σὴν Μορφήν, διὰ τοῦτο μεγαλύνει Σου τὰ θαύματα.
δε συμπαθῶς, Τριχεροῦσα ὑπερύμνητε, τοὺς ἐν πίστει προσιόντας Σοι θερμῇ, καὶ τὴν αἴτησιν αὐτῶν πλήρωσον Δέσποινα.
Πλήρης οἰκτιρμῶν, ἡ μορφή Σου τῇ Εἰκόνι Σου, καθοράται καὶ πληροῖ ἡμᾶς χαρᾶς, Θεοτόκε τοὺς ἐλπίζοντας τῇ σκέπῃ Σου.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ναὸς Θεοῦ οὖσα πάμφωτος, ἐν ὢ Σοῦ τῷ ἁγίῳ ηὐδόκησας, τεθῆναι Ἅχραντε, τὴν Σὴν Εἰκόνα τὴν πάνσεπτον, ἐληλυθυῖαν ὧδε, ἐν ξένῳ θαύματι.
ς κηδεμόνα καὶ ἔφορον, ἡγούμενον ἐν πᾶσι καὶ πρύτανιν, Χιλανδαρίου Σε, Μονὴ γεραίρει δοξάζουσα, τὴν θείαν Τριχεροῦσα, πιστῶς Εἰκόνα Σου.
πὸ τῆς Λαύρας μετήνεκται, τοῦ ἐν Ὁσίοις Σάββα ἐξάρχοντος, Εἰκὼν ἡ θεία Σου, πρὸς τὴν Σερβίαν ἐκεῖθεν δε, Παρθένε ἡμῖν ἧκε, ὡς μέγα δώρημα.
δοὺ τῇ θείᾳ Εἰκόνι Σου, Μονῆς Σου ἡ συγκρότησις ἵσταται, καὶ πίστει κράζει Σοι· Μὴ παραβλέψῃς τὰ τέκνα Σου, ὦ Τριχεροῦσα Κόρη, τὰ πεποιθότα Σοι.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
όδον καθάπερ τερπνόν, ἀρωματίζει ἑκάστοτε, ἐπιφοιτήσει τῆς Σῆς, προνοίας πανάχραντε, Εἰκών Σου ἡ πάντιμος, ἡμῖν καθ’ ἑκάστην, μυστικῶς τὴν θείαν χάριν Σου.
Σάββας ὁ ἱερός, ὁ τῆς Σερβίας διδάσκαλος, ὁσίαις Κόρη χερσίν, ἐκ Σιὼν μετήγαγεν, ἡμῖν τὴν Εἰκόνα Σου, πάντας Τριχεροῦσα, ἁγιάζουσαν τῇ δόξῃ Σου.
Σκέπην καὶ τεῖχος στεῤῥόν, Χιλανδαρίου ἡ Μάνδρα Σε, κατέχουσα ἀληθῶς, αἶνον χαριστήριον, Κόρη ἀναμέλπει Σοι, ἀεὶ καρπουμένῃ, τῆς προνοίας Σου τὰς χάριτας.
Τῆς Σῆς Εἰκόνος ἁγνή, ἡ Τριχεροῦσα ὀνόματι, τὴν ἔλευσιν ἐν χαρᾷ, ὧδε ἑορτάζομεν, εὐχαρίστοις ᾄσμασιν, ἑορτὴν Παρθένε, ἐτησίαν συγκροτοῦντές Σοι.






Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Θεοτόκου τὴν εἰκόνα τὴν πανσέβαστον, ἣ Τριχερούσα ξένω θαύματι ὠνόμασται, προσκυνήσωμεν ἐν πίστει καὶ εὐλαβείᾳ· ἀλλ’ ὦ Κόρη τὴν Μονήν Σου ταύτην φύλαττε, ἀπὸ πάσης συμφορᾶς καὶ περιστάσεως, ἐκβοῶσάν Σοι· Χαῖρε πάντων ἀντίληψις.
Ὁ Οἶκος.
Ἄνωθεν ἡ Εἰκών Σου, λαμπρυνθεῖσα Σῇ δόξῃ, δεδώρηται ἡμῖν Θεοτόκε, ᾗ προσιόντες πίστει πολλῇ, τῶν πολλῶν Σου τρυφῶμεν ἀντιλήψεων, καὶ ὕμνον χαριστήριον, προσφέρομεν Σοὶ ἐκβοῶντες·
Χαῖρε, Ἀγγέλων ἡ θυμηδία·
χαῖρε, ἀνθρώπων ἡ προστασία.
Χαῖρε, τοῦ Σωτῆρος καθέδρα περίδοξος·
χαῖρε, τῆς Μονῆς Σου προστάτις καὶ ἔφορος.
Χαῖρε, ὅτι ἡμῖν δέδωκας, τὴν Εἰκόνα Σου ἁγνή·
χαῖρε, ὅτι βλύζεις ἅπασιν, εὐσπλαγχνίας τὴν πηγήν.
Χαῖρε, Χιλανδαρίου πολυτίμητον γέρας·
χαῖρε, παντὸς τοῦ Ἄθω, φύλαξ, σκέπη καὶ κέρας.
Χαῖρε, Θεὸν ἀῤῥήτως κυήσασα·
χαῖρε, χαρᾶς τὰ πάντα ἐμπλήσασα.
Χαῖρε, ἡμᾶς ἀσφαλῶς ὁδηγοῦσα·
χαῖρε, τοῦ Σοῦ κλήρου ἡ προνοοῦσα.
Χαῖρε πάντων ἀντίληψις.

Συναξάριον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Τριχερούσης, τῆς εὑρισκομένης ἐν τῇ Μονῇ Χιλανδαρίου Ἁγίου Ὄρους.
Εἰκών Σου ἁγνὴ ὡς θεία μυροθήκη,
δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι.
Τριχερούσης δυοκαιδεκάτη ἧξιν ὧδε ἀείδω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη.
Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν.
Δωδεκάτῃ βέλος εἷλε Πρόκλον, ξίφος Ἱλάριόν τε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Ἁγιορείτου.
Ζήσας Παΐσιος μόνος Θεῷ μόνῳ,
πολλοὺς τεθλιμένους ἐκούφισεν πόνων.
Δωδεκάτῃ Παΐσιος ἀνέσπερον ἀυγὴν εἶδε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεραπίων ὁ νέος, πυρὶ τελειοῦται.
Πῖόν τι Χριστῷ θῦμα καὶ Σεραπίων,
Χριστοῦ παρ’ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν.
Ὡς ἅρμα αἷμα τετράϊππον εἰς πόλον,
εὑροῦσα, ἐξώρμησε τετρὰς Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.
Ζήσας Μιχαὴλ ὡς ἄσαρκος ἐν βίῳ,
ὁμονύμῳ νῦν συμπαρίστασαι νόῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγία Βερονίκη τῆς αἱμοῤῥοοῦσης, ἣν ἰάσατο ὁ Χριστός.
Ὅλου νοητῶς δράττεταί σου νῦν, Λόγε,
ἡ κρασπέδου σοῦ πρὶν μόνον δραξαμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ, τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὑκ ἐλάτρευσαν.
Νοῦν ἀλάστορα ἀεὶ τὸν φρυαττόμενον καθ’ ἡμῶν ἄχραντε, θραῦσον τῇ Σῇ ἀρωγῇ, τὰ τούτου βουλεύματα, κατὰ τῆς ποίμνης Σου, ἐναπείργουσα, τῇ κραταιᾷ δυνάμει Σου, ἵνα πόθῳ Σὲ ὑμνῶμεν.
μβριος ἄχραντε τῆς θείας προστασίας Σου σβέσον τοὺς ἄνθρακας, τῶν καθ’ ἡμῶν πειρασμῶν, καὶ ἄναψον Δέσποινα, ἐν ταῖς ψυχαῖς ἡμῶν, πῦρ τὸ ἄΰλον, τῆς θείας ἀγαπήσεως, ἐν ἐφέσει τῶν κρειττόνων.
Σὲ προστάτιδα ἡγούμενον καὶ ἔφορον καὶ ἀντιλήπτορα, Χιλανδαρίου Μονή, πλουτοῦσα πανύμνητε, τῇ εὐδοκίᾳ Σου, μεγαλύνει Σου, Εἰκόνα τὴν πανσέβαστον, Τριχεροῦσα Παναγία.
Γνῶσιν κρείττονα ἐνθεῖσα ταῖς ψυχαῖς ἡμῶν θεοχαρίτωτε, πρὸς ἀρετῶν τὴν ὁδόν, προθύμους ἀπέργασαι, ἡμᾶς δεόμεθα, τοὺς προσπίπτοντας, τῇ ἱερᾷ Εἰκόνι Σου, Τριχεροῦσα μετὰ δέους.









Ἕτερος. Παῖδες Ἑβραίων.
πας προσπίπτων Θεοτόκε, τῇ Εἰκόνι Σου λαμβάνει τὰς αἰτήσεις, καὶ πληροῦται χαρᾶς, καὶ θείας εὐφροσύνης, δοξολογῶν πανύμνητε, τὰ πολλά Σου μεγαλεῖα.
Τέτοκας ὕλῃ βροτησίᾳ, τὸν ἀσώματον Θεὸν δι’ εὐσπλαγχνίαν, νῦν δὲ χάριν πολλήν, παρέχεις Θεοτόκε, τῇ θαυμαστῇ Εἰκόνι Σου, εἰς χαρὰν τῶν ἱκετῶν Σου.
ασαι Κόρη τὴν ψυχήν μου, καὶ θεράπευσον τὸ ἀσθενές μου σῶμα, καὶ παθῶν μου δεινῶν, κατεύνασον τὸν σάλον, εἰρήνην τῇ καρδίᾳ μου, καὶ φῶς θεῖον χορηγοῦσα.
Σάββας ὁ θεῖός Σου θεράπων, τὴν ἁγίαν Σου Εἰκόνα Θεοτόκε, ὡς πηγὴν φωτισμοῦ, ἐκόμισε Σοῖς δούλοις· οὗ ταῖς πρεσβείαις ἄχραντε, σκέπε ταύτην τὴν Μονήν Σου.
Γέφυρα ὤφθης Θεοτόκε, μεταφέρουσα ἡμᾶς εἰς θείαν δόξαν, τὸν τῶν ὅλων Θεόν, τεκοῦσα ἀπειράνδρως· ὅθεν κᾀμὲ ἀνάγαγε, ἐκ φθορᾶς πρὸς ἀφθαρσίαν.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Εἶδον εὐπρεπῆ Σε ὡς γυναῖκα, τοῖς τείχεσι τῆς Μονῆς Σου παντευλόγητε, Ἄγαρ οἱ ἀπόγονοι, καὶ τῇ Σῇ ἐξέστησαν, ἐπιφανείᾳ ἄχραντε, οἱ πολεμήτορες· ἐκ τούτων, ἀφανὴς γὰρ ἐγένου, ἔνδον τῆς Σῆς Μάνδρας, χωροῦσα παραδόξως.
ῦσαι ἐκ σκανδάλων πολυπλόκων, καὶ πάσης ἐπιβουλῆς τοῦ παναλάστορος, ἄχραντε τὴν ποίμνην Σου, τὴν προσατενίζουσαν τῇ θείᾳ ἀντιλήψει Σου, καὶ ἀνακράζουασαν· Σὺ εἶ, καταφυγὴ ἐν ἀνάγκαις, ἡμῶν Θεοτόκε, τῶν Σὲ ὑμνολογούντων.
ρτῳ οὐρανίων νοημάτων, Παρθένε οἷα τροφὸς ἡμῶν καὶ ἔφορος, θρέψον τὰς ψυχὰς ἡμῶν, καὶ τὸν νοῦν καταύγασον, φωτὶ φόβου τοῦ κρείττονος, ὡς ἂν βιώσωμεν, τῆς κλήσεως, ἡμῶν ἐπαξίως, ἐνάρετον βίον, οἱ ὧδε ἐνοικοῦντες.
Στόματι κηρύττομεν καὶ γλώσσῃ, πανύμνητε Τριχεροῦσα ὧν τυγχάνομεν, παρὰ τῆς Σῆς χάριτος, ἐπιδαψιλεύσεων, κατὰ ψυχὴν ἑκάστοτε, καὶ σῶμα Δέσποινα, πλουσίας, χορηγίας ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, τὸν ἄφραστον Σου τόκον.

Ἕτερος. Τὸν Βασιλέα.
ῤῥει Παρθένε, τῇ ἱερᾷ Σου Εἰκόνι, χάρις ἄφθονος δροσίζουσα ὡς δρόσος, ταύτην Σου τὴν ποίμνην, καιρῷ τῆς ἀθυμίας.
άβδῳ Παρθένε, τῆς κραταιᾶς Σου πρεσβείας, κατασύντριψον τοὺς κατὰ τῆς Σῆς ποίμνης, οἷα δεινοὺς θήρας, πικρῶς ὠρυομένους.
γγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, σῷζε πάναγνε ἐκ πάσης ἐπηρείας, τοὺς πιστῶς τιμῶντας, τὴν θείαν Σου Εἰκόνα.
Σερβία πάλαι, τῆ Σῇ Εἰκόνι ἐσκίρτα, νῦν δὲ γάνυται Μονῇ Χιλανδαρίου, ταύτην ἐν τοῖς κόλποις, κατέχουσα Παρθένε.

ᾨδὴ θ’. Ἅπας γηγενής.
αμα ἀρᾶς, τῆς πάλαι γεγένησαι, Χριστὸν κυήσασα, τὸν ἐπανορθώσαντα, βροτῶν τὴν φύσιν ἐξολισθήσασαν, ἀπάτῃ τῇ τοῦ ὄφεως, Θεογεννήτρια· νῦν δὲ Κόρη, ἴασαι δεόμεθα, ἀσθενοῦσαν ἡμῶν τὴν διάνοιαν.
Μνήμην ἱεράν, τῆς θείας Εἰκόνος Σου, Παρθένε ἄγοντες, ἥτις ξένῳ θαύματι, ἐκ τῆς Σερβίας ὧδε ἐλήλυθε, τὴν πρὸς ἡμᾶς κηρύττομεν πολλήν Σου εὔνοιαν, καὶ βοῶμεν· Χαίροις παμμακάριστε, Τριχεροῦσα ἡμῶν ἡ βοήθεια.
ρμημα ἐχθρῶν, ὡς πάλαι ἀνέστειλας, κατὰ τῆς ποίμνης Σου, οὕτω καὶ νῦν πάναγνε, τῇ ἀοράτῳ ἐπιφανείᾳ Σου, τὴν καθ’ ἡμῶν κατάργησον, ἐχθροῦ ἐπήρειαν, καὶ εἰρήνην, βράβευε ἑκάστοτε, Τριχεροῦσα ἡμῖν δυσωποῦμέν Σε.
δατι καινῷ, τῆς Σῆς ἐπισκέψεως ἡμᾶς κατάρδευσον, τηκομένους ἄχραντε, πυρὶ κινδύνων καὶ περιστάσεων, τῇ γὰρ σεπτῇ Εἰκόνι Σου πιστῶς προσπίπτομεν, καὶ βοῶμεν· Χαῖρε ἀειπάρθενε, Τριχεροῦσα ἡμῶν ἡ βοήθεια.

Ἕτερος. Κυρίως Θεοτόκον.
λέῳ ὄμματι Σου, βλέψον Θεοτόκε, τοὺς παρεστῶτας τῇ θείᾳ Εἰκόνι Σου, καὶ πᾶσι δίδου τὴν χάριν Σου τὴν σωτήριον.
Μὴ παύσῃ Θεοτόκε, σκέπουσα ἀπαύστως, Χιλανδαρίου Μονὴν τὴν τιμῶσάν Σε, καὶ σὺν αὐτῇ τὸν Σὸν κλῆρον Κόρη τὸν Ἄθωνα.
λόφωτε νεφέλη, τοῦ ἀδύτου φάους, τὴν Σὴν ἐκπέτασον σκέπην καὶ σκέπασον, τοὺς ἀνυμνοῦντας Παρθένε τὰ Σὰ θαυμάσια.
μνεῖ ἀδιαλείπτως, τὴν Σὴν προστασίαν, Χιλανδαρίου Μονὴ καὶ κραυγάζει Σοι· Σύ μου Παρθένε τὸ τεῖχος τὸ ἄσειστον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν βροτῶν διάσωσμα, Σὺ εἶ Παρθένε Μαρία, ὡς τὸν Χριστὸν τετοκυῖα· διὸ ἡμῖν ηὐδόκησας, δοθῆναι τὴν Εἰκόνα Σου, ἡ Τριχεροῦσα κέκληται, ὥσπερ ἁγίασμα θεῖον, καὶ φυλακτήριον μέγα. (Δίς)







Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Σῆς ἁγίας Εἰκόνος πανηγυρίζομεν, τὴν ἔλευσιν Παρθένε, καὶ θαυμάτων τὴν χάριν, ἐλήλυθε γὰρ ὧδε νεύσει τῇ Σῇ, καὶ χαρᾶς πολλῆς ἔπλησε, Χιλανδαρίου τὴν Μάνδραν τὴν παρὰ Σοῦ, ἐκλεγεῖσαν εἰς κατάπαυσιν.

Ὁ Ἰωάννης ὁ θεῖος τῆς Δαμασκοῦ ὁ φωστήρ, τὴν ἐκκοπεῖσαν χεῖρα, ἰαθεὶς παραδόξως, παρὰ τῆς Σῆς Εἰκόνος Μῆτερ ἁγνή, εὐλαβῶς ἐναπέθετο, ταύτην τῇ Λαύρᾳ τοῦ Σάββα τοῦ θαυμαστοῦ, ὡς κειμήλιον οὐράνιον.

Ὁ Ἱεράρχης Κυρίου Σάββας ὁ ἔνθεος, τὴν Σὴν σεπτὴν Εἰκόνα, τῇ Σερβίᾳ κομίσας, ἐνέπλησε τοὺς πάντας Κόρη χαρᾶς, καὶ ἐκεῖθεν ἐλήλυθε, Χιλανδαρίου τῇ Μάνδρᾳ τρόπῳ καινῷ, μοναστῶν εἰς περιποίησιν.

Ὥσπερ γυνή τις ὀφθεῖσα τοῖς ἐπελθοῦσιν ἐχθροῖς, καὶ ἀφανὴς ἐκ τούτων, γεγονυῖα Παρθένε, ἐδήλωσας τοῖς πᾶσι τὴν πρὸς ἡμᾶς, θαυμαστὴν προστασίαν σου, ἣν μηδαμῶς ἀντανέλης ὡς συμπαθής, ἐκ τῆς ποίμνης Σου δεόμεθα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Τὴν ἀνάπλασιν ἡμῶν, τῷ Σῷ τόκῳ εἰργάσω, ἐκ τῆς πάλαι φθορᾶς, Θεοτόκε Παρθένε. Τὸν γὰρ Χριστὸν τεκοῦσα, ξένων ἀληθῶς μυστηρίων, ἐργαστήριον ὤφθης, ὡς τῷ Θεῷ ἐκλελεγμένη. Νῦν δὲ καινῶν πραγμάτων, ἠξίωσας ἡμᾶς, διὰ τῆς θείας Σου Εἰκόνος, χαριτωθείσης τῇ ἐπισκιάσει Σου ἐναργέστερον γὰρ δι’ αὐτῆς, τὴν Σὴν προστασίαν πεποίηκας, σωτηρίους δόσεις ἡμῖν παρέχουσα. Ἀλλ’ ὦ παντευλόγητε, κεχαριτωμένη Κόρη, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ἡ Χιλανδαρίου χαίρει Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἥτις Τριχεροῦσα, Παρθένε ἐπεκλήθη, ἣν πίστει προσκυνοῦντες, Σὲ μεγαλύνομεν.























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου