Σάββατο 24 Αυγούστου 2019

ΑΥΓΟΥΣΤΟΣ 11. ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΛΕΣΒΟΥ ΑΝΑΣΤΑΣΙΟΣ & ΔΗΜΗΤΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΙΑ΄.!!
ΑΝΑΣΤΑΣΙΟΣ & ΔΗΜΗΤΡΙΟΣ
ΝΕΟΜΑΡΤΥΡΕΣ ΛΕΣΒΟΥ
ΑΚΟΛΟΥΘΙΑ

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, θεῖε Ἀναστάσιε, καὶ θεοφόρε Δημήτριε, ἀγωνισάμενοι, κατὰ τῶν τυράννων, Ἀθλοφόροι Μάρτυρες, ἐν χρόνοις τῆς δουλείας ἐδείχθητε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, ἔνδοξε Δημήτριε, καὶ ἱερὲ Ἀναστάσιε, ἀντιταξάμενοι, ἐχθροῖς ἀλλοφύλοις, δι’ ἀγχόνης χαίροντες, Μαρτύρων τὴν ὁδὸν ἐτελέσατε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, μάκαρ Ἀναστάσιε, καὶ καρτερόφρον Δημήτριε, καταφρονήσαντες, ζωῆς τῆς προσκαίρου, ἐκληρονομήσατε, τὴν ἄφθαρτον στεῤῥῶς ἐναθλήσαντες· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, κράτιστε Δημήτριε, καὶ κραταιὲ Ἀναστάσιε, ὑπεραθλήσαντες, ὑπὲρ εὐσεβείας, ἀνδρικῶς καὶ πίστεως, ἐν χώρᾳ τῆς Ἐδὲμ μετετέθητε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, Ἀναστάσιον καὶ Δημήτριον, τοὺς καλλινίκους τῆς ἀληθείας Νεομάρτυρας, συνελθόντες τιμήσωμεν. Χριστὸν γὰρ οὐκ ἀρνησάμενοι, καὶ ὑπὲρ τῆς πίστεως Αὐτοῦ, μαρτυρικῶς ἀγωνισάμενοι, ἐν οὐρανοῖς τῶν ἐκλεκτῶν, τῆς δόξης ἠξιώθησαν, καὶ πρεσβεύουσιν ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, Δημήτριον τὸν θεῖον, σὺν ταῷ Ἀναστασίῳ, ὡς Μάρτυρας Κυρίου, τοῖς ὕμνοις ἐπαινέσωμεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πίστει τοῦ Ἰησοῦ, Δημήτριος ὁ θεῖος, σὺν τῷ Ἀναστασίῳ, τυράννων ἀσεβείας, τὸ θράσος ἐταπείνωσαν.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις ἡ εὐκλεής, δυὰς Νεομαρτύρων, σὺν τῷ Ἀναστασίῳ, Δημήτριος ὁ μάκαρ, τῆς Λέσβου τὰ βλαστήματα.

Δόξα. Ἦχος δ΄.
Ἀγχονισθέντες ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, τὴν ἀθάνατον ζωήν, ἐν οὐρανοῖς ἐκληρώσασθε, Ἀναστάσιε καὶ Δημήτριε, τῆς Λέσβου τὰ ἱερὰ ἐγκαλλωπίσματα· διὸ Χριστῷ παριστάμενοι, πρεσβεύετε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν πίστει, τὸ σεπτὸν ὑμῶν μνημόσυνον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖοι ὄρπηκες, τῆς νήσου Λέσβου, ἀνεδείχθητε, χρόνοις ὑστέροις, Ἀναστάσιε ὁμοῦ καὶ Δημήτριε, ὑπὲρ Χριστοῦ ὁμοφρόνως ἀθλήσαντες, καὶ τὸν ἀρχαῖον ἐχθρὸν καταισχύναντες. Νέοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.




ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ' Ἦχος πλ. β' Τριήμερος ἀνέστης
Μορφούμενος δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τὴν Θεότητα.

Ἐξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου, Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει τῷ ἁγίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.

Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀῤῥήτως λάμψας ὑπὲρ ἥλιον.

Καὶ γ’ τῶν Ἀγίων.
Ἑνωθέντες τῷ πνεύματι εὐσεβείας τῇ χάριτι, ἐν ἐνὶ φρονήματι ἠγωνίσασθε, κατὰ τῆς πλάνης μακάριοι, ὑστέροις ἐν ἔτεσιν, ὡς οἱ πάλαι Ἀθληταί, ὧν ὁμότροποι ὤφθητε, καὶ ἰσότιμοι, Ἀναστάσιε σὺν τῷ Δημητρίῳ, ὡς ἀθλήσαντες νομίμως, καὶ τὸν Χριστὸν μεγαλύναντες.

Ὥσπερ ἄρνες νεόθυτοι, καὶ ἀμώμητα σφάγια, ἀληθῶς προσήχθητε Νεομάρτυρες, Χριστῷ τῷ πάντων δεσπόζοντι, στεῤῥὲ Ἀναστάσιε, καὶ Δημήτριε κλεινέ, δι’ ἀγχόνης ταὸν θάνατον, ὑπομείναντες· διὰ τοῦτο τῆς ἄνω Βασιλείας, ἠξιώθητε ἀξίως, ὡς Ἀθλοφόροι ἀήττητοι.

Τὰ τῆς Λέσβου βλαστήματα, καὶ λαμπρὰ ὡραΐσματα, τοῦ Χριστοῦ τοὺς Μάρτυρας μακαρίσωμεν, τοὺς ἐν νεότητι σώματος, ἀθλήσεως σκάμμασι, καθελόντας τὸν ἐχθρόν, καὶ τὴν πλάνην τὴν βέβηλον, καταισχύναντας, Ἀναστάσιον σὺν τῷ Δημητρίῳ, ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἀστὴρ ἀνέτειλεν, ἡ τῶν διττῶν Νεομαρτύρων μνήμη, τοὺς εὐσεβεῖς καταυγάζουσα. Δεῦτε οὖν Λεσβίν συστήματα, ἐν πνεύματι καὶ ἀληθείᾳ ἑορτάζοντες, τούτοις βοήσωμεν· Χαίρετε, οἱ εὐσεβείᾳ καὶ σεμνότητι τραφέντες, καὶ συμφωνίᾳ θεόφρονι, τὸ ὑπὲρ Χριστοῦ μαρτύριον, ὁμοφρόνως ἀνύσαντες· χαίρετε, νεοφανεῖς Χριστοῦ Ἀθληταί, οἱ τῶν πάλαι Μαρτύρων τὴν ἀρετὴν ζηλώσαντες, Ἀναστάσιε καὶ Δημήτριε· χαίρετε Ἁγιάσσου καλλονή, Ἀσωμάτου λαμπρότης, καὶ πάσης Λέσβου ὡραΐσματα. Πρεσβεύσατε πρὸς Κύριον, Ἅγιοι Μάρτυρες, ὡς ἔχοντες παῤῥησίαν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ νῆσος Λέσβος, καὶ ἐπὶ νέοις Μάρτυσι, θεοπρεπῶς σεμνυνομένη. Ἐκ σοῦ γὰρ ἀνεβλάστησαν, ὡς κατάκαρπα κλήματα, τῆς νοητῆς ἀμπέλου, Ἀναστάσιος καὶ Δημήτριος, οἱ νέοι τοῦ Χριστοῦ Ἀθληταί. Καὶ μαρτυρικοὺς βότρυας ἐξήνεγκαν, ἐξ ὧν ἡμῖν ἀπέσταξεν, ὡς ἀμβροσίας νέκταρ, ὁ οἶνος τῆς χάριτος, ὁ τὰς ψυχὰς τῶν πιστῶν, στηρίζων καὶ εὐφραίνων· διὸ τὴν ἄθλησιν τούτων τιμῶσα, τῷ Σωτῆρι βόησον· Κύριε, ταῖς τῶν διττῶν Νεομαρτύρων λιταῖς, κατάπεμψον ἡμῖν τὰ ἐλέη σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἦχος β΄.
Τίς μὴ ἀξίως τιμήσει, τῶν νεοφανῶν Μαρτύρων τοὺς ἄθλους, Ἀναστασίου τοῦ τρισμάκαρος, καὶ Δημητρίου τοῦ θεόφρονος, τῆς ὑπερτίμου ξυνωρίδος; ὁμοφροσύνῃ γὰρ συνδούμενοι, ὑπὲρ Χριστοῦ ἀθλῆσαι προείλοντο, στεῤῥοτάτῃ ψυχῇ· διὸ τοῖς ἀσεβέσιν ἐβόων· Οὐκ ἀρνούμεθα Χριστόν, τὸν ἐπὶ πάντων Θεόν, ἀλλὰ προθύμως ὑπὲρ Αὐτοῦ θνήσκομεν, ἵνα ζωὴν αἰώνιον κληρονομήσομεν. Ἀλλ’ ὦ εὐκλεεῖς Νεομάρτυρες, νέα τῆς Ἐκκλησίας προπύργια, ἡμῶν δὲ δόξα καὶ καύχημα, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἀθλητικὴν ἐπιδειξάμενοι ἀνδρείαν, τυραννικὴν ἐξεφαυλίσατε μανίαν, ἐν τῇ δυνάμει τῆς πίστεως, Νεομάρτυρες ἔνδοξοι. Χριστὸν γὰρ ὁλικῶς ἀγαπήσαντες, ἡλικίας ἀκμὴν ὡς ὄναρ ἠγήσασθε, καὶ ἀγαθῶν ἐπαγγελίας γεηρῶν, ἐμφρόνως ἀπεῤῥίψατε. Καὶ οὐρανόφρονι ψυχῇ, ὑπεράνω πάντων γενόμενοι, τοῖς στίγμασι τοῦ Χριστοῦ ἐλαμπρύνθητε, καὶ τὸν δι’ ἀγχόνης θάνατον, γενναιοφρόνως ἠνέγκατε. Ἀλλ’ ὦ Δημήτριε, Ἁγιάσου κλέος, καὶ Ἀναστάσιε, Ἀσωμάτου δόξα, πρεσβεύσατε πρὸς Κύριον, σώζεσθαι τοὺς ὑμᾶς γεραίροντας.

Δόξα. Ἦχος δ΄.
Νεανικὴν ὑπεριδόντες ἡλικίαν, ἀθλητικῶς Χριστῷ ἠκολουθήσατε, ἐν ὑστέροις καιροῖς, Ἀθλοφόροι ἀήττητοι. Καὶ τῇ κρατερᾷ ἐνστάσει ὑμῶν, καὶ πεπαῤῥησιασμένῃ ὁμολογίᾳ, τῶν πάλαι Ἀθλήτων, ἀνεζωγραφήσατε ἐν ἑαυτοῖς, τὴν μακαρίαν ἄθλησιν· ὅθεν σὺν αὐτοῖς δοξασθέντες, Ἀναστάσιε καὶ Δημήτριε, τέκνα Χριστοῦ ἀμώμητα, καὶ ὁπλῖται εὐσθενεῖς, σὺν αὐτοῖς πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, Νεομαρτύρων δυάς, οἱ καθελόντες τῶν ἀνόμων τὸ φρύαγμα, ἀγῶσι τῆς εὐσεβείας, ἐν τοῖς ὑστέροις καιροῖς, καὶ Χριστοῦ τὴν πίστιν μεγαλύναντες· ἀστέρες νεόφωτοι, οἱ ἀρτίως ἐκλάμψαντες, ἄθλων ἀκτῖσι, καὶ πιστῶν τὴν διάνοιαν, καταυγάζοντες, πρὸς ἀγάπην τὴν κρείττονα· ἄνθη τὰ εὐωδέστατα, τὰ ἤδη ἀνθήσαντα, ἐν τῷ λειμῶνι τῷ θείῳ, τῆς μακαρίας ἀθλήσεως. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, Νεομαρτύρων δυάς, οἱ μαργαρῖται τοῦ Χριστοῦ οἱ πολύτιμοι· τῶν πάλαι κλεινῶν Μαρτύρων, οἱ μιμηταὶ οἱ στεῤῥοί, οἱ πλήρεις ἀγάπης καὶ φρονήσεως· κλεινὲ Ἀναστάσιε, Ἀσωμάτου καλλώπισμα, καὶ Ἁγιάσου, ὦ Δημήτριε σέμνωμα, πάσης Λέσβου δε, ἀληθῆ ἐντρυφήματα· βάσις νέα τῆς πίστεως, ἑδραία καὶ ἄσειστος, τῶν Ὀρθοδόξων ἡ δόξα, τῶν δυσσεβῶν ἡ καθαίρεσις. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Νεομαρτύρων δυάς· ἄρνες Κυρίου ἀληθῶς νεοσύλλεκτοι, οἱ πίστει προσενεχθέντες, ὡς προσφοραὶ λογικαί, τῷ Σωτῆρι πάντων δι’ ἀθλήσεως· οἱ γνώμης στεῤῥότητι, ὡς ζωῆς θείας αἴτιον, τὸν δι’ ἀγχόνης, ὑπομείναντες θάνατον, δι’ οὗ εὕρατε, τὴν ἀθάνατον εὔκλειαν. Μάρτυρες ἀεισέβαστοι, στεῤῥὲ Ἀναστάσιε, σὺν τῷ κλεινῷ Δημητρίῳ, ἡμῶν προστάται καὶ ἔφοροι. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.


Δόξα. Ἦχος πλ. δ΄.
Ἀγχονισθέντες ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, τὴν ἀθάνατον ζωήν, ἐν οὐρανοῖς ἐκληρώσασθε, Ἀναστάσιε καὶ Δημήτριε, τῆς Λέσβου τὰ ἱερὰ ἐγκαλλωπίσματα· διὸ Χριστῷ παριστάμενοι, πρεσβεύετε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν πίστει, τὸ σεπτὸν ὑμῶν μνημόσυνον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖοι ὄρπηκες, τῆς νήσου Λέσβου, ἀνεδείχθητε, χρόνοις ὑστέροις, Ἀναστάσιε ὁμοῦ καὶ Δημήτριε, ὑπὲρ Χριστοῦ ὁμοφρόνως ἀθλήσαντες, καὶ τὸν ἀρχαῖον ἐχθρὸν καταισχύναντες. Νέοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλεν ἡμῖν, ὡς καινὸς ἑωσφόρος, ἡ μνήμη ἡ σεπτή, τῆς ὑμῶν μαρτυρίας, διττοὶ Νεομάρτυρες, τοῦ Χριστοῦ νέα θύματα, Ἀναστάσιε, σὺν τῷ στεῤῥῷ Δημητρίῳ· ἣν γεραίροντες, ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον
Ὁ ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀσώματος γάνυται σὺν Ἁγιάσῳ ὁμοῦ, ὑμᾶς ὡς βλαστήσασαι ἐν τῇ ἀθλήσει ὑμῶν, καλλίνικοι Μάρτυρες· ὅθεν καὶ τὴν ἁγίαν, ὑμῶν μνήμην τελοῦσαι, ἅμα σὺν Δημητρίῳ, Ἀναστάσιε θεῖε, λαμβάνουσι λιταῖς ὑμῶν, χάριν θεόθεν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος δ' Ἐπεφάνης σήμερον
Ἑορτὴ ὑπέρλαμπρος ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἀγχονισθέντες δι’ ἀγάπην Κυρίου, ἀπηγχονίσατε τὸν δόλιον ὄφιν, καὶ νικηφόροι πρὸς Χριστὸν ἐδράμετε, Μάρτυς Ἀναστάσιε, καὶ Δημήτριε μάκαρ, κρίνα ὡραιότατα, τῆς Χριστοῦ Βασιλείας· διὸ συμφώνως πάντες τὴν ὑμῶν, πανηγυρίζομεν μνήμην γηθόμενοι.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΚΓ’ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…


Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Συνημμένοι δι’ ἀγάπης Χριστῷ ὁμοφρόνως, ὑπὲρ Αὐτοῦ ἠθλήσατε, Ἅγιοι Νεομάρτυρες· διὸ τῇ ἀθλητικῇ ὑμῶν ἐνστάσει, τυραννικῇ βίᾳ πέπτωκε, καὶ τῆς εὐσεβείας τὸ κράτος, ὑπὲρ ἥλιον ἔλαμψεν, ἐν ἡμέραις πονηραῖς, χαλεπῆς δουλείας. Ἀλλ’ ὡς τῆς ἄνω Βασιλείας, υἱοὶ καὶ κληρονόμοι, Ἀναστάσιε καὶ Δημήτριε, ταύτης καὶ ἡμᾶς ἀξιώσατε, ταῖς πρὸς Χριστὸν ὑμῶν δεήσεσι.

Ὁ Κανὼν ταῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ἀναστάσιον ὑμνῶ σὺν Δημητρίῳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσαι προθέμενος, τοὺς σοὺς διττοὺς Νεομάρτυρας, φιλάνθρωπε Κύριε, τὴν σὴν βοήθειαν, συνεργῆσαί μοι, αἰτοῦμαι ἐν τῷ λόγῳ, ὡς ἂν τούτων Δέσποτα, μέλψω τὴν ἄθλησιν.
Νεότητι σώματος, σύνεσιν θείαν ἐσχήκατε, καὶ γνώμην θεόφρονα, Ἅγιοι Μάρτυρες, καὶ καθείλετε, τὸν παλαμναῖον ὄφιν, ἀθλήσεως σκάμμασιν, ἐσχάτοις ἔτεσι.
Ἀγάπῃ συνδούμενοι, καὶ εὐσεβείας τῇ χάριτι, ὁμοῦ ἠγωνίσασθε, κατὰ τῆς πλάνης στεῤῥῶς, καὶ ἰσόῤῥοπον, ἀνύσαντες ἀγῶνα, τῶν ἴσων ἐτύχετε, στεφάνων Μάρτυρες.
Θεοτοκίον.
Σκηνὴ Θεοῦ ἔμψυχε, θεοχαρίτωτε Δέσποινα, ἡ σάρκα δανείσασα, τῷ Ποιητῇ τοῦ παντός, ἀπονέκρωσον, σαρκός μου τὰς ὀρέξεις, καὶ φόβῳ τῷ κρείττονι, τὸν νοῦν μου λάμπρυνον.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Τὴν πίστιν Χριστοῦ ἐν τῇ καρδίᾳ, ὡς μέγαν πλουτοῦντες θησαυρόν, τοῖς ἐκσυλῆσαι θέλουσι, ταύτην στεῤῥῶς ἀντέστητε, καὶ χαίροντες ἠθλήσατε, ὑπὲρ αὐτῆς προθυμότατα.
Ἀπτόητον φρόνημα δεικνύντες, ᾐσχύνατε τὰ τῶν ἀσεβῶν, βουλεύματα ὀλέθρια, καὶ ὡς στρουθία ἄμωμα, ἐῤῥύσθητε μακάριοι, ἐκ τῆς παγίδος τοῦ ὄφεως.
Σταυροῦ τῇ δυνάμει κρατυνθέντες, τὸ κράτος ἐχθροῦ τοῦ δυσμενοῦς, λαμπρῶς κατηγωνίσασθε, θεόφρον Ἀναστάσιε, καὶ ἔνδοξε Δημήτριε, περιφανῶς ἀριστεύσαντες.
Θεοτοκίον.
Ἰσχύν μου παράσχου Θεοτόκε, πατεῖν τοῦ ἐχθροῦ τὰς προσβολάς, καὶ πάθη τὰ τοῦ σώματος, νεκρῶσαι τὰ ὀλέθρια, ἵνα ζωὴν τὴν μέλλουσαν, κληρονομήσω δι’ ἔλεος.




Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἡ δυὰς ἡ θαυμαστή, Νεομαρτύρων τῶν διττῶν, Ἀναστάσιος ὁμοῦ, σὺν Δημητρίῳ τῷ στεῤῥῷ ἀνευφημείσθωσαν θείοις ἐν ᾄσμασιν· οὗτοι γὰρ στεῤῥῶς, κατηγωνίσαντο, πᾶσαν τοῦ ἐχθροῦ, δεινὴν ἐπίνοιαν, ἀθλητικῶς Χριστῷ ἀκολουθήσαντες, καὶ νικηφόροι ἐγένοντο· καὶ νῦν συνόντες, Μαρτύρων δήμοι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Δόξα. Καὶ νῦν ... Τῆς Ἑορτῆς
Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Οἱ τῶν πάλαι Ἀθλοφόρων μιμηταὶ καὶ ὁμότροποι, τὰ τῆς νήσου Λέσβου, ἄνθη ἀληθῶς τὰ ἀμάραντα, ὁ Ἀναστάσιος ἅμα καὶ Δημήτριος, εὐφημείσθωσαν, οἱ τοῦ Χριστοῦ Νεομάρτυρες.
Νέοι ὤφθητε ὁπλῖται τῆς Χριστοῦ παρατάξεως, ἐν ὑστέροις χρόνοις, πίστει καὶ γενναίῳ φρονήματι, παραταξάμενοι κατὰ τοῦ ἀλάστορος, καὶ νικήσαντες, ἅπασαν τούτου τὴν δύναμιν.
Ὑπὲρ πάντα τὰ ἐν κόσμῳ, τὸν Χριστὸν ἀγαπήσαντες, νεότητος ὥραν, ὡς οὐδὲν ἡγήσασθε Ἅγιοι, καὶ δωρεαῖς τῶν τυράννων οὐκ ἐκάμφθητε· ὅθεν εὕρατε, δόξαν καὶ πλοῦτον οὐράνιον.
Θεοτοκίον.
Μὴ κενώσας τοὺς πατρώους ὁ Υἱὸς κόλπος ἄχραντε, ἐν τῇ Σῇ νηδύϊ, ὅλος ὑπὲρ νοῦν κατεσκήνωσε, καὶ ἐν τοῖς κόλποις Σου νήπιος καθέζεται, ᾧ παρίστανται, δέει Ἀγγέλων τὰ τάγματα.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Νοΐ οὐρανόφρονι, νοήσαντες μακάριοι, τὴν τοῦ βροτοκτόνου πανουργίαν, λόγων θωπείαις, καὶ ἀπειλαῖς τῶν ἐχθρῶν, ἄσειστοι ὡς πύργοι ἀῤῥαγεῖς, Μάρτυρες ἐδείχθητε, ταῖς ἀτρέπτοις ἐνστάσεσιν.
Ὡς εἶδον καὶ ἔγνωσαν, τῆς Ἄγαρ οἱ ἀπόγονοι, τὸ ἀκαταγώνιστον ἐν πᾶσιν, ὑμῶν καλλίνικοι Νεομάρτυρες, ὡς Χριστοῦ ἀρνία λογικά, ὑμᾶς ἐθανάτωσαν, δι’ ἀγχόνης μακάριοι.
Συνδέσμῳ τῆς πίστεως, ὡς ἀληθῶς ἑνούμενοι, ἄμφω ἠγωνίσασθε προθύμως, ὑπὲρ τῆς δόξης, Χριστοῦ τοῦ πάντων Θεοῦ, καὶ ἴσων ἐπάθλων παρ’ Αὐτοῦ, καὶ τῶν ὑπὲρ ἔννοιαν, ἀγαθῶν ἠξιώθητε.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον, φωτολαμπὲς ὑπάρχουσα, κεχαριτωμένη Θεοτόκε, οἶκόν με δεῖξον τῆς θείας χάριτος, διὰ πολιτείας καθαρᾶς, τὸν νοῦν μου καθάρασα, μητρικῇ Σου χρηστότητι.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Νεοθαλῆ ἄνθη ὤφθητε, γενναῖοι τοῦ Χριστοῦ Νεομάρτυρες, ἡμᾶς εὐφραίνοντες, τῇ εὐωδίᾳ τῆς χάριτος, Δημήτριε θεόφρον, καὶ Ἀναστάσιε.
Δυνάμει θείᾳ νευρούμενοι, τυράννων ἀπειλὰς οὐκ ἐπτήξατε, Ἅγιοι Μάρτυρες, ἀλλ’ ἀπτοήτῳ φρονήματι, τὸν δι’ ἀγχόνης θάνατον, ὑπεμείνατε.
Ἡ Ἁγιάσος ἀγάλλεται, ὁμοῦ καὶ ὁ Ἀσώματος Ἅγιοι, ὑμᾶς βλαστήσασαι, οἷάπερ δένδρα κατάκαρπα, Δημήτριε θεόφρον, καὶ Ἀναστάσιε.
Θεοτοκίον.
Μαρία Μῆτερ ἀπείρανδρε, Χριστοῦ τοῦ Ποιητοῦ πάσης κτίσεως, Μαρτύρων στήριγμα, καὶ εὐσεβῶν καταφύγιον, ἡμᾶς τῆς τοῦ Βελίαρ, μανίας λύτρωσαι.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ Χριστοῦ τοὺς Μάρτυρας, ἀνευφημήσωμεν πάντες, τὸν κλεινὸν Δημήτριον, καὶ Ἀναστάσιον ἅμα. Οὗτοι γάρ, συνδεδεμένοι πίστει τῇ θείᾳ, ἤθλησαν, μέχρι θανάτου ἀνδρειοφρόνως, καὶ λαμπρῶς συνδοξασθέντες, ἡμῖν αἰτοῦνται, χάριν καὶ ἔλεος.
Ὁ Οἶκος.
Ἀγωνισάμενοι καλῶς, ἐν τοῖς ἐσχάτοις χρόνοις, κατεπαλαίσατε ἐχθρόν, ἐν ἀσθενείᾳ τῆς σαρκός, ἅγιοι παῖδες τοῦ Χριστοῦ, Μάρτυρες στεφηφόροι· ὁμοφροσύνῃ γὰρ συνδεδεμένοι, τῆς πρὸς Χριστὸν ἀγάπης καὶ πίστεως, ἀῤῥαγῆ καὶ ἀδιάσπαστον τὸν σύνδεσμον, μέχρι τέλους, ἐν πολλῇ φρονήσει καὶ ἀνδρείᾳ διετηρήσατε· ὅθεν Ἀγαρηνῶν τὴν μανίαν καὶ τὸ θράσος, οὐδόλως ἐπτοήθητε, οὐδὲ ταῖς ἐπαγγελίαις καὶ δωρεαῖς τῶν ἐπιγείων ἀγαθῶν ἐχαυνώθητε. Ἀλλ’ ἀτρέπτῳ παῤῥησίᾳ, καὶ φαιδρῷ προσώπῳ, τὸ δι’ ἀγχόνης θάνατον ὑπέστητε, Ἀναστάσιε Ἀσωμάτου κλέϊμα, καὶ Δημήτριε Ἁγιάσου καύχημα· καὶ λαμπρῶς συνδοξασθέντες, ἡμῖν αἰτοῦνται, χάριν καὶ ἔλεος.

Συναξάριον.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, οἱ Ἅγιοι Νεομάρτυρες Ἀναστάσιος ὁ ἐξ Ἀσωμάτου καὶ Δημήτριος ὁ ὁ ἐξ Ἁγιάσου τῆς Λέσβου, ἐν Κασαμπᾷ τῆς Μικρᾶς Ἀσίας, ἐν ἔτει 1816ῳ, ἀγχόνῃ τελειοῦται.
Σύμφρων Ἀναστάσιος ὢν Δημητρίῳ,
ὁμοῦ ἤθλησαν ὑπὲρ Χριστοῦ ἀνδρείως.
Ἀεθλοφόροι ἀρτιφανεῖς ἄμφω τετλήκασι βρόχον

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.
Ἐκ τῆς στολῆς μέν, σεπτὸς Εὖπλος Λευΐτης.
Ἐκ τῆς τομῆς δέ, στεῤῥὸς ὄντως ὁπλίτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νήφωνος, πατριάρχου Κωνσταντινουπόλεως.
Λιπὼν ὁ Νήφων τὴν κάτω προεδρίαν,
Χριστῷ παρέστῃ τῷ Προέδρῳ τῶν ὅλων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Νεόφυτος, Ζήνων, Γάϊος, Μάρκος, Μακάριος καὶ Γαϊανός, πυρὶ τελειοῦνται.
Νεοφύτῳ, Ζήνωνι καὶ ταῷ Γαΐῳ,
στρωμνή τίς ἡ κάμινος, ἧς κεῖνται μέσον.
Ὤφθησαν ὀσμὴ θυμιαμάτων ξένη,
τρεῖς ζωοάκαυστοι Μάρτυρες τῇ Τριάδι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πασσαρίωνος.
Ὁ Πασσαρίων πᾶσαν ἀρετὴν φέρων,
πασῶν ἀμοιβάς, γῆς ἀποστάς, λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις θαύματος ἐν Κερκύρᾳ, κατὰ ταῶν Ἀγαρηνῶν, τοῦ Ἁγίου Σπυρίδωνος
Ἔῤῥηξε παῖδας στρατιᾶς ἀλλοφύλων,
Πόλιν τ’ ἔσωσε Κερκύρας ὁ προστάτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν τῶν Σπηλαίων τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Ὁσιομαρτύρων Βασιλείου Θεοδώρου, τῶν ἐν τῷ Σπηλαίῳ, τῶν Ῥώσσων.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν
Ἀκυρώσατε ὁμολογίᾳ πίστεως καὶ στάσει κρείττονι, τὴν καθ’ ἡμῶν τοῦ ἐχθροῦ, μανίαν καὶ ἔνστασιν, Χριστῷ κραυγάζοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τί παρέχετε φθαρτὰ ἡμῖν δωρήματα; Χριστὸς γὰρ καύχημα, ἡμῶν πνοὴ καὶ ζωή, καὶ πλοῦτος οὐράνιος, καὶ γέρας ἄφθαρτον, ἀνεκράζετε, Ἅγιοι Νεομάρτυρες, τοῖς τῆς Ἄγαρ ἀπογόνοις.
Ῥῶσιν ἔβλυζον ὑμῶν τὰ θεῖα λείψανα τῇ θείᾳ χάριτι, τοῖς προσιοῦσι πιστῶς, Δημήτριε ἔνδοξε, καὶ Ἀναστάσιε. Νῦν δὲ ἄφθονον, χάριν ἡμῖν καὶ ἔλεος, ἡ πρεσβεία ὑμῶν νέμει
Ἰδοὺ ἅπαντες οἱ Ἁγιάσου κάτοικοι πόθῳ συνήλθομεν, καὶ Ἀσωμάτου ὁμοῦ, λαμπρῶς ἑορτάζοντες, ὑμῶν τὴν ἄθλησιν, Νεομάρτυρες, ὑμῶν ἐπιβοώμενοι, τὴν ταχείαν προστασίαν.
Θεοτοκίον.
Ὡς κυήσασα Θεὸν τὸν Παντοκράτορα ὑπὲρ κατάληψιν, ἐν ἀνθρωπίνῃ μορφῇ, βελῶν με ἀπάλλαξον, τοῦ κοσμοκράτορος, τοῦ ὡς λέοντος, ὡρυομένου Δέσποινα, κατ’ ἐμοῦ ἐν πάσῃ ὥρᾳ.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Γλώσσῃ θεολήπτῳ Ἀθλοφόροι, τὸ ὄνομα τοῦ Σωτῆρος τὸ πανάγιον, πρὸ κριτῶν κηρύξαντες, ἀνομούντων χαίροντες, Δημήτριε μακάριε, καὶ Ἀναστάσιε, ᾐσχύνατε, ταὴν βέβηλον πλάνην, ἐν ἐσχάτοις χρόνοις, λαμπρῶς ἐνηθληκότες.
Ἔχοντες ἀγάπης τοῦ Κυρίου, τὴν φλόγα ἐν τῇ καρδίᾳ τὴν οὐράνιον, ἐν χαρᾷ ἐσπεύδετε, ὡς ἀρνία ἄκακα, οὐδόλως κραυγάζοντα, οὐδὲ ἐρίζοντα, πρὸς θάνατον, ἀνάπλεως δόξης, Δημήτριε μάκαρ, σὺν τῷ Ἀναστασίῳ.
Ῥώμῃ ψυχικῇ ἀκαταλήπτῳ, ἐν ὥρᾳ τῇ ἀνθηρᾷ τῇ τῆς νεότητος, δι’ ἀγάπην Ἅγιοι, τοῦ τῶν ὅλων Κτίσαντος, τὸν δι’ ἀγχόνης θάνατον, καθυπεμείνατε, καὶ ἤρθητε, πρὸς ἄῤῥητον δόξαν, Δημήτριε μάκαρ, σὺν τῷ Ἀναστασίῳ.
Θεοτοκίον.
Ἄγγελοι ὑμνοῦσί Σου τὴν δόξαν, Παρθένε τὴν ὑπὲρ λόγον καὶ διάνοιαν, καὶ βροτῶν συστήματα, τὴν μεγαλοπρέπειαν, αἰνοῦσι καὶ δοξάζουσι, τῶν μεγαλείων Σου· τῷ τόκῳ Σου γὰρ πάντας συνῆψας, κεχαριτωμένη, εἰς μίαν συμφωνίαν.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Στόματι λαμπρῷ, διττοὶ Νεομάρτυρες ἀνακηρύξαντες, κλῆσιν τὴν Χριστώνυμον, ἐπὶ ἀδίκων κριτῶν ἀπτόητοι, ὑπὲρ αὐτῆς ἐθάνετε, ἀγαλλιώμενοι, καὶ τῶν πάλαι, Ἀθλητῶν ἰσότιμοι, ὡς ὁμότροποι ὤφθητε Ἅγιοι.
Ἶσον ἀληθῶς, ἀγῶνα ἀνύσαντες, γνώμης ἰσότητι, καὶ στεῤῥῷ φρονήματι, ἴσων ἐπάθλων κατηξιώθητε, Δημήτριε μακάριε, καὶ Ἀναστάσιε, ἐκ Κυρίου, ὡς Αὐτοῦ ἀήττητοι, στρατιῶται καὶ Μάρτυρες ἔνδοξοι.
Μνήμην τὴν ὑμῶν, γεραίρει τοῖς ᾄσμασιν, ἡ Λέσβος χαίρουσα, ἐξαιρέτως Ἅγιοι, ἡ Ἁγιάσος καὶ ὁ Ἀσώματος, συμφώνως μακαρίζουσιν, ὑμῶν τὴν ἄθλησιν, πολιούχους ὑμᾶς ἐπιγράφουσαι, καὶ θερμοὺς πρεσβευτὰς πρὸς τὸν Κύριον.
Οἱ νεοφανεῖς, ὁπλῖται τῆς πίστεως, Ἅγιοι Μάρτυρες, Λέσβου ὡραΐσματα, ὁ Ἀναστάσιος καὶ Δημήτριος, προσδέξασθε τὸν ὕμνον μου, ὡς δῶρον ἔνθεον, καὶ πταισμάτων, λύσιν μοι αἰτήσασθε, καὶ φωτὸς οὐρανίου τὴν μέθεξιν.
Θεοτοκίον.
Ὕψιστον Θεόν, δι’ ἄφατον ἔλεος, κυοφορήσασα, ὑπὲρ πᾶσαν ἔννοιαν, τὸν τὴν πεσοῦσαν φύσιν ὑψώσαντα, ἡμῶν πρὸς ζωὴν κρέιττονα, θεοχαρίτωτε, τῆς ψυχῆς μου, πάντα τὰ κινήματα, πρὸς ὑψώσεις ἁγίας κατεύθυνον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Συμφώνως ἐναθλήσαντες, ἐν τοῖς ἐσχάτοις ἔτεσιν, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος, καθείλετε τὴν ἀπάτην, θεόφρον Ἀναστάσιε, καὶ ἔνδοξε Δημήτριε, καὶ νῦν θερμῶς πρεσβεύσατε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἱερὰν ὑμῶν μνήμην.
Ἐξαποστειλάριον. Τῆς Ἑορτῆς. Ἦχος γ' αὐτόμελον
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ὁμοφροσύνῃ καὶ πίστει θείᾳ συνδούμενοι, ἠθλήσατε νομίμως, Ἀναστάσιε μάκαρ, ὁμοῦ σὺν Δημητρίῳ ὑπὲρ Χριστοῦ, καὶ τὴν πλάνην ᾐσχύνατε· ὅθεν ἀξίως ἐν δόξῃ μαρτυρικῇ, ὁ Χριστὸς ὑμᾶς ἐδόξασε. (Δίς)

Τὴν χριστεπώνυμον κλῆσιν ὁμολογήσαντες, μιᾷ φωνῇ συμφώνως, τοῖς ἐκγόνοις τῆς Ἄγαρ, ἐθάνατε προθύμως ὑπὲρ Χριστοῦ, δι’ ἀγχόνης μακάριοι, καὶ Ἀθλητῶν τῶν ἀρχαίων ἰσοκλεεῖς, Νεομάρτυρες ἐδείχθητε.

Τὴν θαυμαστὴν ξυνωρίδα τῶν Ἀθλοφόρων Χριστοῦ, σὺν τῷ Ἀναστασίῳ, τὸν Δημήτριον πάντες, τιμήσωμεν συμφώνως βοῶντες αὐτοῖς· Νεομάρτυρες ἔνδοξοι, τὰς ἐνεγκούσας πατρίδας ὑμῶν ἀεί, πάσης βλάβης διασώζετε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, εἰς ἓν συνελθόντες, τῶν νεοφανῶν Μαρτύρων, τὴν μνήμην πανηγυρίσωμεν, τὴν ἐξ αὐτῆς ὠφέλειαν καρπούμενοι. Καὶ δαβιτικὴν ἀναλαβόντες φωνήν, ἐν ἀγαλλιάσει καρδίας, τούτοις βοήσωμεν· Μακάριοι ἐστέ, παῖδες ἅγιοι, καὶ θεοπόθητοι, δυὰς εὐλογημένη καὶ μακαρία. Οἱ ὑπὲρ πάντα Χριστὸν ἀγαπήσαντες, καὶ τὸν δι’ ἀγχόνης θάνατον, ὑπὲρ Αὐτοῦ προθύμως αἱρετισάμενοι, καὶ περιφανῶς δοξασθέντες, ἐν τῇ ἀϊδίῳ δόξῃ, τῆς ἀθανάτου ζωῆς. Ἀλλ’ ὦ Ἀναστάσιε καὶ Δημήτριε, Νεομαρτύρων ἀγλάϊσμα, μὴ παύσησθε πρεσβεύειν Κυρίῳ, ὑπὲρ τῶν τιμώντων, τὴν μακαρίαν ὑμῶν ἄθλησιν.






Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτὸς
Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Μάρτυρες Κυρίου νεοφανεῖς, Ἀσωμάτου δόξα, Ἁγιάσσου τε καλλονή, σὺν Ἀναστασίῳ, Δημήτριε τρισμάκαρ, ἡμᾶς πάσης ἀνάγκης, λυτροῦσθε πάντοτε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου