Τετάρτη 28 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 3.ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΓΕΡΑΣΙΜΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ Γ΄.
ΓΕΡΑΣΙΜΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, δι’ ἀπάτης τοῦ ἐχθροῦ, ἐν νεανικῇ ἡλικίᾳ, ἀπεχωρίσθης Χριστοῦ, τότε γνοῦς ὃ πέπονθας μέγα ὀλίσθημα, ἀσεβείας τὰ θήρατρα, διέῤῥηξας μάκαρ, καὶ Χριστῷ προσέδραμες, θερμοῖς ἐν δάκρυσι, τοῦτον ἱλεούμενον ὄντως, καὶ πρὸς μαρτυρίου γυμνάζων, σεαυτὸν τὰ σκάμματα Γεράσιμε.

Ὅτε, καιομένη τῇ ψυχῇ, ἔρωτι τῷ θείῳ προσῆλθες, Ὄρει τοῦ Ἄθωνος, τότε πρὸς ἀσκήσεως, πόνους ἐχώρησας, καὶ πιεῖν τὸ ποτήριον, σφοδρῶς ἐπεθύμες, μάκαρ τῆς ἀθλήσεως, ὑπὲρ τῆς δόξης Χριστοῦ· ὅθεν, ὡμολόγησας τοῦτον, ἐν τῇ Βυζαντίδι εὐτόλμως, καὶ τὴν πλάνην ᾔσχυνας Γεράσιμε.

Ξίφει, ἐκτμηθεὶς τὴν κεφαλήν, ἔταμες τοῦ ψεύδους τὸ κράτος, καὶ τοῖς σοῖς αἵμασιν, ἅπασαν κατήρδευσας, τὴν Ἐκκλησίαν Χριστοῦ, ἀναθάλλειν ἐν Πνεύματι, καρποὺς τοὺς ἡδίστους, τῆς ἀμώμου πίστεως, Μάρτυς Γεράσιμε· ὅθεν, τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦντες ὑμνοῦμεν, ὡς Ὁσιομάρτυρά σε ἔνδοξον. (Δίς)

Δόξα. Ἦχος β΄.
Τὴν τοῦ Σταυροῦ ἀναλαβὼν πανοπλίαν, τῶν ἀντιπάλων κατηγωνίσω τὰς τάξεις, ἐν ἀνδρείῳ φρονήματι, Ὁσιομάρτυς Γεράσιμε· ἀθλητικῷ γὰρ παραστήματι, ἀνεκαλέσω τὴν ἧτταν, καὶ οἰκείῳ αἵματι, τὴν καλὴν ὁμολογίαν ἐδόξασας. Καὶ μαρτυρικῷ στεφθεὶς διαδήματι, μαρτυρικαῖς συνήφθης τάξεσιν, ἐν μετοχῇ θείᾳ θεούμενος, καὶ πρεσβεύειν Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
ᾜσχυνας τὸν ἐχθρόν, τὸν τρώσαντά σε μάκαρ, ἀθλητικοῖς σου πόνοις, Γεράσιμε κηρύξας, Χριστοῦ τὸ μέγα ὄνομα.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Αἵματι τὴν στολήν, φοινίξας τὴν οἰκείαν, λαμπρὸς Ὁσιομάρτυς, ἐν τοῖς ἐσχάτοις χρόνοις, Χριστοῦ ὤφθης Γεράσιμε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δόξης τῆς θεϊκῆς, ἀμέσως ἀπολαύων, Γεράσιμε τρισμάκαρ, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ τῶν εὐφημούντων σε.

Δόξα. Τριαδικόν.
Σθένει κραταιωθείς, τῆς παντουργοῦ Τριάδος, τῆς μόνης Θεαρχίας, Γεράσιμε καθεῖλες, τοῦ σκότους τὰ ὑψώματα.

Καὶ νῦν. Θεοτοκίον.
Δόξης Σου τῷ φωτί, καταυγασθεὶς ἐν Ἄθῳ, Παρθένε Θεοτόκε, Γεράσιμος ὁ θεῖος, ἀθλητικῶς ἠρίστευσεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην κατήσχυνας τῶν ἐκ τῆς Ἄγαρ σαφῶς, ἀθλήσας στεῤῥότατα Ὁσιομάρτυς Χριστοῦ, Γεράσιμε ἔνδοξε· ὅθεν ὥσπερ ἀστέρα, ἐξ αὐτοῦ προελθόντα, μέλπει σε θείοις ὕμνοις, τὸ Χωρίον τὸ Μέγα, ὃ φύλαττε δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φερωνύμως Γεράσιμε, ἐκ Θεοῦ γέρας ἄφθαρτον, ἐπαξίως εἴληφας τῶν ἀγώνων σου· ὅτι νομίμως ἠγώνισαι, τὸ πῦρ τὸ οὐράνιον, δεδεγμένον νοερῶς, καὶ καθεῖλες τὸν δράκοντα, τῇ ἀθλήσει σου· διὰ τοῦτο θεόθεν ἐδοξάσθης, καὶ τῶν πάλαι Ἀθλοφόρων, ὤφθης ἰσότιμος Ἅγιε.

Τῇ ἀπάτῃ τοῦ ὄφεως, ἐν νεότητι σώματος, ὀλισθήσας πέπτωκας πρὸς ἀσέβειαν· ἀλλ’ ἐγνωκὼς ὅνπερ πέπονθας, τὴν πλάνην κατέλιπες, καὶ προσῆλθες τῷ Χριστῷ, μετανοίᾳ καὶ δάκρυσι, καὶ ἀνέδραμες, εἰς ἀγάπην ἀκρότητα ἁγίας, καὶ ἐνήθλησας νομίμως, Ὁσιομάρτυς Γεράσιμε.

Ὡς ἐτρώθης τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς διψῶσα ἔλαφος πρὸς τὸν Ἄθωνα, χαίρων Γεράσιμε ἔδραμες, καὶ ὕδωρ τὸ ἄφθαρτον, ἐκ πηγῶν τῶν μυστικῶν, δι’ ἱδρῶτων ἀσκήσεως, εἰσδεξάμενος, ἐπτερώθης πρὸς πόθον μαρτυρίου, σεαυτὸν προετοιμάσας, πνευματικοῖς ἀγωνίσμασι.

Ὡς κατέλαβες Ἅγιε, βασιλίδα τῶν πόλεων, τοῦ Χριστοῦ τὸ ὄνομα ὡμολόγησας, ἔνθα ἠρνήσω τὸ πρότερον, αὐτὸν νοΐ ἄφρονι, καὶ βασάνους χαλεπάς, ὑπομείνας ἐκτέτμησαι, τὸν αὐχένα σου, καὶ ὡς ἄστρον πολύφωτον ἀνῆλθες, πρὸς σκηνὰς τὰς οὐρανίους, Ὁσιομάρτυς Γεράσιμε.

Γέρας θεῖον καὶ καύχημα, καὶ θερμὸν ἀντιλήπτορα, καὶ μεσίτην ἔνθεον πρὸς τὸν Κύριον, ἔχει τὸ Μέγα Χωρίον σε, ἐξ οὗ ἀνεβλάστησας, ὡς φυτὸν ἀειθαλές, καὶ γεραίρει τὴν μνήμην σου, θείοις ᾄσμασιν, ὅπερ σκέπε καὶ φρούρει πάσης βλάβης, καὶ παντοίας δυσχερείας, Ὁσιομάρτυς Γεράσιμε.

Ὡς θησαύρισμα ἅγιον, τὰ σὰ πάντιμα λείψανα, ἐκ τοῦ τάφου Ἅγιε ἀνεκόμισαν, χαριτωθέντα τῷ Πνεύματι, καὶ ταῦτα μετήγαγον, εἰς Μονὴν τὴν τοῦ Πυρσοῦ, οἷα δῶρον πολύτιμον, ἐξ ὧν κέκτηται, καὶ τὸ Μέγα Χωρίον ἡ πατρίς σου, χαρμοσύνως σε τιμῶσα, Ὁσιομάρτυς Γεράσιμε.







Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἐν τῇ τοῦ θέρους ὥρᾳ, ὡς στάχυς ὤριμος ἐπέστη, ὁ Ὁσιομάρτυς Γεράσιμος, τῇ ἐτησίῳ αὐτοῦ μνήμῃ, μυστικῶς ἐκτρέφων τῇ χάριτι, τῶν πιστῶν τὰς καρδίας. Ἀσκητικῶς γὰρ γεωργηθείς, ἀθλητικῶς Χριστῷ προσήχθη, καὶ πάντας προτρέπεται, βοῆσαι αὐτῷ· Χαίροις, ὁ τὴν πανοπλίαν τοῦ φωτός, ἀναλαβὼν ἐν Ἄθῳ, καὶ τὸν πάλαι σε τρώσαντα, ἄθλοις μαρτυρίου τροπωσάμενος· χαίροις, ὁσίων ἀρετῶν εὐῶδες ἄνθος, καὶ μαρτυρικῶν καμάτων μυστικὸν θυμίαμα· χαίρος, τῆς Ἐκκλησίας νέον γέρας, καὶ τοῦ Μεγάλου Χωρίου μέγα ἐγκαλλώπισμα. Καὶ νῦν Ὁσιομάρτυς Γεράσιμε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος β´.
Εὐφραίνου ἐν Κυρίῳ τὸ Μέγα Χωρίον, ὡς μήτηρ καλλίτεκνος, κατὰ Δαβὶδ τὸν θεόληπτον. Ἐκ σοῦ γὰρ ἐβλάστησεν, ὡς φοῖνιξ ὑψίκομος, Γεράσιμος ὁ νέος Ὁσιομάρτυς, καὶ τοῖς καρποῖς τῆς εὐσεβείας, τῆς Ἐκκλησίας τρέφει τὸ πλήρωμα. Μαρτυρικοὺς γὰρ ἤνυσε καμάτους, καὶ τῆς πλάνης τὴν ὀφρῦν καθεῖλε, Χριστοῦ τὸ θεῖον ὄνομα, εὐθαρσῶς ὁμολόγησας. Καὶ οἰκείῳ αἵματι λαμπρυνθείς, ὡς ὅσιος καὶ μάρτυς, αἰτεῖται πᾶσιν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Θείου φωτὸς δεξάμενος, τὴν ἀκτῖνα Γεράσιμε, τὸν ζόφον τῆς πλάνης ἀπέπτυσας, ᾧ ἐν νεαρᾷ ὑπήχθης ἡλικίᾳ, τῇ συνεργίᾳ τοῦ ὄφεως· ἔνθεν θεόληπτος γέγονας, μετανοίας τοῖς ἔργοις, καὶ δάκρυσιν ἀπέπλυνας, τὸ τῆς ἀρνήσεως αἶσχος. Τῇ γὰρ ἐνθέῳ ἀσκήσει, ἀνεπτερώθεις τῷ πνεύματι, σαυτὸν ἀπαρνησάμενος, καὶ πᾶσι χαίρειν εἰπών. Καὶ μαρτυρίου ὑπελθὼν τὸ στάδιον, κατὰ τῆς πλάνης ἠνδραγάθησας, ἀθλητικῇ ἐνστάσει ἐκφήνας, τὴν ἐν σοὶ λαμπρότητα. Ἀλλ’ ὦ Μαρτύρων συνὼν τοῖς δήμοις, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ’.
Ὡς τετρωμένος τῷ πόθῳ, τῆς τοῦ Χριστοῦ ἀγάπης, στεῤῥοτάτῃ ψυχῇ ἐχώρησας, πρὸς ἀθλητικὰ σκάμματα, Ὁσιομάρτυς Γεράσιμε. Τῶν γὰρ χαμαὶ συρμένων μακρύνας τὸν νοῦν, οὐκ ἐφείσω σαρκὸς φθειρομένης, οὐρανίῳ φρονήματι· διὸ καὶ τοῖς ἀνόμοις, ἀπτοήτῳ ἐβόας στόματι· Χριστοῦ δοῦλος πέφυκα, ᾯ λατρεύω ὅλῃ ψυχῇ, τῆς δυσσεβείας ὑμῶν, τὰς ψευδεῖς ὑπολήψεις ἀποβαλλόμενος. Καὶ ἐπαγγελιῶν παροχαῖς, καὶ βασάνων ἀπειλαῖς μὴ καμφθείς, ὡς ἱερεῖον ἄμωμον, τμηθεὶς τὸν αὐχένα, τῷ Χριστῷ προσενήνεξαι. ᾯ πρέσβευε Ἅγιε, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος δ΄.
Τὸ τῆς ἀσκήσεως γέρας, ἀθλητικοῖς καμάτοις ἐλάμπρυνας, Ὁσιομάρτυς Γεράσιμε. Ἐν Ὁσίοις γὰρ δόκιμος φανείς, καὶ ἐν Μάρτυσιν ἀήττητος, δι’ἀμφοτέρων Χριστὸν ἐδόξασας, καλῶς ἀγωνισάμενος. Καὶ διπλῶν ἐπάθλων ἀξιωθείς, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, ὁ καθελὼν τῶν δυσσεβῶν τὴν παράταξιν, ἀνδρείᾳ καὶ καρτερίᾳ καὶ θελήπτῳ ψυχῇ, καὶ ὁμολογίᾳ θείας πίστεως· ἐντεῦθεν ὑπέμεινας, ἀλγηδόνας τοῦ σώματος, καὶ τὰς ὀδύνας, ἀνενδότῳ φρονήματι, τῇ τῆς χάριτος, ἐνεργείᾳ Γεράσιμε· ὅθεν καὶ τὸν αὐχένα σου, τμηθεὶς ἀνελήλυθας, τροπαιοφόρος παμμάκαρ, πρὸς οὐρανῶν τὰ σκηνώματα, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἔστης, ἀκαταπλήκτῳ ψυχῇ, τοῖς ἀσεβέσι Νεομάρτυς Γεράσιμε, οὗ πρότερον ἐξηρνήσω, ἐν ἀτελείᾳ φρενῶν, τοῦ Χριστοῦ τὴν κλῆσιν τὴν σωτήριον, καὶ τοῦτον ἐκήρυξας, θεηγόρῳ σου στόματι, Θεὸν καὶ Κτίστην, τῶν ἁπάντων καὶ Κύριον, ὕλη σώματος, ὁραθέντα δι’ ἔλεος· ὅθεν καὶ τὸν ἀγῶνά σου, νομίμως ἐτέλεσας, καὶ τῆς ἀπάτης τὴν φλόγα, ῥείθροις αἱμάτων σου ἔσβεσας. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.



Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, ὁ τῶν Ἀγγέλων συμπολίτης καὶ σύσκηνος· Μεγάλου Χωρίου ἄνθος, εὐωδιάζον ἡμᾶς, ταῖς ὀσμαῖς τῶν θείων παλαισμάτων σου· Χριστοῦ εὐωδίᾳ γάρ, τῇ ἀθλήσει γενόμενος, ὀσμῆς ἁγίας, τὸν ἀέρα ἐνέπλησας, ἐν τῷ τέμνεσθαι, τὸν αὐχένα σου Ἅγιε· ὅθεν ὡς ἄστρον πάμφωτον, ὡράθης Γεράσιμε, τοῖς καθαροῖς τῇ καρδίᾳ, εἰς οὐρανοὺς ἀνερχόμενος. Καὶ νῦν κατερχόμενος, φωτισμὸν ἡμῖν δοθῆναι, καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῇ ἀσκήσει προγυμνασθείς, πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας, ἀνδρειοτάτῃ ψυχῇ, οὐρανόφρον Γεράσιμε. Καὶ ἐν τῇ ἄνωθεν ῥοπῇ, τὸ ἀσθενὲς τῆς φύσεως ῥωννύων, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπάλαισας, καθελὼν αὐτοῦ τὸ φρύαγμα, τοῖς ὑπὲρ Χριστοῦ παλαίσμασι· διὸ ὁ πάντων Κύριος, τῷ τῆς ἀφθάρτου ζωῆς διαδήματι, τὴν ἱεράν σου κεφαλὴν ἔστεψεν, Ὁσιομάρτυς ἀοίδιμε, καὶ παρέχει διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην κατήσχυνας τῶν ἐκ τῆς Ἄγαρ σαφῶς, ἀθλήσας στεῤῥότατα Ὁσιομάρτυς Χριστοῦ, Γεράσιμε ἔνδοξε· ὅθεν ὥσπερ ἀστέρα, ἐξ αὐτοῦ προελθόντα, μέλπει σε θείοις ὕμνοις, τὸ Χωρίον τὸ Μέγα, ὃ φύλαττε δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἔλιπες σοφέ, τῆς ἀπάτης τὸν ζόφον, προσῆλθες τῷ φωτί, τῆς Χριστοῦ ἀληθείας, ἐξ οὗ φθόνῳ τοῦ ὄφεως, ἐμακρύνθης Γεράσιμε, καὶ ἐνήθλησας, γενναιοτάτῃ καρδίᾳ· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κυήσασα Χριστόν, τὸν Δεσπότην τῶν ὅλων, Ἀγγέλων βασιλίς, καὶ ἀνθρώπων ἐδείχθης· διὸ τῆς δεσποτείας με, τοῦ δεινοῦ κοσμοκράτορος, ἐλευθέρωσον, καὶ οὐρανῶν Βασιλείας, καταξίωσον, δι’ ἐναρέτου ζωῆς με, ἁγνὴ ἀειπάρθενε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου ἀνύσας τὸ θεῖον στάδιον, τὸν σὲ πτερνίσαντα πάλαι κατηγωνίσω ἐχθρόν, καὶ ἐδόξασας Χριστὸν ἐν τῇ ἀθλήσει σου. Τῶν γὰρ τυράννων τὰς ποινάς, ἐλογίσω παρ’ οὐδέν, καὶ ξίφει τμηθεὶς τὴν κάραν, τῆς τῶν Μαρτύρων εὐκλείας, λαμπρῶς ἠξίωσαι Γεράσιμε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀποῤῥήτως τεκοῦσα τὸν Ὑπερούσιον, ἐν μορφῇ ἀνθρωπίνῃ δι’ εὐσπλαγχνίαν πολλήν, τὴν οὐσίαν τοῦ Ἀδὰμ Κόρη ἐθέωσας, καὶ ἀνήγαγες ἡμᾶς, ἐξ ἧς πεπτώκαμεν χαρᾶς, Παρθένε τῷ τοκετῷ Σου· διό Σε ὑμνολογοῦμεν, ὡς τοῦ Θεοῦ Μητέρα ἄχραντον.

Μετὰ ταὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Διεκφυγὼν τῆς ἀσεβείας τὰς ἄρκεις, πρὸς τὴν πατρώαν ἐπανέδραμες πίστιν, Ὁσιομάρτυς Ἅγιε Γεράσιμε, ὑπὲρ ἧς καὶ ἤθλησας, στεῤῥοτάτῃ καρδίᾳ, καὶ Μαρτύρων σύσκηνος, ἐν ὑψίστοις ἐδείχθης· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὑπὲρ τῶν πίστει, τελούντων τὴν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν ἐκ γαστρός Σου προελθόντα ἀφράστως, καὶ ἀφθαρσίαν ἀναβλύσαντα κόσμῳ, ὑπὲρ ἡμῶν ἱκέτευε πανάμωμε, ὡς Υἱόν Σου εὔσπλαγχνον, καὶ Θεὸν καὶ Σωτῆρα, δοῦναι ἡμῖν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὀρθοδόξως μέλπουσιν ἁγνή, τοῦ τοκετοῦ Σου, τὸ μέγα μυστήριον.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΙΓ’ Ὀκτωβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τῶν ἀρετῶν τῷ φωτί, τῆς ψυχῆς λαμπρύνας τὰ ὄμματα, ὅλος μετάρσιος ὤφθης, ἐν τῇ ἐφέσει τῶν κρειττόνων, παμμάκαρ Γεράσιμε. Καὶ μαρτυρικοῖς ἀγῶσι τελειωθείς, ὡς θυσία εὐπρόσδεκτος, Κυρίῳ προσηνέχθης, καὶ τῆς ὑπὲρ λόγον εὐκλείας ἠξιώθης· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Γεράσιμος, μέλπει σοι, ταῷ Γερασίμῳ. Ἀμήν.
ᾨδὴ α’. Ἀνοίξω τὸ στόμα μου.
Γαλήνην παράσχου μοι, καὶ φωτισμὸν τῇ καρδίᾳ μου, καὶ λόγον μοι βράβευσον, μάκαρ Γεράσιμε, ἵνα μέλψω σου, τὴν μνήμην τὴν ἁγίαν, καὶ τὰ τῆς ἀθλήσεως, θεῖα παλαίσματα.
Ἐπῆλθε Γεράσιμε, ἐν ἀτελεῖ ἡλικίᾳ σοι, ὁ δράκων ὁ βύθιος, καὶ φθόνῳ Ἅγιε, σὲ ἠπάτησεν, ἀλλ’ ἀνανήψας μάκαρ, ἀθλήσεως αἵμασι, τοῦτον ἀπέπνιξας.
Ῥοαῖς τῶν δακρύων σου, τὸ τῆς ἀρνήσεως μίασμα, ἐκπλύνας Γεράσιμε, πόνοις ἀθλήσεως, Χριστῷ ἔκλαμπρος, καὶ ποθεινὸς ἐγένου, αἰσχύνας τὸν ἄρχοντα, τοῦ σκότους Ἅγιε.
Θεοτοκίον.
Ἀγγέλων βασίλισσα, καὶ τῶν βροτῶν καταφύγιον, Θεὸν σωματώσασα, ὤφθης πανάχραντε· διὸ σῶσόν με, προσφεύγοντά σοι πίστει, καὶ κάθαρον δέομαι, πάσης φαυλότητος.

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Σωτῆρα καὶ Κτίστην τῶν ἁπάντων, Χριστὸν ὡμολόγησας λαμπρῶς, ἔνθα ἠρνήσω πρότερον, καὶ ταῖς βολίσιν Ἅγιε, τῶν λόγων σου κατέτρωσας, τῶν δυσσεβῶν τὴν παράταξιν.
Ἰσχὺν προσλαβὼν ἐξ ὕψους θείαν, μονάσας ἐν Ἄθῳ ἱερῶς, ἐν Βυζαντίῳ ἔδραμες, Γεράσιμε μακάριε, καὶ τρόπαιον περίδοξον, κατὰ τῆς πλάνης ἀνέστησας.
Μαρτύρων τὸν ζῆλον κεκτημένος, αὐτῶν ἐπεδείξω ἀληθῶς, τὴν ἀρετὴν Γεράσιμε, καὶ μαρτυρίου σκάμμασι, μαρτυρικῆς λαμπρότητος, καὶ εὐκληρίαν ἠξίωσαι.
Θεοτοκίον.
Ὁ θρόνος τοῦ πάντων Βασιλέως, καθέδρα Χριστοῦ ἡ παμφαής, πηγὴ ἡ ἀναβλύζουσα, ζωῆς ἀφθάρτου νάματα, ἡ Θεοτόκος Δέσποινα, ὑμνολογείσθω ἐν ᾄσμασι.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Αἱμάτων τοῖς ῥεύμασι τὸν παλαμναῖον ἐχθρόν, εἰς χάος ἐβύθισας καὶ νικηφόρος Χριστῷ, Γεράσιμε ἔδραμες· ὅθεν τῇ σῇ ἀθλήσει, τοὺς πιστοὺς ἁγιάζεις, λύεις παθῶν ὀδύνας, καὶ πληροῖς εὐφροσύνης, τοὺς πόθῳ ἑορτάζοντας, τὴν μνήμην σου Ἅγιε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς Μήτηρ πανάφθορος τοῦ τῶν ἁπάντων Θεοῦ, φθορᾶς πάσης λύτρωσαι τῶν ἀκαθάρτων παθῶν, καὶ πάσης κακώσεως, λύπης καὶ ἀθυμίας, καὶ πικρῶν συμπτωμάτων, πάναγνε Θεοτόκε, τοὺς προσφεύγοντας πίστει, τῇ θείᾳ προστασίᾳ Σου, καὶ Σὲ μεγαλύνοντας.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Σύνεσιν κτησάμενος Μάρτυς πολλήν, ὄρει ἐνασκήσας τοῦ Ἄθωνος, καὶ θείῳ πόθῳ, τὴν ψυχὴν πυρποληθείς, ἀνδρειοφρόνως ἔδραμες, πρὸς τὸ τῆς ἀθλήσεως στάδιον.
Μόνον τοῦ Σωτῆρος ἀπὸ ψυχῆς, κάλλος ἐκζητῶν τὸ ἐράσμιον, πάντα παρεῖδες, τὰ ἐν κόσμῳ ὡς φθαρτά, καὶ ὅλος ἐνθεώτατος, ἅπασιν ἐφαίνου Γεράσιμε.
Ἔτρωσας Γεράσιμε ὁλοσχερῶς, τοῖς μαρτυρικοῖς σου παλαίμασι, τὸν πάλαι φθόνῳ, τρώσαντά σε πονηρόν, καὶ Ἀθλητὴς περίδοξος, ὤφθης ἐν ὑστέροις τοῖς ἔτεσι.
Θεοτοκίον.
Λάμπρυνον τὰ ὄμματα τὰ ζοφερά, Κόρη τῆς καρδίας μου δέομαι, φωτί Σου θείῳ, ὡς ἂν βαίνω ἀπλανῶς, τὴν τρίβον τὴν σωτήριον, τὴν πρὸς τὴν ζωὴν ὁδηγοῦσάν με.

ᾨδὴ ε’. Ἐξέστη ταὰ σύμπαντα.
Πυρὶ ἐκκαιόμενος, ἀγάπης τοῦ παντάνακτος, ἤνεγκας Γεράσιμε ἀνδρείως, τὰς τῶν τυράννων παντοειδεῖς ἀπειλάς, καὶ θανατωθεὶς ὑπὲρ Χριστοῦ, πρὸς ζωὴν ἀθάνατον, χαρμοσύνως ἀνέδραμες.
Ὁ Μάρτυς Γεράσιμος, τοὺς εὐσεβεῖς κατηύφρανε, τῇ ὑπὲρ Χριστοῦ στεῤῥᾷ ἀθλήσει· ὥσπερ οἱ πάλαι γὰρ Ἀθληταὶ οἱ στεῤῥοί, ἤθλησεν ἀνδρείᾳ θαυμαστῇ, καὶ τῶν ἴσων ἔτυχε, σὺν αὐτοῖς ἀναῤῥήσεων.
Ἰδόντες Γεράσιμε, τῆς Ἄγαρ οἱ ἀπόγονοι, τὸ ἐν ἀπειλαῖς καὶ κολακείαις, καὶ ἐν βασάνοις νοός σου ἔτρεπτον, ξίφει ἐναπέτεμον τὴν σήν, κεφαλὴν μακάριε, ἣν Χριστὸς ἐστεφάνωσεν.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, φανεὶς ὁ Ὑπερούσιος, Κόρη ἐξ ἁγίων Σου αἱμάτων, τὴν ἁμαρτίαν Ἀδὰμ ἠφάνισε, καὶ τῆς εὐλογίας καὶ ζωῆς, τὰς πηγὰς ἠνέῳξε, τοῖς πιστῶς Σὲ δοξάζουσι.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ὁσίων ὤφθης ἐφάμιλλος, καὶ θείων Ἀθλητῶν ἰσοστάσιος, ἀθλήσας ἄριστα, Ὁσιομάρτυς Γεράσιμε, καὶ Εὐρυτάνων κλέος, καὶ ἐγκαλλώπισμα.
Ἰδοὺ τὸ Μέγα Χωρίον σε, ἐξ οὗ περιφανῶς ἀνεβλάστησας, γεραίρει σήμερον, Ὁσιομάρτυς Γεράσιμε, ὃ σκέπε οὐρανόθεν, ἐκ πάσης θλίψεως.
Θεοτοκίον.
Ὡς κιβωτὸς ἁγιάσματος, οὐ πλάκας ἀλλὰ νόμου τὸν πάροχον, φέρεις πάναχραντε· Ὃν ἐκδυσώπει οἰκτεῖραί με, τῆς ἁμαρτίας νόμῳ, ἀεὶ τροπούμενον.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ νεόφωτος, τὴν Ἐκκλησίαν, καταυγάζεις Ἅγιε, ἀθλητικαῖς μαρμαρυγαῖς, Ὁσιομάρτυς Γεράσιμε, καταπαλαίσας ἐχθρὸν τὸν ἀλάστορα.
Ὁ Οἶκος.
Τῇ τοῦ ἀρχαίου πτερνιστοῦ, φενακισθεὶς ἀπάτῃ, ἐν ἡλικίᾳ ἀτελεῖ, τὸν Κύριον ἠρνήσω, ἀλλ’ ἀνανήψας ἐν ἐπιλάμψει θείου φωτός, ἐπανεῦρες ὃν ἀπώλεσας, πολύτιμον μαργαρίτην, μετανοίας ἔργοις, καὶ δάκρυσι καὶ πόνοις, ἱλεούμενος Χριστόν, τὴν τοῦ ἐλέους ἔβυσσον. Καὶ μοναστικῶς ἐν Ἄθῳ προγυμνασθείς, πεποιθὼς τῇ ἄνωθεν· ῥοπῇ ὡς λέων ὥρμησας πρὸς τὸ τῆς ἀθλήσεως στάδιον. Τὴν βασιλίδα γὰρ πόλιν καταλαβών, καὶ εὐτόλμως τὴν καλὴν ὁμολογήσας ὁμολογίαν, μαρτυρικοῖς ἄθλοις ὡς χρυσὸς ἐν καμίνῳ ἐλαμπρύνθης, Ὁσιομάρτυς Γεράσιμε, καὶ Μαρτύρων ἐταινιώθης διαδήματι, καταπαλαίσας ἐχθρὸν τὸν ἀλάστορα.


Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Γεράσιμος ὁ Καρπενησιώτης, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1812ῳ, ξίφει τελειοῦται.
Ὡς εἰς γάμους ἔσπευδες πρὸς τὸ σφαγῆναι,
πρὸς τὴν μέλλουσαν ἀφορῶν δόξαν μάκαρ.
Βῇ δὲ τρίτῃ Γεράσιμος μέγα γήθων ἄστυ Θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Γαλακτοτροφούσης.
Γάλα νοητὸν πηγάζει Θεοκῦμον,
Γαλακτοτροφοῦσα ἡ θεία Εἰκών σου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου, τοῦ Κουβικουλαρίου.
Ἐξ ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος,
Λαμπρὸς πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνατολίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Δύνας, Ἀνατόλιε τοῦ βίου τέλει.
Τῷ μὴ δύνοντι προσπελάζεις ἡλίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θεοδότου, Θεοδότης, Δολινδούχ, Διομήδους, Εὐλαμπίου καὶ Ἀσκληπιάδου.
Τμηθεῖσι Θεοδότῳ καὶ Θεοδότῃ,
Θεὸς θεῶν δίδωσιν ἄξια στέφη.
Ὑπὲρ Θεοῦ τείναντος ὡς δεῤῥιν πόλον,
τείνει Δολινδοὺν τὸν τένοντα τῷ ξίφει.
Ἐκ σπονδύλων ἔσπεισεν αἷμα Κυρίῳ,
ἄσπονδος ἐχθρὸς δαιμόνων Διομήδης.
Τι ταὴν κεφαλήν, δήμιε, κλῖνον, λέγεις,
Εὐλαμπίω, κλίνοντι πᾶν σπάθῃ μέλος;
Ἀσκληπιάδης τὴν θάλασσαν εἰσέδυ,
ζητῶν ἐφευρεῖν τὸν καλὸν μαργαρίτην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μάρκου καὶ Μωκιανοῦ.
Ὑπέσχε Μάρκος τῇ τομῇ τὸν αὐχένα,
ὁδὸν χαράττων Μωκιανῷ τοῦ πάθους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἡλιοδώρου, ἐπισκόπου Ἀλτίνου τῆς Ἰταλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωακείμ, ἡγουμένου τῆς Μονῆς Νοτενῶν Ἀχαΐας.
Τὸν Ἰωακεὶμ Χριστὸς λαμπρῶς δοξάζει,
ὡς αὐτὸν δοξάσαντα ἤδη ἐν βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ῥαφαὴλ τοῦ ἐν Λέσβῳ, γενομένης ἐν ἔτει 1961ῳ.
Ὥσπερ θησαυρὸς γῆθεν τὸ λείψανόν σου
ὤφθη Ῥαφαήλ, πιστῶν εἰς σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου, τῆς Λίμνης Κόζα, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου τοῦ Γιαροσλάβλ, τοῦ πρίγκιπος, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου τοῦ Ῥώσσου, τοῦ πρίγκιπος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Ῥιαζὰν καὶ Μουρώμ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Μιχαὴλ καὶ Θωμᾶ, τοῦ Σολβισεγκόντσκ, τῶν διὰ Χριστῶν σαλλῶν, τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τῆς Μόσχας, τοῦ διὰ Χριστὸν σαλλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνατολίου τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Φιλίππου, Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Γενναιότητι καρδίας ὡμολόγησας Χριστὸν τὸν Κύριον, καὶ τῶν τῆς Ἄγαρ υἱῶν, τὴν πλάνην κατήσχυνας, τῇ παῤῥησίᾳ σου· διὰ τοῦτό σε, Γεράσιμε ἐδόξασεν, ὁ Δεσπότης τῶν ἁπάντων.
Ἐν τῷ Ἄθωνι σαυτὸν προγυμνασάμενος πόνοις ἀσκήσεως, ἐπὶ τὴν πόλιν σοφέ, τοῦ Βύζαντος ἔδραμες, καθάπερ ἔλαφος, καὶ ἐδόξασας, ἀθλητικῇ ἐνστάσει σου, τὴν καλὴν ὁμολογίαν.
Ῥείθροις ἤρδευσας τῶν ἱερῶν αἱμάτων σου Μάρτυς Γεράσιμε, τὴν Ἐκκλησίαν Χριστοῦ, αὐχμῷ τῆς δουλώσεως, καὶ τυραννίδος πικρᾶς· διὸ χαίρουσα, γεραίρει σου τὴν ἄθλησιν, καὶ τὴν μνήμην ἑορτάζει.
Θεοτοκίον.
Ἀπὸ πάσης με ἐπιβουλῆς τοῦ ὄφεως Κόρη ἀπάλλαξον, δι’ ἧς συλᾷ μου τὸν νοῦν, καὶ δίδου μοι ἔμφρονα, γνώμην καὶ σώφρονα, ἵνα Δέσποινα, τοῦ βίου τὸ ὑπόλοιπον, διανύσω θεαρέστως.




ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Στόμα σου τὸ ἅγιον ἀνοίξας, εὐτόλμως τοῖς ἀσεβέσιν ἀνεκραύγαζες· Χριστοῦ δοῦλος πέφυκα, σύνετε παράνομοι· δι’ ὃν καὶ σφαγιάζομαι ἀγαλλομένῃ ψυχῇ, ὡς ἂν τὴν ἐπουράνιον δόξαν, καὶ τὴν μακαρίαν, ζωὴν κληρονομήσω,
Ἰδόντες ψυχῆς σου τὴν ἀνδρείαν, καὶ γνώμης τὸ ἀμετάθετον οἱ ἄνομοι, ξίφει ἐναπέτεμον, ἀπηνῶς τὴν κάραν σου, καὶ ὡς ἀστὴρ ὁλόφωτος ὤφθης Γεράσιμε, σαφῶς τοῖς καθαροῖς τῇ καρδίᾳ, πρὸς φῶς ἀφθαρσίας, σπεύδων ἠγλαϊσμένος.
Μάρτυς καὶ ὁπλίτης νικηφόρος, ὡράθης ὡς ἀριστεύσας ἀνδρικώτατα, ἐν ἐσχάτοις ἔτεσιν, Ἄγιε Γεράσιμε, Χριστοῦ τοῦ παντοκράτορος, τοῦ σὲ δοξάσαντος, καὶ δόντος σου τὰ λείψανα Μάρτυς, ὡς πηγὴν χαρίτων, Προυσοῦ τῇ θείᾳ Μάνδρᾳ.
Θεοτοκίον.
Ὤφθης τῶν Ἀγγέλων ἀνωτέρα, ἡλίου δὲ ἀσυγκρίτως ὑπερλάμπουσα, καὶ ἁπάσης κτίσεως, Κόρη ὑπερέχουσα, τὸν Ποιητὴν κυήσασα καὶ πάντων Κύριον· διό Σου τὴν ὑπέρφωτον δόξαν, ἀνυμνολογοῦμεν, οἱ διὰ Σοῦ σωθέντες.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἄθλησιν στεῤῥάν, διήθλησας Ἅγιε, τρωθεὶς τῷ ἔρωτι, τοῦ Χριστοῦ Γεράσιμε, καὶ ἠριθμήθης Μαρτύρων τάγμασι, μαρτυρικοῖς λαμπρότητος καταξιούμενος, τὰ θεῖα, λείψανά σου νέμουσι, τοῖς αἰτοῦσιν ἰάσεις ἐν Πνεύματι.
Μνήμην τὴν σεπτήν, τῆς σῆς τελειώσεως, ἄγει χορεύουσα, ἡ ἐνεγκαμένη σε, Ὁσιομάρτυς θεῖε Γεράσιμε, ἥτις Μέγα ὠνόμασται Χωρίον Ἅγιε, ὃ ὑψόθεν, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἤρθης ἐν χαρᾷ, τμηθεὶς τὸν αὐχένα σου, πρὸς φῶς ἀνέσπερον, καὶ ζωὴν ἀΐδιον, Ὁσιομάρτυς Χριστοῦ Γεράσιμε, ἡμῖν δὲ τὰ σὰ λείψανα ὡς ὄλβον ἔνθεον, ἐδωρήσω, οἷς πιστῶς προσπίπτοντες, εὐφροσύνην καὶ χάριν λαμβάνομεν.
Θεοτοκίον.
Νάμα τῆς ζωῆς, Χριστὸν σωματώσασα ζωῆς τὸν πρύτανιν, ὡς πηγὴ ἀκένωτος, ἀεὶ βλυστάνεις θεοχαρίτωτε, τοῖς πίστει μακαρίζουσι τὰ μεγαλεῖά Σου, καὶ βοῶσι· χαῖρε ἀειπάρθενε, προστασία ἡμῶν καὶ ἀντίληψις.






Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀσκήσει μὲν τὸ πρότερον, ἐν τῷ Ἄθῳ ἐμπρέψας, ἀνεπτερώθης Ἅγε, πρὸς ἀγάπην τὴν θείαν, εἶτα ἀθλήσας νομίμως, τὸν σὲ τρώσαντα ὄφιν, καταβαλὼν ἐδόξασας, τὸν Σωτῆρα τῶν ὅλων ἄθλοις τοῖς σοῖς, παρ’ οὗ ἐδοξάσθης Ὁσιομάρτυς, μαρτυρικῇ Γεράσιμε, δόξῃ καὶ εὐκληρίᾳ.
Θεοτοκίον.
Σωματικῶς κυήσασα, τὸν Ὑπέρθεον Λόγον, ἀκαταλήπτως πάναγνε, εἰς βροτῶν σωτηρίαν, σωματικῶν παθημάτων, καὶ νοὸς ἀθυμίας, καὶ ψυχικῆς ἀπάλλαξον, τοὺς Σοὺς δούλους κακώσεως καὶ φωτί, τῷ τῆς μετανοίας ἴθυνον Κόρη, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ θερμῇ Σου πρεσβείᾳ.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παρακλήτου τὴν χάριν λαβὼν Γεράσιμε, ἀθλητικῶς καθεῖλες, τὸν σὲ τρώσαντα πρώην, καὶ Μάρτυς ἀληθείας περιφανής, ἀνεδείχθης μακάριε· διὸ τὴν μνήμην σου ᾄσμασιν ἱεροῖς, ἑορτάζοντες τιμῶμέν σε.

Ἀπεριτρέπτῳ καρδίᾳ Χριστοῦ τὸ ὄνομα, κηρύξας τοῖς ἀνόμοις, μαρτυρίου τὸ γέρας, ἐδέξω φερωνύμως παρὰ Χριστοῦ, τοῦ λαμπρῶς σε δοξάσαντος, Ὁσιομάρτυς Γεράσιμε θαυμαστέ, Εὐρυτάνων ἐγκαλλώπισμα.

Χωρίον Μέγα ἀγάλλου ἡ Γερασίμου πατρίς· ἐκ σοῦ γὰρ οὗτος ἔφυ, ὡς πανεύοσμον ἄνθος, πιστοὺς εὐωδιάζον μαρτυρικῇ, εὐωδίᾳ καὶ χάριτι, καὶ τὴν αὐτοῦ πανηγύριζε ἐν χαρᾷ, θείαν μνήμην καὶ σεβάσμιον.

Τῶν φιλεόρτων τὰ πλήθη δεῦτε συνδράμετε, ἐν τῇ πανσέπτῳ μνήμῃ, Γερασίμου τοῦ νέου, τοὺς ἄθλους ἀνυμνῆσαι καὶ τὰς αὐτοῦ, ἀριστείας καὶ τρόπαια· ὁ γὰρ ὑμνῶν τοὺς Ἁγίους οὗτος ὑμνεῖ, τὸν Δεσπότην τὸν ἁπάντων Χριστόν.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν τῆς ἀσκήσεως στολήν, τοῖς τῶν αἱμάτων ῥείθροις ἐπορφύρωσας, ὑπὲρ Χριστοῦ ἀθλήσας, Ὁσιομάρτυς Γεράσιμε· ὑπεραρθεὶς γὰρ τῶν φθαρτῶν, ὅλον τὸν πόθον ἀνέτεινας, πρὸς ἐφετῶν τὸ ἀκρότατον, νεκρωθεὶς τοῖς ἐν κόσμῳ. Καὶ μαρτυρικῶς ἀριστεύσας, τὴν ἀπάτην ἐξεφαύλισας, καὶ τὴν Ἐκκλησίαν τῇ ἀθλήσει σου εὔφρανας· ὑπὲρ ἧς πρέσβευε Χριστῷ, σώζεσθαι ἀκλόνητον ἐκ πάσης περιστάσεως.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, καὶ διπλῶν βραβείων, ἠξιώθης περιφανῶς· ἐντεῦθεν τὸ Μέγα, Χωρίον ἡ πατρίς σου, ἐν σοὶ Ὁσιομάρτυς, χαίρει Γεράσιμε.






























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου