ΣΕΠΤΕΜΒΡΙΟΣ Γ΄!!
ΑΝΘΙΜΟΣ ΝΙΚΟΜΗΔΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟ ΕΣΠΕΡΙΝΟΝ.
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Μύστης
ἐνθεώτατος, Εὐαγγελίου τῆς χάριτος, γεγονὼς Πάτερ Ἄνθιμε,
πολλοὺς καθωδήγησας, πρὸς ὁδὸν εὐθεῖαν, τῆς θεογνωσίας, ὡς Ἰεράρχης θαυμαστός,
καὶ εὐσεβείας θεῖος διδάσκαλος, καὶ ἤνυσας στεῤῥότατα, τοῦ μαρτυρίου τὸ
στάδιον· διὰ τοῦτο τὴν μνήμην σου, τὴν σεπτὴν ἑορτάζομεν.
Λόγῳ
τῷ τῆ χάριτος, καὶ ἐναρέτοις σου πράξεσι, διαπρέπων μακάριε, ὁσίως ἐποίμανας, τὸν
λαὸν Κυρίου, ἅπαντας διδάσκων, τῶν τῆς σαρκὸς καταφρονεῖν, ὡς ἄν τῆς δόξης τῆς
ἄνω τύχωσι, καὶ πόνοις τῆς ἀθλήσεως, κατηγωνίσω τὸν δράκοντα, ἱερώτατε Ἄνθιμε, Ἐκκλησίας ἐδραίωμα.
Δῆμον
πολυάριθμον, τῶν δισμυρίων ἐπήλειψας, ἀθλητῶν πρὸς τὰ σκάμματα, θείαις
ὑποθήκαις σου, τὰ τῆς εὐσεβείας, ὡς σοφὸς ἀλείπτης, καὶ παιδοτρίβης ἱερός, καὶ
ἀνυποίστοις καθάπερ ἄσαρκος, βασάνοις προσωμίλησας, καὶ υπέρ φύσιν ἠγώνισαι,
καὶ διπλοῦν Πάτερ στέφανον, ἐκ Κυρίου ἀπείληφας.
Ὅλον
προσενήνοχας, σαὐτὸν ὡς θῦμα εὐπρόσδεκτον, καὶ σεπτὸν καλλιέρημα, Χριστῷ τῷ
Παντάνακτι, Ἄνθιμε τρισμάκαρ, διὰ μαρτυρίου,
τὴν σὴν ἁγίαν βιοτήν, ἐπισφραγίσας ὡς ἐνθεώτατος· διό σε ὑπεδέξαντο, τῶν οὐρανῶν τὰ σκηνώματα,
καὶ πρεσβεύεις ἑκάστοτε, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα,
ἦχος β΄.
Εὐαγγελίου
γεωργῶν τὸν λόγον, Ἱεράρχης Ὅσιος καὶ ἄκακος, ὡς φωτὸς θείου ἔμπλεως,
ἀνεδείχθης Πάτερ Ἄνθιμε· καὶ μαρτυρικοῖς
ἀγῶσιν ἐστήριξας, ἐν ἀνδρείᾳ ψυχῆς, τῶν εὐσεβῶν τὰς διανοίας, ὑπὲρ Χριστοῦ
ἀθλεῖν νομίμως. Τῷ γὰρ σῷ ὑποδείγματι, πλείστους ἀνέδειξας Μάρτυρας, ὡς εὐσεβείας
ὑποφήτης. Μεθ’ ὧν καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Ἀπόστιχα,
ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾷ.
Θεῖος
Ἀρχιερεύς, τὴς ἐν Νικομηδείᾳ, ἁγίας Ἐκκλησίας, Ἄνθιμε ἀνεδείχθης, καὶ ἤθλησας
στεῤῤότατα.
Στ.: Οἱ ἱερεῖς σου Κύριε...
Ἄνθος
τὸ μυστικόν, ὀσμαῖς τῶν σῶν χαρίτων, ἀεὶ εὐωδιάζεις, Χριστοῦ τὴν Ἐκκλησίαν,
Ἱερομάρτυς Ἄνθιμε.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Μύστης
τῶν ὑπὲρ νοῦν, ὡς θεῖος Ἱεράρχης, Ἄνθιμε χρηματίζων, μαρτυρικοὺς ἀγῶνας,
διήνυσας ὡς ἄσαρκος,
Δόξα.
Τριαδικόν.
Ἔχων
ἐν τῇ ψυχῇ, Τριάδος τῆς Ἁγίας, καὶ ἀρχικῆς Μονάδος, τὸ κράτος Ἱεράρχα, ὑπερφυῶς
ἠγώνισαι.
Καὶ
νῦν. Θεοτοκίον.
Λόγον
τὸν τοῦ Πατρός, συνέλαβες ἀφράστως, Πνεύματος ἐπελεύσει, καὶ τέτοκας Παρθένε,
Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον
τοῦ Ἱερομάρτυρος. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος
Φωστὴρ
Νικομηδείας ἀνεδείχθης πολύφωτος, καὶ πάσης Ἐκκλησίας Πάτερ Ἄνθιμε πρόβολος·
ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, πλουσίων ἠξιώθης δωρεῶν· διὰ τοῦτό σε τιμῶμεν
ἀσματικῶς, Ἱερομάρτυς κράζοντες: Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
φοίνιξ ἐξήνθησας, τῆς Ἐκκλησίας Χριστοῦ, καρποῖς τοῖς τῶν λόγων σου, τῶν
εὐσεβῶν τὰς ψυχάς, ἐκτρέφων ἐν χάριτι· ὅθεν καὶ ἐναθλήσας, Πάτερ Ἄνθιμε χαίρων,
ὤφθης Ἱερομάρτυς. Εὐκλεὴς τοῦ Σωτῆρος· ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς´ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος. Ἦχος α´. Πανεύφημοι μάρτυρες
Θεόφρον
μακάριε βαφαῖς, τοῦ οἰκείου αἵματος, τὴν ἱεράν σου καὶ ἔνθεον, στολὴν ἐφαίδρυνας·
ἐκ δυνάμεως γάρ, εὐσεβῶς εἰς δύναμιν, εἰς δόξαν ἀπὸ δόξης προβέβηκας· καὶ νῦν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαîς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θυσίαν
τὸ πρότερον Θεῷ, φέρων τὴν ἀναίμακτον, ὡς ἱερεὺς ἐννομώτατος, ὡς ὁλοκάρπωμα,
καὶ δεκτὴν θυσίαν, σεαυτὸν δι᾿ αἵματος, ὡς Μάρτυς ἀληθέστατος ὕστερον, Χριστῷ
προσήγαγες, θεορρῆμον πανσεβάσμιε, ὃν δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.
Μαρτύρων
στρατεύματα Χριστῷ, Πάτερ προσενήνοχας, ταῖς ὑποθήκαις σου Ἄνθιμε, καὶ
παραινέσεσι, νουθετῶν διδάσκων, καὶ σαφὲς ὑπόδειγμα, θεόφρον σεαυτὸν
παρεχόμενος· μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ
μέγα ἔλεος.
Ἕτερα,
ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσι.
Νίκης
ἧρας τὰ τρόπαια, καὶ τὸν στέφανον εἴληφας, ἐναθλήσας ἔνδοξε καρτερώτατα, τοὺς
αἰκισμοὺς τοὺ τοῦ σώματος, κολάσεων πάνδεινα, ὑπομείνας σταθερῶς, καὶ
πικρότατον θάνατον· ὅθεν ἔδραμες, ὠς ταχύτερος ὅρνις ὡς συζήσων, ἀθανάτως εἰς αἰῶνας
τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Θεωρίας
τῆς κρείττονος, θεωρὸς ἐχρημάτισας, δι’ ἧς καὶ ἐπέτυχες λαμπρυνόμενος, τῆς
θείας ὄντως ἐλλάμψεως, φωτὶ φωτιζόμενος, ὡς γηΐνων καὶ φθαρτῶν, μὴ μετέχων τὸ
σύνολον, ἀλλ’ ὡς ἄσαρκος, τῶν Ἀγγέλων τὸν βίον βιωτεύσας, ἐν τῇ γῇ, καὶ νῦν
τοῖς ἄνων, συζῇς παμμάκαρ τερπόμενος.
Μαθητὴς
δοκιμώτατος, μιμητής τε πανάριστος, τοῦ Χριστοῦ πανεύφημε ὄντως γέγονας. Θύων
ἀπόνως ὡς ἄσαρκος, ψυχήν σου τὴν ἔνδοξον, ὡς ποιμὴν ἀληθινός, τοῦ ποιμνίου
φειδόμενος, οὗ περ ἔλαβες, τὴν διεύθυνσιν, μάκαρ, διευθύνων, πρὸς νομὰς τὰς
σωτηρίους, δυνάμει θείᾳ τοῦ Πνεύματος.
Δόξα.
Ἦχος πλ. β΄.
Ἱερεὺς
ἐννομώτατος, μέχρι τέλους σου ἐχρημάτισας μάκαρ Ἄνθιμε· ἱερουργῶν γὰρ τὰ θεῖα
καὶ ἄρρητα μυστήρια, τὸ αἷμα ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα
εὐπρόσδεκτον αὐτῷ προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου, καὶ τῶν αὐτήν
γεραιρόντων, ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε
λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Ἱεροσύνης
στολισμῷ διαπρέπων, καὶ τὰς τῷ Θεῷ ἀναιμάκτους θυσίας ὑπὲρ τοῦ λαοῦ σου
προσφέρων, θυσίαν ἑκούσιος προσηνέχθης διὰ τῆς γενναίας σου ἀθλήσεως,
Ἱερομάρτυς Ἄνθιμε· ὅθεν καὶ τοὺς στεφάνους διπλοῦς κομισάμενος, διπλῆν τὴν
χάριν ἔσχες παρὰ Θεοῦ, ἁγιάζων τὰς ψυχὰς ἠμῶν.
Ἦχος
β΄.
Κατῃσχύνθη
δικαίως ὁ δόλιος, τὴν γενναίαν σου καρτερίαν ἰδών, καὶ τὰς τῶν τυράννων
ἀπειλάς, καὶ βασάνους, ὡς σκύμβαλα ὑπὸ τοὺς πόδας σου· ὅντως ἀδαμάντινος, καὶ
στεῤῥὸς ἐδείχθης. Στεῤῥὸς μὲν διὰ τῆς ἀθλήσεως, λαμπρὸς δὲ διὰ τῆς χάριτος, ἥν
ἔσχες ὡς θεῖος ἱερεύς, ἱερῶς λαοῦ προϊστάμενος. Διὸ ἐν παῤῥησίᾳ Θεῷ διατελῶν,
μέμνησο τῶν τιμώντων σε.
Ἥχος
γ΄.
Τὴν
ἀναίμακτον θυσίαν, ὁσίαις χερσὶ Θεῷ προσφέρων, ὡς θῦμα εὐπρόσδεκτον καὶ
προσφορὰν λογικήν, σεαυτὸν προσενήνοχας, τῷ ἑκουσίως διὰ σὲ τυθέντι, ἱερώτατε
Ἄνθιμε. Νομίμως γὰρ ἤθλησας, καὶ ἄνθραξιν ἀγώνων, μυστικῶς Κυρίῳ ὡλοκαύτωσαι.
Καὶ ἐπαξίως δοξασθείς, ἀϊδίῳ δόξῃ, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
δ΄.
Ὡς
ἱερεὺς τοῦ Κυρίου ἐνδυσάμενος δικαιοσύνην, δικαίως ἀγάλλῃ, καὶ περιχαρῶς
συλλειτουργεῖς τοῖς ἄνω λειτουργῶν· εὐχὰς δ’ ἀναπέμπων πρὸς Κύριον, ὑπὲρ τῶν
πίστει ἀνευφημούντων σε· οὕς περίσωζε διὰ παντὸς ἀπημάντους, ἐκ τῶν δεινῶν
προσβολῶν τοῦ ἐχθροῦ, ῥυόμενος κινδύνων καὶ περιστάσεων,. Οὐδέν σοι ἀδύνατον,
ὡς παῤῥησίαν ἔχων πολλήν. Οἶδε γὰρ Θεὸς δοξάζειν σε ὡς εὔσπλαγχνος τοὺς αὐτὸν
δοξάζοντας.
Ὅμοιον.
Τὸν
Ἱεράρχην τοῦ Χριστοῦ, καὶ Ἀθλητὴν περίδοξον, Ἄνθιμον τὸν μέγαν, τῆς ἐν
Νικομηδείᾳ ἁγίας Ἐκκλησίας, ποιμένα καὶ πρόεδρον, καὶ πάσης Ἐκκλησίας λαμπτῆρα
φαεινόν, ὕμνοις τιμήσωμεν. Ποιμαντικῶς γὰρ ἐμπρέπων, ἀθλητικῶς ἠγωνίσατο, καὶ
τὸν τύραννον ἐχθρὸν καθεῖλεν, ἀπεριτρέπτῳ στάσει. Καὶ διπλοῖς βραβείοις παρὰ
Χριστοῦ κοσμηθείς, ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
πλ. β΄.
Ἐπέλαμψεν
ὡς ἔαρ εὐφρόσυνον, ἡ πάνσεπτός σου ἑορτῆ ἐν μετοπώρῳ, καρδίας ἐκτέρπουσα, τῇ
διηγήσει τῶν ἄθλων σου. Ἔδει γὰρ ἐν σοὶ δοξασθῆναι τὸν Θεὸν ἐν τοῖς ἄθλοις σου,
καὶ δι’ αὐτοῦ αἰωνίως τῆς ἀθανάτου δόξης σὲ τυχεῖν· ὦ δόξης οὐρανίου! Δι’ ἧς
ἐμεγαλύνθῃς ἐν Οὐρανῷ καὶ ἐπὶ γῆς, ἀξιομακάριστε, Ἱερομάρτυς Ἄνθιμε.
Ἦχος
πλ. δ΄.
Τῷ
φωτὶ τῶν λόγων σου, τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγῶν, ὡς λαμπὰς ἀνήφθης, ἐν
τῷ σταδίῳ τῆς ἀθλήσεως, Ἱερομάρτυς Ἄνθιμε· ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἐν σοὶ
παραδόξως ἐνεργοῦσα, ἀνυποίστων αἰκισμῶν, ἀνώτερόν σε ἔδειξεν, ὡς Ἀποστόλων
ὀμότροπον, καὶ τοῦ Χριστοῦ θεράποντα γνήσιον. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς,
ἀμέσως κατατρυφῶν, καὶ θέσει θεούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. β΄.
Λαμπρύνεται
σήμερον ἄπασα ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πανηγυρίζουσα φαιδρῶς· κροτοῦσι δῆμοι
Ἁγίων, καὶ χοροῖ Μαρτύρων ἀγάλλονται. Πεφοινιγμένῃ τῇ στολῇ τῆς Ἱεραρχίας ἐν τῷ
αἵματι τῆς ἀθλήσεως, προεξάρχει τῆς χορείας, ὁ ἔνδοξος Ἱεράρχης, Νικομηδείας τὸ
καύχημα, Θεὸν ἀδιαλείπτως δυσωπῶν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν στίχον, ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἄθλησιν
ὐπέρτιμον, τὸν ἑκουσίως εἰς θάνατον, παραδόντα μιμούμενος, ὑπέστης μακάριε, καὶ
σφαγὴν βιαίαν, χερσὶ παρανόμων, καὶ ἐδοξάσθη διὰ σοῦ, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.
Αὐτὸν ἀεὶ ἱκέτευε ὑπὲρ τῶν πόθῳ τιμώντων σε, λυτρωθῆναι κολάσεως, ἐν ἡμέρᾳ τῆς
κρίσεως.
Στ.: Δίκαιος ὡς φοίνιξ άνθήσει...
Στρεβλώσεις
τοῦ σώματος, μελῶν ἐκκόψεις καὶ δύσφορα, πολυώδυνα βάσανα, ψυχῆς καρτερότητι,
γενναίως παρῆλθες· πάσχων οὐκ ἠπείλεις, οὐδὲ τῷ κρινόντι τὰ σά, ἀδίκῳ δίκῃ
ἀντιφερόμενος. Τὸ ἔργον ἀνεπλήρωσας, τοῦ δι’ ἠμᾶς ὐπομείναντος, καὶ παθόντος ὡς
ἄνθρωπος, ὅν δυσώπει πανεύφημε.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Τίμιος
ὁ θάνατος, ἐνδοξοτάτη ἀντίδοσις, τῶν ἀγίων ἡ εὔκλεια. Τούτων τὴν εὐπρέπειαν,
εὐκλεῶς τρισμάκαρ, ἀνέλαβες ὅλως, ὠς εὐσεβείας ἐραστής, ὠς ἐναθλήσας ὐπὲρ τοῦ
Κτίστου σου, ὅν ἐκτενῶς ἱκέτευε, θεομακάριστε Ἄνθιμε, δοῦναι πᾶσι συγχώρησιν,
ὧν ἀφρόνως ἡμάρτομεν.
Δόξα,
ἦχος πλ. β΄.
Ἀθάνατος
ὑπάρχει ἡ μνήμη τῶν Ἁγίων, ἀθανάτου ζωῆς ἐνδόξως ἀξιωθέντες. Οἱ γὰρ δίκαιοι
ζῶσι καὶ μετὰ πότμον, ἀθανάτως ἐπὶ γῆς βιώσαντες. Ζῇ δὲ αἰωνίως, καὶ στεφηφορῶν
ὐπερτίμως, ὡς Μάρτυς ἀήττητος, καὶ Ἱεράρχης πανσέβαστος, Ἄνθιμος ὁ ἔνδοξος,
Νικομηδείας τὸ κλέος, καὶ Ὀρθοδόξων ἡ δόξα, τῷ θρόνῳ παριστάμενος Χριστοῦ,
δέησιν ποιεῖται ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον
τοῦ Ἱερομάρτυρος. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος
Φωστὴρ
Νικομηδείας ἀνεδείχθης πολύφωτος, καὶ πάσης Ἐκκλησίας Πάτερ Ἄνθιμε πρόβολος·
ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, πλουσίων ἠξιώθης δωρεῶν· διὰ τοῦτό σε τιμῶμεν
ἀσματικῶς, Ἱερομάρτυς κράζοντες: Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
φοίνιξ ἐξήνθησας, τῆς Ἐκκλησίας Χριστοῦ, καρποῖς τοῖς τῶν λόγων σου, τῶν
εὐσεβῶν τὰς ψυχάς, ἐκτρέφων ἐν χάριτι· ὅθεν καὶ ἐναθλήσας, Πάτερ Ἄνθιμε χαίρων,
ὤφθης Ἱερομάρτυς. Εὐκλεὴς τοῦ Σωτῆρος· ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα, ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀρετῶν
διαπρέπων τοῖς κατορθώμασιν, ἀθλητικῶς ἠγωνίσω ὑπὲρ τῆς δόξης Χριστοῦ, μὴ
φεισάμενος σαρκός, παμμάκαρ Ἄνθιμε· ὅθεν ἀξίως δοξασθείς, χορηγίᾳ θεϊκῇ, μὴ
παύσῃ καθικετεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.
Δόξα.
Ἕτερον. Ὅμοιον.
Τῆς
ψυχῆς τὸ ἀνδρεῖον καὶ καρτερώτατον, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, τὴν
καρτερίαν σου μάκαρ, ἐκπληττόμεναι, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν,
κατέβαλες ὡς γενναῖος, τῆς εὐσεβείας προστάτης, καὶ στρατιώτης Χριστοῦ
ἀήττητος.
Καὶ
νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε Θεοχαρίτωτε, τῇ θερμῇ σου δεήσει καὶ ἱκεσίαις σου, τοὺς προσφυγόντας τῇ
σκέπῃ σου βοήθησον, καὶ ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης
ἄλλης ἀνάγκης, δύνασαι γὰρ ὅσα θέλεις ποιεῖν, ὡς Μήτηρ Θεοῦ ἠμῶν.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα, ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὠς
ἀστὴρ ἐξέλαμψας ἐκ τῆς ἐώας, καὶ πιστοὺς ἐφώτισας, φαίνων θαυμάτων σου βολαῖς,
τῶν λυπηρῶν ἐκλυτρούμενος, τοὺς μετὰ πόθου τιμῶντας τὴν μνήμην σου.
Δόξα.
Ἕτερον. Ὅμοιον.
Εὐφροσύνης
ἔμπλεως ὤφθη σὴ μνήμη, πάντας κατατέρπουσα, τοὺς εὐφημοῦντας εὐλαβῶς, σοῦ τὴν
πανσέβαστον ἄθλησιν, Ἱερομάρτυς πατὴρ ἠμῶν Ἄνθιμε.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Δέσποινα, χαρὰ καὶ σκέπη, τῶν μακαριζόντων σε, καὶ αἰτουμένων διὰ σοῦ, τυχεῖν
ἐλέους διάσωσον, τοὺς προσκυνοῦντας τὸν ἄσπορον τόκον σου.
Μετὰ
τὸν Πολυέλαιον, κάθισμα, ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐκ
Θεοῦ προχειρισθείς, ποιμὴν προβάτων λογικῶν, ἤχθης ὡς πρόβατον Χριστοῦ, πρὸς
τὴν σφαγὴν προσκαρτερῶν, τὴν φονευτῶν σου μανίαν φρικωδεστάτην τυπτόμενος, καὶ
γὰρ καὶ τιτρωσκόμενος, σιδήροις καὶ τροχῷ κατακαπτόμενος, τὴν κεφαλὴν ἐτμήθης,
χειρὶ δημίου. Διό σε ὄντως σὲ ἀριστέα, ὁ Χριστὸς ἐστεφάνωσε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὄντως
ξένον τὸ ἐν σοί, καὶ ὑπὲρ φύσιν ἀληθῶς· ὅτι ἐν χρόνῳ τὸν Θεόν, σάρκα λαβόντα δι’
ἠμᾶς, ἀνερμηνεύτως ἐκύησας, Θεοτόκε. Καὶ γέγονας ἡμῖν, τῆς σωτηρίας ἀρχή,
ὁδεύειν εὐμαρῶς, πρὸς τὰ οὐράνια. Καὶ διὰ σοῦ οἰκήτορας, καὶ φίλους πάλιν
γενέσθαι Θεοῦ, τῆς μακαρίας καὶ αἰωνίου, Βασιλείαςτῶν οὐρανῶν.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον, ἦχος δ΄: Τίμιος ἐναντίον Κυρίου...
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ἐὰν μὴ
ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ....
Ὁ Ν΄.
Δόξα: Σήμερον σκιρτῶσιν οἱ δῆμοι τῶν Μαρτύρων, καὶ ἀγάλλονται Ιεράρχαι, σὺν
ἡμῖν γεραίροντες, τὴν μνήμην σου τρισμάκαρ, Ἄνθιμε πολύαθλε, Νικομηδείας κλέος.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κατεβλήθη
τῇ γενναίᾳ σου ἐνστάσει, ὁ προστάτης τοῦ ᾅδου, καὶ θρηνῶν τὴν ἧτταν γοερῶς, τὰ
σπλάγχνα τιτρώσκεται. Οἴμοι, λέγων! ὅτι ὁ Υἱὸς τῆς Παρθένου, τῷ οἰκείῳ αὐτοῦ
πάθει, πολὺ τὸ πάθος τῇ καρδίᾳ μου ἐνθείς, πολλοὺς ἔσχε τοῦ αὐτοῦ πάθους
μιμητάς. Μεθ’ ὧν Ἰεράρχα, καὶ αὐτὸς μιμητὴς γενόμενος, τῷ οἰκείῳ σου πάθει, τὸ
πάθος τοῦ ἐχθροῦ ὑπερηύξησας. Διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, παθῶν ἠμᾶς
ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου δεήσεσιν.
Ὁ Κανὼν τῆς Παναγίας, καὶ τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Ἄνθος σε μέλπω
ποιμένων καὶ μαρτύρων. Ἰωσήφ.
ᾨδὴ
α´ Ἦχος δ΄. Τριστάτας κραταιούς.
Ἀνθήσας ἱερῶς, ὥσπερ κρίνον
λειμῶνι, τῶν Μαρτύρων τὰς ψυχάς, ἁπάντων εὐσεβῶν, εὐωδίᾳ τῶν ἄθλων σου, Ἄνθιμε εὐωδιάζεις, τῶν πιστῶς εὐφημούντων σε,
Ἱεράρχα καὶ Μάρτυς πολύαθλε.
Νευρώσας τὴν ψυχήν,
ἐπιμόνοις μελέταις, ἐξενεύρισας ἐχθρόν, ἀνδρείαις συμπλοκαῖς, καὶ ἀνίσχυρον
ἔδειξας· ὅθεν πᾶσα Ἐκκλησία, ἐπιγνοῦσά σε Μάρτυρα, ἀπερίτρεπτον Μάκαρ γεραίρει
σε.
Θαμβεῖται κατιδών, πρὸ
βημάτων ἀνδρείως, παρεστῶτά σε Σοφέ, ἀλάστωρ δυσμενής, καὶ θωπείαις ἐκλύειν
σου, οἴεται τὴν καρτερίαν· ἀλλ᾿ ἡττήθη καὶ πέπτωκεν, ἀπονοίας αὐτοῦ τὰ
φρυάγματα.
Θεοτοκίον
Ὁ Κύριος ἐκ σοῦ, ἀνατείλας
ὡς οἶδε, τοὺς χοροὺς τῶν Ἀθλητῶν, ἐλάμπρυνεν Ἁγνή, τὰ αὐτοῦ εἰκονίζοντας, πάθη
πάντα ζωηφόρα, καὶ τὸν ἄδικον θάνατον, δικαιοῦντα ἡμᾶς ἁμαρτήσαντας.
Τοῦ
Ἱεράρχου. ᾨδὴ γ΄. Ὅτι στεῖρα ἔτεκεν.
Ἑαυτὸν παρέδωκας, ὡς ὁ
Χριστὸς τοῖς ζητοῦσι, καὶ πρὸς σφαγὴν ἠνέχθης, ὥσπερ ἐπίσημος κριός, καθαγιάζων
Ἄνθιμε, τῷ αἵματι, πάντας τοὺς τιμῶντάς σε.
Λύσας τῇ θείᾳ χάριτι, πᾶσαν
δαιμόνων ἀπάτην, ἤχθης δεσμώτης Μάρτυς, τὸν δεδεμένον διὰ σέ, ἐξεικονίζων Ἄνθιμε, καὶ θανάτω, λύσαντα τὸν θάνατον.
Πρηστήρια ὄργανα,
βασανιστήρια πάντα, πρὸ ὀφθαλμῶν σου βλέψας, οὐκ ἐσαλεύθης τῷ νοΐ, ἀλλὰ θερμῶς
ἐχώρησας, πρὸς βάσανα, Ἄνθιμε πολύαθλε.
Θεοτοκίον
Ὡραιώθης Πάναγνε, τὸν ὑπὲρ
πάντας ὡραῖον, τοὺς γηγενεῖς τεκοῦσα, Υἱὸν καὶ Λόγον τοῦ Πατρός· ὃν οἱ γενναῖοι
Μάρτυρες, ποθήσαντες, δόξῃ ἐλαμπρύνθησαν.
Κάθισμα
τοῦ Ἱερομάρτυρος. Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.
Τὸ
αἷμά σου σοφέ, μυστικῶς ἀνεβόα, ἐκ γῆς πρὸς τὸν Θεόν, ὡς τοῦ Ἄβελ θεόφρον·
σαφῶς γὰρ ἐκήρυξας, τὴν Τριάδα τὴν ἄκτιστον· ὅθεν Ἄνθιμε,
ποιμαντικῶς διαπρέψας, ἀπεδίωξας, τοὺς τῶν αἱρέσεων θῆρας, ὡς φύλαξ τῆς
πίστεως.
Δόξα.
Ὅμοιον.
Βασάνων
ὐποστάς, ἀφορήτους ὀδύνας, διέμεινας στεῤῥῶς, ὥσπερ πάσχοντος ἄλλου, τὰ
τραύματα παρέβλεψας, ἀφορῶν πρὸς τὰ μέλλοντα· ὧν τὴν ἄῤῥητον ἐν παῤῤησίᾳ
λαμβάνων, δόξαν, ἅπαντας, ταῖς πρὸς Θεόν σου πρεσβείαις διάσωσον Ἅγιε.
Καὶ
νῦν. Θεοτοκίον.
Θεὸν
ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα σαρκί, ὑπὲρ νοῦν τε καὶ λόγον, ἐθέωσας
τὸ φύραμα, τῶν βροτῶν τῇ κυήσει σου, καὶ ἐνέκρωσας, τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν· ὅθεν
ζώωσον, τὴν νεκρωθεῖσαν ψυχήν μου, Βελίαρ τῷ δήγματι.
Τοῦ
Ἱεράρχου. ᾨδὴ δ΄. Δι᾿ ἀγάπησιν Οἰκτίρμον.
Πέτρα πίστεως τὰς φρένας
ἐρηρεισμένος, λίθοις ἐτύφθης Μάρτυς, ἐν μιμήσει Στεφάνου· ὅθεν στεφανοῦμέν σε,
τοῖς ὕμνοις γηθόμενοι.
Ὁ Θεοῦ σε ἐπυρπόλησε θεῖος
ζῆλος, πεπυρωμένοις· ὅθεν, οὐκ ᾐσθάνου σιδήροις, ἐμπερονιζόμενος, Μαρτύρων
ἀγλάϊσμα.
Ἱερέων χρῖσμα ἅγιον
κεχρισμένος, καὶ κατηγλαϊσμένος, τῷ σεπτῷ μαρτυρίῳ, χαίρων προσεχώρησας, Ἁγίων
εἰς Ἅγια.
Θεοτοκίον
Μὴ κενώσας τοὺς πατρῴους ὁ
Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος, θέλων ἀναπλάσαι
με, φθορᾷ ὑποκείμενον.
Τοῦ
Ἱεράρχου. ᾨδὴ ε΄. Τὸν φωτισμόν σου, Κύριε.
Ἐν τῷ δεινῶς πυροῦσθαί σου
τοὺς πόδας Ἀθλητά, συνθλᾷς τὴν κάραν, ἀσάρκου δυσμενοῦς, καὶ πρὸς οὐρανὸν
βαδίζεις, ἄθλοις ἱεροῖς ἐγκοσμούμενος.
Νενικημένος ἔμεινεν ἐχθρὸς
ἐξεστηκώς, Θεὸς δὲ ζώσῃ ἐκάλει σε φωνῇ, θάρσος ἐντιθεὶς τῇ σῇ καρδίᾳ, Ἱεράρχα
πολύαθλε.
Ὡς προσφορὰ ὁλόκληρος, ὡς
θῦμα ἱερόν, ὡς ἱερεῖον, ὡς κάρπωμα θεῖον, τῷ παμβασιλεῖ Ποιμὴν καὶ Μάρτυς,
ἀνηνέχθης γηθόμενος.
Θεοτοκίον
Νόμου σκιαὶ ἐδήλωσαν τὸ
φέγγος τὸ ἐκ σοῦ, ἐξανατεῖλαν πανάμωμε Κόρη, καὶ τῶν ἀθλητῶν καταλαμπρῦναν,
τοὺς χοροὺς εὐφημοῦντάς σε.
Τοῦ
Ἱεράρχου. ᾨδὴ ς΄. Ἐβόησε, προτυπῶν.
Κυκλούμενος, θλιβερῶς καὶ
τροχῷ προσδεσμούμενος, καὶ λαμπάσι, πανταχόθεν εὐτόνως φλεγόμενος, ἀκλινὴς ὡράθης,
Ἱεράρχα πολύαθλε Ἄνθιμε.
Ἀνέπεμπες, τῷ Θεῷ ὑμνῳδίαν
φλεγόμενος, καὶ τὴν δρόσον, ὡς οἱ Παῖδες ἐξ ὕψους δεχόμενος, Ἀθλητὰ γενναῖε,
τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Ἰάτρευσον, τὴν ψυχήν μου
νοσοῦσαν ἀνίατα· ἱερεὺς γάρ, δεδειγμένος καὶ Μάρτυς ἀήττητος, ἐξουσίαν ἔχεις,
ἀφαιρεῖν ἁμαρτίας μακάριε.
Θεοτοκίον
Μαράνασα, τὰ φυτὰ τῆς
κακίας ἀνύμφευτε, τῷ βλαστῷ σου, τῶν παθῶν μου τοὺς σκόλοπας ἔκτιλον, καὶ
βλαστάνειν θεῖα, τὴν ψυχήν μου νοήματα ποίησον.
Κοντάκιον
τοῦ Ἱερομάρτυρος. Ἦχος δ´ Ὁ ὑψωθείς.
Ἐν
ἱερεῦσιν εὐσεβῶς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας, τὰ τῶν εἰδώλων
ἔσβεσας σεβάσματα, πρόμαχος γενόμενος, τῆς σῆς ποίμνης θεόφρον· διὸ σε καὶ
γεραίρουσα, μυστικῶς ἐκβοᾷ σοι· Ἐκ τῶν κινδύνων ῥῦσαί με ἀεί, ταῖς σαῖς πρεσβείαις,
Πατὴρ ἡμῶν Ἄνθιμε.
Ὁ
Οἶκος
Ἐνθεὶς
μοι γνῶσιν θεϊκήν, τὸν ζόφον τῆς ἀγνοίας, ἐκ τῆς ἐμῆς καρδίας, ἀπέλασον εὐχαῖς
σου, ὅπως ὑμνήσω σου πιστῶς τὴν ἁγίαν μνήμην, ἐν ᾗ Ἀγγέλων χοροί, μετὰ Μαρτύρων
σήμερον εὐφραίνονται ἐνθέως· καὶ ἄνθρωποι, ὕμνοις ἐγκωμίων τὴν σὴν κάραν, ὥσπερ
ἄνθη συμπλέξαντες, στέφουσιν ἀξίως, αἰτοῦντες παρὰ σοῦ λαβεῖν, τῶν πταισμάτων
ἀποχήν, καὶ τῶν κακῶν τοῦ βίου λύσιν, καὶ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων ῥυσθῆναι,
ταῖς σαῖς πρεσβείαις, Πατὴρ ἡμῶν Ἄνθιμε.
Συναξάριον
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου,
Ἐπισκόπου Νικομηδείας.
Τμηθεὶς
κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει,
καὶ νεκρὸς ἀνθεῖς
εἰς Θεοῦ δόξαν τρίχας.
Ἄνθιμον ἐν
τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ.
Ὁ
Ἅγιος Ἄνθιμος, προκαθίσαντος τοῦ Μαξιμιανοῦ, ἤχθη πρὸς αὐτὸν δέσμιος,
προκειμένων πάντων τῶν κολαστηρίων ὀργάνων, καὶ ἐπεὶ ἐρωτηθείς, τὸν Χριστὸν
παῤῥησίᾳ ἐκήρυξε, θλάττεταιν τὸν τένοντα, σιδήροις πεπυρωμένοις τιτρώσκεται,
καὶ ἐπ’ ὀστράκου γυμνὸς ἀπλοῦται, καὶ ῥάβδοις τύπτεται, καὶ κρηπίδας χαλκᾶς
πυρακτωθείσας ὐποδηθεὶς ἐλάνευται, καὶ τροχῷ δεσμεῖται· καὶ τελευταῖον τὴν
κεφαλὴν ἀποτέμνεται, καὶ ἀποτμηθείς, τρίχας ἐκφύει.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων τοῦ Ἁγίου Νεκταρίου
Αἰγίνης, ἐν ἔτει 1953.
Ἐκ γῆς τὰ σὰ
λεἰψανα φανέντα Πάτερ,
πᾶσι φαίνουσι
τὴν κεκρυμμένην χάριν.
Οὗτος
ὁ νέος λαμπρὸς τῆς Ἐκκλησίας ἀστήρ, ὁ θαυμάτων δυνάμεσι παραδόξως παρὰ Θεοῦ
δοξασθείς, κεκοίμηται τῇ θ’ Νοεμβρίου μηνός τοῦ 1920. Σημερον ἑορτάζομεν τὴν ἐκ
τοῦ τάφου ἀνακομιδὴν τῶν Ἁγίων καὶ θαυματοβρύτων αὐτοῦ λειψάνων, ἕτις ἐγένετο
ἐν ἔτει1953, ἀρχιερατεύοντος τοῦ Μητροπολίτου Ὕδρας, Σπετσῶν καὶ Ἀιγίνης
Προκοπίου, παρεστώτων τοῦ τε Ἀρχιερέως πρῴην Ἠλείας Ἀντωνίου, τῶν τῆς νήσου
Ἀρχῶν, τῶν τε Μοναζουσῶν, σὺν τῷ ἱερῷ Κλήρῳ, καὶ τοῦ τῆς Ἐπικρατείας συμβούλου.
Πάντων οὗν τούτων παρισταμένων, ἠνέῳκται ὁ τάφος. Αὐτίκα δὲ ἄῤῥητος ἐξέδραμε
καὶ διακκέχυται εὐωδία, ὡς ὀσμὴ μύρων πολλῶν ἐν τῷ ἀέρι χεομένων. Ὀσίαις δὲ
χερσὶν ἀνακομισθέντα ἐκεῖθεν τὰ τοῦ Ἁγίου τίμια λείψανα, καὶ πολυτίμοις θήκαις
ἐναποτεθέντα, κατετέθησαν τῇ εὐαγεῖ αὐτοῦ Μονῇ ὡς θησαυρὸς ἀκένωτος τῆς θείας
χάριτος, καὶ ἀδαπάνητον ἰατρεῖον πολυειδῶν νοσημάτων καὶ πόνων καὶ θλίψεων. Ἡ
δὲ ἀνακομίδη ἔγινε τὴν 2αν Σεπτεμβρίου καὶ ὥραν 7ην μ.μ. Μετὰ τὴν ἀνακομιδήν,
ὡς καὶ τὴν ἑπομένην ἡμέραν, ἀνεδύετο ἐκ τῶν Ἁγίων καὶ μυριπνόων λειψάνων
ἰσχυροτάτη οὐρανία καὶ γλυκεῖα εὐωδία, τὴν ὁποίαν ᾐσθάνοντο ὄχι μόνον οἱ ἐν τῇ
Μονῇ εὐρισκόμενοι, ἀλλὰ καὶ πέρα αὐτῆς οἰ τῆς πέριξ περιοχῆς κάτοικοι. Τὴν
ἐπομένην τῆς ἀνακομιδῆς, ἀνήρχετο τὸ ἐκτελοῦν τὴν συγκοινωνίαν
Αἰγίνης-Μονῆς-Μεσαγροῦ-Ἁγίας Μαρίνης λεωφορεῖον. Ὅτε δὲ τοῦτο εὑρίσκετο εἰς τὴν
γέφυραν τῶν Ἀγίων Ἀποστόλων, γυνὴ ἐλευθερίων ἠθῶν μεταξὺ τῶν ἐπιβατῶν τοῦ
λεωφορείου εὑρισκομένη, ᾐσθάνθη, ὡς βραδύτερον αὕτη μὰς ἀνεκοίνωσε, τὴν
ἰσχυροτάτην εὐωδίαν, τὴν ἐκπεμπομένην ἐκ τῶν ἁγίων λειψάνω καὶ διαχεομένην εἰς
τὰ πέριξ, τὴν ὁποίαν ἠσθάνθησαν καὶ πάντες οἱ λοιποὶ συνεπιβάται ζωηρότατα.
Πρωωρίζετο δὲ αὕτη νὰ κατέλθῃ εἰς Ἁγίαν Μαρίναν, ὅπου θὰ εἶχε συνάντησιν μετά
τινος ἀνδρός. Ἀλλ’ ὅτε ἔφθασεν ἐκεῖ, ἐπισκιασάσῃς τῆς χάριτος τοῦ Ἁγίου, ὑπέστη
ἄμεσον καὶ ἀπότομον μεταβολὴν εἰς τὸν ἔσω ἄνθρωπον καὶ ἀντὶ νὰ συνεχίσῃ τὴν
ἐκπλήρωσιν τοῦ σκοποῦ της, ἐπέβη τοῦ ἰδίου λεωφορείου καὶ κατῆλθεν εἰς τὴν
στάσιν τῆς Μονῆς, ὅπου ἀφαιρέσασα τὰ ὑποδήματά της ἀνῆλθε γυμνόπους τὸν
ἀνηφορικὸν πρὸς τὴν Μονὴν δρόμον, καὶ εἰσῆλθε κλαίουσα εἰς τὸν Ναόν, ἔνθα εἶχεν
ἀποτεθῆ ἡ μυρίπνοος Κάρα τοῦ Ἁγίου. Τότε, ἐν τελείᾳ μετανοίᾳ, ἐν κλαυθμῷ καὶ
κοπετῷ, προσπεποῦσα κατεπάσθη τὴν Ἁγίαν Κάραν, αἰσθανθεῖσανμτὴν ἰδίαν ἄῤῤητον
εὐωδίαν τὴν ὁποίαν καὶ ἐν τῇ ὁδῷ ἐντὸς τοῦ λεωφορείου. Καὶ εὐγνωμονοῦσα και
εὐχαριστοῦσα τὸν Ἅγιον, διὸτι ηὐδόκησε διὰ τῆς χάριτός του νὰ ἐπενεργήσῃ ἐπ’
αὐτῆς θαυματουργικῶς ὥστε νὰ καταλίπῃ τὴν ἁμαρτωλὴν καὶ ἀθλίαν ζωήν, ἀφῄρεσεν
ἐκ τοῦ τραχήλου της τὸ ὄπερ ἔφερεν χρυσοῦν περιδέραιον καὶ τὸν ἀφιέρωσε εἰς τὸν
εὐεργετήσαντα αὐτὴν Ἅγιον, ἐναποθέσασα αὐτὸ ἐπὶ τοῦ δίσκου, ἕνθα ἡ Ἀγία Κάρα.
Μετὰ, στραφεῖσα πρὸς τὴν Ἡγουμένην καὶ τοὺς περὶ αὐτὴν ἐπισκέπτας, ἐξωμολογήθη
καὶ ὡμολόγησε παῤῤησίᾳ, ὅτι μέχρι τῆς στιγμῆς ἐκεῖνης ἔζη καὶ διῆγε βίον
ἔκλυτον καὶ ἁμαρτωλόν, καὶ ὅτι μετεβλήθη ἀποτόμως, ἀλλοιωθεῖσα διὰ τῆς ἀοράτως
ἐπισκιασάσης αὐτὴν χάριτος τοῦ Ἀγίου Νεκταρίου, καὶ ἐζήτει συγχώρησιν,
ἐξωμολογηθεῖσα. Καὶ ἤδη ἠ γυνὴ αὕτη, ἀπομακρυνθεῖσα πλέον διὰ τῆς χάριτος τοῦ
Ἀγίου ἐκ τοῦ πρῴην ἐκλύτου βίου, ζη καὶ διάγει βίον σεμνὸν καὶ χριστιανικόν,
δοξάζουσα τὸν θαυματουργὸν Ἅγιον, εἰκόνα τοῦ ὁποίου ἀφιερωσεν εἰς τὸ
παρεκκλήσιον τοῦ Ἁγίου Νικολάου, τοῦ εὑρισκομένου ἐπὶ τοῦ λιμενοβραχίονος τῆς
Αἰγίνης, ὅπου, καθ’ ἕκαστον ἔτος κατὰ τὴν ἑορτὴν τοῦ Ἁγίου, τελεῖ Λειτουργίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου
Εὐθυμίου.
Εἰδὼς σὸν εἶναι
τὸν Θεὸν Κτίστην, Πάτερ,
Αὐτὸν πρὸ
πάντων ἐξελέξω κτισμάτων.
Οὗτος
ὁ Ὅσιος καὶ μέγας πατὴρ ἡμῶν Θεόκτιστος, ἐπειδὴ παιδιόθεν ἠγάπησε τὸν Θεόν, διὰ
τοῦτο ἄφησε τὴν πατρίδα καὶ τοὺς συγγενεῖς του, καὶ ὑπῆγεν εἰς τοὺς Ἁγίους
Τόπους. Φθάσας δὲ εἰς τὴν Λαύραν τὴν ἐπονομαζομένην Φαράν, ἥτις ἧτο μακρὰ ἀπὸ
τὰ Ἰεροσόλυμα ἕξ μίλια, εὗρεν ἕν κελλίον, μέσα εἰς τὸ ὁποῖον κλείσας τὸν ἑαυτόν
του, ἀνδρείως ἠγωνίζετο ἐναντίον τῶν παθῶν καὶ τῶν δαιμόνων. Τότε δὲ καὶ ὁ
Μέγας Εὐθύμιος ἀφήσας τὸν κόσμον, ὑπῆγε καὶ ἐκατοίκησε παρὰ τῷ Ὁσίῳ τουτῳ
Θεοκτίστῳ, καὶ ἡσύχαζεν. Ὁ ἔρως λοιπόν, ὅν εἶχον καὶ οἱ δύο διὰ νὰ ἀποκτήσουν
τὰς αὐτὰς ἀρετάς, καὶ ἠ κοινωνία τῶν αὐτῶν ἀσκητικῶν ἀγώνων, τόσον ἥνωσαν μὲ τὸν
δεσμὸν τῆς ἀγάπης τοὺς δύο τούτους Ὀσίου, ὥστε ὁ εἷς εὑρίσκετο μέσα εἰς τὴν
ψυχὴν τοῦ ἄλλου. Καὶ εἰς ὅλα τὰ πράγματα καὶ οἱ δύο εἶχον τὰ αὐτὰ φρονήματα,
καὶ οἱ δύο ἐποίουν τὰ αὐτὰ ἔργα. Διὰ τοῦτο, καὶ μετὰ τὴν ἀπόδοσιν τῆς ἑορτῆς
τῶν Θεοφανείων, εἶχον συνήθειαν και οἱ δύο νὰ ἀπέρχωνται εἰς τὴν ἔνδον
βαθυτέραν ἔρημον, καὶ ἐκεῖ ἔμεινον ἡσυχάζοντες ἕως εἰς τὴν ἐορτὴν τῶν Βαίων.
Καὶ τότε ἐπέστρεφον πάλιν ἕκαστος εἰς τὸ κελλίον του. Ἀφ’ οὗ δὲ ἐπέρασαν πέντε
ἔτη, ἐξῆλθον πάλιν εἰς τὴν ἔρημον κατὰ τὸν συνηθισμένον καιρόν, καὶ εὐρόντες
μεγάλον σπήλαιον, κατὰ τὸν βορινὸν κρημνὸν τοῦ ἐκεῖσε εὐρισκομένου ξηροποτάμου,
ἐκεῖ ἔκαμαν τὴν κατοικίαν των. Καὶ εἰς πολὺ διάστημα καιροῦ ἔζων μὲ μόνον
ἀγρίας βοτάνας, ἕως οὗ ἡ ἀρετήν των καὶ ἄσκησις κατέστησαν αὐτοὺς φανεροὺς εἰς
τοὺς ἀνθρώπους· ὅθεν καὶ παρεκινήθησαν μερικοὶ καὶ ἔφερον εἰς αὐτοὺς τὰς
ἀναγκαίας τροφάς. Ἐπειδὴ δὲ πολλοὶ ἀδελφοὶ ἔτρεξαν ἀπὸ διάφορα μέρη, καὶ
ἐπροαιροῦντο νὰ ζήσουν μαζὶ μὲ τοὺς Ὁσίους τούτους, τούτου ἕνεκα ἔγινεν ἐκεῖ
Κοινόβιον, τοῦ ὁποίου ἤτο προεστὼς ὁ Μέγας Θεόκτιστος ἕως τέλους τῆς ζωῆς του. Ὅθεν
καὶ ἔγινεν αἴτιος σωτηρίας εἰς πολλοὺς ἀνθρώπους, τόσον μὲ τὴν πειθὼ τῶν
γλυκυτάτων του λόγων, ὅσον καὶ μὲ τὸ καθαρὸν καὶ ἀσκητικόν βίον του. Ὁ δὲ Ἁγιος
Εὐθύμιος ἡσύχαζεν εἰς ἕν κελλίον, τὸ ὁποῖον ἦτον ὀλίγον μακρὰν ἀπὸ τὸ Κοινόβιον
τοῦ Θεοκτίστου. Παρέκει λοιπὸν εἰς τὸ κελλίον ἔκτισε καὶ ὁ θεῖος Εὐθύμιος
μεγάλην Λαύραν. Καὶ ὅσοι ἤρχοντο εἰς αὐτὸν διὰ νὰ γίνουν μοναχοί, τοὺς ἔστελλεν
εἰς τὸ Κοινόβιον τοῦ Μεγάλου Θεοκτίστου. Καθὼς ὕστερα ἀπὸ πολλοὺς χρόνους
ἔστειλεν εἰς αὐτὸ καὶ τὸν Ὅσιον καὶ ἡγιασμένον Σάββαν, ὅς τις προσελθὼν τῷ
Εὐθυμίῳ παρεκάλει νὰ τὸν δεχθῇ· ἔστειλε δὲ αὐτὸν εἰς τὸν Μέγαν Θεόκτιστον,
διότι ὁ Σάββας ἦτον ἀκόμη νέος καὶ ἀγένειος· ὅθεν τὸν διώρισε νὰ ζῇ ὑποκάτω εἰς
τὴν ὑποταγὴν τοῦ Θεοκτίστου, καὶ νὰ μανθάνῃ παρ’ αὐτοῦ τὰ τῆς μοναδικῆς
φιλοσοφίας μαθήματα. Ἔγινεν λοιπὸν καὶ ὁ Ἅγιος Θεόκτιστος οὗτος μέγας καὶ
ὀνομαστὸς εἰς ὅλους, καθὼς ἔγινεν Μέγας καὶ ὀ Ἅγιος Εὐθύμιος, καὶ ἐδείχθη εἰς
τοὺς ἀνθρώπους τύπος καὶ κανὼν πάσης ἀρετῆς. Φθάσας δὲ εἰς βαθὺ γῆρας, καὶ
πλήρης ἡμερῶν τῶν ἀνθρωπίνων γενόμενος, ἔπεσεν εἰς βαρεῖαν ἀσθένειαν, ἀπὸ τὴν
ὁποίαν ἀπῆλθε πρὸς Κύριον. Ἐκηδεύθη δὲ καὶ ἐτάφη ὁσίως τὸ ὅσιον αὐτοῦ λείψανον
ἀπὸ χεῖρας Ὀσίων, δηλαδὴ τόσον τοῦ Μεγάλου Εὐθυμίου, ὅς τις τότε ἦτον ἐννενήκοντα
ἐτῶν, ὅσον καὶ τοῦ ἐν Ἁγίοις Πατριάρχου Ἱεροσολύμων Ἀναστασίου, κατὰ τὴν τρίτην
τοῦ παρόντος μηνὸς ἐν ἔτει υνα΄ (451).
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος
βληθείς, τελειοῦται.
Ζήνων ὁ θεῖος
τοῦ Θεοῦ πόθῳ ζέων,
χαίρων ὑπῆλθε
τοῦ μολύβδου τὸ ζέον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν
βλαβεῖσα, τελειοῦται.
Ὀφθεῖσα
Βασίλισσα φρικτὴ θηρίοις,
φρικτῷ
παρέστη παμβασιλέως θρόνῳ.
Ὅταν
ὁ Ἀλέξανδρος ἧτον ἡγεμὼν εἰς τὴν Νικομηδείαν, ἐκινεῖτο διωγμὸς κατὰ τῶν χριστιανῶν.
Τότε λοιπὸν διεβλήθη καὶ ἠ ἁγία αὕτη Βασίλισσα, ὡς Χριστιανή. Καὶ παρεστάθη
ἔμπροσθεν τοῦ Ἀλεξάνδρου· ὅθεν ἐρωτηθεῖσα καὶ παῤῤησίᾳ εἰποῦσα, ὅτι ςἶναι
εὐσεβής, δέρεται εἰς τὸ πρόσωπον. Καὶ ἔπειτα δερομένη εὐχαρίστει τὸν Θεόν, διὰ
τοῦτο γυμνώνεται καὶ δέρεται μὲ ῥαβδία· ἐπειδὴ δὲ περισσότερον ἡ Ἁγία
εὐχαρίζτει τὸν Κύριον, ἐθυμώθη ὁ Ἡγεμὼν περισσότερον, καὶ προστάζει νὰ ἀπλώσουν
τὸν Μάρτυρα. Καὶ τόσον πολὺν τὴν ἔδειραν, ὥστε ἔγινεν ὥς τις μία πληγὴ ὅλον τὸ
σῶμά της, ἔπειτα ἀνέσπασαν τὸ ὑποκάτω δέρμα τῶν ποδῶν της· ἐπειδὴ δὲ εἰς τὴν
βάσανον ταύτην εὑρισκομένη, ἐφώναξεν ἡ Ἁγία: Ὁ Θεός μου εὐχαριστῶ σοι· διὰ
τοῦτο κατὰ προσταγὴν τοῦ ἡγεμόνος τρυπῶνται οἱ ἀστράγαλοι τῆς Μάρτυρος, καὶ
βάλλονται εἰς αὐτοὺς περόνια σιδηρᾶ· ἀπὸ δὲ τὰ περόνια δένονται ἀλυσίδες, καὶ
ἀπὸ τὶς ἀλυσίδες κρεμᾶται κατακέφαλα ἡ Ἁγία. Κάτωθεν δὲ καπνίζεται ἡ μακαρία μὲ
βρωμερὸν καπνὸν θείου, πίσσης, ἀσφάλτου, καὶ μολύβδου· μὲ σκοπόν, ἵνα, τὸν
καπνὸν μὴ ὑποφέρουσα, ἀποθάνῃ ταχέως ἡ τοῦ Κυρίου ἀθλήτρια· ἀλλ’ ὅμως ἡ Ἁγία
ὐπομένουσα τὴν βάσανον ταύτην μὲ χαράν, ὡς νὰ εὐρίσκετο εἰς τρυφὴν καὶ
ἀνάπαυσιν Παραδείσου, τόσον προθύμως εὐχαρίστει τὸν Θεὸν περισσότερον. Βλέπων
λοιπὸν ὁ Ἡγεμών, ὅτι νομίζει ὡς παίγνιον τὰς τιμωρίας, προστάζει νἀ ἀναφθῇ μία
κάμινος, καὶ νὰ ῥιφθῇ μέσα εἰς αὐτήν· ἡ δὲ Μάρτυς τοῦ Χριστοῦ σφραγίσασα τὸν
ἑαυτόν της μὲ τὸ σημεῖον τοῦ Σταυροῦ, ἐμβῆκε μέσα εἰς τὴν κάμινον, καὶ ἐστάθη
ὥρας πολλάς, χωρὶς νὰ δοκιμάσῃ κἀμμίαν βλάβην, ὥστε ἐκ τοῦ μεγάλου θαύματος
τούτου ἐκέστησαν ἅπαντες. Μετὰ ταῦτα, ἐπρόσταξεν ὁ Ἡγεμὼν νὰ ἐκβάλουν τὴν Ἁγίαν
ἀπὸ τὴν κάμινον καὶ νὰ ἀπολύσουν ἐναντίον της δύο μεγαλώτατα λιοντάρια· ἡ δὲ
Ἁγία προσευχομένη, ἔμεινεν ἐκ τοῦτων ἀβλαβής· ὅθεν ὁ Ἀλέξανδρος βλέπων ταῦτα
πάντα, καὶ κατανυγεὶς τὴν ψυχήν, ἔπεσεν εἰς τοὺς πόδας τῆς Ἁγίας λέγων: Ἐλέησόν
με δούλη τοῦ ἐπουρανίου Βασιλέως, καὶ συγχώρησόν μοι διὰ τὰ βάσανα, τὰ ὁποῖα
σοὶ ἐπροξένησα· καὶ κάμε καὶ ἐμὲ συστρατιώτην τοὺ ἰδικοῦ σου Βασιλέως· ἐπειδὴ
καθὼς λέγεις, αὐτὸς δέχεται τοὺς ἀμαρτωλούς. Τότε ἡ Ἁγία, εὐχαριστήσασα τὸν
Παντοδύναμον Θεόν, κατήχησε τὸν Ἡγεμόνα, καὶ παρουσιάσασα εἰς τὴν Ἐκκλησίαν
πρὸς τὸν Ἐπίσκοπον τῆς Νικομηδείας Ἀντώνιον, ἐβάπτισεν αὐτόν. Μετὰ δὲ τὸ
βάπτισμα, πάλιν ἐπρόσπεσεν ὁ Ἡγεμὼν εἰς τὴν Ἁγίαν, παρακαλῶν καὶ λέγων αὐτῇ:
Δοῦλη τοῦ ἀληθινοῦ Θεοῦ, εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα λάβω συγχώρησιν διὰ τὰ κακά, καὶ
ἵνα τελειώσω τὴν ζωήν μου μὲ καλὴν ὁμολογίαν τῆς πίστεως. Τότε λοιπὸν ἡ Ἁγία
προσευχήθη δι’ αὐτόν, καὶ τοιουτοτρόπως ὁ Ἡγεμὼς εὐθὺς παρέδωκεν τὴν ψυχήν του,
δοξάζων καὶ εὐλογῶν τὸν Θεόν. Ἡ δὲ Ἀγία, κηδεύσασα τὸ λείψανον τοῦ Ἡγεμόνος
μαζὶ μὲ τὸν Ἐπίσκοπον, καὶ ἐνταφιάσασα, ἐξῆλθεν ἔξω τῆς πόλεως ἕως τρία σημεῖα
τόπον, καὶ εὑροῦσα μίαν πέτραν, ἐστάθη πάνω εἰς αὐτὴν καὶ προσευχήθη. Καὶ ὤ τοῦ
θαύματος! εὐθὺς ἡ πέτρα ἀνέβλυσε ὕδωρ. Πιοῦσα δὲ ἡ Ἁγία ἀπὸ τὸ νερόν, καὶ
εὐχαριστήσασα τὸν Θεόν, ὑπῆγεν ὀλίγον ἐμπρὸς καὶ εἶπε: Κύριε, δέξαι τὸ πνεῦμά
μου ἐν εἰρήνῃ. Καὶ οὕτω ἀπῆλθε πρὸς Κύριον χαίρουσα καὶ εὐχαριστοῦσα. Τοῦτο δὲ
ὡς ἔμαθεν ὁ Ἐπίσκοπος, ἐκήδευσε καὶ ἐνεταφίασε τὸ πάνσεπτον αὐτῆς λείψανον,
πλησίον εἰς τὴν πέτραν ἐκείνην, ἀπὸ τὴν ὁποίαν ἀνέβλυσε τὸ ὕδωρ μὲ τὴν
προσευχὴν τῆς Ἁγίας, τὸ ὁποῖον τρέχει μέχρη τὴν σήμερον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀριστίων, Ἐπίσκοπος
Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Ὡς εἰς
ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις,
Χριστοῦ
ἄριστε Μαρτύρων Ἀριστίων.
Οὗτος
ὁ Ἅγιος ἧτον Ἐπίσκοπος τῆς Ἀλεξανδρείας. Ἐπειδὴ δὲ ἐδίδασκε παῤῥησίᾳ τὸν λόγον
τοῦ Εὐαγγελίου, ἐζωγρήθη ἀπὸ τὸν ἄρχοντα τῆς Ἀλεξανδρείας. Καὶ ὁμολογήσας
ἔμπροσθεν αὐτοῦ, ὅτι ὁ Χριστὸς εἶναι Θεὸς ἀήθινός, ἐῤῥίφθῃ μέσα εἰς πυρκαϊάν.
Καὶ ἐδέχθη οὕτω τὸ ποθεινὸν καὶ μακάριον τέλος τοῦ Μαρτυρίου, καὶ τώρα χαίρει
αἱώνιον χαράν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς,
τελειοῦται.
Εἰσδὺς Χαρίτων
εἰς τὸν ἀσβέστου βόθρον,
ἄσβεστον εὗρε
φῶς ἀκηράτου τόπου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ἅγιος Μάρτυς Ἀρχοντίων λιμῷ τελειοῦται.
Ἀρχοντίων λίμωττε κεντεῦθεν τρύχε,
ἄρχοντα κόσμου, λαμίαν νοουμενην
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Βασιλέως Κωνσταντῖνου τοῦ νέου.
Χριστὸς
Βασιλεὺς εὐσεβῆ Κωνσταντῖνον,
ἐν Οὐρανοῖς
ἔστεψε κόσμῳ στέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Φοίβης τῆς Διακονίσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Ῥώσσου, τοῦ διὰ
Χριστὸν σαλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου ἱερέως, Πέτρου τοῦ Ῥώσσου, τοῦ Οὔγγλις,
τοῦ διὰ Χριστὸν σαλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Πολύδωρος ὁ ἐν τῇ νέᾳ Ἐφέσῳ
μαρτυρήσας κατὰ τὸ 1794, ἀγχόνῃ τελειοῦται.
Δώρον Θεός σε
καὶ πολύ τε καὶ νέον,
δέδωκε ἡμῖν,
Πολύδωρε τρισμάκαρ.
Οὗτος
ὁ μέγας καὶ νεοφανὴς στρατιώτης τοῦ Χριστοῦ Πούφωρος, ἦτον μὲν γέννημα καὶ
θρέμμα τῆς Λευκωσίας τῆς Κύπρου, πατρὸς Λουκᾶ προσκυνητοῦ, καὶ μητρὸς
Λουρδανοῦς. Μικρὸς δὲ ὤν τὴν ἡλικίαν, ἐμαθητεύθη τὰ ἰερὰ γράμματα εἰς τὴν
πατρίδα του, καὶ ἀφ’ οὗ ἐμεγάλωσεν, ἐξελθὼν τῆς ἰδίας τοῦ πατρίδος,
ἐπραγματεύετο εἰς διάφορα μέρη. Τὸ ἔτος 1793 εὑρισκόμενος εἰς τὸ Μισῆρι, συνέβη
νὰ προσκληθῇ ἀπὸ ἕνα Κιεσίφην ἀρνησίχριστον Ζακύνθιον, καὶ ἔγινε γραμματικὸς
εἰς αὐτόν. Εὑρισκόμενος ἡμέραν τινὰ εἰς χαρὰς καὶ διασκεδάσεις, ἠκολούθησε καὶ
νὰ μεθύσῃ, καὶ ἔτσι ἀρνήθῃ τὸν Θεόν, καὶ ἐδέχθῃ τὸν Μωάμεθ. Ὅμως, παρευθὺς ὅπου
ἀνένηψεν ἀπὸ τὴν μέθην, ἦλθεν εἰς τὸν ἑαυτόν του, καὶ μετανοῶν καὶ κλαίων
πικρῶς, ἐπέρνα πάλιν χριστιανικά, ἕως ὅτου μετὰ ὀλίγας ἡμέρας εὑρίσκων
εὐκαιρίαν, ἔφυγεν ἐκεῖθεν, καὶνὑπῆγεν εἰς τὸ Βεροῦτι κατ’ εὐθεῖαν εἰς τὸν
Ἀρχιερέα, καὶ ἐξωμολογήθη εἰς αὐτὸν μὲ συντριβὴν καρδίας τὴν ἁμαρτίαν του·
ὅστις τὸν ὑπεδέχθη εὐμενῶς, τὸν ἐνουθέτησε πατρικῶς καὶ τὸν παρηγόρησεν, καὶ
δίδων εἰς αὐτὸν κανόνα, τὸν ἔστειλεν εἰς ἕν Μοναστήριον ἐπάνων εἰς τὸ ὄρος τοῦ
Λιβάνου, διὰ νὰ ἡσυχάσῃ ἐκεῖ τὴν Μεγάλην Τεσσαρακοστήν. Κατόπιν, ἀνεχώρησεν διὰ
τὴν Πτολεμαίδα, ὅπου ἀνακοίνωσε εἰς τὸν ἐκεῖ Ἀρχιερέα τὸν πόθον του νὰ
μαρτυρήσῃ. Μὲ τὴν προτροπὴν τοῦ Ἀρχιερέως ἀνεχώρησεν διὰ τὴν Αἴγυπτον, ἀλλὰ
λόγω σφόδρας θαλασσοταραχής, τὸ πλοῖο προσάραξε εἰς στὴν Γιάφα. Ἀπὸ ἐκεῖ μετέβῃ
εἰς τὴν Χίον καὶ ἔπειτα εἰς τὴν Σμύρνη καὶ πάλιν εἰς τὴν Χίον. Τέλος, μετέβῃ
εἰς τὴν Νέαν Ἔφεσον (Κουσάντασι), ὅπου ἔμπροσθεν εἰς τὸν Μουφτὴν τῆς πόλεως
ὁμολόγησεν τὸν Χριστόν, καὶ μετὰ ἀπὸ ἄγρια βασανιστήρια, ἀπαγχονίσθῃ.
Ἐνεταφιάσθη πλήσιον εἰς τοὺς τάφους τῶν Ἁρμενίων, καὶ μεγάλα θαύματα ἐτέλεσε,
διὰ τὴν χάριν τοῦ Παναγίου Θεοῦ, ιδίως δὲ καταισχύνῃ τὰ δαιμονικά πνεύματα. Τό
δὲ Ἅγιον αὐτοῦ λείψανον, εὑρίσκεται σήμερον εἰς τὸν Ἱ. Ν. Ἀγ. Αἰκατερίνης
Πλᾶκας Ἀθηνῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ὁσίου Ἀνθίμου τοῦ
Νέου τοῦ ἐν Χίῳ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ
Ἱεράρχου. ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ.
Αἱ προσαχθεῖσαι τῷ σῷ,
σεπτῷ σαρκίῳ φλόγες, μηδὲν σε ὅλως λυμηνάμεναι, ἐπὶ τοὺς μισοῦντάς σε, ἐπιστασίᾳ
θείων, ἐστράφησαν Ἀγγέλων.
Ῥώμῃ Θεοῦ πανσθενεῖ, τροχὸς
ἐξαίφνης ἔστη, ὁ τιμωρῶν σε· καὶ κυλίονται, πρὸς πίστιν τῷ θαύματι, οἱ τῶν
ἀπίστων δῆμοι, σοφὲ ἱερομύστα.
Τῶν τοῦ Χριστοῦ ἐντολῶν,
φύλαξ ὑπάρχων μάκαρ, ἐφυλακίσθης φυλασσόμενος, πρὸς τούτου καὶ γέγονας, φρουρὸς
τοῖς σὲ φρουροῦσι, διδάγμασιν ἐνθέοις.
Θεοτοκίον.
Ὑπερβολῇ Παρθένε, φιλανθρωπίας
ὤφθη, ἐκ Σοῦ ὁ Λόγος σωματούμενος, καὶ σῴζει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν
Θεὸς εὐλογητὸς εἶ.
Τοῦ
Ἱεράρχου. ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε.
Ῥητορεύεις Κυρίου τὴν
σάρκωσιν, παρανόμων τυράννων ἐνώπιον, προσομιλῶν κολάσεσι, καὶ πικραῖς
τιμωρίαις καὶ ἀλγηδόσιν, ἱεράρχα πολύαθλε Ἄνθιμε.
Ὥσπερ σίδηρος μάκαρ
ἐστόμωσαι, τῷ πυρὶ τῶν ἀπείρων κολάσεων, καὶ τὰς ἀμέτρους φάλαγγας, τῶν
δαιμόνων συγκόψας, νίκης βραβεῖα, ἀνεπλέξω δοξάζων τὸν Κύριον.
Νεκρωθεὶς ἑκουσίως
πανόλβιε, τὴν ζωὴν τὴν ἀγήρω ἀπέλαβες, καὶ Παραδείσου εἴσοδον, καὶ τὰς θείας
σκηνώσεις, ἐν αἷς χορεύων, τῶν τιμώντων σε μέμνησο Ἄνθιμε.
Θεοτοκίον
Ἱεραῖς ἐν φωναῖς
μακαρίσωμεν, τοῦ Θεοῦ τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν κιβωτὸν τὴν ἔμψυχον, τῶν
Μαρτύρων τὴν δόξαν, τὴν ἀνωτέραν Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως.
Τοῦ
Ἱεράρχου. ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ὡς ῥόδον εὐῶδες μυστικῶς
ἐξήνθησας, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἡμῶν· ὅθεν ἡμᾶς εὐωδιάζεις, Κυρίου εὐωδία
γενόμενος, καὶ πάθη τὰ δυσώδη μακάριε, ἀποδιώκεις τῶν ψυχῶν ἡμῶν.
Σήμερον τὴν μνήμην σου
τελεῖ, τὴν ἔνδοξον, συγκαλοῦσα πόλιν ἅπασαν, ἡ εὐγενὴς Νικομηδέων, περίδοξός τε
πόλις ἐν πόλεσιν· αὐτῆς γὰρ πολιοῦχος γεγένησαι, ἣν οὐρανόθεν Μάρτυς ποίμαινε.
Ἡ γῆ σου τὸ αἷμα ἐκχυθὲν
ἐδέξατο, Ἱεράρχα, τὸ δὲ πνεῦμά σου, εἰς οὐρανοὺς ἀνεκομίσθη, τοῖς θείοις
συναγάλλεσθαι Πνεύμασι· μεθ᾿ ὧν ἡμῶν μνημόνευε Ἄνθιμε,
θείων Μαρτύρων ἀκροθίνιον.
Θεοτοκίον
Φλογίνη ῥομφαία ἡ τὸ πρὶν
τὴν εἴσοδον, Παραδείσου ἐναπείργουσα, νῶτα νῦν δίδωσι Παρθένε, τοῖς πάθη τὰ
σεπτὰ εἰκονίσασι, Χριστοῦ τοῦ λογχευθέντος θελήματι, καὶ Σὲ τιμῶσι τὴν
ὑπέρτιμον.
Ἐξαποστειλάριον
τοῦ ἱερομάρτυρος. Τῶν μαθητῶν ὁρώντων σε.
Χορείαν
ἄγε σήμερον ἐτησίαν, Νικομηδέων πᾶσα χαίρουσα πόλις, τοῦ καλοῦ Ποιμένος σου,
καὶ σκίρτησον, τὸν πολιοῦχον ἔχουσα, διατηροῦντά σε βλάβης, τῶν δυσμενῶν
ἀνωτέραν.
Ἕτερον.
Ὁ Οὐρανὸν τοῖς ἄστροις.
Ὁ
φωτοφόρος στῦλος, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ Ἱεράρχης καὶ Μάρτυς, Ἄνθιμος ὁ θεοειδής, ἀνευφειμήσθω ἀξίως, ἀσματικαῖς
μελῳδίαις.
Θεοτοκίον.
Ὁ
ποιητὴς τῶν ὅλων, καὶ Βασιλεὺς τῶν Οὐρανῶν, τεχθεὶς ἐκ Σοῦ ἀποῤῥήτως, προστάτιν
σε τῶν εὐσεβῶν, ἀνέδειξε Θεοτόκε, εἰς περιποίησιν κόσμου.
Εἰς
τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
φιλεόρτων τὰ πλήθη, φαιδρὰν πανήγυριν, ἐν ασμασι κροτοῦντα, εὐλαβῶς τοὺς
ἀγῶνας, τοῦ θείου ἀριστέως τιμῶντα λαμπρῶς, πρὸς Θεὸν ἀναπέμψατε, δόξαν καὶ
αἶνον, τὸν δόντα νίκην αὐτῷ, καὶ μεγάλως θαυμαστώσαντα.
Νικομηδεία
ἀγάλλου, σὺν τοῖς οἰκήτορσι, καὶ τέρπου ἐν τῇ μνήμῃ, τοῦ λαμπροῦ σου ποιμένος.
Τιμῶσα κατὰ χρέος τὴν ἱεράν, καὶ σεπτὴν αὐτοῦ ἅθλησιν, ἔχεις γὰρ τοῦτον πρὸς
Κύριον ὐπὲρ σοῦ, ἐκτενῶς καθικετεύοντα.
Χαῖρε
καὶ σὺ Βιθυνία, ἐν σοὶ δ’ ἐβλάστησε, τὸ θεῖον τοῦτο ἄνθος, Ἄνθιμος ὁ εὐφραίνων,
καρδίας τεθλιμμένων, εὐώδεσι ὀδμαῖς τῆς αὐτοῦ ἱερότητος, καὶ τῶν ἀπείρων
θαυμάτων ταῖς δωρεαῖς, ἅς πλουσίως πᾶσι δίδωσι.
Δίδου
κἀμοὶ σῷ οἰκέτῃ τὴν εὐλογίαν σου, καὶ σύγγνωθί μοι Πάτερ, εὐλαβῶς εὐφημοῦντι,
ἐν ταύτῃ τῇ πανδήμῳ τῶν εὐσεβῶν, πανηγύρει, καὶ ῥῦσαί με, ἐκ τῶν τοῦ βίου
κινδύνων καὶ πειρασμῶν, τοὺ ἀλάστορος ἀπάλλαξον.
Δόξα.
Ἦχος δ΄. Ἐφραὶμ Καρίας
Τῇ
Νικομηδέων μεγαλοπόλει, πᾶσα πόλις καὶ χώρα συνεορτάζει σήμερον, ἐπὶ τῇ μνήμῃ
τοῦ σεβασμίου αὐτῆς πολιούχου· καὶ γὰρ τὰ πέρατα τῆς γῆς, κροτεῖ
ἐπευφραινόμενα, τῇ νῦν πανηγύρει τοῦ Ἱερομάρτυρος· τούτῳ καὶ ἡμεῖς τοῖς ᾄσμασιν
ὡς ἄνθεσι, στεφάνους πλέξαντες ἐκβοήσωμεν. Χαίροις ὁ ποιμὴν ὁ καλός, ὁ τὴν ψυχὴν
θεὶς ὑπέρ τῶν προβάτων, ἡ θυσία καὶ θύτης, ὁ Ἱερεὺς καὶ Ἱερεῖον. Σοῦ δεόμεθα,
σὺν τοῖς συνάθλοις σου, Xριστὸν Ἄνθιμε ἱκέτευε, τὴν ποίμνην σου ταύτην τῶν
βαρβάρων λύκων λυτρωθῆναι, καὶ τῆς οὐρανίου μάνδρας ἀξιωθῆναι.
Καὶ
νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τὸν
ἐν ἰερεῦσιν ἱερουργόν, μύστην τοῦ Δεσπότου, καὶ ἐν μάρτυσι θαυμαστόν,
Ἱερομαρτύρων, τὸ κλέος εὐφημοῦμεν· Ἄνθιμε Ἱεράρχα, θεομακάριστε.
Ἔχει
δὲ τὸ πνεῦμά σου Οὐρανός, καὶ ἡμεῖς πλουτοῦμεν, τὴν εἰκόνα σου φέροντες, ἥν
μετ’ εὐλαβείας καὶ πόθου ἀνεικάστου, τιμῶντες προσκυνοῦμεν, καὶ ἀσπαζόμεθα.
Φύλαττε
τρισμάκαρ ταῖς σαῖς εὐχαῖς, πάντας τοὺς τιμῶντας, τὴν πανίερον μνήμην σου, καὶ
τοὺς σοὺς ἀγῶνας, καὶ ῥῦσαι αἰωνίως, παντοίας καταδίκης, Ἄνθιμε ἔνδοξε.
Χαίροις
τοῦ Σωτῆρος μυσταγωγέ, τῶν Ἀρχιερέων, ὐποτύπωσις καὶ κανών· χαίροις τῶν
Μαρτύρων, σύναθλος καὶ ἀλείπτης, Ἄνθιμε Ἱεράρχα, ἡμῶν ἀντίληψις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου