Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 1. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΓΓΕΛΗΣ ΧΡΥΣΟΧΟΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΥ 1!!
ΑΓΓΕΛΗΣ ΝΕΟΜΑΡΤΥΣ ΧΡΥΣΟΧΟΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὁμολογίας ἁγίας λαμπρὸν ὑπόδειγμα, καὶ Ἀθλητῶν ἐδείχθης, Ἀγγελῆ μέγα κλέος, πίστεως ἁγίας φύλαξ στεῤῥός, Ὀρθοδόξων δὲ καύχημα, Νεομαρτύρων ἀκρόπολις θαυμαστή, καὶ Μαρτύρων ἀκροθίνιον.

Ἀγαρηνῶν ἀθεότητα καὶ δυσσέβειαν, ἐν παῤῥησίᾳ Μάρτυς, ἀπελέγχεις γενναίως, Λόγον δὲ κηρύττεις λόγοις θερμοῖς, ὡς Σωτῆρα καὶ Κύριον, ἀναδειχθεὶς στεφανίτης ἐν ἐτασμοῖς, Ἀγγελῆ θεομακάριστε.

Νεομαρτύρων σὺ πέλεις τὸ ἐγκαλλώπισμα, τῶν Ὀρθοδόξων κλέος, ἀθλουμένων προστάτης, στῦλος Ἐκκλησίας τύπος πιστῶν, Ἀθλητῶν τὸ ἀγλάϊσμα, διωκομένων πανθαύμαστος βοηθός, Ἀγγελῆ Μαρτύρων ἔρεισμα.

Τῶν Ὀρθοδόξων τὴν πίστιν λαμπρῶς ἐτράνωσας, ὁμολογίᾳ θείᾳ, καὶ ἀθλήσει γενναίᾳ, Μάρτυς τοῦ Κυρίου πανευκλεές, Ἀγγελῆ θεοφρούρητε, καταβαλὼν τῶν ἀθέων Ἀγαρηνῶν, δυσσεβείας ἀθεότητα.

Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν φιλομαρτύρων ὁ σύλλογος, δεῦτε τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ μνήμην, ὕμνοις ἐγκωμίων καταστέψωμεν. Οὗτος γὰρ τὴν τῶν Ἀγαρηνῶν δυσσέβειαν καὶ ἀθεότητα ἀπέλεγξας, τὸν σαρκωθέντα Λόγον ἐν παῤῥησίᾳ ὡς Θεὸν καὶ Κύριον εὐθαρσῶς ἐκήρυξεν, ὅθεν μαρτυρικοῦ τέλους ἀξιωθείς, εἰς τὰ οὐράνια σκηνώματα αἰωνίως ἐν χαρᾷ σαββατίζει.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πάντες τὸν Ἀγγελῆ, τιμήσωμεν ἐν ὕμνοις, καὶ ἐγκωμίοις θείοις, ὡς Μάρτυρα Κυρίου, στεφανηφόρον ἔνδοξον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Αἵματι Ἀγγελῆς, ἐστήριξε τὴν πίστιν, τοῦ δουλωθέντος γένους, κηρύττων τῆς Τριάδος, τὸ κράτος το ἀνείκαστον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρει ἐν οὐρανοῖς, χορεία Πρωτοτόκων, τὸν Ἀγγελῆν ὁρῶσα, στεφόμενον ἐν δόξῃ, ὡς Μάρτυρα τῆς πίστεως.

Δόξα. Τριαδικόν.
Κύριε τοῦ παντός, Τριὰς Μονὰς Ἁγία, τοῦ Ἀγγελῆ πρεσβείαις, εἰρήνευσον τὸν κόσμον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, Κυρία Θεοτόκε, ταῖς πρὸς Χριστὸν λιταῖς Σου, χαρίτωσον ἐν ἔργοις, καὶ λόγοις τοὺς ὑμνοῦντάς Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄.  Τὸν συνάναρχον Λόγον.
Ἀγγελῆν χρυσοχόον τὸν Νεομάρτυρα, ἐν μαρτυρίου καμίνῳ δοκιμασθέντα δεινῶς, ἀνυμνήσωμεν πιστοὶ καὶ ἐκβοήσωμεν· χαῖρε χρυσίον καθαρόν, καὶ χρυσολόγε τοῦ Χριστοῦ, ἐν μέσῳ τῶν δυσσεβούντων, διδάσκων ἐν παῤῥησίᾳ, τὴν ἐκ τοῦ Λόγου σωτηρίαν βροτῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε φιλομάρτυρες, τὸν Νεομάρτυρα στέψωμεν, Ἀγγελῆν τὸν θεόφρονα, ἐν λόγοις καὶ ᾄσμασιν, ἐγκωμίων θείων, οὗτος γὰρ ἐμφρόνως, ὁμολογίᾳ ἀκλινεῖ, Χριστὸν Θεάνθρωπον ἀνεκήρυξε, καὶ πλάνης τὴν δυσσέβειαν, τῷ μαρτυρίῳ κατήσχυνε, τῇ δυνάμει τοῦ Πνεύματος, τῶν Μαρτύρων τὸ καύχημα. (Δίς)

Κόσμου ἡδυπάθειαν, καὶ ἀγαθῶν τὴν αὐτάρκειαν, ἀπηρνήθη ὁ ἔνδοξος, συζύγου ὑπόδειξιν, καὶ κλαυθμὸν καρδίας, ἐν λόγοις ἐνθέοις, ὄντως ἐνίκησε λαμπρῶς, διακηρύσσων Χριστοῦ τὴν πρόνοιαν, διὸ καὶ κατηξίωται, σαββατισμοῦ αἰωνίζοντος, Ἀγγελῆς ὁ θαυμάσιος, Νεομάρτυς καλλίνικος. (Δίς)

Ὕμνοις καταστέψωμεν, τῶν χρυσοχόων τὸ καύχημα, Ἀγγελῆν τὸν περίδοξον, Χριστοῦ τὸ ἐκτύπωμα, ἐν ἐσχάτοις χρόνοις, οὗτος γὰρ εἰσῆλθεν, ὡς ὁ χρυσὸς ἐν τῷ πυρί, τοῦ μαρτυρίου διὰ τὸν Κύριον, νικήσας τὰ φρυάγματα, Ἀγαρηνῶν καὶ ὠμότητα, τῇ ἰσχύϊ τοῦ Πνεύματος, ὁ ἀδάμας τῆς πίστεως. (Δίς)

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τῶν φιλομαρτύρων ὁ δῆμος, καὶ τῶν χρυσοχόων ὁ σύλλογος, ἐν πνευματικῇ ἀγαλλιάσει καὶ ἀνεκλαλήτῳ χαρᾷ, τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ πάνσεπτον μνήμην, ἐν ὕμνοις τιμῶντες λέγουσιν· Χαίροις τῶν πάλαι Μαρτύρων ἰσοστάσιε καὶ τῶν ἀθλουμένων τέλειον ὑπόδειγμα· χαίροις, ὁ τοῦ χρυσοῦ ἐπιμεληθείς, καὶ ὡς χρυσὸς ἐν τῷ τῶν ἐτασμῶν χωνευτηρίῳ δοκιμασθείς· χαίροις, ὁ τῆς Τριάδος τὴν πίστιν ὁμολογήσας, καὶ τὴν τῶν Ἀγαρηνῶν ἀθεότητα καταισχύνας. Καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενος, πρέσβευε Νεομάρτυς Ἀγγελῆ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἰνδίκτου. Ἦχος πλ. β´. Βυζαντίου.
Ὁ Πνεύματι ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.


Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα

Προφητείας ᾿Ησαΐου τὸ ἀνάγνωσμα (61,1-10)
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

Λευϊτικοῦ τὸ ἀνάγνωσμα (26,3-10 καὶ ἐκλογή)
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  














Λιτή. Ἦχος α΄.
Πανήγυριν πνευματικήν, καὶ ἑορτὴν θεόσδοτον, ἡ μήτηρ ἡμῶν Ὀρθόδοξος Ἐκκλησία, ἐπὶ τῇ μνήμῃ τοῦ Νεομάρτυρος Ἀγγελῆ ἐπιτελοῦσα, πάντας συγκαλεῖ ἐν εὐφροσύνῃ τοὺς πιστούς, πανηγυρίσαι καὶ βοῆσαι πρὸς αὐτόν· Χαίροις, Ἀθλοφόρε τοῦ Χριστοῦ, ὁ κατανοήσας τὸν τοῦ Πνεύματος λόγον: Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ Παραδείσῳ τοῦ Θεοῦ· οὗ τῆς τρυφῆς καὶ γλυκύτητος, εἰσελθὼν νικηφόρος εἰς τὴν ἄνω Σιών, μετὰ πάντων τῶν Ἁγίων ἀπολαύεις αἰωνίως.

Ἦχος β΄.
Δεῦτε, τῶν φιλομαρτύρων χορεία, τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ πανσέβαστον μνήμην, ὕμνοις ἐγκωμίων τιμήσωμεν. Οὗτος γὰρ ἔχων εὐήκοον πνευματικόν οὖς, ἤκουσε καὶ κατενόησε τὸν τῆς Ἀποκαλύψεως λόγον: Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. Δι’ ὃ προθύμως διὰ Χριστόν, ὡς πρόβατον ἐτύθη, καταξιωθεὶς χαρᾶς ἀνεκλαλήτου, καὶ τῆς αἰωνίου ζωῆς.

Ἦχος γ΄.
Σκιρτῶντες ἐν Πνεύματι, δεῦτε πιστοὶ τὸν Νεομάρτυρα Ἀγγελῆν, ἐν ἐγκωμίοις καταστέψωμεν. Οὗτος γὰρ τὸν οὐράνιον Ἄρτον θερμῶς ἀγαπήσας, Χριστὸν τὸν Θεόν, καὶ ὑπὲρ Αὐτοῦ ἀνδρείως ἀθλήσας καὶ μαρτυρήσας, ἐστεμμένος εἰσῆλθεν εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν, μεταλαμβάνων τοῦ μάννα τοῦ κεκρυμμένου, φέρων ἐν χερσὶν ψῆφον λευκήν, ἐν ᾗ ἀναγινώσκει τὸ καινὸν ὄνομα, ὃ ἔδωκεν αὐτῷ ὁ Κύριος.

Ἦχος δ΄.
Ἡ οὐράνιος Ἱερουσαλήμ, ἐπὶ Σοὶ Νεομάρτυς Ἀγγελῆ χαίρει, ἐν τῇ τάξει τῶν Μαρτύρων καθορῶσά σε, διὰ στέφους φωτεινοῦ ἐστεμμένον, ἐνδόξως γὰρ νικήσας ἐν τῇ στρατευομένῃ Ἐκκλησίᾳ, ἐν τῇ θριαμβευούσῃ ἐπαγάλλῃ, ἐν ἱματίοις λευκοῖς περιβεβλημένος, ὡς ἐγγεγραμμένος ἀνεξαλείπτως, ἐν τῷ τῆς αἰωνίου ζωῆς βιβλίῳ, διὰ τῆς τοῦ ἀθλοθέτου Χριστοῦ, ἐνώπιον τοῦ ἐν οὐρανοῖς Πατρὸς Αὐτοῦ, καὶ τῶν Ἁγίων Ἀγγέλων ὁμολογίας, ὅτι ὑπὲρ Αὐτοῦ τὴν κεφαλὴν ἀπετμήθης. Αὐτῷ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες ἀδελφοί, θαῦμα κατίδωμεν ἐξαίσιον καὶ ἐξάκουστον· ὁ ταπεινὸς χρυσοχόος Ἀγγελῆς, τὰ τοῦ βελίαρ ἔνεδρα κατανικήσας, καὶ τὰς τῶν ἀθέων Ἀγαρηνῶν ἀπειλὰς μὴ πτήξας, διὰ τοῦ μαρτυρίου εἰς τὴν ἄνω Σιὼν εἰσῆλθεν, ὅθεν ὡς ὁ ἀγωνοθέτης Χριστός, τὸν ἀντίδικον ἡμῶν νικήσας, μετὰ τοῦ Πατρὸς Αὐτοῦ ἐκάθισεν ἐν τῷ θρόνῳ Αὐτοῦ, οὕτω καὶ τὸν Νεομάρτυρα Ἀγγελῆν, νικήσαντα ἐν τῇ γῇ, ἐκάθισεν ἐν τῷ ἰδίῳ θρόνῳ ἐν οὐρανοῖς. Αὐτοῦ τῆς δόξης καὶ μακαριότητος, τῷ ἐλέει τοῦ Θεανθρώπου Κυρίου, καὶ ἡμεῖς τύχοιμεν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, Νεομαρτύρων φωστήρ, τῶν χρυσοχόων ὑπερθαύμαστον κόσμημα, τῆς πίστεως ὀρθοδόξων, παναληθὴς ἑδρασμός, καὶ ὁμολογίας ἐγκαλλώπισμα, τῆς πλάνης ἀντίπαλος, ἀθεότητος φόβητρον, Ἀγαρηνῶν τε, νικητὴς θεοτίμητος, καὶ ἐξαίσιος, θείου ἔρωτος πρόβολος, ὅθεν τὴν σὴν πανήγυριν, τελοῦντες πανένδοξε, ὕμνους ἐνθέους καὶ λόγους, ὦ Ἀγγελῆ σοι προσφέρομεν, λαβεῖν ἐξαιτοῦντες, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, τῆς ἀρετῆς ὁ κανών, τῶν ὁμοτέχνων χρυσοχόων κειμήλιον, ἡ βάσις ὁμολογίας, καὶ τῶν Μαρτύρων Χριστοῦ, ἐν ἐσχάτοις χρόνοις τὸ ὑπόδειγμα, συζύγων ὁ πρόβολος, καὶ γονέων τὸ πρότυπον, τῶν ἐν ἀνάγκαις, ὑπερθαύμαστον ἄγαλμα, καὶ κραταίωμα, ἐλπιζόντων πρὸς Κύριον, ὅθεν θεοχαρίτωτε, τιμῶντες σὴν ἄθλησιν, ὕμνοις καὶ λόγοις ἐνθέοις, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, χειμαζομένων λιμήν, ἐταζομένων ἀκραιφνὲς ἀκροθίνιον, Χριστοῦ τῆς ἐλευθερίας, καὶ τῆς ἐλπίδος Αὐτοῦ, ἀληθὴς διδάσκαλος ἐν τοῖς πράγμασιν, πιστῶν τὸ κραταίωμα, ὀρθοδόξων τὸ καύχημα, Ἀγαρηνῶν τε, καταισχύνης ὁ πρόξενος, ἀθεότητος, νικητὴς ὁ πανένδοξος, ὅθεν ταῖς πρὸς τὸν Κύριον, λιταῖς σου αἰτούμεθα, Μάρτυς κλεινὲ τῆς Τριάδος, ὦ Ἀγγελῆ θεοτίμητε, λαβεῖν τὴν εἰρήνην, καὶ ψυχῶν τὴν σωτηρίαν καὶ μέγα ἔλεος.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τῶν φιλομαρτύρων ὁ δῆμος, ἐν σκιρτώσῃ καρδίᾳ, καὶ πνευματικῇ ἀγαλλιάσει, τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ μνήμην, μεθ’ ὕμνων ἐνθεαστικῶν πανευκλεῶς ἐπιτελεῖ· οὗτος γὰρ ἐν ἐσχάτοις χρόνοις, τὸ τοῦ Τρισαγίου Κυρίου, πανένδοξον Ὄνομα ἐβάστασεν, ἐνώπιον δυσσεβῶν Ἀγαρηνῶν, καὶ μετὰ παῤῥησίας τὴν τούτων ἀθεότητα γενναίως ἤλεγξεν, ὅθεν τὴν κάραν ἀποτμηθείς, τῆς τῶν οὐρανῶν Βασιλείας τὰ δώματα κατέλαβε, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν τιμώντων τὴν μνήμην αὐτοῦ τὴν πανίερον.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄.  Τὸν συνάναρχον Λόγον.
Ἀγγελῆν χρυσοχόον τὸν Νεομάρτυρα, ἐν μαρτυρίου καμίνῳ δοκιμασθέντα δεινῶς, ἀνυμνήσωμεν πιστοὶ καὶ ἐκβοήσωμεν· χαῖρε χρυσίον καθαρόν, καὶ χρυσολόγε τοῦ Χριστοῦ, ἐν μέσῳ τῶν δυσσεβούντων, διδάσκων ἐν παῤῥησίᾳ, τὴν ἐκ τοῦ Λόγου σωτηρίαν βροτῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νεομάρτυρα πάντες ἀνευφημήσωμεν, Ἀγγελῆν θεοφόρον καὶ Ἀθλητὴν τοῦ Χριστοῦ, ἐν ἐσχάτοις τοῖς καιροῖς λαμπρῶς ἀθλήσαντα, καὶ ἐν ποικίλοις ἐτασμοῖς, ἀναδειχθέντα ἀληθῶς, τῆς πίστεως Ἀθλοφόρον, καὶ Χριστοῦ τοῦ ἀγωνοθέτου, δοῦλον πιστὸν καὶ μιμητὴν ἀληθῶς.
Δόξα. Καὶ νῦν ... Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, Ἀειπάρθενε ἁγνή, τὸν Υἱόν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Μάρτυρα Χριστοῦ, Ἀγγελῆν εὐφημοῦμεν, ἀθλήσαντα στεῤῥῶς, ἐν καιροῖς δυσχειμέροις, κηρύττοντα τοῖς πέρασι, τοῦ Χριστοῦ τὴν θεότητα, καὶ δυσσέβειαν, Ἀγαρηνῶν τῶν ἀθέων, ἀπελέγχοντα, ἐν παῤῥησίᾳ ἁγίᾳ, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει δυσσεβεῖς, Ἀγαρηνοὺς ὁ Ἀθλητής, Ἀγγελῆς ὁ τοῦ Χριστοῦ, Μάρτυς γενναῖος καὶ στεῤῥός, ὁμολογίᾳ ἀθλήσει καὶ παῤῥησίᾳ, δεῦτε οὖν πιστοί, ἀνυμνήσωμεν, ἄθλησιν αὐτοῦ καὶ στεῤῥότητα, καὶ γεγηθότες Πνεύματι βοήσωμεν, ἐν ἐγκωμίοις καὶ ᾄσμασι· Χριστοῦ ὁπλῖτα, καὶ στεφανῖτα, σκέπε τοὺς ὑμνητάς σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.




Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον (τοῦ Ὄρθρου τῆς ΚΣΤ΄ Ὀκτωβρίου.)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ, πανσεβάσμιον μνήμην τελοῦσα, ἐν εὐφροσύνῃ καὶ πνευματικῇ ἀνατάσει, αὐτῷ ἐκβοῶσα· χαίροις, Νεομαρτύρων τὸ κλέος, καὶ Ὁμολογητῶν τὸ ἐγκαλλώπισμα· χαίροις, τῶν Ὀρθοδόξων τὸ καύχημα, καὶ τῶν Ἀγαρηνῶν τὸ πλῆγμα· χαίροις, τῶν Πρωτοτόκων σύνεδρος, καὶ τῶν Ἁγίων σύσκηνος. Μεθ’ ὧν πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Στεῤῥοῦ Νεομάρτυρος ὑμνῶ τοὺς ἄθλους. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἀξίως, Νεομάρτυρα Ἀγγελῆν, τὸν ὑπὲρ Χριστοῦ στεῤῥῶς τυθέντα, καὶ εἰσελθόντα εἰς ἄνω Βασίλεια.
Τιμήσωμεν πάντες τὸν Ἀγγελῆν, τὸν Χριστοῦ ὁπλίτην, Νεομάρτυρα θαυμαστόν, ἐν ὕμνοις ἐνθέων ἐγκωμίων, ὡς νικητὴν ἀθεότητος τέλειον.
στέφθη ὁ Μάρτυς παρὰ Χριστοῦ, νικήσας τοῦ κόσμου τὰ ἐπίκηρα ἀγαθά, καὶ πλάνην ἀθέων πολεμίων, καὶ ὁμοζύγου βουλὴν τὴν ἀντίθεσιν.
Θεοτοκίον.
ητόρων ἡ δύναμις ἀσθενεῖ, ὑμνῆσαι ἀξίως τὰ Σὰ θαύματα Μαριάμ, καὶ δόξαν ἣν ἔλαβες δικαίως, ὡς Μήτηρ οὖσα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.













ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
αδιούργων τὴν πλάνην καὶ ἀπειλὰς ἔνδοξε, χάριτι Κυρίου νικήσας, καθωμολόγησας, τὸν ἐν Τριάδι Θεόν, Δημιουργὸν τῶν ἁπάντων, Ὃν ὑμνοῦσιν Ἄγγελοι, ὁμοῦ καὶ ἄνθρωποι.
μοζύγου ὀδύνην καὶ συμβουλὰς Ἅγιε, Πνεύματος ἁγίου δυνάμει, καλῶς διώρθωσας, καὶ ἐν ἀγάπῃ πολλῇ, ὦ Ἀγγελῆ τὴν καρδίαν, τῆς συζύγου ἔστρεψας, πρὸς πίστιν ἔνθεον.
πομείνας γενναίως τοὺς αἰκισμοὺς πάντιμε, καὶ μαρτυρικῶς τελειώσας, τὸν βίον ἔφθασας εἰς οὐρανίους μονάς, κατεστεμμένος ἐν δόξῃ, καθορῶν τὸν Κύριον, Ὃν ἐπεπόθησας.
Θεοτοκίον.
Νεανίδων Παρθένε καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, Μαρτύρων ἕδρασμα, ὡς Θεοτόκος ἁγνή, τοὺς εὐσεβεῖς περιφρούρει, Σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν Μάρτυρα στέψωμεν ἐν ἐγκωμίων ᾠδαῖς, καὶ τούτου κηρύξωμεν μαρτυρικὴν τελευτήν, καὶ δόξαν τὴν ἄφθιτον, χαίρων γὰρ ἀπεδέχθη, μαρτυρίου τὸ τέλος, Πνεύματι καταισχύνας, ἀθεότητος πλάνην, αὐτοῦ Χριστὲ ἱκεσίαις, σῶσον τὸν κόσμον σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἡ μόνη κυήσασα τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐσεβείας τὸ πρότυπον, καὶ ὁμολογίας τὸ ἐγκαλλώπισμα, Ἀγγελῆ θεομακάριστε, ἀνεδείχθης χάριτι τοῦ Πνεύματος.
Οὐρανοῦ ἐπεπόθησας, τὸν σαββατισμὸν καὶ τὴν ἀγαλλίασιν, Ἀγγελῆ Μαρτύρων σύσκηνε, καὶ τοῦ Θεανθρώπου ὄντως σύνεδρε.
Μαρτυρίου τὸν στέφανον, εἴληφας ἀξίως Μαρτύρων ἄγαλμα, Ἀγγελῆ πιστῶν τὸ στήριγμα, καὶ πρὸς Κύριον πρέσβυ θερμότατε.
Θεοτοκίον.
πειράνδρως Θεόνυμφε, Λόγον ἐν γαστρί Σου ἐκυοφόρησας, καὶ Θεάνθρωπον ἐγέννησας, τὸν βροτοῖς τὴν ἄφεσιν δωρούμενον.




ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ήματα ζωῆς, ἐν καρδίᾳ ἔχων Ἅγιε, καὶ Βασιλείας πόθον ὦ Ἀγγελῆ, τοῦ μαρτυρίου ἐδέξω τιμὴν πανεύφημε.
Τήρησον ἡμᾶς, ἐν ἀγάπῃ πρὸς τὸν Κύριον, ταῖς πρὸς Αὐτὸν λιταῖς σου ὦ Ἀγγελῆ, καὶ ἐν εἰρήνῃ καὶ πίστει θεομακάριστε.
ψωσον τὸν νοῦν, πρὸς τὰ ἄνω τῶν τιμώντων σε, καὶ τὰς καρδίας πάντων πρὸς τὸν Θεόν, ὦ Νεομάρτυς, πρεσβεύων πρὸς τὸν Φιλάνθρωπον.
Θεοτοκίον.
ήτορες σιγῆς, τῶν ἰχθύων ἀφωνότεροι, ἐν Σοὶ ἐδείχθησαν Παρθένε ἁγνή, ἐμμελετῶντες, τὸ θαῦμα της Σῆς συλλήψεως

ᾨδὴ στ΄. Τὴν δέησιν.
Κύριος, ἐν Ἁγίοις ἔταξεν, Ἀγγελῆ τὴν σὴν ψυχὴν θεοφόρε, ὅτι καλῶς, ἠγωνίσθης ἐν κόσμῳ, καὶ ὡμολόγησας πίστιν τὴν ἔνθεον, ἐνώπιον Ἀγαρηνῶν, καὶ ἀθέων μὴ πτήξας τὸ φρόνημα.
Σὺ ᾔσχυνας, ἀσεβῶν τὸ φρόνημα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις, ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως, τοῦ Παρακλήτου ἡ χάρις πανένδοξε, καὶ γέγονας ὦ Ἀγγελῆ, μαρτυρίας τὸ κλέος καὶ καύχημα.
πέρτερος, δυσσεβῶν σὺ γέγονας, Ἀγγελῆ ὁμολογίᾳ ἁγίᾳ, καὶ τοῦ Χριστοῦ, ἀφομοίωμα θεῖον, καὶ Πρωτοτόκων Μαρτύρων ἀντίγραφον, διὸ ἠξίωσαι κλεινέ, τοῦ λαβεῖν ἐκ Θεοῦ στέφος ἄφθαρτον.
Θεοτοκίον.
Μεσότοιχον, ἁμαρτίας πέπτωκεν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου, ὅτι Θεόν, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Νεομάρτυρα ᾠδαῖς ἐγκωμιάσωμεν, ὁμολογήσαντα Θεὸν τὸν Τρισυπόστατον, Ἀγγελῆν τὸν θεοτίμητον ἀριστέα, Ἀγαρηνοὺς γὰρ μαρτυρίῳ ἐταπείνωσε, καὶ ἐν αἵματι τὴν πίστιν ἐστερέωσεν, ὅθεν ἔλαβε, στέφος δόξης ἀμάραντον.
Ὁ Οἶκος.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία εὐφραινομένη, τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ, πανεύφημον μνήμην λαμπροφόρως ἐπιτελεῖ. Οὗτος γὰρ στεῤῥῶς ἐμμένων, ἐν τῇ τῆς ἀληθείας ὁμολογίᾳ, καὶ κατανικήσας πάσας τὰς τῶν δυσσεβῶν Ἀγαρηνῶν μηχανάς, καὶ τὰς τοῦ ἀντιδίκου βελίαρ ἐνέδρας, ὑπὲρ τῆς ὀρθοδόξου πίστεως τὴν κεφαλὴν ἀπετμήθη· ὅθεν εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελθών, καὶ συγκάθεδρος τῶν πρωτοτόκων Μαρτύρων γενόμενος, ἔλαβε στέφος δόξης ἀμάραντον.

Συναξάριον
Μὴν Σεπτέμβριος, ἔχων ἡμέρας λ΄.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ΄, καὶ ἡ νὺξ ὥρας ιβ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος νεομάρτυς Ἀγγελῆς ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.
Ἄνθρωπος μὲν ἦν Ἀγγελῆς κατ᾿ οὐσίαν,
τμηθεὶς δὲ ὤφθη ἄγγελος σὺν ἀγγέλοις.
 Οὗτος, ἦτον ἀπὸ τὴν ἐνορίαν τοῦ Ἁγίου Κωνσταντίνου, τὴς ἐν Κωνσταντινουπόλει Καραμανίας, τὴν τέχνην χρυσοχόος, ἔχων μίαν γυναῖκα, κααὶ παῖδας ἕξ, ζωὴν χριστιανικὴν ζῶν τιμίως, οὐδενὸς δὲ τῶν ἀναγκαίων στερούμενος. Συνέβη λοιπὸν μία τῶν ἡμερῶν, νὰ ὑπάγῆ εἰς τὴν πανήγυριν τῆς ἑορτῆς τῆς Θεοτόκου, τὰ λεγόμενα ἐννεαήμερα, εἰς τὸ χωρίον τοῦ Ἁγίου Στεφάνου, εἰς τὰ Φλωρία. Ἐκεῖ ἦσαν καὶ μερικοὶ ἐξωμόται, οἱ ὁποῖοι ἐπῆραν τὰ καλύμματα τῆς κεφαλῆς τῶν χριστιανῶν, καὶ τὰ ἐφοροῦσαν, τὰ δὲ ἰδικά των ἄσπρα φακιόλια ἔδιδαν εἰς τοὺς χριστιανοὺς νὰ τὰ φοροῦν, καὶ οὕτως ὅλοι ἐχόρευαν. Τὸ δὲ πρῳί ἦλθον οἱ ἐξωμόται εἰς τὸν οἴκον τοῦ εὐλογημένου Ἀγγελῆ, καὶ τοῦ λέγουν: Διατὶ φορεῖς σήμερον τὸ χριστιανικὸν κάλυμμά; δὲ Μάρτυς ἀπεκρίθη:Ὡς Χριστιανὸς τὸ φορῶ. Οἱ δὲ λέγουν αὐτῷ: Ἐσὺ χθὲς ἔγινες μουσουλμάνος! Τοῦ δὲ Ἀγγελῆ ἐκπλαγέντος εἰς αὐτό, καὶ ἀγανακτοῦντος, αὐτοὶ θυμωθέντες μᾶλλον ἔφεραν ἀνθρώπους τῆς ἐξουσίας, καὶ λαβόντες αὐτόν, ἤγαγον εἰς τὸ κριτήριον καταμαρτυροῦντες, ὅτι ἔμπροσθέν των ἐχθές ἔγινε μουσουλμάνος. δὲ Μάρτυς ἠρνεῖτο τοῦτο ἔμπροσθεν καὶ τοῦ Κριτοῦ καὶ τοῦ Βεζίρη, καὶ οὐδὲν ἐπείσθῃ ἐκ τῶν κολακειῶν τε καὶ φοβερισμῶν. οὔτε καὶ ἐκ τῆς γυναικός του ἐπείσθῃ, ἀλλὰ μᾶλλον ἐκεῖνη ἐνίσχυσε περισσότερον εἰς τὴν πίστιν. Ἐν τέλει, βλέποντας ὁ Βεζίρης, τὸ ἀμετάθετον τοῦ Μάρτυρος, ἀπεφάσισεν ὁπως θανατωθῇ. Φέρνοντας οἱ δήμιοι ἔμπροσθεν τοῦ παλατίου, πλησίον τῆς ἁγίας τοῦ Θεοῦ Σοφίας, ἀπέτεμον τὴν κάραν τοῦ Ἁγίου. Ἐν δὲ τῷ μεσονύκτιῳ, ἕν φῶς θεϊκόν, ὡς στῦλον πύρινξον ὅπου κατέβη ἀπὸ τὸν Ουρανὸν ἐπάνω εἰς τὸν Ἅγιον, καὶ ἐστέκετο ὥραν ἰκανήν. Τοῦτο δὲ εἶδον ὄχι μόνον χριστιανοὶ ἀλλὰ καὶ πολλοὶ Ἀγαρηνοί· ὅθεν αὐτοὶ ἔδωκαν εἴδησον διὰ τὸ θαῦμα τοῦτο, καὶ εὐθὺςἔγινε προσταγὴ ἀπὸ τὴν Πόρταν νὰ ῥιφθῇ εἰς τὴν θάλασσαν. Τοῦτο δὲ ἔμαθον οἱ χριστιανοί, καὶ ὁ σύλλογος τῶν γουναράδων ἔδωκε τριακόσια γρόσια καὶ ἠγόρασε τὸ ἅγιον λείψανον. Διὰ νὰ μὴν καταλάβῃ δὲ οὐδεὶς τὸ πρᾶγμα, ἐπρόσταξεν ὁ προῤῥηθεὶς Ἀγᾶς καὶ ἡτοίμασαν οἱ γουναρᾶδες ἕν καίκι ἰδικόν των. Πηγαίνοντας δὲ οἱ Τοῦρκοι μὲ ἄλλο καίκι, τάχα διὰ νὰ ῥίψουν τὸ λείψανον εἰς τὴν θάλασσαν, μὲ τρόπον κρύφιον ἔῤῤιψαν μέσα εἰς τὸ καίκι τῶν χριστιανῶν. Τὸ ὁποῖον παραλαβόντες οἱ γουναρᾶδες, ὐπῆγαν καὶ τὸ ἐνταφίασαν μετὰ πάσης τιμῆς καὶ εὐλαβείας, ἀντίπεραν εἰς τὸ Μοναστήριον, τὸ εὑρισκόμενον εἰς τὸ νησίον τῆς Πρώτης. Ἔτυχε δὲ τότε εἰς τὴν Πόλιν ὁ Ἄγιος Δρύστας κὺρ Παρθένιος, ὁ ὁποῖος ἀκούων, τὰ περὶ τοῦ ἁγίου τούτου μάρτυρος Ἀγγελῆ, ἐτίμησεν τὸν Ἅγιον μὲ ἐγκώμια. Θαυμαστὸν δὲ γεγονὸς εἶναι καὶ τὸ ἑξῆς: Μετὰ τὸν θάνατον τοῦ Ἁγίου, τρεῖς ὀνομαστοὶ μεγιστᾶνες τῶν Τούρκων, οἵτινες μάλιστα ἦτον αἴτιοι τοῦ θανάτου τοῦ Μάρτυρος, ὁ Σαρὶ Ἀμπτουλάχογλους Γετὶ Κουλὲ Ἀγασῆ, ὀ βασιλικὸς μεζίνης, καὶ ὁ Γιακοὺπ Ἀγανούνογλους, ἠσθένησαν βαρέως, καὶ κινδυνεύοντες εἰς θάνατον, δὲν ἠδύναντο νὰ ξεψυχήσουν, ἀλλ’ ἔξω φρενῶν γενόμενοι ἐφώναζον συνεχῶς καὶ ἔκραζον τὸ ὄνομα τοῦ Μάρτυρος, καὶ οὕτω ἐβασανίζοντο πολλὰς ἡμέρας, καὶ δὲν ἠδύναντο νὰ ἀποῤῥίψουν τὴν μιαράν των ψυχήν, ἕως ὅπου ἔκραξαν τὴν γυναῖκα τοῦ Μάρτυρος, καὶ ἔλαβον συγχώρησιν ἀπὸ αυτὴν διὰ τὸν ἄδικον φόνον ὅπου ἐπροεξένησαν εἰς τὸν ἄνδρα της, καὶ τότε ἐξεψύχησαν. Αὕτη ἡ φήμη διεδόθη, καὶ συμβούλιον ἔγινε, καὶ προσταγὴ ἰσχυρά, εἰς τὸ ἐξῆς νὰ μὴν βιάσουν κανένα χριστιανόν, μηδὲ νὰ τὸν τιμωρήσουν νὰ γίνῃ Τοῦρκος, ἀλλ’ ὅποιος ἐκ προαιρέσεως θέλει νὰ γίνῃ, ἄς γίνεται. Διὰ ὀλίγα χρόνια ὅμως ἐκράτησε αὕτη ἠ προσταγή. Κατὰ τὸν καιρὸν ἐκεῖνον, ἡγουμένευεν εἰς τὸ μοναστήριον τῆς Πρώτης ἕνας ἐνάρετος ἄνθρωπος, Ἀθανάσιος ὀνόματι, ὅστις ἐνταφίασε τὸ ἅγιον λείψανον τοῦ Μάρτυρος εἰς τὸν ἴδιον τάφον τοῦ προηγουμενεύσαντος. Ἐκείνην λοιπὸν τὴν νύκτα ἐφάνη ὁ προηγούμενος εἰς τὸν ὕπνον τοῦ Ἀθαναδίου καὶ τοῦ λέγει: Τί ἔκαμες ὦ καθηγούμενε, καὶ ἐνταφίασες τὸ ἅγιον λείψανον τοῦ Μάρτυρος εἰς τὸν ἐδικόν μου τάφον; Καὶ εἶμαι ἐγὼ ἄξιος νὰ συγκατοικήσω εἰς ἕνα τόπον μὲ τοιοῦτον Μάρτυρα; Ὅθεν παρακαλῶ σε, ἤ ἐκεῖνον μετατόπισε, ἤ τὰ ἰδικά μου λείψανα. Τὰ δὲ τέκνα τοῦ Μάρτυρος διὰ πρεσβειῶν αὐτοῦ ἠλευθερώθησαν ἀπὸ τὴν Κωνσταντινούπολιν, καὶ ὑπῆγαν εἰς τὴν Βλαχίαν, καὶ ἐκεῖ δεχθέντα παρὰ τῶν αὐθεντῶν, ηὐτήχησαν, καὶ ἔγιναν μεγάλοι ἄρχοντες.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀρχὴ τῆς 'Ινδίκτου, ἤτοι τοῦ νέου ἔτους.
Ἴνδικτον ἡμῖν εὐλόγει νέου χρόνου,
ὦ καὶ παλαιὲ καὶ δι᾿ ἀνθρώπους νέε.
Ἡ τοῦ Θεοῦ Ἁγία Ἐκκλησία ἑορτάζει σήμερον τὴν Ἰνδικτίωνα, διὰ τρία αἴτια.
Πρῶτον, ἐπειδὴ καὶ αὐτὴ εἶναι ἀρχὴ τοῦ χρόνου. Διὰ τοῦτο καὶ παρὰ τῶν παλαιῶν Ῥωμαίων πολλὰ ἐτιμᾶτο αὕτη ἐξ ἀρχαίων χρόνων· Ἰνδικτίων δὲ κατὰ τὴν ῥωμαϊκήν, ἤτοι λατινικὴν γλῶσσαν, θέλει νὰ εἴπῃ ὁρισμός. Καὶ δεύτερον, ἑορτάζει ταύτην ἡ Ἐκκλησία, ἐπειδὴ καὶ κατὰ τὴν σημερινὴν ἡμέραν ὑπῆγεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μέσα εἰς τὴν Συναγωγὴν τῶν Ἰουδαίων, καὶ ἐδόθη εἰς αὐτὸν τὸ βιβλίον τοῦ Προφήτου Ἠσαίου, καθὼς γράφει ὁ Εὐαγγελιστὴς Λουκᾶς (κεφ. δ΄)· τὸ ὁποῖον ἀνοίξας ὁ κύριος ἡμῶν, εὐθὺς εὗρε τὸν τόπον ἐκεῖνον, ἤτοι τὴν ἀρχὴν τοῦ ἑξηκοστοῦ πρώτου Κεφαλαίου, εἰς τὸ ὁποῖον εἶναι γεγραμμένα διὰ ἑαυτὸν τὰ λόγια ταῦτα: Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὖ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδία, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Ἀφ’ οὖ δὲ ἀνέγνωσεν ὁ κύριος τὰ περὶ αὐτοῦ λόγια ταῦτα, ἔκλεισε τὸ βιβλίον καὶ τὸ ἔδωκεν εἰς τὸν ὑπηρέτην. Ἔπειτα, καθίσας, εἶπεν εἰς τὸν λαόν: Ὅτι σήμερον ἐτελειώθησαν οἱ λόγοι τῆς Προφητείας ταύτης εἰς τὰ ἰδικά σας ὠτία. Ὅθεν, ὁ λαὸς ταῦτα ἀκούων, ἐθαύμαζε διὰ τὰ κεχαριτωμένα λόγια, τὰ ὁποῖα ἐξήρχοντο ἀπὸ τοῦ στόματός του, ὡς γράφει ὁ Εὐαγγελιστὴς Λουκᾶς. Εἶναι δὲ καὶ Τρίτη αἰτία, διὰ τὴν ὁποίαν ἡ Ἐκκλησία τοῦ Χριστοῦ κάμνει σήμερον ἐνθύμησιν τῆς Ἰνδίκτου. Καὶ ἑορτάζει τὴν ἀρχὴν τοῦ νέου ἔτους· ἦγουν, διὰ μέσου τῆς ὑμνῳδίας καὶ ἱκεσίας, ὅπου προσφέρομεν εἰς τὸν Θεὸν ἐν τῇ ἑορτῇ ταύτη, γίνῃ ὁ Θεὸς ἵλεως εἰς ἡμᾶς, καὶ εὐλογήσῃ τὸ νέον ἔτος, καὶ χαρίσῃ τοῦτο εἰς ἡμᾶς εὐτυχὲς καὶ γεμάτον ἀπὸ ὅλα τὰ σωματικὰ ἀγαθά. Καὶ ἵνα φωτίσῃ τὰς διανοίας μας, εἰς τὸ νὰ περάσωμεν ὅλον τὸν χρόνον καθαρῶς καὶ μὲ ἀγαθὴν συνείδησιν, καὶ εἰς τὸ νὰ εὐαρεστήσωμεν τῷ Θεῷ μὲ τὴν φύλαξιν τῶν ἐντολῶν του· καὶ οὕτω νὰ τύχωμεν τῶν ἐν Οὐρανοῖς αἰωνίων ἀγαθῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, ὅταν δηλαδὴ ἡ σεβασμία αὐτῆς εἰκών, ἐῤῥίφθη ἐν τῇ λίμνῃ τῇ καλουμένῃ Ζαγουροῦ, διὰ τὸν φόβον τῶν Εἰκονομάχων, καὶ ὕστερον μετὰ πλείστους χρόνους, πάλιν ἐκ τῆς λίμνης θαυμασίῳ τρόπῳ ἀνεφάνη ἄσπιλος.
Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,
Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.







Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ γενομένου ἐμπρησμοῦ ἐν Κωνσταντινουπόλει, κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Λέοντος τοῦ Μεγάλου τοῦ ἐπονομαζομένου Μακέλλη, ἐν ἔτει 450, ὅταν τὸ πλεῖστον μέρος τῆς Πόλεως ἐπυρπολήθη διὰ τὰς ἀμαρτίας ἡμῶν, ἐπὶ ἡμέρας ἑπτά.
Θυμοῦ Θεοῦ πῦρ ἐκκαέν, Μωσῆς λέγει,
ἐμπρησμὸν ἐξέκαυσε τῇ Πόλει μέγαν.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ στυλίτου.
Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,
Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.
Οὗτος ὁ μέγας Συμεὼν κατήγετο ἀπὸ χωρίον τι ὀνομαζόμενον Σισάν, τὸ ὀποῖον εὑρίσκεται μεταξὺ τῆς ἐπαρχίας τῶν Σύρων καὶ τῶν Κιλίκων, κατὰ τοὺς χρόνους Λέοντος τοῦ Μεγάλου τοῦ έπονομαζομένου Μακέλλη, καὶ μαρτυρίου Πατριάρχου Ἀντιοχείας, ἐν ἔτει υνζ΄ (457). Ἀγαπήσας δὲ τὸν Θεὸν ἐκ νεαρᾶς του ἡλικίας, ἄφησε τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, καὶ ὑπῆγεν εἰς ἕν Μοναστήριον ἐκεῖ πλησίον εὑρισκόμενον, ὅπου κατῴκουν δύο ἀσκηταί. Μὲ τοὺς ὁποίους διαπεράσας καὶ ἐπίτηδες ὑπῆγεν εἰς τὸν Μέγαν Ὅσιον Ἡλιόδωρον, τὸν ὁποῖον μεταχειριζόμενος διδάσκαλον τῆς μοναδικῆς ζωῆς, διεπέρασεν ὑποκάτω εἰς αὐτὸν ἑπτὰ χρόνους ἀγωνιζόμενος τοσοῦτον, ὥστε ὑπερέβαλε τοὺς ὀγδοήκοντα μοναχούς, τοὺς ὁποίους εἶχε συναγωνιστάς του· ἐπειδὴ ὅλη μὲν τὴν ἑβδομάδα ἔμενε νηστικός, τὴν δέ μέσην του εἴχεν ἔσωθεν ἐζωσμένην μὲ σχοινίον τραχύτατον, κατεσκευασμένον ἀπὸ φοίνικας, τόσον ὅπου ὅλη του ἡ μέση ἐπληγώθη τριγύρω, καὶ ἔῤῥεον αἵματα· καὶ ἀπλῶς ἠγωνίζετο μὲ μίαν νεοφανῆ καὶ ὑπὲρ ἄνθρωπον ἄσκησιν. Διὰ ταύτην τὴν αἰτίαν ἐπροστάχθη ἀπὸ τοὺς συναγωνιστάς του μοναχοὺς νὰ ἀπομακρυνθῇ ἀπ’ αὐτῶν, διὰ νὰ μὴ γίνῃ βλάβης αἴτιος εἰςτοὺς ἀσθενεστέρους κατὰ τὸ σῶμα ἀδελφούς, οἵτινες μιμούμενοι αὐτόν, ἐσπούδαζον νὰ ἀγωνίζονται ὑπὲρ τὴν δύναμίν των. Ἐξελθῶν δὲ εἰς τὰ ἡσυχαστικὰ μέρη τοῦ ἐκεῖσε βουνοῦ, κατέβη μέσα εἰς ἕνα λάκκον ἄνυδρον, καὶ ἐκεῖ ἡσύχαζε. Μετὰ παρέλευσιν δὲ πέντε ἡμερῶν, μετανοήσαντες οἱ ἀνωτέρω συναγωνισταί του μοναχοί, ἐζήτησαν καὶ εὗρον αὐτόν· καὶ οὕτω τὸν προσέλαβον πάλιν εἰς τὸ Μοναστήριον. Ὕστερον δὲ ἀπ’ ὀλίγον καιρόν, μεταβὰς εἰς χωρίον τι ὀνομαζόμενον Τελανισσόν, καὶ εὑρὼν εἰς αὐτὸν μικρὸν κελλίον, ἐκεῖ διέμεινεν ἔγκλειστος τρία ὁλόκληρα ἔτη· ἐπειδὴ δὲ ὁ Ὄσιος ἐπεθύμησε νὰ μὴν φάγῃ φαγητὸν εἰς τεσσαράκοντα ἡμέρας, ὡς ὁ Προφήτης Μωϋσῆς καὶ Ἠλίας, διὰ τοῦτο παρεκάλεσε τὸν φίλον του καὶ ἠγαπημένον Βλάσσον, τὸν θαυμάσιον ἐκεῖνον Ὅσιον, νὰ μὴ ἀφήσῃ φαγώσιμον πρᾶγμα μέσα εἰς τὸ κελλίον του, ἀλλὰ νὰ χρίαῃ ἔξωθεν τὴν θύραν. Καὶ τούτου γενομένου, διῆλθεν ὁ θεῖος Συμεὼν νηστικὸς τεσσαράκοντα ὁλοκλήρους ἡμέρας, χωρὶς νὰ φάγῃ παντάπασι κανὲν φαγητόν. Τόσον, ὅπου ἀπὸ τὴν ὑπερβάλλουσαν νηστείαν ἔπεσε κατὰ γῆς, καὶ πλέον δὲν ἐδύνατο οὔτε νὰ λαλήσῃ, οὔτε νὰ κινηθῇ· ἐλθὼν δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος Βλάσσος, καὶ βλέπων τὸν Ὅσιον ἐν τοιαύτῃ ἀδυναμίᾳ, ἔβρεξε σπόγγον, καὶ ἐσπόγγισε τὸ στόμα του ἔξωθεν, καὶ οὕτω τὸν ἐκοινώνησε τὰ θεῖα Μυστήρια. Ὅθεν, ἐνδυαμωθεὶς ἐκ τούτων ὁ Ὅσιος, ἠγέρθη καὶ ἔφαγεν ὀλίγον ψωμίον, ἀναβὰς δὲ εἰς τὴν κορυφὴν τοῦ βουνοῦ, πάλιν καὶ ἐκεῖ ἔμεινε νηστικὸς ἄλλας τεσσαράκοντα ἡμέρας, εἰς τρόπον ὥστε τὸ τέλος τῆς πεπερασμένης τεσσαρακονθημέρου νηστείας του, ἦτον ἀρχὴ τῆς μελλούσης. Ἐπειδὴ δὲ ἐκ τῆς φήμης τοῦ Ἁγίου ἔτρεχον πολλοὶ χριστιανοὶ εἰς αὐτὸν χάριν εὐλαβείας, καὶ ἐσύγχυζον τὴν ἡσυχίαν του, διὰ τοῦτο ἐμεθοδεύθη καὶ ἔκαμε στῦλον ὑψηλὸν ἀπὸ τὴν γῆν τριακοντάεξ πήχεις· ἐπάνω εἰς τὸν ὁποῖον, ὄχι μόνον ἐνήστευε πάλιν παρομοίως τεσσαρακοντάδας ἡμερῶν, ἀλλὰ καὶ πρὸς τούτοις διήνυε τὰς ἡμέρας ταύτας ὄρθιος. Ὅθεν, ἐκ τῆς φήμης τούτων ἔτρεχον περισσότερα πλήθη καὶ ἔθνη ἀνθρώπων εἰς αὐτὸν ἀπὸ κάθε μέρος, καὶ ἐβαπτίζοντο διὰ τῶν χειρῶν τοῦ μακαρίου Θεοδωρήτου, ὅστις ἐστόλισε τὸν θρόνον τῆς ἐν Κυρίῳ Ἐκκλησίας, καὶ αὐτὸς πρῶτος συνέγραψε τὰ περὶ τοῦ Ὀσίου τούτου Συμεών. Γενόμενος λοιπὸν περιβόητος ὁ Ὅσιος οὗτος, τόσον μὲ τὸ ὕψος τῆς ζωῆς του, ὅσον καὶ μὲ τὸ πλῆθος τῶν θαυμάτων του, καὶ αὐτουργὸς χρηματίσας ἐξαίσιος πολλῶν καὶ μεγάλων ἰαμάτων, καὶ πρόξενος σωτηρίας δειχθεὶς εἰς πολλούς, ἐπροφήτευσεν ἀψευδῶς πολλὰ πράγματα, τὰ ὁποῖα ἔμελλον νὰ συμβῶσι. Ξηρασίαν, λέγω, καὶ πεῖναν καὶ πανώλην, καὶ ἀκρίδας, τὰ ὁποῖα ὅλα πραγματικῶς ἔγιναν. Μιμηθεὶς δὲ τὴν ζωὴν τῶν ἀύλων Ἀγγέλων μὲ ὑλικὸν σῶμα (τόσιν πολύ, ὥστε τινὲς ἠπόρουν δι’ αὐτόν, μήπως ἦτο καμμία φύσις ἀσώματος), ἔγινε θέατρον καὶ εἰς τοὺς Ἀγγέλους, καὶ εἰς τοὺς ἀνθρώπους. Τὸ δὲ θαυμαστότερον εἶναι, ὅτι καὶ μὲ τόσους ὑπερβολικοὺς κόπους τῆς ἀσκήσεως, καὶ μὲ τόσον ὕψος ἀρετῶν καὶ πλῆθος θαυμάτων, πάλιν τόσην ἄκραν ταπείνωσιν εἶχεν ὁ τρισμακάριστος, εἰς τρόπον ὥστε ἐνόμιζε τὸν ἑαυτόν του κατώτερον ἀπὸ ὅλους τοὺς ἀνθρώπους, καὶ ἐφέρετο ἕως καὶ εἰς αυτοὺς τοὺς ἐπαίτας καὶ ἀγροίκους ἀνθρώπους ὥς τις ὑποτακτικός· ἐναντίον δὲ μόνον τῶν αἱρέσεων ἐφέρετο μὲ θυμόν, ἤ μᾶλλον εἰπεῖν, ζῆλον. Ὅθεν. ἐκ τούτων καὶ τῶν τοιούτων μέγας γενόμενος παρὰ πᾶσι, πρὸς Κύριον ἐξεδήμησε, διὰ νὰ λάβῃ τοὺς μισθοὺς τῶν ἀγώνων του, ζήσας ἔτη 56. Πλὴν καὶ μετὰ θάνατον δὲν ἔπαυσεν ἀπὸ τοῦ νὰ ἐνεργῇ διάφορα θαύματα.

Τῇ αὐτῇ ἡμέρα, ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυή.
Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.
Λιπὼν Ἰησοῦς, ἥλιον δόξης βλέπει.
 Οὗτος ἔγινεν υἱὸς μὲν τοῦ Ναυῆ, διάδοχος δὲ τοῦ Προφήτου Μωϋσέως, 85 ἐτῶν, τοῦ νομοθέτου τῶν Ἑβραίων, καὶ ἀνεχαίτισε τὸ ῥεῦμα τοῦ Ἰορδάνου καὶ διεβίβασε τοὺς Ἰσραηλίτας πεζούς, νικήσας δὲ τὴν Ἱεριχώ, ἥτις ἦτον πόλις τῶν ἀλλοφύλων, εἶδε τὸν ἀρχιστράτηγον Μιχαὴλ κρατοῦντα σπαθὶ εἰς τὴν χεῖράν του· ὅθεν, ῥίψας τὰ ὅπλα κάτω, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ. Πολεμὼν δὲ τοὺς Γαβαωνίτας ἀλλοφύλους, καὶ βλέπων, πῶς ἥλιος ἐπλησίαζε νὰ βασιλεύσῃ, ἔχων προθυμίαν διὰ νὰ πολεμήσῃ ἀκόμη, παρεκάλεσε τὸν Θεὸν καὶ εἶπε: Στήτω ἥλιος κατὰ Γαβαών (Ἰησοῦς, ι΄, 12). Καὶ εὐθὺς ἥλιος ἐστάθη ἀπὸ τὸν δρόμον του, ἕως ὅτου ἐνίκησε κατὰ κράτος τοὺς ἀλλοφύλους. Διαπεράσας δὲ τὸν λαὸν τῶν Ἰουδαίων ἀπὸ τὴν ἔρημον, καὶ διαμοιράσας εἰς αὐτὸν τὴν γῆν τῆς ἐπαγγελίας, ἤτοι τὴν Παλαιστίνην καὶ Ἱερουσαλήμ, ἔγινε φοβερὸς εἰς τοὺς ἐχθροὺς ἀλλοφύλους. Καὶ οὕτω δείξας τὴν ἀνδρείαν καὶ ἀρετήν του μὲ πολλοὺς καὶ διαφόρους πολέμους, εἰς διάστημα εἰκοσιεπτὰ ὁλοκλήρων ἐτῶν, καὶ φανεὶς αὐθέντης καὶ ἡγεμὼν τοῦ ἰσραηλιτικοῦ λαοῦ μὲ ὁσιότητα καὶ δικαιοσύνην, ἀπέθανε τῷ 1540 π. Χ., ζήσας ἔτη 140 καὶ ἐτάφη τιμίως ἀπὸ τὸν λαὸν τοῦ Ἰσραήλ. Ταῦτα πάνυα διηγεῖται τὸ ἔκτον βιβλίον Ἰησοῦ τοῦ Ναυῆ, τῆς Παλαιᾶς Διαθήκης, προύλαβε δὲ τὴν Χριστοῦ γέννησιν ἔτη 1442.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Τεσσαράκοντα Γυναικῶν Μαρτύρων, παρθένων καὶ ἀσκητριῶν, καὶ Ἀμμοὺν Διακόνου καὶ διδασκάλου αὐτῶν.
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Ἀμμοὺν καλύπτραν ἔμπυρον δεδεγμένος
τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.
 Αὗται αἱ Ἁγίαι Γυναῖκες ἦσαν κατὰ τοὺς χρόνους τοῦ βασιλέως Λικινίου ἐν ἔτει τε΄ (305), καταγόμεναι ἀπὸ τὴν Ἀνδριανούπολιν τῆς Μακεδονίας. Αἰ ὁποῖαι χριστιαναὶ οὖσαι, ἠκολούθησαν τὸν Χριστόν, ἔχουσαι διδάσκαλον καὶ ὁδηγὸν τὸν Διάκονον Ἀμμούν. Ἐπειδὴ δὲ συνελήφθησαν ἀπὸ τὸν ἄρχοντα τῆς Ἀνδριανουπόλεως Βάβδον ὀνομαζόμενον, καὶ ἐτιμωρήθησαν πολλά, διότι δὲν ἐπροσκύνουν τὰ εἴδωλα, τούτου ἕνεκα προσηυχήθησαν εἰς τὸν Θεόν, καὶ εὐθὺς ἡρπάγη καὶ ἐκρεμάσθη εἰς τὸν ἀέρα ἱερεὺς τῶν εἰδώλων· καὶ ἐκεῖ μείνας τιμωρούμενος ἐπὶ ὥρας πολλάς, τελευταῖον πίπτων κάτω, κακῶς κακὸς ἐξέψυξεν. δὲ Ἅγιος Ἀμμοὺν κρεμᾶται καὶ ξέεται κατὰ τὰς πλευράς· ἔπειτα, δέχεται εἰς τὴν κεφαλὴν περικεφαλαίαν σιδηρᾶν πεπυρακτωμένην. Ἐπειδὴ δὲ οὐδεμίαν βλάβην ἐκ ταύτης ἔλαβεν, ἀπεστάλη ὁμοῦ μὲ τὰς ἀνωτέρω Ἁγίας Παρθένους ἀπὸ τὴν Βεῤῤόην εἰς τὴν Ἡράκλειαν τῆς Θράκης, πρὸς τὸν τύραννον Λικίνιον. Ὅθεν τῇ προσταγῇ αὐτοῦ, αἱ μὲν δέκα Παρθένες ἐῤῥίφθησαν εἰς τὴν φωτίαν καὶ ἐτελειώθησαν, αἱ δὲ ὀκτὼ ἀπεκεφαλίσθησαν ὁμοῦ μὲ τὸν Διάκονον Ἀμμούν· αἱ δὲ ἄλλαι δέκα, κτυῆθεῖσαι μὲ τὸ σπαθὶ εἰς τὸ στόμα καὶ εἰς τὴν καρδίαν, παρέδωκαν τὸ πνεῦμα. Ἀπὸ δὲ τὰς ἐπιλοίπους δώδεκα, ὅπου ἔμειναν, ἄλλαι μὲν κατεκόπησαν ὑπὸ μαχαίρας, ἄλλαι δέ, λαβοῦσαι εἰς τὸ στόμα σίδηρα ἀναμμένα, πρὸς Κύριον ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης καὶ Ἐρμογένους.
Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος
σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.
 Οὗτοι οἱ Ἅγιοι ἦσαν ἀδέλφια κατὰ σάρκα, Ἕλληνες δὲ ὄντες τὸ γένος, κατὰ τὸν καιρὸν τοῦ κηρύγματος τῶν Ἀποστόλων ἐπίστευσαν τῷ Χριστῷ καὶ ἀνεγεννήθησαν διὰ τοῦ Ἁγίου Βαπτίσματος. Ὅθεν, καὶ ὡς χριστιανοὶ διεβλήθησαν εἰς τὸν κατὰ τόπους ἄρχοντα, παρασταθέντες δὲ εἰς αυτόν, ἔδειξαν τὴν εὐγένειαν καὶ τὸ ἀνδρεῖον φρόνημα τῶν ψυχῶν των, ὁμολογήσαντες τὸν Χριστόν. Διὸ καὶ κατεδικάσθησαν νὰ λάβωσι τὸν διὰ ξίφους θάνατον, καὶ οὕτω ἐτελείωσαν τὸν δρόμον τοῦ Μαρτυρίου, καὶ ἀπῆλθον στεφανηφόροι εἰς τὰ Οὐράνια.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἁγίας Μάρθας, μητρὸς τοῦ ὁσίου Συμεών.
Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.
σὲ δὲ ξενίζει, Μάρθα, Χριστὸς ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ὁσίας Εὐανθίας
Εὖ μάλα ἐξήνθησεν Εὐανθία
ἀνθηφοροῦσα ἀρετὰς ἀνθηπνόους.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὄσιος Μελέτιος νέος, ἐν τῷ ὄρει Μυιουπόλεως (Κιθαιρῶνι) ἀσκήσας ἐν εἰρήνῃ τελειοῦται.
Σαυτὸν καθάρας, Μελέτιε τρισμάκαρ,
ὤφθης δοχεῖον Πνεύματος τοῦ ἁγίου.
  Ὅσιος Μελέτιος νέος, ἤκμασε κατὰ τὸν ΙΑ΄ αἰῶνα, ἐπὶ αὐτοκράτορος Ἀλεξίου Α΄ Κομνηνοῦ (1081-1118). Ὑπῆρξεν εἵς τῶν μεγάλων ἀναμορφωτῶν τοῦ μοναχικοῦ βίου εἰς τὴν κυρίως Ἑλλάδα, δράσας μετὰ τοῦ Οσίου Λουκᾶ τοῦ Στειριώτου (+953) καὶ τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε (+998), ἔργῳ καὶ λόγῳ πρὸς ἐδραίωσιν τῆς χριστιανικῆς πίστεως εἰς κρισίμους διὰ τὸ ἔθνος καὶ τὴν Ἐκκλησίαν στιγμάς. Οὗτος, ἐγεννήθη τὸ 1035 μ. Χ. εἰς τὸ χωρίον Μουταλάσκα τῆς Καππαδοκίας, ἐκ τοῦ ὁποίου κατήγετο καὶ ἐπιφανὴς ἀσκητὴς τοῦ Ε΄ μ. Χ. αἰῶνος Σάββας ἡγιασμένος (+532). Οἱ γονεῖς τοῦ Μελετίου, Ἰωάννης καὶ Σοφία, διακρινόμενοι διὰ τὴν εὐσέβειαν καὶ ἀρετήν των, ἀνέθρεψαν αὐτὸν μὲ ἰδιαιτέραν ἐπιμέλειαν. Ἐπειδὴ ὅμως ἐνεφάνιζε κατὰ τὴν παιδικήν του ἡλικίαν, δυσμαθείαν τινα, κατέφυγεν εἰς τὸν ναόν, ἵνα ζητήσῃ τὴν χάριν καὶ τὴν εὐλογίαν τοῦ Θεοῦ. Τὸ γεγονὸς αὐτὸ μαρτυρεῖ τὴν ἔγκαιρον ἀνάπτυξιν εἰς τὸν Μελέτιον ἱερῶν πόθων καὶ κλίσεων. Ἥτον δεκαπενταετὴς τὴν ἡλικίαν, ὅτε οἱ γονεῖς του ἐσκέφθησαν νὰ τὸν νυμφεύσουν. Ἐκεῖνος ὅμως, δραπετεῦσας ἐκ τῆς πατρικῆς του οἰκίας, κατέφυγεν εἰς Κωνσταντινούπολιν, τὸ σῶμα μόνον ἀράμενος καὶ ὀβολοὺς ἑπτὰ σὺν τῷ σώματι, καὶ εἰσήχθη εἰς τὴν Μονὴν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἄγνωστον ποῦ κειμένην. Μετὰ τριετῆ δοκιμασίαν ἐν τῇ Μονῇ, ἐκάρῃ μοναχὸς καὶ ἐπεδόθη εἰς πνευματικὸν καταρτισμόν, διακριθεὶς συντόμως μεταξὺ τῶν συμμοναστῶν του διὰ τὴν αὐστηρὰν του προσήλωσιν εἰς τὰ ἰδεώδη τοῦ μοναχισμοῦ, ἐνὼ δὲν παρέλειπε νὰ ἐπισκέπτεται συχνὰ τὰ ἱερὰ σεβάσματα τῆς πόλεως καὶ δὴ τὸν ναὸν τῆς τοῦ Θεοῦ Σοφίας. Ἀργότερον ἐπιθυμήσας νὰ ἐπισκεφθῇ τὴν Ῥώμην καὶ τὰ Ἱεροσόλυμα δὰ νὰ προσκυνήσῃ τοὺς Ἁγίους Τόπους, ἐπορεύθη εἰς Θεσσαλονίκην, ἔνθα ἐπεσκέφθη τὸν ναὸν τοῦ Ἁγίου Δημητρίου. Κατὰ θείαν ὅμως ὑπόδειξιν ἀνέβαλε τὴν μεγάλην αὐτοῦ ἀποδημίαν εἰς Ῥώμην καὶ Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Ἀθήνας, ἔνθα ἐπεσκέφθη τὸν ἐν τῷ Παρθενῶνι τῆς Ἀκροπόλεως ναὸν τῆς Θεοτόκου (Παναγία Ἀθηνιώτισσα). Ἐκεῖθεν μετέβη εἰς Θήβας καὶ κατέληξεν εἰς τὸ εὐκτήριον τοῦ Ἁγ. Γεωργίου, εὑρισκόμενον εἴκοσι στάδια νοτίως τῆς πόλεως. Ἐν αὐτῷ παραμείνας Ὅσιος ἐπὶ 28 ἔτη ἀσκούμενος, μετέβαλε διὰ τῆς ἀθρόας προσελεύσεως μιμητῶν τοῦ βίου του τὸ εὐκτήριον εἰς Μοναστήριον. ἐνταῦθα ὅμως βίος τοῦ Ὁσίου δὲν διεῤῥεύσε ἄνευ σκανδαλισμῶν. Γυνή τις ἐκ τῶν ἀριστοκρατικῶν οἰκογενειῶν τῆς πλουσίας τότε πόλεως τῶν Θηβῶν, ἠθέλησε νὰ παρασύρῃ αὐτὸν εἰς ἀνηθικότητα. Ὅσιος ἀπεμάκρυνεν αὐτὴν καὶ εἰς ἑαυτὸν ἐπέβαλε νηστείαν 40 ἡμερῶν καὶ ἐπὶ πλέον, ἐτήσιαν ἀκοινωνησίαν πρὸς τοὺς λοιποὺς ἀνθρώ που, καίτοι σοβαρῶς ἀσθενήσας εἶχεν ἀνάγκην περιθάλψεως. Μετοὐ πολὺν χρόνον Ὅσιος ἀπῆλθε πρὸς ἐκπλήρωσιν παλαιοτέρας του ἐπιθυμίας εἰς Ἱεροσόλυμα καὶ Ῥώμην. Μεταβαίνων ὅμως εἰς Παλαιστίνην ὐπέστη καθὁδὸν παρὰ τῶν Ἀγαρηνῶν πολλὰ δεινά, ῥαβδισμούς, λιθασμούς, ὕβρεις, κατὰ κόρης ῥαπίσματα, ἐκινδύνευσε δὲ νὰ θανατωθῇ, διότι οἱ Ἀγαρηνοὶ ἠξίουν παραὐτοῦ νὰ ῥίψῃ κατὰ γῆς τὸν Τίμιον Σταυρὸν καὶ νὰ τὸν πατήσῃ. Τελικῶς διεσώθη τῇ ἐπεμβάσει προφανῶς Ἐμίρου τινος. Ἐπανακάμψας Μελέτιος εἰς τὸ παρὰ τὰς Θήβας Μοναστήριον, προϋξένησε μεγάλην χαρὰν εἰς τοὺς μοναχούς, οἱ ὁποῖοι τὸν ἐδέχθησαν μὲ ἰδιαίτερον σεβασμὸν καὶ ὡς ἁγίω λοιπὸν ἐκ τῆς τῶν ἁγίων μετοχῆς ἐκτετελεσμένῳ, οἷος ἄρα καὶ ἦν, προσεῖχον αὐτῷ. Ἀλλἐκεῖνος ταπεινῶν ἑαυτὸν ἔδωκε διὰ μίαν εἰσέτι φορὰν τὸν τύπον τῆς μοναχικῆς ζωῆς, διἀδιακόπου ἐργασίας καὶ λιτῆς διαίτης, τρίχινον ἱμάτιον φορῶν καὶ σανδάλια, ψάλλων, ἀγρυπνῶν καὶ καθὑπερβολὴν μοχθῶν εἰς κηπίας καὶ φυτουργίας, προσευχὰς καὶ στερήσεις. Κατὰ τὴν περίοδον αὐτὴν ἀναφέρονται μεταξὺ τῶν θαυμαστῶν ἔργων τοῦ Ὁσίου, πολλὰ ἄξια διηγήσεως, φήμη τῶν ὁποίων περιέφερε πανταχοῦ τὸ ἰερὸν αὐτοῦ ὄνομα καὶ εἵλκυε πρὸς τὸ μοναστήριον πλήθη λαοῦ. συῤῥοὴ ὅμως πολλῶν ἐπισκεπτῶν ἀπέβη ἐνοχλητικὴ διὰ τὸν Ὅσιον. Διὰ τοῦτο καταλιπὼν 12 μοναχοὺς ὑπὸ ἡγούμενον τὸν Νικόλαον, ἀνεχώρησεν ἐκ τῆς Μονῆς τοῦ Ἁγ. Γεωργίου καὶ ἦλθεν εἰς τόπον ἔρημον παρὰ τὸ ὄρος Φιλάγριον, προφανῶς πτυχὴν ἀπόμερον τοῦ Κιθαιρῶνος, ἔνθα ἤρχισε νὰ οἰκοδομῇ κελλία. Ἀλλά, ἀντιληφθείς, ὅτι τόπος ἦτο ἀκατάλληλος, προὑχώρησε πρὸς τὰ ὅρια Ἀττικῆς καὶ Βοιωτίας, μέχρι τῶν δυσβάτων καὶ τραχέων κορυφῶν τοῦ ὄρους Κιθαιρῶνος, ἔνθα Μυούπολις, καὶ ἐγκατεστάθη μονίμως εἰς τὴν Μονὴν τοῦ Συμβόλου, τιμωμένην ἐπὀνόματι τῶν Ἀσωμάτων. ἡγούμενος τῆς Μονῆς Θεοδόσιος, παρεχώρησεν εἰς τὸν Μελέτιον τὸ εὐκτήριον τοῦ Σωτῆρος. Εἰς αὐτὸ συνεκεντρώθησαν, ἑλκυόμενοι ἐκ τῆς ἀγιότητος τοῦ Ὁσίου, 100 περίπου μοναχοὶ καὶ ἱδρύθησαν δύο εἰσέτι νέοι ναοὶ πρὸς τιμὴν τῆς Θεοτόκου καὶ τοῦ Προφήτου Ἠλιοῦ. Διὰ τὴν κάλυψιν τῶν πνευματικῶν ἀναγκῶν τῶν μοναχῶν, Ὅσιος παρεκάλεσε καὶ ἔλαβε παρὰ τοῦ Πατριάρχου Κων/λεως Νικολάου Γ΄ Γραμματικοῦ (1084-1111) τὸν ἱερατικὸν βαθμὸν μετὰ τοῦ δικαιιώματος τοῦ ἐξομολογεῖν. Μετὰ τὸν θάνατον τοῦ Θεοδοσίου, Μελέτιος ἀπέκτησε καὶ τὴν Μονὴν τοῦ Συμβόλου, τὴν ὁποίαν κατέστησε Κεντρικὴν Λαύραν, ἐξελιχθεῖσαν εἰς τὴν σωζομένην σήμερον φερώνυμον Μονὴν αὐτοῦ. σημειωθεὶς ἔκτοτε πνευματικὸς ὀργασμὸς ἔφθασεν εἰς τὸ ἀπόκρυφον διὰ τῆς ἱδρύσεως πλείστων παραλαυρίων. φήμη τοῦ Ὁσίου, ἐκίνησε τὸν θαυμασμὸν τοῦ αὐτοκράτορος Ἀλεξίου τοῦ Α΄ Κομνηνοῦ, ὁποῖος παρεχώρησε τιμητικῶς μὲγα ποσὸν ἐκ τῶν δασμῶν τῆς Ἀττικῆς. Ὅσιος ὅμως ἐδέχθη μόνον 422 χρυσᾶ νομίσματα ἐτησίως, ἐπειδὴ ἀπεύφεγε πρὸ πάντος τὴν ἀπόκτησιν κτηματικῆς περιουσίας, προτιμῶν νὰ συντηρῆται μοναχικὴ κοινότης διὰ τῆς ἐργασίας τῶν μοναχῶν, τῶν ὁποίων κατὰ Χριστὸν τελείωσις θὰ ἐπετυγχάνετο διὰ τῆς αὐστηρᾶς ἀσκήσεως καὶ τῆς αὐταρκείας. Τοιουτοτρόπως εἰς ἐποχήν, καθἥν ἐν Ἐλλάδι μοναχικὸς βίος εἶχεν ἐκτραπῇ τοῦ προορισμοῦ του, Μελέτιος ἐμόχθησε διὰ τὴν ἐξύψωσιν αὐτοῦ, βαδίσας ἐπὶ τὰ ἴχνη τῶν προηγηθέντων αὐτοῦ ἀναμορφωτῶν. Μεγάλα ἦταν τὰ θαύματα τοῦ Ὀσίου. Προεῖπε μέγα σεισμόν, ὁποῖος ὄντως ἐπισυνέβη κατὰ τὸ ἔτος 1087 1091 καὶ συνεκλόνισε πολλοὺς τόπους. Ἀλλὰ καὶ πρόγνωσις κρισιμωτάτης συγκρούσεως τοῦ Ἀλεξίου Α΄ πρὸς τοὺς Κομανούς, ἐπιδραμόντας κατὰ τῆς Θράκης. Αὐτοκράτωρ, εὑρισκόμενος εἰς Ἀγχίαλον, παρεσκευάζετο νὰ ἐπιτεθῇ. ἐπίθεσις θὰ ἀπέβαινεν ὀλέθρια διὰ τὸν Αὐτοκράτορα. Ὅμως καὶ ἕτερα θαύματα ἀναφέρονται. Θεραπείας βαρέως ἀσθενούντων, δαιμονιζομένων, εἰς ἀναπλήρωσιν ἐλλιπόντων ἀγαθῶν, εἰς ἐξαγωγὴν ὕδατος ἐκ τῆς γῆς διὰ κρούσεως τῆς ῥάβδου του, εἰς διάσωσιν τῆςΜονῆς του ἐκ πυρκαϊάς, καὶ εἰς λοιποὺς ἄλλους ἀνάγκας. Τοιουτοτρόπως, παρέδωκε τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας Θεοῦ, τὸ ἔτος 1105, εἰς ἡλικίαν 70 ἐτῶν. Τὸ ἱερὸν σκήνωμα τοῦὉσίου ἐτάφη εἰς τὴν βορείαν πλευράν του εἰς τιμὴν τῶν Ἀσωμάτων νάρθηκος τοῦ κεντρικοῦ ναοῦ τῆς Μονῆς, ὁποῖα ἔκτοτε καλεῖται Μονὴ τοῦ Ὁσίου Μελετίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ  Ὁσίου Συμεὼν τοῦ στυλίτου τοῦ ἐν Λέσβῳ.
Λέσβου τὸ θρέμμα Συμεὼν τὸν στυλίτην
ὑμνείτω Λέσβος ἐν θείῳ ναῷ τούτου.

Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τοῦ Ὁσίου Ἀντωνίου τοῦ νέου τοῦ ἐκ Μακεδονικῆς Βεροίας.
Ονητὸν ᾿Αντώνιος ἴσχυε τὸν πόλον,
χρυσοῦν μὲν οὐχί, δακρύων δὲ τὸ πρέον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Κουρταλιώτη τοῦ ἐν Κρήτῃ.
Νικήσας, Νικόλαε, ἐχθρὸν τὸν πλάνον
νίκης γέρας εἴληφας παρὰ Κυρίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὴν καθορῶντες σαῖς λιταῖς ἐκζητοῦμεν πρὸς τὸν Χριστὸν Ἀγγελῆ, δεήθητι σωθῆναι, τοὺς σὲ ἐπευφημοῦντας καὶ βοῶντας ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ς αἱ θεῖαι δυνάμεις καὶ χοροὶ τῶν Μαρτύρων συνεορτάζουσιν νῦν, ὁρῶντες ἐν Ἁγίοις, τὸν νέον Ἀθλοφόρον, καὶ ἡμεῖς ἐκβοήσωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τὴν τοῦ Πνεύματος χάριν Ἀγγελῆς ὁ θεόφρων ὑπεραφθόνως λαβών, τῇ πίστει τῆς Τριάδος, ἐστήριξεν ἐν ἔργοις, τοὺς πιστῶς Θεῷ μέλποντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
πτικὸν τῆς καρδίας ἀποκάθαρον πάντων Θεοκυῆτορ σεμνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.



ᾨδὴ η΄. Τὸν Βασιλέα.
μνολογοῦντες, τοῦ Ἀγγελῆ μαρτυρίαν, μιμησώμεθα τούτου τοὺς ἄθλους, τὸν Χριστὸν τιμῶντες, εἰς πάντας τοὺς αἰῶνας.
Σὺ ἐκνικήσας, Ἀγαρηνῶν δυσσεβείας, Ἀγγελῆ ὀρθοδόξοις κηρύττεις, τὸν Χριστὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀνακηρύττεις, Τριαδικὴν Μοναρχίαν, Ἀγγελῆ παῤῥησίᾳ ἀθέοις, τὴν ἀνυμνουμένην, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Θεοκυῆτορ, ὡς ὑπερτέρα ἁπάντων, δευτερεῖα Τριάδος κατέχεις, ἧς τὴν θείαν δόξαν, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαὸν τῆς Ἐκκλησίας, φύλαττε ὦ Μάρτυς, ἐξ ἐπηρείας δαιμόνων καὶ νόσων δεινῶν, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου θεοδόξαστε.
Οἱ πόθῳ ἀνυμνοῦντες, σὴν ὁμολογίαν, ὦ Ἀγγελῆ Νεομάρτυς Χριστὸν τὸν Θεόν, δοξολογοῦσιν ἀπαύστως καὶ μεγαλύνουσιν.
μνήσωμεν ἀξίως, Νέον Ἀθλοφόρον, φιλομαρτύρων ὁ δῆμος ἐν θείαις ᾠδαῖς, ἀνακηρύττοντες τούτου τὰ ἀγωνίσματα.
Θεοτοκίον.
Σεμνὴ Παρθενομῆτορ, Σὲ ὁμολογοῦμεν, ὡς Παναγίαν Μητέρα Χριστοῦ τοῦ Θεοῦ, καὶ Ὀρθοδόξων προστάτιν καὶ καταφύγιον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὴν πλάνην ἀθεότητος, κατήσχυνεν ὁ ἔνθεος, πίστιν Χριστοῦ δὲ τοῖς πᾶσι, λαμπρῶς ἐκήρυξεν ἔργῳ, χάριτι ἀπαρνούμενος, τῆς ζωῆς τὰ ἐπίκηρα, δόξαν δὲ τὴν οὐράνιον, ἀπολαμβάνων ἀπαύστως, ὁ Ἀγγελῆς ὁ θεόφρων.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν, ζωῆς γὰρ γέγονε Μήτηρ, τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.









Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντες Νεομάρτυρα, καὶ Ἀθλοφόρον Κυρίου, ἐν ᾠδαῖς ὑμνήσωμεν, φιλαγίων σύστημα καὶ τιμήσωμεν, εὐκλεῶς ἤθλησεν, ἐν ἐσχάτοις χρόνοις, αἰκισμοὺς φαιδρῶς ὑπήνεγκεν, καὶ καθυπέμεινε, χάριτι τῇ θείᾳ σθενούμενος, διὸ καὶ κατηξίωται, ζωῆς τῆς αἰωνίου καὶ κρείττονος, ὅθεν ἱκετεύει, ἀπαύστως τὸν Χριστὸν ὑπὲρ ἡμῶν, τοῦ οἰκτειρῆσαι ὡς εὔσπλαγχνον, βροτοὺς ἁμαρτάνοντας. (Δίς)

Δεῦτε Νεομάρτυρα, τὸν Ἀγγελῆν θεοφρόνως, χριστοφόρων κόσμημα, ἐγκωμίων ἄνθεσι καταστέψωμεν, εὐθαρσῶς ἤθλησεν, ὑπὲρ ἀληθείας, τὰς βασάνους χαίρων ἤνεγκε, καὶ ἀπεδέξατο, Πνεύματι Ἁγίῳ μαρτύριον, φωτὶ δὲ θείῳ σκήνωμα, ὁ ἀγωνοθέτης τετίμηκεν, ὅθεν ὁ θεόφρων, ἐνδόξως ἐν Μαρτύρων τοῖς χοροῖς, συνυπηχεῖ τούτοις μέλπουσιν, ὕμνον ἐπινίκιον.

Πόθῳ Νεομάρτυρα, τὸν Ἀγγελῆν θεοδέκτοις, ἐν ᾠδαῖς ὑμνήσωμεν, καὶ αὐτοῦ ἐκτύπωμα ἀσπασώμεθα, τὸν σταυρὸν ἦρε γάρ, ἐν χαρᾷ καὶ ζήλῳ, καὶ Χριστὸν καθωμολόγησε, Θεὸν καὶ Κύριον, καὶ τοῦ κόσμου ὄντως κοσμήτορα, πιστοὺς δὲ ἐκραταίωσεν, ἐν Χριστοῦ τῇ πίστει ἀθλήσει τε, Οὗ ταῖς ἱκεσίαις, φιλάνθρωπε τοῦ κόσμου Λυτρωτά, μετανοεῖν καθοδήγησον, τοὺς αὐτὸν γεραίροντας.

Δόξα. Ἦχος πλ. β΄.
Ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν τοῦ Νεομάρτυρος Ἀγγελῆ πανσεβάσμιον μνήμην, ἀδελφοὶ τιμήσωμεν. Οὗτος γὰρ ἐν δυσχειμέροις χρόνοις, διὰ τοῦ σεπτοῦ αὐτοῦ μαρτυρίου, φύλαξ, φρουρὸς καὶ κήρυξ τῆς ἀμωμήτου καὶ σωτηρίου ἡμῶν γέγονε πίστεως. Τῆς δὲ δυσσεβοῦς τῶν Ἀγαρηνῶν πλάνης, τὸ ἄθεον καὶ μάταιον, τῇ σθεναρᾷ ὁμολογίᾳ κατέδειξεν. Αὐτοῦ καὶ ἡμεῖς ταῖς λιταῖς, τοῦ θείου ἐλέους ἀξιωθείημεν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Ἀγγελῆν γενναῖον, Νεομάρτυρα τοῦ Χριστοῦ, τὸν ὁμολογίᾳ, στεῤῥᾷ καὶ μαρτυρίῳ, κηρύξαντα ἀθέοις Θεὸν Τρισάγιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου