ΙΟΥΛΙΟΣ
Ι΄.
ΠΑΡΘΕΝΙΟΣ
& ΕΥΜΕΝΙΟΣ ΚΟΥΔΟΥΜΑ
ΑΚΟΛΟΥΘΙΑ
(μητροπολίτου
Ῥόδου Κυρίλλου Κογεράκη)
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Εὐσεβῶν
ἡ ὁμήγυρις, συνελθοῦσα μεγάλυνε, τοὺς Πατέρας σήμερον τοὺς θεόφρονας, τοὺς ἐν ἀσκήσει
ἐκλάμψαντας, ἐσχάτοις ἐν ἔτεσι, καὶ λαμπρύνοντας πιστῶν, ἀρετῶν τοῖς
πυρσεύμασι, τὴν διάνοιαν, τὸν Παρθένιον σήμερον ἐν ὕμνοις, σὺν τῷ θείῳ Εὐμενίῳ·
δι’ ὧν κινδύνων λυτρούμεθα.
Ἐκκλησίας
τὸ καύχημα, Κουδουμᾶ τὸ ἀγλάϊσμα, τῶν Κρητῶν τῆς νήσου τὸ νέον σέμνωμα, τὴν τῶν
Ὁσίων ὑμνήσωμεν, δυάδα τὴν ἔνθεον, ἐν ψαλμοῖς καὶ ἐν ᾠδαῖς, εὐσεβῶς ἀνακράζοντες,
ἀπαράτρωτον, ἐξ ἐχθρῶν ὡς πλουτοῦντες παῤῥησίαν, την τε ποίμνην θεοφόροι, τὴν ὑμετέραν
φυλάττετε.
Ὡς
τινὰ κρήνην ἄφθονον, χαρισμάτων ὁ Κύριος, σῶν λειψάνων λάρνακα ἐδωρήσατο, ἐν ᾗ
προστρέχει καὶ σώζεται, πληθὺς ἡ τιμῶσά σου, τοὺς ἀγῶνας οὓς ἐν γῇ, Πάτερ ἔτλης
ὡς ἄσαρκος, παμμακάριστε, Ἀσωμάτων συνόμιλε Ὁσίων, καὶ ὁμόσκηνε Δικαίων, Πάτερ
Πατέρων Παρθένιε.
Ἐν
σημείοις καὶ τέρασιν, ὁ Χριστὸς σὲ ἐδόξασεν, ἔτι ζῶντας Πάτερ σοφὲ Παρθένιε, ἐκ
πέτρας γὰρ ὕδωρ ἔνδοξε, εὐχῇ σου ἐξήγαγες, καὶ τὸ ὕδωρ τὸ πικρόν, εἰς γλυκὺ
μετεποίησας, μετὰ πότμον δε, ἀσθενοῦντας βαρέως θεραπεύεις, καὶ πληροῖς τὰς ἱκεσίας,
τῶν σὲ τιμώντων ἐκ πίστεως.
Δόξα. Ἦχος β΄.
Τὸν
λογισμὸν ξενώσαντες, θεόσοφοι τῶν γηΐνων, τὴν δὲ ψυχὴν πτερώσαντες, ἐγκρατείας
τοῖς πόνοις, πρὸς τὸ ἄῤῥητον ὕψος ἐφθάσατε, ἔνθα πάντων ἐστὶ εὐφραινομένων ἡ
κατοικία· ὅθεν τῆς δόξης τοῦ Χριστοῦ τηλαυγῶς κατατρυφῶντες, Αὐτὸν ἱκετεύετε, ἐλεηθῆναι
οὓς ἔπλασεν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
τῶν εὐσεβῶν, χορεῖαι καὶ προφρόνως, τοὺς λάμψαντας Ὁσίους, ἐν ἔτεσιν ἐσχάτοις, ἐν
ὕμνοις εὐφημήσωμεν.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαῖρε
τοῦ Κουδουμᾶ, Μονὴ λαμπρῶς καὶ σκίρτα, εὐφραίνου καὶ ἀγάλλου, τιμῶσα τῶν
Πατέρων, τῶν σῶν θείαν πανήγυριν.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων
Αὐτοῦ.
Δεῦρο
καὶ ὁ λαός, τῆς Κρήτης τῆς εὐάνδρου, Ὁσίων τὴν δυάδα, τῶν ἀσκητῶν τὸ κλέος, ἐν ὕμνοις
στεφανώσωμεν.
Δόξα. Τριαδικόν
Δόξα
Σοι ὦ Τριάς, ἡ ἀναρχος Θεότης, ὅτι ἐν τοῖς ἐσχάτοις, Πατέρας τοὺς Ὁσίους, ὑπερφυῶς
ἐδόξασας.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε
Μαριάμ, τὸν Σὸν Υἱὸν δυσώπει, μετὰ τοῦ Παρθενίου, καὶ πάντων τῶν Ὁσίων, σῶσαι
τοὺς Σὲ γεραίροντας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Μοναζόντων
τὸ κλέος, Κουδουμᾶ τὰ αὐχήματα, τοὺς ἐν ταῖς ἐσχάταις ἡμέραις, ὡς πυρσοὺς ἀναλάμψαντας,
Παρθένιον τιμήσωμεν πιστοί, σὺν θείῳ Εὐμενίῳ ἐν ᾠδαῖς, ἵνα λάβωμεν πταισμάτων τὸν
ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ
μεγαλύναντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν κόσμῳ ἰάματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θεόφρον Παρθένιε, τὴν σὴν πανίερον
λάρνακα, τῶν εὐσεβῶν τὰ συστήματα, κυκλοῦντες σήμερον, ἐν μιᾷ καρδίᾳ, καὶ
συμφώνοις χείλεσιν, ὑμνοῦμεν βιοτήν σου τὴν ἔνθεον, καὶ τὸν δοξάσαντα, σὲ
μακάριε δοξάζομεν, Ὃν ἀπαύστως, ὑπὲρ ἡμῶν ἱκέτευε.
Θεόφρον Παρθένιε σαρκός, τὰς ὁρμὰς ἐνέκρωσας,
δι’ ἐγκρατείας συντόνου τε, τὴν δὲ ἐπτέρωσας, ταῖς εὐχαῖς ψυχήν σου· διὸ καὶ
γινόμενος, ἐνθέων δωρεῶν καταγώγιον, βλύζεις ἰάσεων, τὰ χαρίσματα τοῖς πίστει
σε, ἀνυμνοῦσι Πάτερ τρισμακάριστε.
Θεόφρον Παρθένιε ὁδόν, τὴν στενὴν ἐβάδισας,
Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τοῖς θείοις ἴχνεσι, τοῦ κλεινοῦ καὶ θείου, Βαπτιστοῦ
ἑπόμενος· μεθ’ οὗ τὸν Λυτρωτὴν καθικέτευε, τῆς δόξης τύχοιμεν, ἣς τρυφᾷς
μακαριώτατε, σὺν Ὁσίων Δικαίων τοῖς τάγμασι.
Ἕτερα. Ἦχος β΄.
Ποίοις εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασι,
στεφανώσωμεν νῦν τοὺς Πατέρας, Πιτσιδίων ἄνθη τὰ εὔοσμα, Κουδουμᾶ Μονῆς τὰ αὐχήματα,
τῆς εὐάνδρου Κρήτης τοὺς ἀστέρας, ἁπάσης, τῆς Ἐκκλησίας τὸ καλλώπισμα, τοῦ
κόσμου, τὸ ἐν κινδύνοις καταφύγιον, τούτους γὰρ ὄντως ἀξίως, δωρεῶν ἐνθέων
κατήξιωσεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις ὑμνωδιῶν κάλλεσιν, ἀνυμνήσωμεν
νῦν τοὺς Ὁσίους, ἀπαθεῖας σκεύη τὰ πάγχρυσα, ἐγκρατείας λύχνους τοὺς πάμφωτους,
σωφροσύνης ὄντως τὰ δοχεῖα, τὸν μέγαν, καὶ περιβόητον Παρθένιον, τὸν θεῖον
συνασκητὴν αὐτοῦ Εὐμένιον, τοὺς ἐν ἐσχάτοις φανέντας, οὓς ἀῤῥήτου δόξης
κατηξίωσεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν
νῦν τοὺς Ὁσίους, τῶν ἠθῶν ὁσίων τὰ ἔλυτρα, καὶ παθῶν ἐκλύτων τὰ θέριστρα, τῆς ἀνδρείας
κέδρους τὰς ἀσείστους, τὰ ἄνθη, τὰ τῆς ἀσκήσεως τὰ εὔοσμα, τὰ σκεύη, τοῦ
Παρακλήτου τὰ πολύτιμα, τοὺς συνομίλους Ὁσίων, τοὺς τῶν Ἀσωμάτων ὁμοσκήνους, οὓς
ὁ Χριστὸς μεγάλως ἐδόξασεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε
σήμερον, ὑπὲρ ἡλίου ἀκτῖνας, ἡ νέα πανήγυρις τῶν θεοφόρων Πατέρων, τὴν Ἐκκλησίαν
καταφαιδρύνουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων χορεῖαι σκιρτῶσαι ἐν πνεύματι,
τούτοις ἐκβοήσωμεν· Χαίρετε, οἱ τῶν πάλαι Ὁσίων, ἀκολουθήσαντες τοῖς ἴχνεσιν, ἐν
ἐσχάταις ἡμέραις καὶ αὐτῶν ὁμότροποι κατὰ πάντα ἀναδειχθέντες· χαίρετε, ἀσκητῶν
ἡ καλλονή, οἱ τῆς Κρήτης προστάται, καὶ Κουδουμᾶ τῆς Μονῆς ἀντιλήπτορες
μέγιστοι· διὸ Πατέρες θεόσοφοι, ἐν δεξιοῖς τοῦ Χριστοῦ παριστάμενοι, ἀπαύστως
πρεσβεύετε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἁγίαν ὑμῶν μνήμην.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ' 1)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Σταλάξατε
αἱ Λαῦραι γλυκασμόν, καὶ σὺ Μονὴ τοῦ Κουδουμᾶ σκίρτα καὶ χόρευε· ἰδοὺ γὰρ ἐν ἐσχάταις
ἡμέραις, ἐν σοὶ τὸν τῆς ἀσκήσεως ἀγῶνα, καλλινίκως ἠγωνίσθησαν, οἱ θεοφόροι
Πατέρες, Παρθένιος καὶ Εὐμένιος, ἐκ σοῦ δὲ καὶ ἐξέλαμψαν, ὡς φαεινοὶ λαμπτῆρες,
κόσμον φωτίζοντες· ὅθεν στύλους καὶ προστάτας, τούτους κεκτημένη, τὴν περίοικον
συγκάλεσον καὶ τῷ Κυρίῳ βόησον· Κύριε, δόξα Σοι.
Ἦχος β΄.
Σήμερον
τὸ τοῦ Σολομῶντος πεπλήρωται λόγιον· Φησὶ γὰρ ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται
λαοί. Εὐφραίνεται οὖν ἡ εὔανδρος Κρήτη, ἐγκωμιάζουσα τοὺς ἐν αὐτῇ, καὶ ἐξ αὐτῆς
ἐκλάμψαντα Ὁσίους, Παρθένιον καὶ Εὐμένιον, ἐπὶ τὴν μνήμην αὐτῶν καὶ βοᾷ
χαρμοσύνως· Ταῖς πρεσβείαις ὑμῶν, ταῖς πρὸς Θεὸν ἀξιάγαστοι, πάσης προσβολῆς ἐναντίας,
τὴν ὑμετέραν ποίμνην, καὶ τὸν κόσμον λυτρώσασθαι.
Ἦχος γ΄.
Προφητικῶς
τοῖς Ὁσίοις, οἱ πιστοί βοήσωμεν· Ἰδοὺ δὴ τι καλὸν ἢ τι τερπνόν, ἀλλ’ ἢ τὸ
κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Οὓς γὰρ ἡ φύσις, σαρκικοὺς ἀδελφοὺς ἐγνώρισεν,
τούτους ἡ πίστις, εἰς ἑνότητα ἀδιάῤῥηκτον πλεῖον, ταύτης συνέδεσεν· ὅθεν οἱ
θεόσοφοι, τὸν ἐχθρὸν συνεπάτησαν, καὶ τὸν Σταυρὸν ἀράμενοι, τῷ Χριστῷ ἠκολούθησαν.
Ὁ Θεὸς ταῖς εὐχαῖς αὐτῶν ἐλέησον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Πνευματικὴν
πανήγυριν, σήμερον ἑορτάσωμεν, ἐν τῇ εὐσήμῳ πανηγύρει, τῶν Ὁσίων Πατέρων. Οὗτοι
γὰρ ἐν τῇ τοῦ βίου ἀθλήσει, τῇ τοῦ Σταυροῦ συμμαχίᾳ, τὸν τὴν Εὔαν τρώσαντα ἐχθρόν,
καρτερικῶς κατήσχυναν· διὸ καὶ ἀπέλαβον ἀμοιβὰς ἐνθέους, καὶ πρὸς πλάτος
Παραδείσου, Ὁσίοις, Δικαίοις καὶ ἐκλεκτοῖς συναγάλλονται, πρεσβείαν ποιούμενοι,
ὑπὲρ τῶν πίστει τιμώντων, τὴν τῶν λειψάνων αὐτῶν λάρνακα, ἣ προχέει ἀπαύστως,
χύδην ἰάσεων ὡς τί, ἰατρεῖον ἄμισθον.
Δόξα. Ἦχος πλ. α΄.
Τοὺς
τοῦ Κυρίου ἐραστάς, τὸ κλέος τῶν μονοτρόπων, τοῦ Κουδουμᾶ τὰ αὐχήματα, τὴν εὐκλεῆ
δυάδα, Παρθένιον καὶ Εὐμένιον, συνελθόντες τιμήσωμεν, καὶ εὐσεβῶς ἀναβοήσωμεν·
χαίρετε πανεύφημοι, οἱ τοῦ Κυρίου μιμηταί, τῆς ἐρήμου τὰ ἄνθη, τὰ ἐν ἐσχάτοις ἐξανθήματα·
χαίρετε θεόσοφοι, οἱ καρτερῶς βαστάσαντες, τὸν παγετὸν τῆς νυκτὸς καὶ τῆς ἡμέρας
τὸν καύσωνα· χαίροις, Παρθένιε θεόληπτε, ὁ τοῦ μονήρους βίου, κανὼν καὶ χαρακτὴρ
ὁ φερωνύμως βιώσας, καὶ Θεῷ εὐαρεστήσας· χαίροις, Εὐμένιε θεοδόξαστε, ὁ τῆς
σαρκὸς τὰ πάθη, νεκρώσας τὴν δὲ ψυχήν, ἀφθαρτίσας καὶ συμπολίτης, τῶν Ὁσίων
γενόμενος· χαῖρε, δυὰς Πατέρων, τῆς Ἐκκλησίας κλέος. Ὑμᾶς οὖν ἱκετεύομεν, ἀπὸ
πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως τὸν κόσμον λυτρώσασθαι, πολλὰ γὰρ ἰσχύει,
δέησις δικαίων ἐνεργουμένη.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ ἐν ἐσχάτοις καιροῖς, ἐξανατείλας ὥσπερ ἄστρον νεόφωτον, καὶ πᾶσαν
καταφωτίζων, τὴν Ἐκκλησίαν Χριστοῦ, ἀρετῶν σου Πάτερ τοῖς πυρσεύμασι, παμμάκαρ
Παρθένιε, μονοτρόπων ἀγλάϊσμα, τῆς παρθενίας, χαρακτὴρ καὶ διδάσκαλε,
ποιμανσίας τε, στάθμη ὄντως καὶ ἔρεισμα· ὅθεν πίστει δεόμεθα, Χριστὸν
καθικέτευε, σὺν τῷ κλεινῷ Εὐμενίῳ· μεθ’ οὗ ἀσκήσει ἀνέλαμψας, δωρήσασθαι πᾶσι, ἱλασμὸν
καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις,
τῶν Πιτσιδίων βλαστέ, καὶ τῆς Μονῆς τοῦ Κουδουμᾶ τὸ κραταίωμα, τῆς Κρήτης ἡ
προστασία, τῆς Ἐκκλησίας χαρά, οἰκουμένης Πάτερ τὸ προσφύγιον, θεόφρον
Παρθένιε, ἀρετῶν καταγώγιον, τῆς σωφροσύνης, καὶ ἀγάπης εἰκόνισμα, στήλη ἔμψυχε,
ἡ τὰ ἄνω δεικνύουσα, σκεῦος τὸ εὐχρηστότατον, τῆς θείας ἐλλάμψεως, τοῦ
Παρακλήτου δοχεῖον, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, Ὃν Πάτερ δυσώπει, σὺν τῷ θείῳ
Εὐμενίῳ, κόσμον λυτρώσασθαι.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων
Αὐτοῦ.
Λάρνακα
θεοφόρε τὴν σήν, περικυκλοῦντες ὡς πηγὴν ἁγιάσματος, βοῶμεν πιστῶς παμμάκαρ, ἐν
κατανύξει ψυχῆς, ἀοράτως μέσον ἡμῶν φάνηθι, καὶ πάντα τῶν δούλων σου, τὰ αἰτήματα
πλήρωσον, καὶ τῶν σωμάτων, καὶ ψυχῶν τὰ παθήματα, καὶ τὰ τραύματα, Πάτερ θεῖε
θεράπευσον· ὅπως εὐεργετούμενοι, εὐχαῖς σου Παρθένιε, τῶν ὀφλημάτων τὴν λύσιν, ἐκ
τοῦ Θεοῦ ἀπολάβοιμεν, καὶ τῆς θείας δόξης, συμμετάσχοιμεν οἱ πίστει, σὲ
μακαρίζοντες.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε
πάντες εὐσεβεῖς, τοὺς θεοφόρους Πατέρας, ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν. Αὐτοὶ
γὰρ καθυπείκοντες τῇ τοῦ Εὐαγγελίου φωνῇ, τὸν τῆς ἡμέρας ἐβάστασαν καύσωνα, καὶ
τὸν παγετὸν ὑπήνεγκαν τῆς νυκτός, μιμηταὶ τοῦ Δεσπότου Χριστοῦ γενόμενοι, Ὃν
δοξάσαντες ἐπὶ γῆς, θαυμαστῶς παρ’ Αὐτοῦ ἀντεδοξάσθησαν, ἐν τῇ ἀλήκτῳ
μακαριότητι. Τούτοις νῦν, εὐλαβῶς προσείπωμεν· Πατέρων ἀγλάϊσμα, Ὁσίων καύχημα,
δυὰς ἁγία, Παρθένιε καὶ Εὐμένιε, φυλάττετε τὴν μάνδραν ὑμῶν, ἀπὸ πάσης προσβολῆς
ἐναντίας, καὶ πάντας τοὺς τελοῦντας, τὴν ἱερὰν ὑμῶν μνήμην καὶ πανσέβαστον.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Μοναζόντων
τὸ κλέος, Κουδουμᾶ τὰ αὐχήματα, τοὺς ἐν ταῖς ἐσχάταις ἡμέραις, ὡς πυρσοὺς ἀναλάμψαντας,
Παρθένιον τιμήσωμεν πιστοί, σὺν θείῳ Εὐμενίῳ ἐν ᾠδαῖς, ἵνα λάβωμεν πταισμάτων τὸν
ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ
μεγαλύναντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν κόσμῳ ἰάματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνου
ἐν Χριστῷ, στίφος τῶν μοναζόντων, καὶ χόρευε λαμπρῶς, Ἐκκλησία ἐν Κρήτῃ, πλουτοῦντες
ἐγκαλλώπισμα, θαυμαστὸν καὶ πανίερον, τοὺς ἐκλάμψαντας, ἀσκητικῶς ἐν ἐσχάτοις,
τὸν Παρθένιον, σὺν τῷ κλεινῷ Εὐμενίῳ, οὓς πίστει γεραίρομεν.
Δόξα.
Ἀγάλλου
ἡ Μονή, Κουδουμᾶ ἡ ἁγία, ἐπέφανεν ἰδού, σῶν Πατέρων ἡ μνήμη, καὶ πᾶσαν τὴν
περίοικον, συγκαλοῦσα ἑώρταζε, μεγαλύνουσα, Χριστὸν τὸν πάντων Δεσπότην, τὸν
δοξάσαντα, αὐτοὺς ὡς πάλαι ὑπέσχου, τοῖς φίλοις ὁ πανάγαθος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
γένος τῶν βροτῶν, τῆς ἀρχαίας κατάρας, τεκοῦσα τοῦ Πατρός, τὸν ἀΐδιον Λόγον, ἐλύτρωσας
πάναγνε, Θεοτόκε πανύμνητε· ὅθεν ἅπαντες, εὐχαριστήριον ὕμνον, ἀναμέλπομεν, καὶ
τὸν ἐκ Σοῦ προελθόντα, συμφώνως δοξάζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ
μεγαλόνησος, Κρήτη ἀγάλλεται, ὅτι ἐν ἔτεσιν, ἐσχάτοις ἔλαμψαν, ὥσπερ ἀστέρες ἐξ
αὐτῆς, Πατέρες οἱ θειότατοι, ὁ κλεινὸς Παρθένιος, καὶ ὁ θεῖος Εὐμένιος, μοναστῶν
τὸ καύχημα, Κουδουμᾶ τὸ προπύργιον, πρὸς οὓς ἀδιαλείπτως βοῶμεν, ῥύεσθαι πάσης ἡμᾶς
βλάβης.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν
ὡραιότητα, τῆς παρθενίας Σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας Σου, ὁ Γαβριὴλ
καταπλαγείς, ἐβόα Σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; Τι δὲ ὀνομάσωσε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Τὴν
δυάδα τὴν σεπτήν, συνασκησάντων ἀδελφῶν, ἀνυμνοῦμεν οἱ πιστοί, ἐν ἐγκωμίοις καὶ
ᾠδαῖς, ὅτι τὸν ὄφιν ἐνέκρωσαν τῇ ἀσκήσει· διὸ καὶ ἀμοιβῶν, ἐνθέων ἔτυχον, Ὁσίων
τοῖς χοροῖς, συναριθμούμενοι· μεθ’ ὧν τὸν Κτίστην δυσωποῦσι πάντοτε, τοῖς ἐκ
ψυχῆς αὐτοῖς κράζουσι· Χριστὸν δυσώπει, δυὰς ἁγία, ἡμᾶς λυτρώσασθαι θλίψεων.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Κατεπλάγη
Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανες εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ
ἀσπόρῳ συλλήψει Σου Θεοτόκε, βάτον ἐν πυρί, ἀκατάφλεκτον, ῥάβδον Ἀαρών, ταὴν
βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ Σου καὶ φύλαξ τοῖς ἱερεῦσιν ἐκραύγαζε·
Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ
ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων
Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ΙΑ΄, 27-30)
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῶν Σῶν Ὁσίων…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τῶν
Πιτσιδίων τὰ ἄνθη, καὶ τῆς ἀσκήσεως ἀστέρας, τῆς καλλιγόνου Κρήτης τοὺς ἀδάμαντας
συνελθόντες εὐφημήσωμεν. Σήμερον γὰρ συγκαλεῖ ἡμᾶς ἡ δυὰς ἡ θεόλεκτος, εἰς ἑστίασιν
καὶ χαρὰν πνευματικήν· διὸ καὶ ἡμεῖς ἐν πίστει αὐτοῖς προσείπωμεν λέγοντες·
Χαίροις, μάκαρ Παρθένιε, κλέος μοναστῶν, καὶ Κρήτης ὁ στύλος· χαίροις, κλεινὲ Εὐμένιε,
κόσμε τοῦ Κουδουμᾶ καὶ καύχημα. Μετάδοτε ἡμῖν τῶν χαρίτων ὑμῶν, εὐλογοῦντες ἡμᾶς,
Πατέρες μακάριοι.
Εἶτα, ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις καὶ τῇ
Θ’ ᾠδῇ:
Κωνσταντίνου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διόδευσας.
Ἁγίως
ἀνύσαντες τὴν ζωήν, συνεῖτε ὁσίοις, καὶ δικαίοις καὶ ἐκλεκτοῖς, Παρθένιε Πάτερ
θεοφόρε, καὶ τῶν Ὁσίων τὸ κλέος Εὐμένιε.
Ἡ
νῆσος νῦν γάνυται τῶν Κρητῶν, ἡ ἐν τοῖς ἐσχάτοις, ἐξανθήσασα τὰ τερπνά, καὶ εὔοσμα
ἄνθη τῶν ὀρέων, ἃ τὴν Χριστοῦ Ἐκκλησίαν μυρίζουσι.
Τοῦ
κόσμου ἐάσατε τὰ τερπνά, πατρίδα καὶ γένος τοὺς γονέας καὶ ἀγχιστάς, ὡς ῥέοντα ὄντως
θεοφόροι, τῇ προτροπῇ τοῦ Δεσπότου ὑπείκοντες.
Θεοτοκίον.
Κύριον
ἐκύησας καὶ Θεόν, ἀσπόρως Παρθένε, ὃς ἐλύτρωσε γηγενῶν, τὸ γένος κατάρας τῆς ἀρχαίας,
καὶ Παραδείσου τὰς πύλας ἀνέῳξε.
ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Μονὴν
τὴν αἰώνιον, ἐπιζητοῦντες ἐάσατε, τὰ ἐν τῇ γῇ, τερπνὰ καὶ ἡδέα, καὶ Χριστῷ ἐδουλεύσατε.
Σπηλαίοις
καὶ ὄρεσι, ἐνδιαιτώμενοι ὤφθητε, ἐν σώματοι ἀσώματοι ὥσπερ, ὦ Πατέρες
θειότατοι.
Σήμερον
εὐφραίνεται, Κρητῶν ἡ νῆσος ἡ εὔανδρος, ὑμᾶς μεγαλύνουσα προφρόνως, καὶ φωτὶ ἡμῶν
γάνυται.
Θεοτοκίον.
Ὦ
Μῆτερ Πανάμωμε, τοὺς Σὲ ὑμνοῦντας διάσωζε, χρωμένη μητρικὴν παῤῥησίαν, τὸν
Δεσπότην ἡ τέξασα.
Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τοὺς
ἐν ἐσχάτοις συνασκήσαντας χρόνοις, καὶ συμπατήσαντας τοῦ ὄφεως κέντρα, ἐν ἐγκωμίοις
σήμερον αἰνέσωμεν πιστοί, τὸν κλεινὸν Παρθένιον, μονοτρόπων τὸ κλέος, τὸν σοφὸν
Εὐμένιον, οὓς προβάλλομεν πρέσβεις, πρὸς τὸν Θεὸν οἱ πόθῳ τὴν αὐτῶν, μνήμην
τελοῦντες, ἀεὶ τὴν σεβάσμιον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ὁ
ἐπὶ Θρόνου Χερουβεὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς
ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις Σου, σαρκικῶς ὁ Θεὸς γάρ, ὄντως
ἐβασίλευσεν, ἐπὶ πάντα ταὰ ἔθνη, καὶ συνεπῶς νῦν ψάλλομεν Αὐτῷ, Ὃν ἐκδυσώπει,
σωθῆναι τοὺς δούλους Σου.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Τῇ
ἀΰλῳ τοῦ Πνεύματος, λάμψει θεοφόροι νοῦ φωτιζόμενοι, πρὸς τὰ ἄνω ἐπτερώσατε, τὴν
καρδίαν ὑμῶν καὶ διάνοιαν.
Τῶν
παθῶν ἀπωσάμενοι, τὰς πολυταράχους κινήσεις Ὅσιοι, ἀπαθείας ἐνεδύσασθε, τὸν
φαιδρὸν χιτῶνα καὶ σωτήριον
Νοσημάτων
καὶ θλίψεων, ἔνδοξοι Πατέρες ἡμᾶς λυτρώσασθαι, ταῖς λιταῖς ὑμῶν πρὸς Κύριον, καὶ
τῷ κόσμῳ εἰρήνην δωρήσασθαι.
Θεοτοκίον.
Νεῦσον
ταῖς παρακλήσεσι, Μῆτερ τῶν Σῶν δούλων καὶ πάσης θλίψεως, ἐξελοῦ καὶ περιστάσεως,
ἵνα πίστει καὶ πόθῳ ὑμνοῦμέν Σε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Πύλην
τὴν στενήν, διελθόντες παμμακάριστοι, μετ’ Ἀγγέλων καὶ Ὁσίων τοῖς χοροῖς, ἐν τῇ
γῇ τὴν τῶν πραέων συναγάλλεσθαι.
Χαῖρε
ἡ δυάς, τῶν Ὁσίων ἡ δεικνύουσα, πρακτικῶς ἡμῖν ἀγάπης τὴν ὁδόν· δι’ ἧς ἤρθητε
πρὸς ὕψος τὸ οὐράνιον.
Χαίρει
Κουδουμᾶ, ἡ Μονὴ λαμπρῶς καὶ γάνυται, ἐν τοῖς κόλποις τῶν λειψάνων τὴν σορόν,
θησαυρὸν ὥσπερ πολύτιμον κατέχουσα.,
Θεοτοκίον.
Σῶσον
τοὺς πιστῶς, Σοὶ βοῶντας· χαῖρε ἄχραντε, χαῖρε κλῖμαξ δι’ ἧς ἤρθημεν ἐκ γῆς, καὶ
πρὸς πλάτος Παραδείσου κατηλλάγημεν.
ᾨδὴ στ’. Τὴν δέησιν.
Ἐξέστησαν,
τῶν Ἀγγέλων αἱ τάξεις, καὶ ἀνθρώπων αἱ χορεῖαι ὁρῶσαι, τοὺς ἐν σαρκίῳ σχεδὸν ὡς
ἀσάρκους, προσπαλαίοντας ἄσαρκον στράτευμα· διὸ ἀμφότεραι αὐτῶν, τοὺς ἀγῶνας ἀξίως
γεραίρουσιν.
Ἀνέδειξας,
ἐν ἐρήμῳ ὡς πόλιν, ταὴν σὴν Μάνδραν ὦ δυὰς πανολβία, ἡ ἐξαιρέτως σκιρτᾷ ἀνυμνοῦσα,
τῶν σῶν ἀγώνων τὰ ὄντως τεράστια, ἣν ἐξ ἐχθρῶν ἐπιβουλῆς, καὶ κινδύνων ἀλώβητον
τήρησον.
Οἱ
νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀναλάμψαντες βίου, οἱ τὸν ἀρχέκακον
τρώσαντες ὄφιν, ἀνευφημείσθωσαν σήμερον ᾄσμασι, Παρθένιος σὺν τῷ κλεινῷ, Εὐμενίῳ
τῆς Κρήτης τὸ καύχημα.
Θεοτοκίον.
Τὴν
δύναμιν, τοῦ Βελίαρ σύντριψον, τὴν καθ’ ἡμῶν κινουμένην Παρθένε, ἡ καταράξασα
τούτου τὸ κράτος, τῷ τοκετῷ Σου τῷ ξένῳ πανάχραντε, Σὲ γὰρ μεγίστην βοηθόν, καὶ
προστάτιν καὶ τεῖχος κεκτήμεθα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς
τῶν Ὁσίων κοινωνὸν καὶ ἰσοστάσιον, τῶν δὲ Ἀγγέλων συμπολίτην καὶ συνόμιλον, ἀνυμνοῦμέν
σε Παρθένιε θεοφόρε, ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐν παντοίαις
τρικυμίαις ἡμᾶς λύτρωσαι, τοὺς σοὶ κράζοντες· Χαῖρε Πάτερ τρισόλβιε.
Ὁ Οἶκος.
Ἄγγελοι
οὐρανόθεν, καὶ βροτοὶ Πάτερ γῆθεν, ἐθαύμασαν τὸν ξένον σου βίον. Σὺ γὰρ ἐν
σώματι ὢν θαυμαστέ, πρὸς ἀοράτους συμπλοκὰς ἐχώρησας· διὸ καὶ ἡμεῖς
θαυμάζοντες, σοὶ ἐκβοῶμεν Πάτερ ταῦτα·
Χαῖρε,
δι’ οὗ Χριστὸς ἐδοξάσθη·
χαῖρε,
δι’ οὗ Σατὰν κατεβλήθη.
Χαῖρε,
παρθενίας ὁ μέγας διδάσκαλος·
χαῖρε,
σωφροσύνης κανὼν καὶ ὑπόδειγμα.
Χαῖρε,
τῆς νήσου Κρήτης τὸ καύχημα·
χαῖρε,
Μονῆς Κουδουμᾶ ὁ ἔφορος.
Χαῖρε,
δι’ οὗ Ἐκκλησία χορεύει·
χαῖρε,
δι’ οὗ ἡ σὺ Μάνδρα νῦν χαίρει.
Χαῖρε, Πάτερ
τρισόλβιε.
Συναξάριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ὁσίων Παρθενίου καὶ Εὐμενίου, τῆς
Μονῆς Κουδουμᾶ Γορτύνης Κρήτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν
Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων.
Παρεμβολὴ
τίς εὑρέθη Θεῷ νέα,
Τόλμη
παρεμβάλλουσα καὶ πυρὸς μέσον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ.
Οὐκ
ἠδυνήθη σὴν ἑλεῖν στεῤῥὰν φύσιν,
Μάρτυς
Βιάνωρ, οὐδὲ τοῦ ξίφους βία.
Ὤφθη
παταχθεὶς Σιλουανὸς τῷ ξίφει,
ἄλλος
Σιλωὰμ ἐξιώμενος πάθη
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων.
Ἀπολλωνίῳ
σταυρὸς ἡ τιμωρία,
εἰπεῖν
δ’ ἀληθῶς, σταυρὸς ἡ σωτηρία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μυρίων Πατέρων, τῶν ἐν σπηλαίοις
καὶ σκήταις κατοικούντων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος
Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον.
Ἔκτεινεν
εἰς σπήλαια πῦρ τοὺς μυρίους,
Σπήλαιον
οἰκήσαντος οἰκέτας Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ Πεντασχοινίτου, τοῦ
ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀμαλίας (Ἀμαλδέργη) τῆς ἐν Βελγίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τιθόη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου, ἀρχιεπισκόπου
Θεσσαλονίκης τοῦ ἐπονομαζομένου Γλυκέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥώσσου, τοῦ Ἐσφιγμενίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Γρηγορίου ἐπισκόπου Ἄσσου, ἐν Γέρᾳ Λέσβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Νόμοις
ὑπείκοντες τοῖς θείοις, καὶ Κυρίου ταῖς προστάξεσι πειθαρχοῦντες, ὤφθητε μοναστῶν,
Πατέρες νομοθέται, ποιμένες καὶ διδάσκαλοι, καὶ φωστῆρες τῶν ἐν σκότει.
Ζήλῳ
τρωθέντες οὐρανίῳ, τὰ ἐν κόσμῳ ἐάσατε προφρόνως, καὶ Σταυρὸν τοῦ Χριστοῦ, ἀράμενοι
ἐπ’ ὤμων, τὴν τρίβον ἐπορεύθητε, τὴν ἀνάγουσαν πρὸς ὕψος.
Κρήτη
εὐφραίνεται ἐνθέως, ἡ ἀνθήσασα ὑμᾶς ἐν ἐσχάτοις, καὶ καλεῖ τὰ πιστά, αὐτῆς
τέκνα ὑμνῆσαι, τοὺς πόνους οὓς ἐνέγκατε, ἐν ἀσκήσει θεοφόροι.
Θεοτοκίον.
Ἄσπιλε
Κόρη Παναγία, παντευλόγητε ἁγνὴ Θεοκυῆτορ, κακίας ἐναγοῦς, ἀπάλλαξον ταὸν νοῦν
μου, ἵνα εὐσήμῳ γλώττῃ Σε, ἀνυμνῶ καὶ μεγαλύνω.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Τὸν
Βασιλέα, τῶν οὐρανῶν δυσωπεῖτε, ὡς πλουτοῦντες παρ’ Αὐτῷ παῤῥησίαν, Ὅσιοι
Πατέρες, ὑπὲρ τῶν Ὀρθοδόξων.
Δόξα
θεόθεν, ὡς ἀριστεῖον τῶν πόνων, ταῆς ἀσκήσεως ἐλάβετε Πατέρες, ὡς πάλαι ὑπέσχου,
ὁ Κύριος τοῖς φίλοις.
Κρητῶν
τὴν νῆσον, ποικιλωνύμων κινδύνων, ἐκλυτρώσασθαι Πατέρες θεοφόροι, τὴν ἐγκαυχωμένην,
ἐν ὑμῖν μεγάλως.
Θεοτοκίον.
Νεῦσον
Σῶν δούλων, ταῖς παρακλήσεσι Κόρη, παντευλόγητε Παρθένε Παναγία, καὶ πρὸς
σωτηρίαν, κυβέρνησον τὰς τρίβους.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Τὸν
ἄστατον τοῦ κόσμου, καὶ μάταιον ὄντως, ἔρωτι θείῳ φλεχθέντες ἐάσατε· διὸ τὴν
δόξαν τὴν θείαν, ἀπολαμβάνετε.
Ἰάσεων
τὰ ῥεῖθρα, Ὅσιοι πλουσίως, ἡ τῶν λειψάνων ὑμῶν βρύει λάρναξ, τοῖς προσιοῦσι τῇ
πίστει, ζεούσῃ ἔνδοξοι.
Νικήσαντες
τὸν ὄφιν, ἀσκήσει τῇ συντόνῳ, ὄντως βραβεῖα εἰλήφατε ἄφθαρτα, ἐν οὐρανίαις παστᾶσι,
Πατέρες Ὅσιοι.
Ὁσίων
μετὰ πάντων, τὸν Θεὸν τῶν ὅλων, ὑπὲρ ἡμῶν τῶν πτωχῶν ἱκετεύετε, ἵνα ῥυσθῶμεν
κινδύνων, δεινῶν καὶ θλίψεων.
Θεοτοκίον.
Ὑμνοῦντί
Σε Παρθένε, μὴ μὲ παρίδῃς μόνον, τὸν Σὸν ἀχρεῖον οἰκέτην καὶ ἄθλιον, ἀλλὰ ἀεὶ
πάρεσό μοι, ἄχραντε σύμμαχος.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Χρεωστικῶς
ὑμνήσωμεν, τοὺς Ὁσίους Πατέρας, τοὺς ἐν ἐσχάτοις λάμψαντας, καὶ φαιδρύνοντας πᾶσαν
τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ἀρετῶν ταῖς ἀκτῖσι, Παρθένιον, Εὐμένιον μοναζόντων τὸ
κλέος, οὓς ὁ Χριστός, θαυμαστῶς ἐδόξασεν ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν ἀπαύστως γάρ, Αὐτῷ
ἐκδυσωποῦσι.
Θεοτοκίον.
Σὺν
ἀσωμάτοις τάξεσι, σὺν Μαρτύρων χορείαις, σὺν Ἀποστόλων τάγμασι, σὺν Προφήταις
καὶ πᾶσι, Δικαίοις ὦ Θεομῆτορ, ἀνυμνοῦμέν Σε Κόρη, καὶ γὰρ Θεὸν ἐγέννησας τὸν ἀῤῥήτῳ
σοφίᾳ, διὰ Σταυροῦ καθελόντα ᾍδου τὴν τυραννίδα, καὶ σώσαντα πανύμνητε, ἅπαν
βρότειον γένος.
Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου.
Δεῦτε
φιλέορτοι σήμερον τοὺς θείους Πατέρας, ὑμνήσωμεν ψαλμοῖς καὶ ᾄσμασι, καὶ πρὸς αὐτοὺς
ἀνακράξωμεν, ζέοντι πόθῳ καὶ εὐλαβείᾳ· Χαίρετε Ὅσιοι, ἀστέρες νεόφωτοι καὶ
φωταυγέστατοι, λύχνοι οἱ ἄσβεστοι φαίνοντες, τοῖς ἐν τῷ σκότει, ποικιλωνύμων
παθῶν καθεύδουσι, Κρήτης τὸ σέμνωμα καὶ καύχημα, Κουδουμᾶ τῆς Μονῆς τὸ ἀγλάϊσμα,
ὦ Παρθένιε μάκαρ, καὶ Εὐμένιε πανόβλιε.
Ἑνωτισθέντες
φωνὴν τὴν τοῦ Κυρίου, λέγουσαν ὁ ἔρχεσθαι θέλων ὀπίσω μου, Σταυρὸν ἐπ’ ὤμων ἀράμενος,
ἀκολουθείτω, ἀπαρνησάμενος πᾶν τὸ γήϊνον, πάντα κατελίπετε τὰ ὄντως μάταια, καὶ
τοῦ Κυρίου τοῖς ἴχνεσιν, ἀκολουθοῦντες, πρὸς τῶν πυλώνων Αὐτοῦ ἐφθάσατε, καὶ τὴν
μακάριον ἠκούσατε, φωνὴν δεῦτε ἐντὸς δοῦλοι γνήσιοι, εἰς νυμφῶνα τὸν θεῖον, ὃν ἐμοῖς
φίλοις ἡτοίμασα.
Περιφραχθέντες
Σταυροῦ τῇ πανοπλίᾳ, ὥφθητε ἀήττητοι, ταῖς προσβολαῖς τοῦ ἐχθροῦ, καὶ κατὰ
κράτος τροπώσαντες, αὐτὸν Πατέρες, νίκης βραβεῖα πολλὰ εἰλήφατε· ὅθεν ὡς εὐήκοοι
καὶ συμπαθέστατοι, ἡμᾶς κινδύνων λυτρώσασθαι, καὶ ἀεὶ νίκας, κατ’ ἐναντίων
φέρειν δωρήσασθαι, ταῖς εὐπροσδέκτοις πρὸς ταὸν Κύριον, ἱκεσίαις ὑμῶν, ἡ γὰρ
δέησις τῶν Δικαίων ἰσχύει, ἐνεργουμένη πολλὰ Ὅσιοι.
Ἐν
Παραδείσου τῇ χώρᾳ θεοφόροι, ἔνθα συναγάλλεσθαι τῶν ἐκλεκτῶν τοῖς χοροῖς, καὶ τῶν
Ὁσίων τοῖς τάγμασι, καὶ τῶν Δικαίων, ὑπὲρ τῆς Μάνδρας ἀεὶ πρεσβεύετε, ἣν ᾠκοδομήσατε,
ὅρμον ἀκύμαντον καὶ ἀσφαλὲς καταφύγιον, τοῖς ἐν θαλάσσῃ, ὄντας τοῦ βίου Πατέρες
Ὅσιοι, Πάτερ μακάριε Παρθένιε, ἀσκητῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, καὶ Εὐμένιε
κλέος, ἱερέων τε καὶ καύχημα.
Δόξα. Ἦχος πλ. α΄.
Πανηγυρίζει
σήμερον λαμπρῶς, ἡ κατὰ Κρήτην Ἐκκλησίαν, τῶν Ὁσίων Πατέρων, καινοφανῆ
πανήγυριν. Δεῦτε οὖν πίστει συναθροισθέντες, τῶν εὐσεβῶν αἱ χορεῖαι, αὐτοὺς τιμῶντες
εἴπωμεν· Χαίρετε, οἱ ἐν βίῳ πλουσίως εὐδοκιμήσαντες, ὡς δένδρα τὰ πεφυτευμένα,
παρὰ τὰς διεξόδους τῶν ὑδάτων· χαίρετε, οἱ ἐν οἴκῳ Κυρίου, καθάπερ φοίνικες ἀνθήσαντες,
ἀναθάλλοντες καρπούς, ἀρετῶν τοὺς ἀσυλήτους· χαίρετε, οἱ ἐν οἴκῳ Κυρίου,
καθάπερ φοίνικες ἀνθήσαντες, ἀναθάλλοντες καρπούς, ἀρετῶν τοὺς ἀσυλήτους· χαίρετε,
οἱ εἰς ὕψος ἀναβάντες, στεφθέντες στεφάνῳ διπλῷ, ἀσκήσεως καὶ ἀθλήσεως τῆς νοητῆς·
χαίρετε, Παρθένιε, καὶ μακαριώτατε Εὐμένιε, μετὰ τῶν Ὁσίων καὶ πάντων τῶν
Δικαίων, μὴ παύσητε τὸν Χριστὸν ἱκετεύοντες, τὴν μάνδραν ὑμῶν εἰς τοὺς αἰῶνας
στηρίζειν, τὴν Κρήτην φυλάσσειν, διὰ παντὸς ὀρθόδοξον, καὶ σώζειν τὰς ψυχὰς ἡμῶν,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε
εὐφημήσωμεν ἐν ᾠδαῖς, τοὺς δύο Πατέρας, τῆς ἁγίας ἡμῶν Μονῆς, βοῶντες τῷ Κυρίῳ,
λιταῖς τοῦ Παρθενίου, καὶ τοῦ Εὐμενίου, ἡμᾶς περίσωζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου