Τρίτη 20 Αυγούστου 2019

ΑΠΡΙΛΙΟΣ 24. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΟΥΚΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΔ΄!!
ΔΟΥΚΑΣ ΝΕΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κύριλλος Κογεράκης Ῥόδου)


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος γ΄. Μεγάλη τοῦ Σταυροῦ Σου.
Τιμήσωμεν ἐν ὕμνοις, σήμερον φιλέορτοι, τὸν νέον Ἀθλοφόρον, τοῦ Ζωοδότου Δούκαν· ἀλογήσας γὰρ σαρκὸς βασάνων καὶ θανάτου, καρτερικῶς ἤθλησεν· ὅθεν πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εὐφραίνου Μυτιλήνη, ἄνθος εὐωδέστατον, βλαστήσασα Κυρίου, τὸν Ἀθλοφόρον Δούκαν, τὸν τυράννων δυσσεβῶν τὸ θράσος καθελόντα, μαρτυρικῇ χάριτι, καὶ νῦν πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὑπῆλθες μαρτυρίου, δρόμον τὸν ἐπίπονον, νεότητος καὶ κάλλους, καταφρονήσας Δούκα, καὶ ἐν χώρᾳ τας τρυφῆς κατέπαυσας ἐκλάμπων, μαρτυρικοῖς κάλλεσιν· ὅθεν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Φυλάττων σωφροσύνην, Δούκα παμμακάριστε, καὶ πίστεως τὴν χάριν, ἐν τῇ καρδίᾳ φέρων, στρατιώτης εὐκλεὴς καὶ Μάρτυς τροπαιοῦχος, τοῦ Ἰησοῦ γέγονας· ᾯ καὶ πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος βαρύς.
Ὁ Χριστοῦ ἀκαθαίρετος ὁπλίτης, Νεομάρτυς Δούκα ἔνδοξε, τῆς Μυτιλήνης ἡ δόξα καὶ τὸ καύχημα, τοὺς ἐκτελοῦντας εὐσεβῶς, τὴν πάνσεπτον μνήμην σου, διάσῳζε ἐκ πάσης περιστάσεως, ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, πρὸς Θεὸν τὸν σὲ δοξάσαντα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.










Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ εὐθαλής, βλαστὸς τῆς Μυτιλήνης, Δούκα Κυρίου Μάρτυς· τοὺς σὲ ἀνευφημοῦντας, ἐκ θλίψεων διάσῳζε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πλάνης Ἀγαρηνῶν, ἐλέγξας Μάρτυς Δούκα, τὸ φρύαγμα ἀνδρείως, μαρτυρικῶς τοῦ βίου, τὸ στάδιον ἐτέλεσας.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἤθλησας ἀνδρικῶς, φυλάττων σωφροσύνης, τοὺς ὄρους Μάρτυς Δούκα· διὸ ἐδόξασέ σε, Τριὰς ἡ ὁμοούσιος.

Δόξα. Ἦχος πλ. β΄.
Ἐν νεότητι σώματος, μαρτυρικὸν ἀγῶνα ἀγωνισάμενος, τὸν παλαιὸν τῇ κακίᾳ κατήσχυνας, καὶ τὴν εὐσέβειαν ἐτράνωσας, Δούκα Νεομαρτύρων τὸ καύχημα· ὅθεν ἐν οὐρανοῖς, Μαρτύρων τῆς χαρᾶς ἀξιούμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, τῆς σωφροσύνης, ἄθλους ἤνυσας, τοῦ μαρτυρίου, καὶ ταῶν τυράννων τὸ θράσος ἐπάτησας· διὸ Χριστὸς ὁ Θεός σε ἐδόξασε, καὶ Ἐκκλησίας φωστῆρα ἀνέδειξε, Δούκα ἔνδοξε· ᾯ πρέσβευε τοῦ δωρήσασθαι, εἰρήνην τοῖς πιστοῖς, χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.













ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν. Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς, καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα Δούκαν δεῦτε τιμήσωμεν, τῶν εὐσεβῶν οἱ δῆμοι, συμφωνίᾳ ᾀσμάτων· οὗτος γὰρ πατήσας μαρτυρικῶς, τῶν τυράννων τὴν ἔπαρσιν, στεφανηφόρος χορεύει ἐν οὐρανοῖς, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Τῆς σωφροσύνης τῇ αἴγλῃ περιλαμπόμενος, τοῦ ἀσεβοῦς γυναίου, ἀπεκρούσω τὴν γνώμην, καὶ ἤθλησας βασάνους καθυποστάς, καὶ δορᾶς τὴν ἀφαίρεσιν· διὸ Χριστὸς ὁ Θεός σε Δούκα σοφέ, θείᾳ δόξῃ ἐστεφάνωσε.

Τοῦ Ἰωσὴφ τοῦ παγκάλου ἐκμιμησάμενος, ὑπὲρ τῆς σωφροσύνης, τὴν στεῤῥότητα Δούκα, διέδραμες τὰ σκῶλα τοῦ πονηροῦ, καὶ αὐτὸν κατετρόπωσας, ἐν μαρτυρίου παμμάκαρ τῇ συμπλοκῇ, ὡς Χριστοῦ ὁπλίτης ἄριστος.

Δόξα. Ἦχος πλ. α’.
Πνευματικῶς εὐφρανθῶμεν, σήμερον φιλόερτοι, ἐπὶ τῇ σεβασμίᾳ πανηγύρει, Δούκα τοῦ Νεομάρτυρος. Οὗτος γὰρ ἐν εὐσεβείας ἀγωγῇ διαπρέπων, τῆς ἀσεβοῦς γυναικός, ὡς ἄλλος Ἰωσήφ, τὴν ἀκόλαστον γνώμην ἀπώσατο, καὶ μαρτυρίου τὸ στάδιον ἐτέλεσεν, ἄνθος νεότητος καὶ κάλλος σώματος, εἰς οὐδὲν λογισάμενος, ἀλλὰ πάντα ὡς σκύβαλα ἡγησάμενος, ἵνα Χριστὸν κερδήσῃ, τὸν ἐκ νεκρῶν ἀναστάντα Κύριον· ᾯ καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.











Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14]
Τάδε λέγει Κύριος` πάντα τά ἕθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τά ἐξ αύτῆς; Ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αύτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν έν ἡμῖν ἀλλότριος. ‘Υμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὄτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Νέος ὢν τὸ σῶμα κομιδῇ, τὸν παλαιὸν ἐν κακίᾳ, ἐν μαρτυρίου συμπλοκῇ κατετρόπωσας, Δούκα θεομακάριστε· διὸ στέφανον νικητικόν, οὐρανόθεν κομισάμενος, ἐν ταῖς αὐλαῖς τῆς αἰωνίου ζωῆς, τοῖς ἀπ’ αἰῶνος Ἁγίοις χοροβατεῖς, καὶ πρεσβεύεις ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ’.
Τὴν σωφροσύνης τὸ ἔνδυμα, ἀπειργάσω λαμπρότερον, τῇ ἐκχύσει τῶν τιμίων αἱμάτων σου, Δούκα θεομακάριστε. Οὐδόλως γὰρ ἐχαυνώθης, ἐπαγγελίαις τῶν προσκαίρων ἀγαθῶν, οὐδὲ ὑπέκυψας ταῖς ἡδοναῖς τῆς σαρκός, ἀλλὰ τὸν θησαυρὸν τῆς πίστεως, ἀκέραιον διεφύλαξας, καὶ ἐταπείνωσας ἀσεβείας ὑψώματα· ὅθεν διὰ θανάτου, πρὸς τὴν αἰωνίζουσαν ζωὴν μεταστάς, τὰ γέρα τῶν πόνων ἀπείληφας, καὶ παρέστης τῷ Χριστῷ, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. α΄.
Τὸν θησαυρὸν τῆς ψυχῆς σου, συλῆσαι πειραθεὶς ὁ παγκάκιστος, πρὸς τῶν ποδῶν σου ὡράθη, ὡς στρουθίον ἀνίσχυρον παιζόμενος, Δούκα Νεομαρτύρων ἐγκαλλώπισμα. Τῆς ἐνοικούσης γὰρ ἐν σοὶ σωφροσύνης, ἀκηλίδωτον φυλάξας τὴν εὐπρέπειαν, ταῖς ῥοαῖς τῶν μαρτυρικῶν σου αἱμάτων, λαμπροτέραν ταύτην ἀνέδειξας, καὶ ὡς δῶρον εὐαπόδεκτον, ταύτην προσενήνοχας, τῷ ἀθλοθέτῃ Χριστῷ τῷ Θεῷ. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῇ ἀφαιρέσει τῆς δορᾶς, τῆς φθορᾶς ἀποβαλὼν τὸν χιτῶνα, ἀθανασίας ἠμφιάσω τὸ ἔνδυμα, καὶ ὅλος πεποικιλμένος, τοῦ μαρτυρίου τοῖς στίγμασι, εἰς Χριστοῦ τὸν νυμφῶνα εἰσελήλυθας, Δούκα Νεομάρτυς πανεύφημε· ὅθεν ἐν Αὐτῷ, εἰς ἁγιασμὸν τοῦ μαρτυρίου σου, τοὺς ὑπὲρ ἄνθρωπον πόνους κτησάμενος, καὶ ἄῤῥητον τὴν θέωσιν ὑφιστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων ἀξίως, τὴν χαρμόσυνον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι
Μυτιλήνης τὸ βλάστημα, Βυζαντίου τὸ καύχημα, Δούκαν τὸν μακάριον εὐφημήσωμεν, ὅτι Χριστῷ ἀνακείμενος, τὸν λόγον τῆς πίστεως, ἀνεκήρυξεν ἐχθρῶν, ἀλλοφύλων ἐνώπιον, καὶ ἐνήθλησεν, ἀλλοτρίῳ ἐν σώματι καθάπερ, τὰς βασάνους ὑπομείνας, καὶ τῆς δορᾶς τὴν ἀφαίρεσιν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἰωσὴφ ὥσπερ δεύτερος, ἀντετάξω στεῤῥότατα, γυναικὸς παράφρονος τῇ φαυλότητι, καὶ ἐντολὴν διεφύλαξας, Χριστοῦ τὴν σωτήριον, ἀφειδήσας τῆς σαρκός, τῶν ποικίλων κολάσεων· ὅθεν γέγονας, εὐσεβείας ὦ Δούκα νέος Μάρτυς, καὶ παρέστης ταῷ Δεσπότῃ, διαπαντὸς εὐφραινόμενος.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὡς ἀρνίον σε ἄκακον, συλλαβόντες οἱ τύραννοι, πρὸς σφαγὴν ὡδήγησαν ἐθελούσιον, καὶ τοῦ Κυρίου σε Μάρτυρα, γενναῖον ἀνέδειξαν, καὶ τῆς μάνδρας τῆς ζωῆς, Δούκα θεῖον οἰκήτορα, δοξαζόμενον, ἀθανάτῳ εὐκλείᾳ εἰς αἰῶνας, καὶ θερμῶς ὑπερμαχοῦντα, τοῦ Ὀρθοδόξου πληρώματος.

Δόξα. Ἦχος πλ. β΄.
Τῆς σωφροσύνης τὴν στήλην, καὶ εὐσεβείας τὸ ἄγαλμα, Δούκαν τὸν ἀοίδιμον, ἐγκωμίοις τιμήσωμεν. Νεανίας γὰρ ὑπάρχων εὐπρεπής, ταῖς ἡδοναῖς τῆς σαρκός, οὐδόλως ὑπέκυψε, καὶ τῆς ψυχῆς τὸ καθαρόν, τοῦ μαρτυρίου τοῖς πόνοις, ἀκέραιον διεφύλαξε· διὸ νίκης τρόπαιον, ἀθάνατον ἀράμενος, τῷ ἀθλοθέτῃ Χριστῷ, ἐν τοῖς ἐπουρανίοις παρέστη, Μάρτυσι τοῖς ἀπ’ αἰώνων χοροβατῶν, καὶ πρεσβεύων σὺν αὐτοῖς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Ταῆς ἐρήμου πολίτης.
Ἰωσὴφ τοῦ παγκάλου, τῆς ψυχῆς τὴν εὐγένειαν, οἷα νεανίας ὡραῖος, μιμησάμενος ἔνδοξε, Μαρτύρων ἀνεδείχθης μιμητής, καὶ τούτων ἐν ὑψίστοις κοινωνός· διὰ τοῦτο πάντες Δοῦκα οἱ εὐσεβεῖς, τιμῶντές σε ἐκβοῶμεν· Δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, ῥύστην καὶ πρόμαχον.
Δόξα. Ἕτερον.Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, τῆς σωφροσύνης, ἄθλους ἤνυσας, τοῦ μαρτυρίου, καὶ ταῶν τυράννων τὸ θράσος ἐπάτησας· διὸ Χριστὸς ὁ Θεός σε ἐδόξασε, καὶ Ἐκκλησίας φωστῆρα ἀνέδειξε, Δούκα ἔνδοξε· ᾯ πρέσβευε τοῦ δωρήσασθαι, εἰρήνην τοῖς πιστοῖς, χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.



























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν μνήμην σου πιστῶς, δεξιούμενοι Δούκα, ἐν ὕμνοις καὶ ᾠδαῖς, τῇ παρούσῃ ἡμέρᾳ, δοξάζομεν τὸν Κύριον, τὸν τρανῶς σε δοξάσαντα· Ὃν ἱκέτευε, μαρτυρικῇ παῤῥησίᾳ, τοῦ δωρήσασθαι, παραπτωμάτων τὴν λύσιν, ἡμῖν τοῖς τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ ταὴν β’  Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, διεζωσμένος, Δούκα ἔνδοξε, τὴν παντευχίαν, μαρτυρίου ἐν τῇ πάλῃ ἠρίστευσας, καὶ δυσμενῶν παρατάξεις ἐνίκησας, ὡς τοῦ Χριστοῦ στρατιώτης ἀήττητος· ὅθεν πρέσβευε, Αὐτῷ ἐκτενῶς πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἀνακείμενος τῷ Λυτρωτῇ ταῶν ψυχῶν, ἐχθροῦ τοῦ ἀλάστορος τὴν ἐπηρμένην ὀφρύν, τοῖς ἄθλοις ἐπάτησας· ἔλαμψας ὥσπερ λύχνος, μαρτυρίου τῇ δόξῃ, φαίνων τῇ Ἐκκλησίᾳ, εὐσεβείας τὴν χάριν· διό σε Μάρτυς Δούκα πιστοί, ἀεὶ μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΚΓ΄ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Νεομάρτυς Δούκα, τῆς Μυτιλήνης τὸ βλάστημα, ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, τοῦ μαρτυρίου τελέσας τὸν ἀγῶνα, δόξῃ τε καὶ τιμῇ ἐστεφάνωσαι· ἄνθους γὰρ νεότητος, καὶ σώματος κάλλους καταφρονήσας, τὰς βασάνους ὑπέμεινας, καὶ δορᾶς τὴν ἀφαίρεσιν. Ἀλλ’ ὡς τῆς ἀθανάτου, ἐν ὑψίστοις λαβόμενος ζωῆς, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.






Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δοῦκαν συμφώνως οἱ πιστοὶ τιμήσωμεν, τὸν Ἀθλητὴν τοῦ Χριστοῦ, τῶν Νεομαρτύρων, κλέος τὸ περίδοξον· αὐτοῦ γὰρ ἐξανέτειλεν, ἡ ὑπέρφωτος μνήμη, τῆς Ἐκκλησίας τὸ πλήρωμα, χάριτος φωτὶ καταυγάζουσα.
Ὡς νεανίας εὐπρεπὴς ἐφύλαξας, τῆς εὐσεβείας πιστῶς, ἐν τῇ σῇ καρδίᾳ, θησαυρὸν τὸν τίμιον, καὶ τοῦτον ἐπλεόνασας, ὑπὲρ φύσιν τελέσας, τοῦ μαρτυρίου τὸν δίαυλον, Δούκα Ἀθλητὰ παμμακάριστε.
Ἐκ ῥιζουχίας εὐσεβοῦς ἐβλάστησας, καθάπερ θεῖος βλαστός, καὶ ἐν μαρτυρίου, τῷ καιρῷ ἐξήνθησας, ὡς ῥόδον εὐωδέστατον, ὡς μυρίπνοον κρῖνον, εὐωδιάζων τὰ σύμπαντα, Δούκα τοῦ Χριστοῦ Μάρτυς ἄριστε.
Θεοτοκίον.
Καταιγιζόμενος σφοδρῶς ὁ ἄθλιος, ταῖς προσβολαῖς τῶν παθῶν, καὶ εἰς ἁμαρτίας, κινδυνεύων βάραθρα, τῇ μητρικῇ σου χάριτι, καταφεύγω κραυγάζων· Ἀντιλαβοῦ μου καὶ σῶσόν με, Μῆτερ τοῦ Κυρίου ὡς εὔσπλαγχνος.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Γυναικὸς ἀκολάστου ὡς νουνεχὴς ἔνδοξε, γνώμῃ ψυχολέθρῳ τῇ πίστει, ἀντιταξάμενος, ἄσυλον ἄφθορον, τῆς σωφροσύνης τὸν πλοῦτον, ἐν σοὶ διεφύλαξας, Δούκα μακάριε.
Ἰωσὴφ ὥσπερ ἄλλος ἁμαρτωλὸν γύναιον, ἀπὸ σοῦ παμμάκαρ ἀπώσω, καθάπερ βδέλυγμα, ὡς ἀντεχόμενος, Χριστοῦ ὦ Δούκα τῷ λόγῳ, ὑπὲρ οὗ καὶ ἤθλησας, καθάπερ ἄσαρκος.
Σωφροσύνης φυλάττων ὡς θησαυρὸν ἄφθορον, τοῖς θεοστυγέσι παρέστης, κριταῖς κρινόμενος, καὶ τούτων ᾔσχυνας, τὸ ἀσεβὲς ἐν τοῖς λόγοις, οἷς τὸ Πνεῦμα Δούκα σοι, δέδωκε φθέγγεσθαι.
Θεοτοκίον.
περάμωμε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τὴν σωτηρίαν τῷ κόσμῳ, ἐξανατείλασα, τῆς συμπαθείας Σου, μή με στερήσῃς Παρθένε· Σὲ γὰρ καὶ ἐπίσταμαι, μόνην βοήθειαν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Σωφροσύνης φυλάττων τὸν θησαυρόν, ἀντετάξω γυναίῳ τῷ ἀσεβεῖ, καὶ ῥώμῃ τῆς πίστεως, πρὸς ἀγῶνας ἐχώρησας, τοῦ μαρτυρίου χαίρων, ἐν ᾧ κατετρόπωσας, ἐχθρῶν τῶν ἀλλοφύλων, τὴν βλάσφημον ἔπαρσιν· ὅθεν τοὺς στεφάνους, Μάρτυς Δούκα τῆς νίκης, ὑψόθεν δεξάμενος, τῷ Δεσπότῃ παρίστασαι, σὺν Μαρτύρων τοῖς τάγμασι, πρεσβεύων παῤῥησίᾳ Αὐτῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
Ἀθλητικῶς, ἀγωνισάμενος Ἅγιε, ἐν ἡμέραις, τῆς πικρᾶς χειρώσεως, τὸν δι’ ἡμᾶς πάθος ἐν Σταυρῷ, τίμιον ὦ Δούκα, καταδεξάμενος Κύριον, ἀξίως ἐμιμήσω, καὶ αὐτοῦ ἐν τῇ δόξῃ, διαλάμπων εἰσῆλθες τοῖς στίγμασιν.
Ῥώμῃ Χριστοῦ, καθυπομείνας τὴν ἔφοδον, τῶν βασάνων, Δούκα ὥσπερ ἄσαρκος, καὶ τὴν δοράν σου ἀφαιρεθείς, τὸ τοῦ σωτηρίου, περιεβάλου ἱμάτιον, καὶ ὅλος λαμπροφόρος, ἐν τῇ ἐπουρανίῳ, ἐκλεκτῶν Μητροπόλει κατέπαυσας.
Ἐν τῷ βυθῷ, τῷ θαλασσίῳ σοῦ σώματος, ἀπεῤῥίφθη, ἡ δορὰ πολύαθλε, ἀλλὰ σὸν πνεῦμα ἐν οὐρανοῖς, μετέστης Μαρτύρων, συναριθμούμενον τάξεσι· μεθ’ ὧν ἀεὶ ἐξαίτει, παῤῥησίᾳ ὦ Δούκα, τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.
Θεοτοκίον.
ῦσαι ἁγνή, ἁμαρτιῶν ἀδοξίας με, κάθαρόν με, ἀνομίας πράξεων, ἀλλοτριούντων με τοῦ ἐκ Σοῦ, ἀσπόρως τεχθέντος, δι’ ἀγαθότητα ἄφατον, καὶ δίδου μετανοίας, τὴν σωτήριον τρίβον, ἐν παντί μου τῷ βίῳ πορεύεσθαι.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Φροῦδα τὰ ἐν γῇ, Μάρτυς Δούκα λογισάμενος, τοῦ Σωτῆρος ἀνεκήρυξας τρανῶς, παρανόμοις δικασταῖς τὸ θεῖον ὄνομα.
Κάλλους τοῦ φθαρτοῦ, καὶ νεότητος τοῦ σώματος, κατεφρόνησας καὶ ὤφθης μιμητής, ἀκριβέστατος Χριστοῦ Δούκα τοῖς ἄθλοις σου.
Χαίροις ὁ βλαστός, Μυτιλήνης ὁ θαυμάσιος, ὁ ἐν Μάρτυρι γενναῖος καὶ στεῤῥός, ὁ αἰσχύνας τῶν ἐχθρῶν τὰ πανουργεύματα.
Θεοτοκίον.
δε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.

ᾨδὴ στ’. Τὴν δέησιν.
Τὸν Πάγκαλον, Ἰωσὴφ μιμούμενος, ἀντετάξω τῷ κακίστῳ γυναίῳ, καὶ παρεδόθης κριταῖς ἀδικίαις, οὗς καὶ κατέκρινας Δούκα φθεγγόμενος· Ἐγὼ λατρεύω τὸν Χριστόν, ὡς Σωτῆρα τοῦ κόσμου καὶ κύριον.
Τῆς πίστεως, τοῦ Χριστοῦ τῆς στάσεως, ἐν βασάνοις οὐδαμῶς ἐσαλεύθης, ἀλλ’ ἐν αὐτοῖς διεσάλευσας Δούκα, τῆς τῶν ἐχθρῶν ἀπιστίας θεμέλια, καὶ ὤφθης Μάρτυς εὐκλεής, τὴν σφαγὴν ὡς ἀρνίον δεξάμενος.
Τὸ ἄϋλον, τοῦ Χριστοῦ τῆς ἀγάπης, ἐν καρδίᾳ σου πῦρ Δούκα κατέχων, ἐν σωφροσύνης διέπρεψας ἔργοις, καὶ ὑπὲρ ταύτης τὸν βίον ἐτέλεσας, ὡς σφάγιον ἀποδαρείς, καὶ δεξάμενος χαίρων τὸν θάνατον.
Θεοτοκίον.
Λαμπάδα Σε, μυστικὴν γινώσκοντες, τοῦ φωτὸς τοῦ ἀνεσπέρου Παρθένε, ἐσκοτισμένοι κακίας τοῖς ἔργοις, Σοὶ εὐλαβῶς καταφεύγομεν κράζοντες· Ἀνάτειλον Μῆτερ ἡμῖν, μετανοίας αὐγὴν τὴν σωτήριον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Νεομάρτυρα πιστοὶ Δούκαν τιμήσωμεν, τῆς σωφροσύνης ἐν Χριστῷ τὸ ἐξεικόνισμα, τὸν αἰσχύναντα τυράννων τὴν δυναστείαν· συγχορεύων γὰρ Μαρτύρων τῷ στρατεύματι, πρυτανεύει τῶν θαυμάτων τὰ χαρίσματα, τοῖς κραυγάζουσι· Χαίροις Μάρτυς πολύαθλε.
Ὁ Οἶκος.
Σωφροσύνης φυλάττων, γυναιξὶ ἀκολάστῳ, ὡς ἄλλος Ἰωσὴφ ἀντετάξω, καὶ τοῖς τυράννοις διαβληθείς, ἀδίκῳ ψήφῳ ἀρνίον ὡς ἄκακον, ἐτύθης Δούκα ἔνδοξε· διό σοι πάντες ἐκβοῶμεν·
Χαῖρε, τὸ ἄνθος τῆς εὐψυχίας·
χαῖρε, τὸ ῥόδον τῆς εὐτονίας.
Χαῖρε, Μυτιλήνης τὸ τίμιον βλάστημα·
χαῖρε, Ἐκκλησίας τὸ νέον ἀγλάϊσμα.
Χαῖρε, πίστεως παράδειγμα, σωφροσύνης ἡ εἰκών·
χαῖρε, χάριτος ἀπάνθισμα, καὶ ἀνδρείας ὁ κανών.
Χαῖρε, ὅτι ἀπώσω τὰς ἐχθρῶν κολακείας·
χαῖρε, ὅτι κάθεῖλες δυσμενῶν μεθοδείας.
Χαῖρε, Μαρτύρων θεῖος συνόμιλος·χαῖρε, Ἁγίων πάντων συμμέτοχος.
Χαῖρε, φωστὴρ νοητὸς εὐσεβείας·
χαῖρε, ἀκτὶς μυστικῆς δᾳδουχίας.
Χαίροις, Μάρτυς πολύαθλε.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Δούκας ὁ ῥάπτης ὁ Μυτιληναῖος, ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1564ῳ, ζῶν ἀποδερματισθείς, τελειοῦται.
Δούκας ὁ ῥάπτης ἐκδαρεὶς δορὰν ὅλην,
ἔῤῥαψεν αὐτῷ ἱμάτιον φωσφόρον.
Εἰκοστῇ τετάρτῃ Δούκας ἤθλησεν ἀποδαρείς.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ τῆς Θαυματουργοῦ
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.

Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.

Τῇ αὐτῇ ἡμέρα, οἱ διὰ τοῦ Ἁγίου Σάββα Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες Στρατιῶται, ξίφει τελειοῦνται.
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Οὐαλεντίωνος
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Δανάβου, Δημητρίου, Εὐσεβίου, Λεοντίου, Λογγίνου, Νεστάβου, Νέωνος καὶ Χριστοφόρου, τῶν διὰ τοῦ Ἁγίου Γεωργίου πιστευστάντων
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων· Φήλικου πρεσβυτέρου, Φουρτουνάτου καὶ Ἀχιλλέως τῶν διακόνων
Φῆλιξ Ἀχιλλεὺς ἀλλα καὶ Φουρτουνάτος,
Τριάδος εὐσθενεῖς ὤφθησαν ὁπλῖται.

Κτήτωρ συ Μονῆς τοῦ κλεινοῦ Ἀθλοφόρου
δειχθεὶς αὐλίζῃ ἐν μοναῖς οὐρανίαις


Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Κωμοπόλεως Γιαγιάκιοϊ καταγομένου, καὶ ἐν Μαγνησίᾳ μαρτυρήσας ἐν ἔτει 1776ῳ, σφοδρῶς τυφθεὶς τελειοῦται.
Ζητῶν ὁ Nικόλαος εὑρέσθαι γάμον,
ἄφθαρτον εὗρε διὰ πληγῶν ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Κιέβου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θαυμαστοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ διὰ Χριστὸν σαλοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀλεξίου τοῦ Ἐγκλείστου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἠλία τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀντεχόμενος Δούκα εὐσεβείας τὸν λόγον ὡς νεανίας καλός, φρονήματι ἁγίῳ, τὸ ὑπὲρ τοῦ Κυρίου, ἀνεδέξω μαρτύριον, καὶ ἀθανάτου ζωῆς, στεφάνῳ ἐκοσμήθης.
Ἀποῤῥίψας τυράννων τὰς βλασφήμους θωπείας καὶ τὰς φρικτὰς ἀπειλάς, τὸ στάδιον ἐπέβης, γενναίως τῶν Μαρτύρων, ἐν ᾧ Δούκα ἠρίστευσας, καταβαλὼν ἐν αὐτῷ, τοῦ ψεύδους τὸν στρατάρχην.
Μυτιλήνη καυχάται τοῖς σπαργάνοις σου Δούκα καὶ μεγαλύνει Χριστόν, ἣν στήριζε ἑδραῖαν, ἐν πίστεως τῇ πέτρᾳ, ὑπὲρ ταύτης δεόμενος, ἀκαταπαύστως Θεοῦ, τοῦ θαυμαστώσαντός σε.
Θεοτοκίον.
Λυτρωτὴν ἡ τεκοῦσα ταῶν ἀνθρώπων τῷ γένει εὐλογημένη ἁγνή, κακίας ὀλεθρίου, ἐχθροῦ τοῦ ἀρχεκάκου, λύτρωσαί με κραυγάζοντα· Χαῖρε Μαρία δι’ ἧς, ἀνέτειλεν ἡ χάρις.

ᾨδὴ η’. Οἱ θεοῤῥήμονες Παῖδες.
Ἐν νεαρᾷ ἡλικίᾳ τοῦ μαρτυρίου, Δούκα ὁδὸν διανύσας, ἐν τοῖς ὑψίστοις κατέπαυσας, καὶ Μαρτύρων τῆς δόξης, ἐγένου συμμέτοχος.
Ὥσπερ ἀμνὸς Μάρτυς Δούκα ἀκολουθήσας, πρὸς τὴν σφαγὴν ἑκουσίως, τυράννων θράσος ἐφαύλισας, καὶ Μαρτύρων εἰσῆλθες, εἰς μάνδραν ἐπουράνιον.
Τὴν τῶν Μαρτύρων ζηλώσας Δούκα ἀνδρείαν, ἴσος αὐτοῖς ἀνεδείχθης· μεθ’ ὧν δυσώπει δεόμεθα, τὸν Δεσπότην σωθῆναι, τοὺς Σὲ μακαρίζοντας.
Θεοτοκίον.
μβροβλυτοῦσα μὴ παύσῃ τῆς χάριτός Σου, Θεοκυῆτορ τὸ ὕδωρ, τοῖς ἐκ καρδίας βοῶσί Σοι· Χαῖρε Μῆτερ Παρθένε, Θεοῦ ἡ λοχεύτρια.


ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐξήστραψας δουλείας ἐν τῇ νυκτί, ὡς φωστὴρ φωτοφόρος πολύαθλε, καὶ τὸν λαόν, τὸν ἐν τῇ σκοτίᾳ τῶν πειρασμῶν, οἰκτρῶς ταλαιπωρούμενον, Δούκα κατεφώτισας τηλαυγῶς· διό σε μακαρίζει, ἐν ὕμνοις ἐγκωμίων, τῶν Ὀρθοδόξων ἡ ὁμήγυρις
Τῇ χάριτι Κυρίου δυναμωθείς, πειρασμῶν ἀνεδείχθης ἀνώτερος, Δούκα σοφέ, καὶ περιεγένου Ἀγαρηνῶν, ἀνδρείως τῆς φαυλότητος, χαίρων τὰς βασάνους καθυποστάς· ἀνθ’ ὧν ἐδέξω χάριν, πηγάζειν ἰαμάτων, τοῖς ἀσθενοῦσι τὰ δωρήματα.
Τιμῶμέν σε ἐν ὕμνοις οἱ εὐσεβεῖς, σὴν λαμπρὰν ἐκτελοῦντες πανήγυριν, Δούκα σοφέ, καὶ ἀγαλλιώμενοι τὰς ψυχάς, τῇ ἀθανάτῳ δόξῃ σου, πάντες σοι βοῶμεν μιᾷ φωνῇ· Ἐξαίτει τῶν πταισμάτων, συγχώρησιν παμμάκαρ, ἡμῖν τοῖς σφόδρα ἀγαπῶσί σε.
Θεοτοκίον.
πέραγνε Μαρία τὸν Λυτρωτήν, δι’ ἡμᾶς ἀπειράνδρως ἐκύησας, δίχα τροπῆς, καὶ φυρμοῦ ὡς πάλαι οἱ θαυμαστοί, Προφῆτες προεκήρυξαν· ὅθεν σοὶ βοῶμεν χαρμονικῶς· Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, χαῖρε τὸ μέγα ἐγκαλλώπισμα.

Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὴν σωφροσύνην φυλάττων, ὡς νεανίας εὐπρεπής, μαρτυρικῶς ἠγωνίσω, ἐν τῇ δυνάμει τοῦ Χριστοῦ, καὶ τῶν τυράννων καθεῖλες, τὴν ἔπαρσιν Μάρτυς Δούκα.
Τῆς ἀληθείας Δούκα, Μάρτυς ἐδείχθης ἐπὶν γῆς, καὶ ἐν ὑψίστοις Μαρτύρων, κατηξιώθης ταῆς τιμῆς· διὸ μνημόνευε πάντων, τῶν εὐσεβῶς σε τιμώντων.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι.Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βίου καθαρότητος, καὶ σωφροσύνης καὶ πίστεως, διαλάμπων ταῖς πράξεσι, Μαρτύρων ἠγώνισαι, τὸν καλὸν ἀγῶνα, Δούκα θεοφόρε, καὶ ἐκοσμήθης ἱερῶς, ἀθανασίας τῷ διαδήματι, Κυρίῳ παριστάμενος, τῷ Βασιλεῖ τῶν δυνάμεων, καὶ παρέχων ἰάματα, τοῖς τελοῦσι τὴν μνήμην σου.

Γνώμην τὴν ψυχόλεθρον, τῆς ἀσεβοῦς ἀπωσάμενος, γυναικὸς Δούκα ἔνδοξε, ὡς σώφρων καὶ τίμιος, τῇ συκοφαντίᾳ, αὐτῆς παρεδόθης, τῆς ἀδικίας τοῖς κριταῖς, καὶ μαρτυρίου εὑρέθης ἄξιος· διό σε ἡ οὐράνιος, ἀναψυχὴ ὑπεδέξατο, ἐν ᾗ χαίρων μνημόνευε, τῶν τιμώντων τὰ ἄθλα σου.

Ἔφοδον ἐνίκησας, τὴν κατὰ σοῦ τοῦ ἀλάστορος, τῇ γενναίᾳ ἐνστάσει σου, καὶ τούτου τὰς φάλαγγας, ἐν τοῖς τῶν αἱμάτων, ἀπέπνιξας ῥείθροις, καὶ νικηφόρος πρὸς Θεόν, μετέστης Δούκα ἀξιοθαύμαστε· διὸ ἀπαύστως πρέσβευε, ἵνα ῥυσθῶμεν ἐκ θλίψεων, πειρασμῶν καὶ κακώσεων, οἱ τὴν μνήμην σου σέβοντες.

Θῦμα ἱερώτατον, καὶ ἱερεῖον εὐπρόσδεκτον, καὶ τερπνὸν καλλιέρημα, Χριστῷ τῷ Δεσπότῃ σου, προσηνέχθης Δούκα, τυράννων μανίαν, ὡς νεανίας εὐπρεπής, καταπατήσας τῷ μαρτυρίῳ σου· διό σε μακαρίζομεν, ἐπιτελοῦντες τὴν μνήμην σου, καὶ θερμόν σε αἰτούμεθα, πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ἀνέτειλεν ἡμῖν, ἡ τοῦ Νεομάρτυρος εὐφρόσυνος πανήγυρις, τὰς διανοίας πιστῶν καταυγάζουσα, τῶν ἐν ἀγαλλιάσει βοώντων· Χαίροις, ὁ εὐσεβείας τὴν ὁδόν, ἐν ἀκλινεῖ λογισμῷ βαδίσας, καὶ τοῦ ἀρχαίου ἐχθροῦ τὰ σκῶλα, διαδραμὼν ἰσχύϊ τῆς χάριτος· χαίροις, ὁ ἐναντίον τῶν ἐχθρῶν, τοῦ Ἰησοῦ τὸ ὄνομα κηρύξας, καὶ τὰς βασάνους καθυπομείνας, καθάπερ ἀλλοτρίῳ ἐν σώματι· χαίροις, ὁ τῇ ἀφαιρέσει τῆς δορᾶς, τὸ ἄφθαρτον ἐνδυσάμενος, ἀθανασίας ἱμάτιον. Ἀλλ’ ὦ Δούκα μακάριε, παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, τὴν εἰρήνην αἴτει, τοῖς τελοῦσι ἐν ὕμνοις τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν τῆς Μυτιλήνης θεῖον βλαστόν, Δούκαν τὸν γενναῖον, εὐφημήσωμεν εὐσεβῶς, ὅτι σωφροσύνης, τῇ αἴγλῃ ἀπαστράπτων, ἐνήθλησεν ἀνδρείως, ὑπὲρ τῆς πίστεως.

http://www.imr.gr/article/595/akoloythia-toy-agioy-neomartyros-doyka

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου