Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 17. ΑΓΙΕΣ ΜΑΡΤΥΡΕΣ ΣΟΦΙΑ, ΠΙΣΤΙΣ, ΕΛΠΙΣ, ΑΓΑΠΗ ΑΚΟΛΟΥΘΙΑ







ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΖ΄

ΣΟΦΙΑ, ΠΙΣΤΙΣ, ΕΛΠΙΣ, ΑΓΑΠΗ ΜΑΡΤΥΡΕΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν

Παρθένοι νεάνιδες, φύσεως νόμῳ συνδούμεναι, καὶ σαφῶς κρατυνόμεναι, ἀγάπῃ τοῦ κτίσαντος, τὸν δεσμὸν τῆς πλάνης, διέλυσαν πίστει, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ἀνδρειωθεῖσαι, πίστει συνέτριψαν, καὶ νίκης διαδήματι, φωτοειδῶς ἐκοσμήθησαν καὶ νυμφῶνα κατῴκησαν, νοητῶς ἀγαλλόμεναι. (Δίς)

 

Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος, καὶ Ἐλπὶς ἡ θεόσοφος, ἀρετῶν ἐπώνυμοι, τῶν φαεινοτάτων, ἀναδεδειγμέναι, ἀθλητικῶς τὸν πονηρόν, καταβαλοῦσαι τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα, τοῦ Παραδείσου τὴν οἴησιν, θεωθεῖσαι ἀπέλαβον, ὑπὲρ πάντων πρεσβεύουσαι.

 

Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων, καὶ θανάτου αἱ πάνσεμνοι· Νυμφίου τὸ κάλλος γάρ, τοῦ ὡραιοτάτου, πίστει ἐκζητοῦσαι, διὰ ποικίλων αἰκισμῶν, ὡραιωθεῖσαι, τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη τε· δι΄ αὐτῶν ἡμᾶς Κύριε, τῶν δεινῶν ἐλευθέρωσον.

 

Δόξα Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ἔργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ  τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διόπερ, δέομαι, πανύμνητε, τῇ δυναστείᾳ σου, ῥήξασα παθῶν μου τὰ ῥάκη, τὸν τῆς ἀπαθείας χιτῶνα, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε. 

 

 

Εἰς τὸν στίχον. Προσόμοια. Ἦχος β΄ Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, τῇ ἐτησίῳ μνήμῃ, τῶν τοῦ Χριστοῦ Παρθένων, καὶ ταύτας ευφημήσωμεν.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Νεάνιδες σεμναί, τῶν ἀθληφόρων κλέος, ἡ δόξα τῶν παρθένων, Χριστὸν νῦν δυσωπεῖτε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἡ τρίφωτος λαμπάς, τὸ σκήνωμα Τριάδος, Πίστις, Ἐλπίς, Ἀγάπη, σεμνῆς Σοφίας κλάδοι, φαιδρῶς ἀνευφημείσθωσαν.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τῷ θείῳ τετρωμέναι ἔρωτι τῆς ἀγάπης τοῦ Χριστοῦ, αἱ σεμναὶ τρεῖς ἀδελφαί, Πίστις, Ἐλπίς, Ἀγάπη, τὰς ἰοβόλους τοῦ τυράννου θωπείας ἐξέφυγον, καὶ ἀλγεινὰς βασάνους, ἀνδρειοφρόνως ὑπέμειναν· μαρτυρικοῖς δὲ κοσμηθεῖσαι στεφάνοις, πρεσβεύουσιν ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων τὴν ἱερὰν αὐτῶν ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον. Οἶκος τοῦ Ἐφραθᾶ.

Θεὸν καὶ λυτρωτὴν καὶ Δεσπότην τεκοῦσα, Παναγία Παρθένε, αὐτὸν ἀεί, δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων σε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν. Ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπέμειναν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι΄ αὐτῶν πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

 

Καὶ Ἀπόλυσις.

 
ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Σταυροῦ γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Σήμερον ἐξέλαμψε φωτοειδὴς ὥσπερ ἥλιος, ὁ Σταυρός σου ὁ τίμιος, Χριστὲ στηριζόμενος, ἐν Κρανίου τόπῳ, τῷ δεδοξασμένῳ· καὶ ἀνυψούμενος Σωτήρ, ἐπὶ τὸ ὄρος σου τὸ πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι' αὐτοῦ Παντοδύναμε, τὴν ἡμῶν φύσιν ὕψωσας, οὐρανοῖς ὡς φιλάνθρωπος.

 

Ἀνήγγειλαν σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε, τοῖς ἀνθρώποις τὴν δόξαν σου· φαιδρῶς ἐξαστράψας γάρ, τοῦ Σταυροῦ ὁ τύπος, φέγγει ἀπροσίτῳ, τὴν μανιώδη καὶ σκληράν, τῶν θεοκτόνων γνώμην διήλεγξε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Σταυρὸς ὁ πανάγιος, τὸ ἀκατάληπτον τρόπαιον, ἀπὸ γῆς φανερούμενον, σήμερον προέρχεται, ὥσπερ κεκρυμμένος, θησαυρὸς πλουτίζων, τὴν οἰκουμένην ταῖς αὐγαῖς, τῆς παγκοσμίου αὐτοῦ χρηστότητος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Ἕτερα προσόμοια. Τῶν Ἁγίων. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Παρθένοι νεάνιδες, φύσεως νόμῳ συνδούμεναι, καὶ σαφῶς κρατυνόμεναι, ἀγάπῃ τοῦ κτίσαντος, τὸν δεσμὸν τῆς πλάνης, διέλυσαν πίστει, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ἀνδρειωθεῖσαι, ποσὶ συνέτριψαν, καὶ νίκης διαδήματι, φωτοειδῶς ἐκοσμήθησαν, καὶ νυμφῶνα κατῴκησαν, νοητὸν ἀγαλλόμεναι.

Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος, καὶ Ἐλπὶς ἡ θεόσοφος, ἀρετῶν ἐπώνυμοι, τῶν φαεινοτάτων, ἀναδεδειγμέναι, ἀθλητικῶς τὸν πονηρόν, καταβαλοῦσαι, τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα, τοῦ Παραδείσου τὴν οἴκησιν, θεωθεῖσαι ἀπέλαβον, ὑπὲρ πάντων πρεσβεύουσαι.

Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων, καὶ θανάτου αἱ πάνσεμνοι· νυμφίου τὸ κάλλος γάρ, τοῦ ὡραιοτάτου, πίστει ἐκζητοῦσαι, διὰ ποικίλων αἰκισμῶν, ὡραιωθεῖσαι, τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα, Πίστις Ἐλπὶς καὶ Ἀγάπη τε, δι᾽ αὐτῶν ἡμᾶς Κύριε, τῶν δεινῶν ἐλευθέρωσον.

 

 

Δόξα. Ἦχος πλ. β'.

Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τῶν σοφοτάτων Παρθένων, τοὺς πιστοὺς φαιδρύνουσα καὶ πρὸς πανήγυριν ἑόρτιον τῶν ὀρθοδόξων τὰ πλήθη συνάγουσα. Δεῦτε οὖν, φιλέορτοι, ᾄσματικοῖς ἐγκωμίοις, τὰς τοῦ Χριστοῦ Ἀθληφόρους, ὑμνήσωμεν λέγοντες· Χαίροις, Πίστις πολύαθλε, ἡ μαστῶν τὴν ἐκκοπὴν καὶ μελῶν τὴν ἀφαίρεσιν ἀνδρικῶς ὑπομείνασα, καὶ τοῦ τυράννου τὸ θράσος καταβαλοῦσα. Χαίροις, Ἐλπὶς παναοίδιμε, ἡ τὰς ἰοβόλους τοῦ δυσσεβοῦς θωπείας ἐκφυγοῦσα, καὶ ἑαυτὴν θῦμα εὐπρόσδεκτον τῷ Θεῷ προσαγαγοῦσα. Χαίροις, Ἀγάπη πανεύφημε, ἡ τῇ γλώσσῃ ἀσεβεῖς καταπλήξασα καὶ βασάνοις ἀλγειναῖς ἑαυτὴν παραδοῦσα, δι' ἀγάπην τοῦ Λυτρωτοῦ σου. Χαίρετε, αὐταδέλφων τριάς, τῆς ὑπερφώτου Τριάδος ὑπέρμαχοι καὶ ὀρθοδόξων δογμάτων διαπρύσιοι κήρυκες. Μὴ παύσητε, δεόμεθα, πρεσβεύειν ὑπὲρ ἡμῶν, σὺν Σοφίᾳ μητρὶ τῇ θεόφρονι, τοῦ λυτρωθῆναι κινδύνων τοὺς ἐν πίστει τελοῦντας ἀεὶ τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Τῶν Προφητῶν αἱ φωναί, τὸ ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι' οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ' ὁ μόνος ἐν ἐλέει ἀμέτρητος. Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 )

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ

τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ

αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,

καὶ ἐργάταις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ

καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς

τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο,

ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ

λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ

πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι,

καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

 

 

 

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓ, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἦχος α'.

Τῆς γεηρᾶς τρυφῆς τὴν ἀπόλαυσιν ὑπεριδοῦσαι, τὸν ὄλβον καὶ τὴν δόξαν μισήσασαι, τὸν οὐράνιον Νυμφίον ἐποθήσατε, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, ἱερώτατοι κλάδοι Σοφίας τῆς σεμνῆς. Ἀχθεῖσαι γὰρ ἐνώπιον τυράννου ἀσεβοῦς καὶ τὸ ἀσθενὲς τῆς φύσεως ἀποῤῥίψασαι, ἀνδρικῶς τὴν πλάνην τούτου ἠλέγξατε, τὰ αὐτοῦ σεβάσματα μυκτηρίσασαι, ὡς ἀκοῆς ὑστερούμενα καὶ λόγον μὴ ἔχοντα· Χριστὸν δὲ μετὰ παῤῥησίας κηρύξασαι, ἀλγειναῖς βασάνοις ἀπηνῶς παρεδόθητε, καὶ τῷ ξίφει τὰς κεφαλὰς ἀποτμηθεῖσαι, εἰς οὐράνιον νυμφῶνα Χριστοῦ μετὰ τῶν φρονίμων συνεισήλθετε παρθένων, Ἀγγέλοις συγχορεύουσαι· καὶ τῶν πιστῶν τὰς νόσους τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος ἰώμεναι, πρεσβεύσατε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β'

Τριάδος τῆς σεπτῆς παρθένοι ἰσάριθμοι, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, τῷ θείῳ πυρπολούμεναι ζήλῳ, ἐν τῷ σταδίῳ πάσχουσαι ἔλεγον· δεινὰ μέν, ὦ δικαστά, τὰ παρόντα κολαστήρια, οὐ προκρίνομεν δὲ ὅλως τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τύπτε τὸ σῶμα, ξέε τὰς σάρκας ἡμῶν καὶ πυρὶ παράδος ἡμᾶς. Χαίρουσαι ἀπίωμεν πρὸς τὸν νυμφίον Χριστόν. Ὃν δυσωπεῖτε, δεόμεθα πανένδοξοι, καταπέμψαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος γ'

Εὐσεβείας φωτὶ τὰς ψυχὰς ἐλλαμφθεῖσαι, ἐν γυναικείᾳ φύσει καὶ ἡλικίᾳ σμικρᾷ τὸν νοητὸν Γολιὰθ κατῃσχύνατε, τὸν τὴν Προμήτορα σχόντα ὄργανον πρὸς ἁμαρτίαν. Ἄτρέπτως γὰρ καὶ ἀφύρτως ἐκ Παρθένου σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, ὡς οἶδε μόνος αὐτός, τὴν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἔλυσε κατάραν, ὁ Δεσπότης τῶν ἁπάντων Χριστός, ὁ στέφει ἀφθάρτῳ στεφανώσας ἀξίως τὰς ἰσαρίθμους τῆς Τριάδος Παρθένους, Πίστιν, Ἐλπίδα καὶ Ἀγάπην, τὰ ἀγλαὰ τῆς Σοφίας τέκνα, καὶ δι' αὐτῶν δωρούμενος τῷ κόσμῳ ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος δ'

Παρθενίας κάλλεσι λαμπόμεναι καὶ μαρτύρων διαδήμασι κεκοσμημέναι, διπλοῦς στεφάνους ἀξίως παρὰ Χριστοῦ ἐκομίσαντο, αἱ καλλίνικοι Μάρτυρες Πίστις, Ἀγάπη καὶ Ἐλπίς, τὰ τῆς σεμνῆς Σοφίας ἀγλαόκαρπα θρέμματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, δώρησαι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α'.

Δεῦτε, τὴν πανένδοξον μνήμην τῶν τοῦ Χριστοῦ ἀθλοφόρων, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Αὗται γὰρ εἰς οὐδὲν λογισάμεναι τὸ θῆλυ, τῷ τοῦ τυράννου βήματι εὐθαρσῶς παρέστησαν, καὶ ἀναλαβοῦσαι τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ δυσσεβεῖ ἀντιπαρετάχθησαν, καὶ ἐθελούσια θύματα τῷ Θεῷ προσηνέχθησαν, γενναίως ὑπὲρ πίστεως ἀθλήσασαι. Διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμεναι, ἐκραύγαζον· Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν Σου, ὅτι Σὲ ποθήσασαι, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς. Ταῖς πρεσβείαις αὐτῶν, ὑπεράγαθε Χριστὲ ὁ Θεὸς ἡμῶν, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ δώρησαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

 

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.

Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε· τὸ δὲ τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη ἀφθαρσίαν τρυγῶντες, κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

 

Εἰς τὸν Στίχον. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.

Τῷ τῆς σοφίας φωτὶ καταυγασθεῖσαι, πανεύφημοι μάρτυρες τῶν ἀρετῶν ἡ τριάς, τὰ τῆς Σοφίας βλαστήματα καὶ τῶν παρθένων καὶ ἀθλοφόρων τὸ ἐγκαλλώπισμα· Τριάδος ὑπέρμαχοι ἐν ἡλικίᾳ μικρῇ, παρανομοῦντα ᾐσχύνατε, καὶ παῤῥησίᾳ τὴν τούτου πλάνην ἐμυκτηρίσατε. Ὅθεν βασάνοις παρεδόθητε ἀλγειναῖς, ὦ σεμναὶ τρεῖς νεάνιδες, καὶ τὴν κάραν τμηθεῖσαι, θεῖον στέφος ἀνεδήσασθε.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χριστὸν ἐξ ὅλης ποθήσασαι καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσαι πάνσεμνοι, τῶν γεηρῶν τὴν ἀπόλαυσιν, ὡς ἐπικαίρων καὶ φθειρομένων κατεφρονήσατε, πανένδοξοι Μάρτυρες, Ἀγάπη, Πίστις, Ἐλπίς, καὶ τὰς φρονίμους ζηλώσασαι πέντε παρθένους, χοροῖς τοῖς τούτων συνηριθμήθητε, καὶ σὺν Ἀγγέλοις συγχορεύετε, μαρτυρίου στεφάνοις, κοσμούμεναι καὶ Χριστὸν δυσωπεῖτε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Στίχ. Τοῖς ἁγίοις τῆς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἐνδεδυμέναι Χριστοῦ τὴν πανοπλίαν, καλλίνικοι Μάρτυρες, Πίστις, Ἀγάπη, Ἐλπίς, τῶν ἀρετῶν αἱ φερώνυμοι ἐν τῷ σταδίῳ, ὡς ἄλλου πάσχοντος ἀνεκραύγαζον· Οὐ ξίφος, οὐ μάχαιρα, οὐκ ἐκκοπὴ τῶν μελῶν, οὔτε φλογῶν ἡ ἐπίτασις, ὑμᾶς χωρίσαι, θείας ἀγάπης, ὅλως ἰσχύουσιν· ὅθεν στεφάνους ἐκομίσαντο, τοὺς ἀφθάρτους, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος πᾶσι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἱερωτάτην σήμερον πανήγυριν συγκροτήσωμεν, πιστοί, τῇ ἐτησίῳ μνήμῃ τῶν ἀθληφόρων τοῦ Χριστοῦ, Ἐλπίδος, Πίστεως καὶ Ἀγάπης, τῶν τῆς Σοφίας βλαστημάτων. Ταῖς γὰρ βαφαῖς ταῖς ἐξ αἵματος ἑαυτὰς ὡραΐσασαι, αἱ τρεῖς ὁμώνυμοι τῶν ἀρετῶν ἀδελφαί, τῷ ὡραίῳ κάλλει Χριστῷ ἀδιαφθόρως συνήφθησαν· ᾧ καὶ πρεσβεύουσιν ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτῶν.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς Ἑορτῆς.

Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ τὸ κέρας τῶν πιστῶν συνυψοῦται βασιλέων ἡμῶν, ἐν αὐτῷ τῶν δυσμενῶν συντριβόντων τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν. Ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπέμειναν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι΄ αὐτῶν πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

 

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Συνήφθητε Χριστῷ, τῷ ὡραίῳ Νυμφίῳ, νεάνιδες σεμναὶ τῶν Παρθένων ἡ δόξα, ποικίλαις κολάσεσιν ἑαυτὰς ὡραΐσασαι· καὶ τὴν ἄναρχον νῦν ἀνυμνεῖτε Τριάδα, λαμπὰς τρίφωτε, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, Σοφίας τὸ σέμνωμα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπλώσας ἐν Σταυρῷ τὰς παλάμας, οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα· ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σὴν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμᾶς πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄ Ὁ ὑψωθείς.

Τῶν ἀθληφόρων τοῦ Χριστοῦ θείαν μνήμην, ἐπιτελοῦντες οἱ πιστοὶ ἀθροισθῶμεν καὶ πρὸς αὐτὰς δεήσεις ἀναπέμψωμεν, εὔξασθε πρὸς Κύριον, τοῦ ῥυσθῆναι γεέννης, τοὺς ἁμαρτωλοὺς ἡμᾶς, τοὺς πολλὰ ἑπταικότας· Πίστις, Ἐλπίς, Ἀγάπη, τῆς σεπτῆς Σοφίας κλάδοι, μαρτύρων ἀγλάϊσμα.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἓν παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ῥυσάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου, Κύριε.

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τῆς Σοφίας θρέμματα, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, ἀρετῶν ἐπώνυμοι φαεινότατων ἀληθῶς, θρόνῳ Θεοῦ παριστάμενοι, ὑπὲρ ἡμῶν δυσωπεῖτε, δεόμεθα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.

 

Εἶτα, οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ' Ἤχου.

Προκείμενον. Ἦχος δ': Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Εὐαγγέλιον τῶν Δέκα Παρθένων (Ματθ. κε' 1-13): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις... κ.λπ. (Ζήτει τοῦτο τῇ ἁγίᾳ καὶ Μεγάλῃ Τρίτῃ, Εἰς τὴν Λειτουργίαν, καὶ ἀνάγνωθι μέχρις: ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται).

Ό Ν' Ψαλμός

Δόξα... Ταῖς τῶν ἀθληφόρων...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'. Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν· ἐπέστη γὰρ ἡμῖν ἡ ἐτήσιος μνήμη τῶν Ἀθληφόρων τοῦ Χριστοῦ, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, πλουτοποιὰ χαρίσματα ἡμῖν κομίζουσα. Διὸ ἐν φωνῇ ἀγαλλιάσεως καὶ καθαρῷ συνειδότι ἀναβοήσωμεν, λέγοντες· Μὴ διαλίπητε πρεσβεύουσαι ἀπαύστως, ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

 

Εἶτα, οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τῆς Σοφίας ἀρίδηλα καὶ ἀγλαὰ τέκνα λιγαίνω. Θεοφάνους.

ᾨδὴ α' Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος

Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοι Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας βλαστήματα.

προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ θεόφρον κεκόσμηται· πᾶσαν διήνυσας, σοῦ τὴν ζωήν, τῷ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι.

Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος, ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνυμε.      

Σῶμα καὶ ψυχὴν δι᾽ ἀρετῆς, ἐκκαθαρθεῖσαι παρθένοι νεάνιδες, τρεῖς σοι προσηνέχθησαν, μαρτυρικῶς τῷ νοητῷ νυμφίῳ, Χριστέ, Πίστις σὺν Ἐλπίδι, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος.

Θεοτοκίον

λην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν ἐννοούμενος, ὅλην ἀνεκαίνισεν, ἐν σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον, πιστοί σε πάντες δοξάζομεν.

 

ᾨδὴ γ'. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

Φωνῆς σου ἀκούσασαι Χριστέ, καλοῦντος πρὸς ἀθάνατον, καὶ ἀπαθῆ ζωὴν ἠκολούθησαν, στεφανηφόροι παρθένοι Μάρτυρες, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

σχὺν ἐδωρήσατο Χριστός, ἑστώσαις πρὸ τοῦ βήματος, μαρτυρικοῦ ὑμῖν ὡς ὑπέσχετο, καὶ θεοπνεύστου σοφίας ἔπλησε, καὶ λαμπρὰς ἀνέδειξε, νικηφόρους Μάρτυρας, παρθενίας λαμπούσας τῇ χάριτι.

μβλύνατε νῦν τὸν δυσμενῆ, Παρθένοι τὸν μεγάλαυχον καὶ τὴν αὐτοῦ ὀφρὺν κατεβάλετε, μεγαλοφρόνως ἀγωνισάμεναι, καὶ τὸν πρὶν καυχώμενον, ἐξαλείφειν θάλασσαν, ταῖς ῥοαῖς τῶν αἱμάτων ἐπνίξατε.

Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα.

Θεοτοκίον

γίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

 

Κάθισμα τῶν Ἁγίων. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Τὰς ψυχὰς δεσμευθεῖσαι πόθῳ Χριστοῦ, τῶν φθαρτῶν καὶ προσκαίρων τὴν καλλονήν, ἐν λήθῃ παρεδράμετε, ὡς τοῦ Λόγου μαθήτριαι, ἀσκητικῶς τὸ πρῶτον, τὰ πάθη νεκρώσασαι, καὶ ἀλγειναῖς βασάνοις, στεῤῥῶς ἐναθλήσασαι· ὅθεν ὁ Δεσπότης, τῆς διπλῆς μαρτυρίας, στεφάνους ἐδωρήσατο, καὶ νυμφῶνος ἠξίωσε· Παμμακάριστοι Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Τὸ προσταχθὲν μυστικῶς

Ἐν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν· τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος, ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράζομεν· Πλήρης δόξης ὁ οἶκός σου.

 

ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι

ωσθεῖσαι τῇ χάριτι, τῇ θείᾳ καλλίνικοι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν τυράννων ἀπειλάς, ἀνδρείως κατῄσχυναν, διὰ πυρὸς ὁλοκαυτούμεναι πάνσοφοι, καὶ τῷ νυμφίῳ Χριστῷ προσαγόμεναι.

σχυσαν τοῦ Σταυροῦ, τῇ πανοπλίᾳ φραξάμεναι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν κολάσεων πληγάς, εὐτόνως αἱ Ἅγιαι, ὑπενεγκεῖν μέχρις αἱμάτων στεῤῥότατα, πρὸς τὴν ἁμαρτίαν ἀντικαθιστάμεναι.

Δυνάμει καὶ πόθῳ τῆς Τριάδος ἐῤῥώσθησαν, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, αἱ τῆς Τριάδος τῆς σεπτῆς, παρθένοι ἰσάριθμοι, καὶ ἀλγεινῶν τὴν δριμυτάτην ἐπίτασιν, ὑπενεγκεῖν αἱ πάνσεμνοι ἴσχυσαν.

σχυναν καὶ Κόραι, τρυφεραὶ τοῦ ἀλάστορος, διὰ τοῦ ὅπλου τοῦ Σταυροῦ, τὴν ὑπερήφανον ὀφρύν, καὶ πρὸς γῆν κατέβαλον, περιφανῶς τὸν πρὶν ἀμέτρως καυχώμενον, τὴν οἰκουμένην πᾶσαν καταλήψεσθαι.

Λαμπάδες τρισάριθμοι, σοφίας ἀστράπτουσαι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τοῖς τῆς Τριάδος φωτισμοῖς, σαφῶς λαμπρυνόμεναι, διαφανῶς τὰς Ἐκκλησίας φωτίζουσι, πρός σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

Θεοτοκίον

γίων Ἁγία, Θεοτόκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, εἰς σωτηρίαν τῶν ὑμνούντων σε.

 

ᾨδὴ ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει

Καρτερίᾳ τῶν φρενῶν, τὰς βασάνους ὑπέμειναν, καὶ σοφίας τῆς ἐνθέου λαλοῦσαι μυστήρια, τὸν κρατοῦντα ᾔσχυναν, αἱ τρεῖς Παρθένοι θεοφόροι, πίστει καὶ φύσει συνδούμεναι.

γάλλεται ἡ Προμήτωρ, ὁρῶσα νικώμενον τὸν δόλιον, τὸν αὐτὴν ἐξ Ἐδὲμ ἐξορίσαντα, γυναιξὶ θεόφροσιν Ἐλπίδι, Πίστει καὶ Ἀγάπῃ, τοῖς τῆς Σοφίας γεννήμασι.

οβόλους τοῦ τυράννου, θωπείας ἐξέφυγον, καὶ βασάνων τὰς πληγὰς ἑκουσίως ὑπέμειναν, αἱ σεμναὶ νεάνιδες τῇ σῇ ἀγάπῃ τετρωμέναι, Χριστὲ καὶ θείῳ σου ἔρωτι.

Θεοτοκίον

γάλλονται οὐρανῶν, αἱ Δυνάμεις ὁρῶσαί σε, εὐφραίνονται σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.

 

ᾨδὴ ς'. Ἐκύκλωσεν ἡμᾶς

Γηθόμεναι ταῖς σαῖς ἀχράντοις Δέσποτα, παλάμαις ἐναπέθεντο, τὰς ἐλπίδας, αἱ Νεάνιδες αἱ τρεῖς, καὶ τῆς Τριάδος τρισμακάριαι, τῷ ἀριθμῷ τετιμημέναι καὶ σεμνυνόμεναι.

Λαμπόμεναι τῆς παρθενίας κάλλεσι, Μαρτύρων διαδήμασιν, ἐκοσμήθησαν, καὶ στέφανον διπλοῦν, ἄνωθεν ἀξίως ἐκομίσαντο, παρὰ Χριστοῦ, τοῦ ζωοδότου καὶ πανοικτίρμονος.

νήχθησαν ἐν τῷ ναῷ σου Δέσποτα, τοῦ πάντων βασιλεύοντος, παρθενεύοντα κειμήλια σεπτά, σοῦ τῆς βασιλείας κοινωνήσοντα· σὺ γὰρ αὐτῶν, καὶ φῶς ὑπάρχεις καὶ ἀγαλλίαμα.

Θεοτοκίον

γάλλονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.

 

 

 

Κοντάκιον. Ἦχος α'. Χορὸς ἀγγελικὸς

Σοφίας τῆς σεμνῆς, ἱερώτατοι κλάδοι, ἡ Πίστις καὶ Ἐλπίς, καὶ Ἀγάπη δειχθεῖσαι, σοφίαν ἀπεμώραναν, τῶν Ἑλλήνων ἐν χάριτι· καὶ ἀθλήσασαι, καὶ νικηφόροι φανεῖσαι, στέφος ἄφθαρτον, παρὰ τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.

Ὁ Οἶκος

Ὅτε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον ἀθεΐας καὶ ἀγνωσίας ἐλαύνουσαι· καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ ἀναστὰς τριήμερος, ἐν ᾧ καὶ καυχώμεθα· ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ Χριστοῦ ἀνεδήσαντο.

 

Συναξάριον.

Τῇ ΙΖ τοῦ αὐτοῦ Μηνός,  μνήμη τῆς Ἁγίας Μάρτυρος Σοφία καὶ τῶν θυγατέρων αὐτῆς· Πίστης, Ἐλπίδος καὶ Ἀγάπης

Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς, Ἀμήν.

 

ᾨδὴ ζ'. Σὲ νοητὴν Θεοτόκε κάμινον.

Τρισοφεγγεῖ ἑνιαίᾳ χάριτι, καταλαμπόμεναι σαφῶς. αἱ παρθένοι δαιμονικήν, ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, θεολογοῦσαι καὶ μέλπουσαι· Ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Ἐν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, λαμπαδηφόροι τὰς ψυχάς, σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· Ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, αἱ θεοφόροι ἐκτήσαντο. τὸν αἰνετὸν τῶν Πατέρων ἀεὶ Θεὸν δοξάζουσαι.

Θεοτοκίον

Νέμοις, Ἁγνή, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἀνυμνοῦσί σε πιστῶς, λυτρουμένη τῶν πειρασμῶν, πάσης περιστάσεως· σὲ γὰρ νῦν κεκτήμεθα, καταφυγὴ θεονύμφευτε, ὡς αἰνετὸν τῶν Πατέρων Θεὸν χερσὶ βαστάσασα.


 

ᾨδὴ η'. Ἐν καμίνῳ Παῖδες.

Αἱ παρθένοι αἱ θεοφεγγεῖς, Πίστις, Ἐλπίς, Ἀγάπη, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ ἀπέστιλβον λέγουσαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.    

Λαμπομένας καὶ φακοειδεῖς, διὰ τοῦ μαρτυρίου προδήλως γεγενημένας, τὰς παρθένους οἱ πιστοὶ ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

αμάτων ῥεῖθρον δαψιλῶς, ἀφθόνως καὶ πλουσίως αἱ θῆκαι τῶν Ἀθληφόρων, ἀναβρύουσιν ἀεί, τοῖς πίστει κραυγάζουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Γῆ ἁγία πέφηνας Ἁγνή, τὸν ζωηφόρον στάχυν, τεκοῦσα τῆς ἀϊδίου, ζωῆς πρόξενον Χριστόν, ᾧ πάντες κραυγάζομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου.

Αἴγλης τριφεγγοῦς πληρούμεναι, καὶ λαμπηδόνος θείας νῦν ἐμφορούμεναι, αἱ ὁμώνυμοι, τῶν ἀρετῶν καὶ φερώνυμοι, τῆς Ἀγάπης, Ἐλπίδος καὶ Πίστεως, ἐλπίδι καὶ ἀγάπῃ, ἡμᾶς καὶ πίστει βεβαιώσατε.

να ἡ ἐξ ὕψους δύναμις, νῦν κατευνάσῃ τὸν κατέχοντα κλύδωνα, τῆς αἱρέσεως, ὦ Ἀθληφόροι ἀήττητοι. καὶ βραβεύσῃ πιστοῖς τὴν ὁμόνοιαν, αἰτεῖσθε δυσωποῦμεν, ἀκαταπαύστως καλλιπάρθενοι.

Νύκτα τὴν τοῦ βίου, πάνσοφοι, διαδραμοῦσαι τὴν ἡμέραν ἐφθάσατε τὴν ἀνέσπερον, μαρτυρικῶς ἀγαλλόμεναι, καὶ παρθένων καυχώμεναι χάριτι, καὶ θείας βασιλείας, τῆς ἀκηράτου ἀξιούμεναι.

Θεοτοκίον

πῶς ἡ Παρθένος τέτοκε! τὸν ἀεὶ ὄντα Λόγον καὶ ἐνυπόστατον, τὸ ἀπαύγασμα τῆς Πατρικῆς ὑποστάσεως, τὸν ἡμῶν εὐεργέτην καὶ Κύριον, ἐξ αὐτῆς σαρκωθέντα, ὃν ἐπαξίως μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῷ τῆς Τριάδος Κόραι, πυρούμεναι θείῳ ζήλῳ, τῶν ἀρετῶν τῇ τριάδι, Ἐλπίδι, Πίστει, Ἀγάπῃ, προσκείμεναι ὁμωνύμως, ἠλόγησαν τῶν βασάνων.

Καὶ τῆς Ἑορτῆς. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων σε.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. 

 

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων Ταγμάτων.

Σοφία χαῖρε καὶ σκίρτα, ἐκ σοῦ γὰρ ἤνθησαν, ὡς ἐκ λειμῶνος θείου, εὐωδέστατα κρίνα, ἡ Πίστις, ἡ Ἀγάπη καὶ ἡ Ελπίς, τῆς Τριάδος ὑπέρμαχοι· ὑπὲρ αὐτῆς γὰρ τμηθεῖσαι τὰς κεφαλάς, θεῖον στέφος ἀνεδήσαντο. (Δίς)

 

Ἀδριανοῦ τὰς κολάσεις, μὴ πτοηθεῖσαι ποσῶς, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισθεῖσαι, ὑπέστησαν κολάσεις παντοδαπὰς αἱ καλλίνικοι Μάρτυρες, Πίστις, Ἐλπίς καὶ Ἀγάπη, τῶν ἀρετῶν αἱ φερώνυμοι νεάνιδες.

 

Πίστει, ἀγάπῃ, ἐλπίδι, θωρακισθεῖσαι στεῤῥῶς, σοφίαν ἀρυσθεῖσαι ἐκ Θεοῦ τοῦ Σωτῆρος, ἐφίμωσαν τὸ στόμα Ἀδριανοῦ, δυσσεβοῦς καὶ παράφρονος, τρεῖς ἀδελφαὶ κατὰ σάρκα, Πίστις, Ἐλπίς, καὶ Ἀγάπη ἡ πανένδοξος.

 

Δόξα... Ἦχος πλ. β'.

Δεῦτε συμφώνως οἱ πιστοί, εὐχαριστήριον ὕμνον τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ μελῳδήσωμεν· ἐν γυναικείᾳ γὰρ φύσει, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, τῶν καλλινίκων Μαρτύρων ἡ τριάς, τὸ ἀόρατον κράτος τῆς ἐναντίας δυνάμεως κατηγωνίσαντο. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστέ, παράσχου τὴν εἰρήνην τῷ λαῷ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ὑδάτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι΄ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι' αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου