Κυριακή 25 Αυγούστου 2019

ΑΥΓΟΥΣΤΟΣ 12. ΟΣΙΟΣ ΑΓΑΘΩΝ ΕΦΕΣΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΙΒ΄.
ΑΓΑΘΩΝ ΟΣΙΟΣ ΕΦΕΣΣΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Κογεράκη Ῥόδου)

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν φιλοσίων οἱ δῆμοι δεῦτε συνδράμωμεν, Ἀγάθωνος τοῦ θείου, ἐκτελοῦντες τὴν μνήμην· φαιδρὰ γὰρ Ἐκκλησίας ἐν οὐρανῷ, ἐξανέτειλε σήμερον, φωταγωγίᾳ τῆς χάριτος μυστικῶς, τὰς ψυχὰς ἡμῶν φωτίζουσα.

Τῶν οὐρανίων τῷ πόθῳ ὡς πυρακτούμενος, τῶν ἐπὶ γῆς ἡδέων, κατεφρόνησας πάντων, καὶ ἔφθασας ἀγῶσιν ἀσκητικοῖς, τῶν Ἀγγέλων τὰ τάγματα· μεθ’ ὧν Ἀγάθων προστάτευε τῶν πιστῶν, τῇ πρεσβείᾳ σου πρὸς Κύριον.

Δι’ ἐγκρατείας συντόνου θεῖος γενόμενος, ναὸς τοῦ Παρακλήτου, θεομάκαρ Ἀγάθων, ναὸν τῇ Θεοτόκῳ πόθῳ θερμῶς, ἐν Ἁγιάσσῳ ἀνήγειρας, ἐν ᾧ αὐτῆς τὴν Εἰκόνα ὡς θησαυρόν, πολυτάλαντον κατέθεσας.

Ἐν ταῖς λαμπρότησι πάντων, Ἀγάθων Ὅσιε, τῶν ἐκλεκτῶν χορεύων, σὺν αὐτοῖς παῤῥησίᾳ, τὸν Κύριον δυσώπει ἵνα ἡμῖν, τοῖς τιμῶσί σε σήμερον, παραπτωμάτων τελείαν ὡς ἀγαθός, δωρηθῆναι τὴν συγχώρησιν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀξίως ἡ Ἐκκλησία, τὴν μνήμην σου ἑορτάζει, καὶ ἡ Ἁγιάσσος χαίρει, τῇ χάριτί σου Ἀγάθων Ὅσιε, ὡραϊζομένη καὶ βοῶσά σοι· Ἄνερ ἀγαθέ, οὐράνιε ἄνθρωπε, μοναζόντων ἀγλάϊσμα, ὡς ἐκλεκτῶν ἐν ὑψίστοις, τῆς πανηγύρεως μετέχων, μνημονεύειν μὴ παύσῃ πρὸς Θεόν, τῶν εὐσεβῶς σε ὑμνούντων, καὶ τελούντων σου τὸ μνημόσυνον.

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.



Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
Δεῦτε πάντες πιστοί, Ἀγάθωνα τὸν θεῖον, τιμήσωμεν ἐν ὕμνοις, τῶν μοναστῶν τὸ κλέος, καὶ τῶν Ὁσίων καύχημα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἔνθεος ὑπουργός, τῆς εὐδοκίας ὤφθης, Ἀγάθων τῆς Παρθένου· μεθ’ ἧς ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν τὸν Κύριον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Πρέσβευε ἐκτενῶς, ὡς παῤῥησίαν ἔχων, ὑπὲρ τῶν ἱκετῶν σου, θεόληπτε Ἀγάθων, Ὁσίων ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, Ἀγάθων παμμακάριστε, μοναστὴς θεόληπτος χρηματίσας, τῆς κοινωνίας τῶν Ὁσίων ἠξίωσαι, καὶ Χριστῷ παρέστης, ἐν οὐρανοῖς εὐφραινόμενος· διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων ἀξίως, τὴν φαεσφόρον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ ἔρωτι, ὅσιον βίον, δι’ ἀσκήσεως, ἐπιτελέσας, ἐπληρώθης ἀγαθῶν τῶν τῆς χάριτος, καὶ τῆς ἁγνῆς Θεοτόκου πιστότατος, τῶν θαυμασίων ἐγένου διάκονος· μεθ’ ἧς πρέσβευε, Ἀγάθων Ἁγιάσσου καύχημα, ὑπὲρ τῶν εὐσεβῶς ὑμνολογούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.





ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, καὶ ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσομοια τῆς Ἑορτῆς γ’. Ἦχος δ’ Ἔδωκας σημείωσιν
Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ' ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὦ φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Ἅπαν νῦν ἐγκόσμιον, καὶ ὑπερκόσμιον σύστημα, συγκινείσθω πρὸς αἴνεσιν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ νεκρῶν καὶ ζώντων, κεκυριευκότος· θεοπρεπῶς γὰρ ἑαυτῶ, μεταμορφούμενος συμπαρίστησι, τοῦ νόμου καὶ τῆς χάριτος, τοὺς πρωτοστάτας καὶ κήρυκας, ἐν Θαβὼρ ὡς ηὐδόκησεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὸν θεοφόρον; Τοῦ Θεοῦ τὸν φίλον Ἀγάθωνα, τὸν καταβαλόντα τὸν δράκοντα, θαυμαστοῖς ἀγῶσιν ἐγκρατείας· τὸν ὄντως, τῆς εὐσεβείας ὑφηγήτορα, καὶ θεῖον, τῶν εὐσεβούντων ἀντιλήπτορα. Οὗτος γὰρ δόξῃ ἀφθάρτῳ, κατηγλαϊσμένος, ἐν σκηνώμασι τῆς τρυφῆς, ἐκβλύζει ἰάματα, τοῖς πόθῳ αὐτῷ προστρέχουσι.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τὸν θεοφόρον; Τὸν ἡγιασμένον Ἀγάθωνα, τὸν ἀπὸ παιδὸς ἀγαπήσαντα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα· τὸν κόσμου, καταλιπόντα τὰ ἐπίκηρα, καὶ τρόποις, τῆς ἐγκρατείας διαπρέψαντα. Οὗτος γὰρ ἔνδον νυμφῶνος, τῆς ζωῆς χορεύων, μνημονεύει τῶν εὐσεβῶς, τελούντων ἐν ᾄσμασι, τὴν θείαν αὐτοῦ πανήγυριν.

Ποίοις μελῳδιῶν ἔπεσιν, ἐπαινέσωμεν τὸν θεοφόρον; Τὸν δεδοξασμένον Ἀγάθωνα, τὸν ἐν τῇ Ἁγιάσσῳ κομίσαντα, τὴν σεπτὴν Εἰκόνα τῆς Παρθένου. Ἐφέσου, μεγαλωνύμου τὸ ἀπάνθισμα, καὶ Λέσβου, ἁγιοτόκου τὸ ἀγλάϊσμα· τὸν ἐν Ὁσίοις φωστῆρα, τὸν φωταγωγοῦντα, τὰ συστήματα τῶν πιστῶν, εἰς δόξαν αἰώνιον, Πατρός τε Υἱοῦ καὶ Πνεύματος.

Δόξα. Ἦχος α΄.
Ὁ ἀγαθώνυμος Ἀγάθων, τῶν ἀγαθοεργιῶν τοῦ ἐν Τριάδι Θεοῦ, τὸ ἱερώτατον ὄργανον, σήμερον ὡς ἀστὴρ φαεινός, ἐν τῇ μνήμῃ αὐτοῦ ἐξανατείλας, τὰς καρδίας καταυγάζει τῶν βοώντων· Χαίροις ἄνερ ἀγαθέ, ὁ φερωνυμίᾳ τῶν ἔργων σου, τὴν εὐπρέπειαν τῶν ἀρετῶν στολισάμενος· χαίροις, ἄνθρωπε οὐράνιε, ὁ τῇ εὐδοκίᾳ τῆς Παρθένου διακονήσας, οἷα αὐτῆς θεράπων πιστότατος· χαίροις, τῆς Ἐφέσου τὸ βλάστημα, τῆς Λέσβου τὸ καύχημα, καὶ Ἁγιάσσου ἐγκαλλώπισμα. Παῤῥησίαν ὡς ἔχων, πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἀνακειμένων τῇ πρεσβείᾳ σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὄρος Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην, ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (γ΄. 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (ε΄. 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰὙψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (ζ΄. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Λιτή. Ἦχος α’.
Ἀσκητικῇ πολιτείᾳ, τῶν ἀγαθῶν τῆς χάριτος, τὰς δωρεὰς ἐθησαύρισας, Ἀγάθων Πάτερ Ὅσιε· διὸ τοῦ μυστηρίου, τῆς ἁγνῆς Θεομήτορος, διάκονος ἐχρημάτισας, τὴν ἄχραντον Εἰκόνα αὐτῆς, ἐκ τῆς Ἁγίας Σιών, ἐν Λέσβῳ μετακομίσας, καὶ ταύτην Ἐκκλησίας τῷ λαῷ, ὡς θησαυρὸν καταλιπὼν ἀσύλητον· ὅθεν σὺν αὐτῇ, μὴ παύσῃ ἐκτενῶς, τῷ ἐξ αὐτῆς σαρκωθέντι πρεσβεύων, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ὅσιε Πάτερ Ἀγάθων ἱερώτατε, καθυπουργῶν τῷ θελήματι, τῆς ἁγνῆς Θεομήτορος, ἐν δυνάμει χάριτος, τὴν ἄχραντον Εἰκόνα αὐτῆς, εἰκονομάχων τῆς μανίας διέσωσας, καὶ ταύτην ἐν Λέσβῳ μετεκόμισας, ἐν ναῷ ᾧ ἀνήγειρας ἐνίδρυσας, ὡς ἄνασσαν πεποικιλμένην, ἐν θρόνῳ ἁγίῳ παμμακάριστε· ὅθεν οἱ πιστοί, εὐσεβῶς αὐτῇ καταφεύγοντες, καὶ ἐξ αὐτῆς τῶν θαυμάτων, τὰς δωρεὰς κομιζόμενοι, ὡς εὐεργέτην λαοῦ σε μακαρίζομεν, καὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος γ’.
Δι’ ἀσκητικῶν ἀγωνισμάτων, καὶ τρόπων ἀγαθῆς πολιτείας, ναὸν ἔμψυχον σεαυτόν, Ἀγάθων θεόφρον ἀναδείξας, τῇ Θεοτόκῳ περιώνυμον ναόν, ἐν Ἁγιάσσῳ ζήλῳ ἀνήγειρας, καὶ ἐν αὐτῷ τὴν Εἰκόνα αὐτῆς, ὡς πηγὴν ἁγιάσματος κατέθεσας, παθῶν ψυχῆς καὶ σώματος, τὸν ῥύπον ἀποπλύνουσαν, καὶ πάντας δροσίζουσαν, τοὺς εὐλαβῶς ἐκβοῶντας· Χαῖρε κεχαριτωμένη, ὁ τὸν Ὅσιον θεράποντα, ἄγγελον τῆς ἀγαθῆς βουλῆς σου ἐκλεξαμένη, καὶ σὺν αὐτῷ πρεσβεύων, τῷ ἐκ σοῦ σαρκωθέντι Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ’.
Τῶν θείων ἐντολῶν, ἐν τῷ φωτὶ πορευόμενος, ἀγαθὸς ἀνὴρ ἐχρημάτισας, καὶ πηγὴ ἀγαθόῤῥυτος, τῶν χαρισμάτων τοῦ Πνεύματος, Ἐκκλησίας τῷ πληρώματι, παρὰ Θεοῦ ἀνεδείχθης, Ἀγάθων παναοίδιμε. Χριστὸν γὰρ ἀγαπήσας, τῶν χαμαὶ συρομένων κατεφρόνησας, καὶ ἀσκητικῆς πολιτείας, ὑπογραμμὸς ἐγένου καὶ ἀρχέτυπον· ὅθεν σήμερον οἱ πιστοί, τὴν μνήμην σου ἐπιτελοῦντες, ἱκετικῶς ἀναβοῶμέν σοι· Πρέσβευε Πάτερ Ὅσιε, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.





Δόξα. Ἦχος πλ. α’.
Ὅσιε Πάτερ Ἀγάθων ἱερώτατε, ἱστὸν καθάπερ ἀράχνης, ἀσκητικῶς τοῦ ἐχθροῦ, τὰς μεθοδείας διαλύσας, καὶ ὡς στρουθίον ἀνίσχυρον αὐτόν, ἐν ἐγκρατείας σκάμματι καταπατήσας, δόξῃ ἀπείρῳ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἐστεφάνωσαι. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, Ἐκκλησιῶν εὐσταθείας, καὶ σωτηρίας τῶν τιμώντων σε.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτὸς
Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, ὁ τῆς Ἐφέσου βλαστός, τῆς νήσου Λέσβου ὁ κοσμήτωρ ὁ ὅσιος, Ἀγάθων θεόφρον Πάτερ, τῶν μοναζόντων φωστήρ, καὶ τῶν εὐσεβούντων ἀγαλλίαμα·ὁ νοῦς ὁ οὐράνιος, νοημάτων τῆς χάριτος, ὁ πρὸς τὰ ἄνω, ἀνυψώσας τὴν ἔφεσιν, καὶ γενόμενος, καταγώγιον Πνεύματος· στήλη ἡ οὐρανόφωτος, τῆς θείας ἐλλάμψεως, ἡ μυστικῶς τὰς καρδίας, τῶν ὑμνητῶν σου φωτίζουσα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ὅλος θεοειδὴς γεγονώς, ταῖς ἀριστείαις τῶν ὁσίων ἀγώνων σου, Ἀγάθων τῆς εὐδοκίας, τῆς Θεοτόκου ἁγνῆς, ὑπουργὸς ἀξίως ἐχρημάτισας· αὐτῆς γὰρ διέσωσας, τὴν Εἰκόνα τὴν πάντιμον, καὶ ἐν Ἁγιάσσῳ, ἐν ναῷ ᾧ ἀνήγειρας, ὥσπερ ἄνασσαν, ἐν καθέδρᾳ ἐνίδρυσας· ὅθεν ὁμολογοῦντές σοι, πιστῶς χάριν Ὅσιε, τὴν παναγίαν σου μνήμην, ἐπιτελοῦμεν δοξάζοντες, Χριστὸν τὸν τῆς δόξης, ἀκηράτῳ σε στεφάνῳ, κατακοσμήσαντα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Βίον, ἀσκητικὸν μετελθών, ἐπὶ τῆς γῆς ἐπουρανίῳ φρονήματι, καὶ ἐν ζήλῳ διακονήσας, Ἀγάθων Πάτερ σοφέ, τῆς ἁγνῆς Παρθένου τῷ θελήματι, ἐν Λέσβῳ ἐτέλεσας, τὴν ἁγίαν πορείαν σου, καὶ Βασιλείας, οὐρανῶν πρὸς σκηνώματα, τὰ αἰώνια, ἱερῶς ἐξεδήμησας· ἔνθα περιχορεύων νῦν, Ἁγίων σὺν τάξεσι, καὶ λαμπρυνόμενος ὅλος, μαρμαρυγαῖς τῆς θεώσεως, Χριστὸν ἐκδυσώπει, φωτισθῆναι καὶ σωθῆναι, τοὺς εὐφημοῦντάς σε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐκλελεγμένος ὡς ἄξιος, παρὰ τῆς ἀειπαρθένου Θεοτόκου, τῆς εὐδοκίας αὐτῆς ὑπουργὸς ἐχρημάτισας, Ἀγάθων παναοίδιμε. Εἰκονομάχων γὰρ δεινῶν, αἱρέσεως φεύγων τὸν ὄλεθρον, τὴν χαριτόβρυτον αὐτῆς Εἰκόνα, ἐν Ἁγιάσσῳ διέσωσας, καὶ ταύτην τοῖς εὐσεβέσι, πηγὴν ἁγιάσματος κατέλιπες, ἀεὶ ἀναβλύζουσαν, τῶν θαυμάτων τὰ νάματα, εἰς ψυχῶν καὶ σωμάτων περιποίησιν· ὅθεν σήμερον χρεωστικῶς, τὴν μνήμην σου ἐπιτελοῦμεν, ᾀσματικῶς σε μακαρίζομεν καὶ λέγομεν· Ὅσιε Πάτερ, πρέσβευε ἐκτενῶς, τῷ δοξάσαντί σε ἐν Τριάδι Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ ἔρωτι, ὅσιον βίον, δι’ ἀσκήσεως, ἐπιτελέσας, ἐπληρώθης ἀγαθῶν τῶν τῆς χάριτος, καὶ τῆς ἁγνῆς Θεοτόκου πιστότατος, τῶν θαυμασίων ἐγένου διάκονος· μεθ’ ἧς πρέσβευε, Ἀγάθων Ἁγιάσσου καύχημα, ὑπὲρ τῶν εὐσεβῶς ὑμνολογούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος βαρύς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.














ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη, Ἰωσὴφ
Τὸν Ἀγάθωνα πιστοί, τὸν θεοφόρον ὑπουργόν, εὐδοκίας τῆς σεπτῆς, τῆς Θεοτόκου πρὸς ἡμᾶς, ταῖς τῶν ᾀσμάτων τιμήσωμεν μελῳδίαις, ὅτι τοῦ Θεοῦ, ἐπετέλεσε, δι’ ἀσκητικῆς, τελειότητος, ἐπὶ τῆς γῆς τὸ θέλημα καὶ ὤφθη, τοῖς Ἀσωμάτοις ὁμότροπον. Αὐτοῦ πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, τὰς ψυχὰς ἡμῶν σῶσον.
Δόξα... Καὶ νῦν...
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη, Ἰωσὴφ
Τὸν Σταυρὸν ἀναλαβών, ἐπὶ τῶν ὤμων σου σοφέ, ἀγωγαῖς ἀσκητικαῖς, τὰς πολυπλόκους μηχανάς, καὶ πανουργίας διέλυσας τοῦ Βελίαρ· ὅθεν ὁ Χριστός, ὡς νικήτορα, δόξῃ τῆς ζωῆς, ἐστεφάνωσε, καὶ ἐκλεκτῶν ἠξίωσεν Ἀγάθων, ταῆς μυστικῆς πανηγύρεως. Αὐτὸν δυσώπει, τοὺς ὑμνητάς σου τῆς γεέννης ῥυσθῆναι.
Δόξα... Καὶ νῦν...
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῆς Θεοτόκου τῇ βουλῇ καθυπείκων, ἐν τῇ Ἁγιάσσῳ ἐν Σιὼν τῆς ἁγίας, Εἰκόνα τὴν ὑπέρτιμον ἐκόμισας αὐτῆς· ὅθεν εὐγνωμόνως σε, ὦ Ἀγάθων τιμῶμεν, τῆς εὐεργεσίας σου, ἀπολαύοντες ταύτης, καὶ τὸν Θεὸν δοξάζομεν πιστῶς, τὸν σὲ προστάτην ἡμῶν ἀναδείξαντα.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ζήτει ταῇ Ε’ Δεκεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα... Ἦχος β': Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν... Ἦχος ὁ αὐτὸς: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον Ἦχος πλ. β'. Στίχ. Ἐλέησόν με ὁ Θεὸς…
Τοῦ ἐπιλάμψανος ἐν Θαβώρ, φωτὸς ἐμφορούμενος, καὶ μεθέξει θεὸς γενόμενος, Ἀγάθων Πάτερ παμμακάριστε, τοὺς ταύτην τὴν μνήμην σου, ἡμᾶς ἐπιτελοῦντας, ἁμαρτιῶν σκοτασμοῦ ἐλευθέρωσον, μετὰ τῆς ἀειπαρθένου Θεοτόκου, πρεσβεύων ὑπὲρ ἡμῶν, πρὸς τὸν δοξάσαντά σε Κύριον.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἀγάθων μακάριε, ἐν οὐρανοῖς παριστάμενος, ἁγίων σὺν τάξεσι, τῷ ἐπὶ πάντων Θεῷ, χάριν αἴτει μοι, καὶ λόγον ταῖς εὐχαῖς σου, ὡς ἂν ἐξυφάνω σοι, ὕμνον ἐπάξιον.
Βιώσας ὡς ἄσαρκος, τῇ ὑπὲρ φύσιν ἀσκήσει σου, τῶν θείων ἠξίωσαι, ἐν οὐρανοῖς ἀγαθῶν, ὧν πρεσβείαις σου, μετόχους ἡμᾶς δεῖξον, Ἀγάθων θεόληπτε, ταῖς ἱκεσίαις σου.
Γεώδην προσπάθειαν, ἀποτινάξας ὡς πάνσοφος, Χριστῷ ἠκολούθησας, ἀπεριτρέπτῳ ψυχῇ, καὶ συνήρμοσαι, αὐτῷ τῇ ἐγκρατείᾳ, Ἀγάθων ὡς ἄγγελος, ζήσας ἐν σώματι.
Θεοτοκίον.
Κυρία Παντάνασσα, Ἁγιασσώτισα Δέσποινα, τὴν θείαν Εἰκόνα Σου, εἰκονομάχων ὀργῆς, ὁ θεράπων Σου, διέσωσεν Ἀγάθων· μεθ’ οὗ μεγαλύνομεν, τὰ Σὰ θαυμάσια.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Δοχεῖον Ἀγάθων θεοφόρε, ἐγένου τῆς χάριτος Θεοῦ, τῶν ἀγαθῶν εὐρύχωρον, μισήσας τὰ ἐπίκηρα, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσας ὡς πάνσοφος.
Εὐῶδες ὡς μῦρον ἀνεδείχθης, συνθέσει καλῇ τῶν ἀρετῶν, τῆς θείας πολιτείας σου, Ἀγάθων Πάτερ Ὅσιε, εὐωδιάζων πάντοτε, τῆς Ἐκκλησίας τὸ πλήρωμα.
Ζωῆς τῆς προσκαίρου ἀλογήσας, τελείῳ νοΐ ἔξω σαρκός, καὶ κόσμου ἐχρημάτισας, Ἀγάθων τῇ ἀσκήσει σου· διὸ Χριστὸς ὁ Κύριος, ἐν τοῖς ὑψίστοις δοξάζει σε.
Θεοτοκίον.
μνῶν Σε Ἀγάθων ὁ θεόφρον, ἐν βίῳ ἐτέλεσε παντί, Μῆτερ πρὸ τῆς Εἰκόνος Σου, ἱστάμενος καὶ ψάλλων Σοι· Χαῖρε ἁγνὴ Μητρόθεε, τὸ μέγα θαῦμα τῆς κτίσεως.

Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἄνω τὸ ὄμμα σου, ἔχων πρὸς Κύριον, ἀγγελομίμητον, τρόπον ἐπέδειξας, ἐν ἀφθονίᾳ ἀγαθῶν, Ἀγάθων τοῦ Παρακλήτου, καὶ τῆς Θεομήτορος, τῇ βουλῇ καθυπούργησας· μεθ’ ἧς καθικέτευε, τὸν φιλάνθρωπον Κύριον, εἰρήνην δωρηθῆναι τελείαν, τοῖς ἐκτελοῦσί σου τὴν μνήμην.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῆς θείας δόξης Σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς Σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές Σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει Σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ Βασιλείᾳ Σου.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Ἤσκησας ὡς ἄσαρκος ταῖς ἀρεταῖς, ζήλῳ τὸν Σταυρόν σου ἀράμενος· ὅθεν Ἀγάθων, ἐπληρώθης τοῦ φωτός, τοῦ ἐν Θαβὼρ ἐκλάμψαντος, καὶ τὴν οἰκουμένην φωτίσαντος.
Θρίαμβον ἐτέλεσας πνευματικόν, Ὅσιε Ἀγάθων μακάριε, κατὰ δαιμόνων, τροπωσάμενος αὐτῶν, ἀσκητικοῖς παλαίσμασι, τὴν ἐπαιρομένην θρασύτητα.
Ἴσχυσας φραξάμενος τῇ νοητῇ, Πάτερ παντευχίᾳ τῆς χάριτος, ἀπονεκρῶσαι, τὰς κινήσεις τῶν παθῶν· διὸ ζωῆς τῆς ἄνωθεν, ἔλαβες Ἀγάθων τὸ πλήρωμα.
Θεοτοκίον.
ώμῃ τῆς προνοίας Σου ἐνισχυθείς, Δέσποινα Ἀγάθων ὁ Ὅσιος, ἐκ τῆς Ἁγίας, μετεκόμισε Σιών, ἐν Λέσβῳ τὴν Εἰκόνα Σου, ἐξ ἧς πᾶσι βλύζει ἡ χάρις σου.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Καθάρας ἐμφάσεων, σαυτὸν τοῦ κόσμου Ὅσιε, τῇ ἀσκητικῇ σου συντονίᾳ, χάριτος ὤφθης, θεῖος Ἀγάθων ναός· ὅθεν ζήλῳ κρείττονι ναόν, ἐν Ἁγιάσσῳ ἤγειρας, τῇ ἁγνῇ Θεομήτορι.
Λαμπρύνας τοῖς ῥεύμασι, δακρύων τῆς ἀσκήσεως, τὰ ὄμματα Πάτερ τῆς ψυχῆς σου, φῶς ἐθεάσω, τοῦ ἐν Τριάδι Θεοῦ, καὶ φῶς Ὀρθοδόξων τῷ λαῷ, φωταυγείᾳ ἔλαμψας, ἀνεσπέρῳ τοῦ βίου σου.
Μιμούμενος Ὅσιε, Χριστοῦ τὸν μέγαν Πρόδρομον, ἐν ταῖς ἐρημίαις ἠρετίσω, βίον διάγειν, δι’ ἐγκρατείας τὸ σόν, ἀνταγωνιζόμενος στεῤῥῶς, κόσμῳ καὶ τοῖς πάθεσι, συμμαχίᾳ τῇ ἄνωθεν.
Θεοτοκίον.
σχύϊ ῥωννύμενος, ταῆς χάριτός Σου Δέσποινα, ὁ θεῖος Ἀγάθων ἐν Ἁγιάσσῳ, ταὴν θαυμαστήν Σου Εἰκόνα ἤνεγκε, καὶ ταύτην κατέλιπεν ἡμῖν, κρήνην ὡς ἀκένωτον, ταῶν πολλῶν χαρισμάτων Σου.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Νοήσας κόσμου τὸ ἄστατον, ὑπήκουσας Χριστοῦ τῷ προστάγματι, Ἀγάθων Ὅσιε· διὸ αὐτός σε εἰσήγαγεν, ἐν ταῖς αὐλαῖς τῆς θείας, μακαριότητος.
Ξενίας θείας ἠξίωσαι, ὡς ξένος τοῖς ἐν κόσμῳ καὶ πάροικος, πολιτευσάμενος, δι’ ἐγκρατείας καὶ νήψεως, ἐπὶ τῆς γῆς Ἀγάθων, θεομακάριστε.
Ὁσίως Πάτερ ἐμόνασας, ἐπ’ ὤμων τὸν σταυρόν σου ἀράμενος, Ἀγάθων ἔνδοξε, καὶ δυναστείᾳ τοῦ Πνεύματος, τὰς μηχανὰς αἰσχύνας, τοῦ παναλάστορος.
Θεοτοκίον.
Λυχνίαν πᾶσι τῆς χάριτος, ὑπάρχει ἡ Εἰκών Σου ἡ ἄχραντος, Ἁγιασσώτισσα, ἣν ἐκ Σιὼν μετεκόμισεν, ὁ ἱερὸς Ἀγάθων, τῇ εὐδοκίᾳ Σου.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀγαθὸς γενόμενος, ἀνὴρ Ἀγάθων, φερωνύμοις ἔργοις σου, ἀγαθαρχίᾳ τῇ σεπτῇ, ἐν τοῖς ὐψίστοις παρίστασαι, αὐτῇ πρεσβεύων, ὑπὲρ τῶν ὑμνούντων σε.
Ὁ Οἶκος.
Ἐξ Ἐφέσου Ἀγάθων ὁρμώμενος, τὴν Σιὼν τὴν Ἁγίαν κατέλαβες, καὶ ἐκ ταύτης ἐν Λέσβῳ κατέπλευσας, θησαυρὸν μεταφέρων ἀτίμητον, τῆς παναχράντου Θεοτόκου, τὴν Εἰκόνα τὴν ἄχραντον· δι’ ἀσκητικῆς γὰρ πολιτείας, τὰ πάθη καθυποτάξας, καὶ τὰς ἀρετὰς συλλήβδην, ὡς μίαν κατορθώσας, ὑπηρέτης ἐγένου, τοῦ θείου θελήματος, καὶ ἐκφάντων ἰσάγγελος, τῆς βουλῆς τῆς Παρθένου ἀναδέδειξαι· ὅθεν σήμερον οἱ πιστοί, τὴν μνήμην σου ἄγοντες, χάριν εὐσεβῶς ὁμολογοῦμέν σοι, αὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, ᾧ μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ὑμνούντων σε.

Συναξάριον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος τοῦ Ἐφεσίου.
Ἀνὴρ ἀγαθὸς φερωνύμως ὑπάρχων,
Θεοῦ ἀγαθῶν, Ἀγάθων, ἠξιώθης.
Ἀγάθωνα κατὰ δωδεκάτην θέμις ὑμνεῖσθαι εὐσεβῶς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Φωτίου καὶ Ἀνικήτου.
Πῦρ Ἀνίκητον συμφλέγει τῷ Φωτίῳ,
Οὓς φωτὸς οἶκος ὡς ἀνικήτους φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παλάμωνος.
Ψυχὴν Παλάμων παλάμαις Θεοῦ δίδως,
ἄληπτον ὀφθείς, παλάμαις ψυχοφθόρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κάστωρος.
Θεία θρυαλλὶς σβέννυται Κάστωρ μέγας,
λείψαντος εἰς φῶς ὡς ἐλαίου τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι δώδεκα στρατιῶται μάρτυρες, οἱ ἐκ Κρήτης ὁρμώμενοι, ξίφει τελειοῦνται.
Ἀριθμὸς ἀθλεῖ Μαρτύρων διὰ ξίφους,
Χριστοῦ μαθηταῖς ἰσάριθμος ἐγκρίτοις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Πάμφιλος καὶ Καπίτων, ξίφει τελειοῦνται.
Οἱ κείμενοι γῇ, καὶ λύθρῳ πεφυρμένοι,
Ξίφος μετῆλθον, Πάμφιλος καὶ Καπίτων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων Σεργίου καὶ Στεφάνου .
Ἴσων ἱδρώτων, Σεργίῳ καὶ Στεφάνῳ,
Ἴσοι στέφανοι· καὶ γὰρ οὕτω τὸ πρέπον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Πυρακτούμενος φλογὶ τοῦ θείου Πνεύματος Ἀγάθων Ὅσιε, ἀσκητικαῖς ἀγωγαῖς, εὐῶδες θυμίαμα, σαυτὸν προσήγαγες, τῷ Δεσπότῃ σου, καὶ παρ’ Αὐτοῦ ἀντάμειψιν, τὰ αἰώνια ἐκτήσω.
Ῥείθροις Ὅσιε δακρύων τῆς ἀσκήσεως καταρδευόμενος, τὴν καθαράν σου ψυχήν, ὡς ἔφη ὁ Κύριος, ἑκατοστεύοντα, ἀνεβλάστησας, τῶν ἀρετῶν τῆς πίστεως, τὸν καρπὸν Πάτερ Ἀγάθων.
Στηριζόμενος τῇ ῥάβδῳ τῆς ἀσκήσεως καὶ ποιμαινόμενος, προνοίᾳ τῇ θεϊκῇ, Ἀγάθων φερώνυμον, ἔσχες τὸν βίον σου, καλλυνόμενον, ὑπερκοσμίοις κάλλεσιν, ἀρετῶν τῆς ἐγκρατείας.
Θεοτοκίον.
Λάμπει πάντοτε τὸ φῶς τῆς εὐσπλαγχνίας Σου ἐκ τῆς Εἰκόνος Σου, καταρπυσεῦον ψυχάς, τῶν μακαριζόντων Σε, Ἁγιασσώτισσα, καὶ Ἀγάθωνα, τὸν θεῖόν Σου θεράποντα, κατὰ χρέος εὐφημοῦντας.






ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Τέλους ἀγαθοῦ τυχὼν Ἀγάθων, ὡς λάμψας φερωνυμίᾳ δι’ ἀσκήσεως, ἡ ἀγαθαρχία σε, ἐν αὐλαῖς εἰσήγαγε, τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἔνθα θεούμενος, μνημόνευε, πολλῇ παῤῥησίᾳ, τῶν ἐπιτελούντων, τὴν μνήμην σου ἀξίως.
Ὕμνοις οἱ πιστοὶ Πάτερ Ἀγάθων, τὴν μνήμην σου ἐκτελοῦμεν πόθῳ σήμερον· σὺ γὰρ καθηλούμενος, φόβῳ τοῦ Δεσπότου σου, τὴν ἀρετὴν ἐξήσκησας, παντὶ ἐν βίῳ σου, τὸν Κύριον, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φύλαξ ἀγαθὸς Πάτερ Ἀγάθων, ὑπέρμαχος καὶ προστάτης πᾶσι φάνηθι, τοῖς ἐπιτελοῦσί σου, μνήμην τὴν ὑπέρλαμπρον· φωτολαμπὴς γὰρ σήμερον, φαιδρὰ ἀνέτειλεν, εἰς αἴνεσιν, Κυρίου καὶ δόξαν, τοῦ δοξάσαντός σε, θαυμάτων ἐνεργείαις.
Θεοτοκίον.
μβρους δωρεῶν ἀναπηγάζει, καλλίῤῥυτος ὥσπερ κρήνη τοῖς προστρέχουσι, ἡ Εἰκών σου ἄχραντε, ἡ πανυπερθαύμαστος, ἣν ἐκ Σιὼν μετήνεγκε τῇ εὐδοκίᾳ Σου, Ἀγάθων, ὁ θεράπων Σου πάλαι· μεθ’ οὗ τὸν Υἱόν Σου, δυσώπει ἡμᾶς σῶσαι.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Χάριν οἱ πιστοί, Ἀγάθων μακάριε, ὁμολογοῦμέν σοι· σὺ γὰρ καθαρότητι, ἐκλάμπων βίου, τῆς Θεομήτορος, τὸ θέλημα ἐπλήρωσας, καὶ μετεκόμισας, ἐν τῇ Λέσβῳ, ταύτης τὸ ἐκτύπωμα, εἰς ψυχῶν εὐσεβῶν ἀγαλλίασιν.
Ψάλλομεν πιστοί, ἑόρτιον ὕμνον σοι, Ἀγάθων σήμερον, καὶ καθικετεύομεν, ἐν κατανύξει ἀναβοῶντές σοι· Σὺν τῇ ἁγνῇ ἱκέτευε, Παρθένῳ Ὅσιε, τὸν Δεσπότην, δοῦναι ὡς φιλάνθρωπος, σωτηρίας ἡμῖν τοῖς τιμῶσί σε.
Ὤκιμον σεπτόν, εὐῶδες μυρίπνοον, Ἀγάθων Ὅσιε, γεωργίᾳ Πνεύματος, ὡς ἐξανθήσας ταῖς διαπνεύσεσι, εὐφραίνεις τῶν χαρίτων σου, τοὺς μελῳδοῦντάς σοι· Χαίροις Πάτερ, μοναζόντων καύχημα, καὶ ὁσίας ζωῆς τὸ διάγραμμα.
Θεοτοκίον.
μνοις οἱ πιστοί, τιμῶμέν Σε Δέσποινα, Ἁγιασσώτισα, καὶ παρακαλοῦμέν Σου· Μετὰ τοῦ θείου, Μῆτερ Ἀγάθωνος, τοῦ ζήλῳ ὑπουργήσαντος, τῇ εὐδοκίᾳ Σου, τῷ Υἱῷ Σου, πρέσβευε δωρήσασθαι, τῶν πταισμάτων ἡμῖν τὴν συγχώρησιν.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς Θεοτόκου θεράπων, Ἀγάθων ὅσιος ὀφθείς, πρὸς τὸν Θεὸν παῤῥησίᾳ, πρεσβείαν ποίει σὺν αὐτῇ, ἵνα ῥυσθῶμεν κινδύνων, οἱ εὐσεβῶς σε τιμῶντες.
Καὶ ταὸ ταῆς Ἑορτῆς.
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀγάθων πανεύφημε ἀνήρ, ἀγαθὸς γενόμενος, φερωνυμίᾳ τῶν ἔργων σου, ὡς πλήρης πίστεως, ἀγαθῶν ἀφράστων, τοῦ Θεοῦ τῆς χάριτος, ταὸν πλοῦτον μυστικῶς ἐθησαύρισας· διὸ τιμῶμέν σε, οἱ πιστοὶ ἐπιτελοῦντές σου, χαρμοσύνως, μνήμην τὴν ὑπέρτιμον.

Ἀγάθων θεόληπτε Χριστοῦ, ἐραστὴς γενόμενος, τῶν ἐπιγείων κατέλιπες, πᾶσαν προσπάθειαν, καὶ τῇ ἐγκρατείᾳ, ἐν πηλίνῳ σώματι, ὡς ἄγγελος ὁσίως ἐβίωσας, φαίνων τοῖς πέρασιν, ἀρετῶν σου ταῖς λαμπρότησι, καὶ φωτίζων, τοὺς ἀνευφημοῦντάς σε.

Ἀγάθων μακάριε ψυχήν, καθαρὰν κτησάμενος, δι’ ἀρετῶν τελειότητος, τῆς Θεομήτορος, τὴν σεπτὴν Εἰκόνα, ὀλέθρου διέσωσας, καὶ ταύτην ἐν Ἁγιάσσῳ κατέλιπες, κρήνην ἀκένωτον, ἰαμάτων τοῖς προστρέχουσι· διὰ τοῦτο, ὕμνοις σε γεραίρομεν.

Ἀγάθων θεόσοφε Μητρός, τοῦ Θεοῦ τῇ χάριτι, διακονήσας ὡς ἄξιος, ναὸν ἀνήγειρας, ἐν Ἁγιάσσῳ θεῖον, καὶ αὐτῆς ἐνίδρυσας, ἐν τούτῳ τὴν Εἰκόνα τὴν ἄχραντον, ἣν προσπτυσσόμενοι, οἱ πιστοὶ εὐχαριστήριον, μετὰ δέους, ὕμνον σοι προσάδομεν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀνὴρ ἀγαθός, δι’ ἀσκητικῆς πολιτείας, φερωνύμως γενόμενος, τῶν ἀγαθῶν τῆς χάριτος, τὰς δωρεὰς ἐθησαύρισας, Ἀγάθων Πάτερ Ὅσιε· διὸ ἡ ἅχραντος Θεοτόκος, εὑραμένη σε ἄξιον, ὑπουργὸν τῆς εὐδοξίας αὐτῆς, ὡς ἀγαθῆ ἐξελέξατο, καὶ μυσταγωγὸν τῶν θαυμασίων, τῆς ὑπερτίμου Εἰκόνος αὐτῆς, ἐν τῇ Λέσβῳ σε ἀπέστειλεν· ὅθεν σήμερον οἱ πιστοί, εὐχαριστήριον ὕμνον κροτοῦντές σοι, τὴν μνήμην σου ἐπιτελοῦμεν, καὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.




Καὶ νῦν. Ταῆς Ἑορτῆς.
Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Ἐφέσου θεῖος βλαστός, κῦδος τῆς Ἁγιάσσου, καὶ τῆς Λέσβου κλέος φαιδρόν· Χαίροις Θεοτόκου, τῆς χάριτος ὁ μύστης, καὶ τῶν πιστῶν προστάτης, Ἀγάθων Ὅσιε.

http://www.imr.gr/article/597/akoloythia-toy-osioy-patros-hmwn-agathwnos-toy-efesioy

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου