ΙΟΥΛΙΟΣ ΚΗ΄.
ΠΑΥΛΟΣ ΟΣΙΟΣ ΞΗΡΟΠΟΤΑΜΗΝΟΣ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά
Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐλαμπρύνθης τῷ φωτί, Πάτερ τῆς ἀγάπης Κυρίου, οἷα
σοφὸς ἐκ παιδός, τότε καταλέλοιπας τὰς βασιλείους αὐλάς, καὶ πτωχείαν ἑλόμενος,
ὡς ξένος ἐπέστης, Ὄρει τῷ τοῦ Ἄθωνος, ἄρας Χριστοῦ τὸν Σταυρόν, ἔνθα, ἀρετῶν
ὤφθης πλοῦτος, Παῦλε καὶ Ὁσίων ἀκρότης, ἐν σαρκὶ Ἀγγέλοις ἁμιλλώμενος.
Οἶκος, τῆς Τριάδος καὶ ναός, Παῦλε ἀληθῶς ἀνεδείχθης,
δι’ ἐναρέτου ζωῆς· ἔνθεν Μονὰς ἤγειρας δύο ἐν Ἄθωνι, ὁδηγίᾳ τῇ ἄνωθεν, τὴν μὲν
τοῖς ἐνδόξοις, Χριστοῦ Τεσσαράκοντα, Ἁγίοις Μάρτυσι, τῇ δέ, Γεωργίῳ τῷ πάνυ·
μεθ’ ὧν ἐκδυσώπει ἀπαύστως, σώζεσθαι τὴν ποίμνην σου ἀπήμαντον.
Ὅτε, πρὸς μονὰς τῶν οὐρανῶν, ἔμελλες δραμεῖν
ἐκτελέσας, Πάτερ τὸν δρόμον σου, τότε καί τὸ πρόσωπον καθάπερ ἥλιος, ὑπὲρ φύσιν
ἐξέλαμψε, δηλοῦν τῆς ψυχῆς σου, Παῦλε τὴν λαμπρότητα, ἥνπερ ἐπλούτισας· ὅθεν,
τῷ φωτὶ τῆς Τριάδος, ἤδη ἐντρυφῶν ἐκδυσώπει, ῥύεσθαι ἡμᾶς παθῶν στενώσεως.
Σκέπε, τὴν ἁγίαν σου Μονήν, τὴν σεμνυνομένην παμμάκαρ,
τῷ σῷ ὀνόματι, ἣν ἐκ βάθρων ἤγειρας, Παῦλε θεόσοφε, ἀπὸ πάσης κακώσεως, καὶ
τοῖς ἀσκουμένοις, ἐν αὐτῇ πρυτάνευε, τῇ ἀντιλήψει σου, ζῆλον, πρὸς τὰ κρείττονα
θεῖον, γνώμην πρὸς ἀλλήλους τελείαν, καὶ ἐν πᾶσι βίον ἀκατάγνωστον.
Δόξα. Ἦχος
δ΄.
Τῷ σκεύει τῆς ἐκλογῆς συνωνυμήσας, τῆς θείας ἀγάπης τὰ
ἀκροθίνια, ἐμφανῆ πᾶσι πεποίηκας, ἀξίως τῆς κλήσεως, ἐν ἔργῳ καὶ λόγῳ, Παῦλε
παμμακάριστε· τοῖς ἐν κόσμῳ γὰρ χαίρειν εἰπών, Χριστῷ συνεσταύρωσαι, καὶ τῆς ἐν
μυστηρίῳ, κεκρυμμένης ζωῆς, τὰς ἐμφάσεις ἐθησαύρισας· καὶ ὑποφήτης ταύτης
γενόμενος, ὁδηγὸς καὶ τύπος, Μονα-στῶν ἀνεδείχθης, ἀγγελικῶς πολιτευσάμενος·
καὶ νῦν Ἀγγέλοις συνών, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε
εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Γόνος περιφανής, ἀνάκτων πέλων Παῦλε, τῷ Βασιλεῖ τῶν
ὅλων, Χριστῷ ἀμέμπτῳ βίῳ, ἀσκητικῶς ἐλάτρευσας.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Γνόφου τοῦ μυστικοῦ, ἐν Ὄρει τῷ τοῦ Ἄθω, ἀξιωθεὶς ὦ
Παῦλε, ὡς ὁ Μωσῆς κατεῖδες, τὴν ὑπὲρ νοῦν λαμπρότητα.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίρει ἡ σὴ Μονή, σὲ ὁδηγὸν καὶ πρέσβυν, πρὸς τὸν
Χριστὸν πλουτοῦσα, καὶ πόθῳ ἑορτάζει, Παῦλε τὴν θείαν μνήμην σου.
Δόξα.
Τριαδικόν.
Φύσις τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ μία
Θεαρχία, λιταῖς τοῦ θείου Παύλου, ἐλέησον τοὺς δούλους Σου.
Καὶ νῦν.
Θεοτοκίον.
Χάριν Σου τὴν πολλήν, ὁ θεοφόρος Παῦλος, δοξάζων
Θεοτόκε, ἐπλήσθη θείας δόξης, ὑμνῶν τὰ μεγαλεῖά Σου.
Νῦν ἀπολύεις,
Τρισάγιον,
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Βασιλείου ἀξίας παριδὼν τὴν λαμπρότητα, ὡς Ἄγγελος ἐν
Ἄθῳ θεοφόρε ἐβίωσας, καὶ ὤφθης μοναστῶν ὑπογραμμός, καὶ σκεῦος οὐρανίων ἀρετῶν·
διὰ τοῦτο Πάτερ Παῦλε χρεωστικῶς, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι
ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν πταισμάτων
ἄφεσιν.
Δόξα. Ἕτερον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ Παῦλος ὁ
ἔνδοξος τῆς τοῦ Χειμάῤῥου Μονῆς, δομήτωρ ὁ πρώτιστος, ἄνωθεν συγκαλεῖται, τὴν
πληθὺν τῶν Ἀγγέλων, κάτω δὲ συναθροίζει, φοιτητῶν αὐτοῦ στίφη, τὴν θείαν αὐτοῦ
μνήμην, μέλψαι ἐν ᾄσμασι.
Καὶ νῦν.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον
μυστήριον· διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν
Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός
καὶ τό Μακάριος
ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Βασιλείαν τὴν πρόσκαιρον, δι’ ἀγάπην τὴν ἔνθεον,
νουνεχῶς κατέλιπες Παῦλε Ὅσιε, καὶ τὸν σταυρόν σου ἀράμενος, Χριστῷ
ἠκολούθησας, Βασιλείας οὐρανῶν, κληρονόμος γενόμενος, τῇ ἀσκήσει σου, καὶ
θεράπων τοῦ πάντων Βασιλέως· Ὃν δυσώπει ὑπὲρ πάντων, τῶν ἐκτελούντων τὴν μνήμην
σου.
Ἐν τῷ Ἄθῳ ὡς Ἄγγελος, σεαυτὸν ἀρνησάμενος, ἐγκρατείας
σκάμμασι βιωσάμενος, σαρκὸς τὸ γήϊνον φρόνημα, ἐνέκρωσας Ὅσιε, καὶ ζωῆς τῆς
ἀληθοῦς, γεωργὸς καὶ διδάσκαλος, ὤφθης ἄριστος, μοναστῶν κατευθύνων τὰς
χορείας, ἀρετῶν πρὸς ἐπιδόσεις, Παῦλε τῷ σῷ ὑποδείγματι.
Ὡς δοχεῖον τῆς χάριτος, καὶ φωτὸς οἰκητήριον, καὶ
σοφίας κρείττονος ἐνδιαίτημα, περιφανεῖς Μονάς ἤγειρας, ἐν Ἄθῳ μακάριε,
ἐπινεύσει θεϊκῇ, καὶ ψυχῶν φροντιστήρια ταύτας ἔδειξας, καὶ λειμῶνας ἀσκήσεως
ὁσίας· διὰ τοῦτο Πάτερ Παῦλε, χρεωστικῶς σε γεραίρομεν.
Ἕτερα. Ἦχος
β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν θεῖον
Παῦλον; Σκεύους ἐκλογῆς τὸν ὁμώνυμον, καὶ ἀνάκτων βλάστημα ἅγιον; τὸν τῆς
ἐγκρατείας ὑποφήτην· τὸν πύργον, τῆς ταπεινώσεως τὸν ἄσειστον· τὸν πλοῦτον, τῆς
ἀκτησίας τὸν ἀσύλητον· τὸν διὰ βίου τελείου, τὸν Δεσπότην πάντων, θεραπεύσαντα
ἀληθῶς, καὶ πᾶσιν αἰτούμενον, ἱλασμὸν καὶ θεῖον ἔλεος.
Ποίοις, ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν θεῖον
Παῦλον; Τὸν μετὰ σαρκὸς βίον ἄϋλον, πόθῳ θεϊκῷ βιωσάμενον, καὶ καταβαλόντα τὸν
βελίαρ· σοφίας, παντοδαποῦς τὸ θεῖον ὄργανον· χαρίτων, τῆς ἀπαθείας τὸ
θησαύρισμα· τὸν ἐν τῷ Ὄρει τοῦ Ἄθω, ὡς Μωσῆς ὁ μέγας, ἐλλαμφθέντα θεουργικῶς,
καὶ πᾶσιν αἰτούμενον, φωτισμὸν καὶ θεῖον ἔλεος.
Ποίοις, ᾀσματικοῖς κάλλεσιν, εὐφημήσωμεν τὸν θεῖον
Παῦλον; Τὸ τῆς Βασιλίδος ἀγλάϊσμα, καὶ πιστῶν ἀνάκτων τὸ καύχημα· τὸν τοῦ Ἄθω
πάμφωτον ἀστέρα· τὸν λύχνον, τῆς εὐσεβείας τὸν πολύφωτον· καὶ μύστην,
Εὐαγγελίου τὸν θεόσοφον· αἱρετιζόντων τὴν πτῶσιν, καὶ τῶν μοναζόντων
ἀπλανέστατον ὁδηγόν· δι’ οὗ ὁδηγούμεθα, ἀρετῆς πρὸς τελειότητα.
Δόξα. Ἦχος
πλ. δ΄.
Νουνεχῶς θεοφόρε, τὴν τῆς ψυχῆς κατοπτεύσας εὐγένειαν,
ἔσπευσας ταύτῃ καθυποτάξαι, τὸ χεῖρον ὡς κρείττονι, καὶ τὸ κατ’ εἰκόνα ἀλώβητον
διατηρῆσαι· ἐντεῦθεν πρὸς τὴν ἀρχαίαν ἀνηνέχθης λαμπρότητα, βασιλείαν μισήσας,
καὶ κόσμον καὶ κοσμοκράτορα· μελέτην γὰρ θανάτου, πάντα τὸν βίον σου θέμενος,
θεὸς θέσει γέγονας, τὸν νοῦν κατὰ παθῶν ὀλεθρίων, ἡγεμόνα καταστήσας· διὸ καὶ
πρὸς οὐρανίους σκηνὰς μετατεθείς, ἀμέσως ἐντυγχάνεις τῷ φύσει Θεῷ, ὑπὲρ τῶν
πίστει καὶ πόθῳ ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν.
Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ
ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ'
οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς
κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς
ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα (Κεφ. ι΄ 6 - 7, γ΄13 - 16).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ
ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέ-ξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
Αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ΄ 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ὁ περίβλεπτος
Ἄθως, Παῦλον τὸν ἐν Ὁσίοις θεόσοφον, ὡς κατάκαρπον φοίνικα, τῆς ἐν ἀσκήσει
πολιτείας, περιφανῶς πλουτοῦσα· καὶ ἡ τούτου Μονή, κατ’ ἐξαίρετον σκίρτα,
τεθεμελιωμένη ἀῤῥαγῶς, ταῖς τούτου ὑποθήκαις, καὶ θείαις παραινέσεσιν,
ἀναγομένη πρὸς τὰ κρείττονα· τῷ γὰρ θείῳ φόβῳ, κατ’ ἀρχάς σε ἐπήξατο, καὶ οὐ
παύεται παρέχων σοι, ἀντιλήψεων δυνάμεις, καὶ πατρικῆς εὐνοίας δωρεᾶς· καὶ
χρεωστικῶς τοῦτον τιμῶσα, τῷ Σωτῆρι βόησον· Κύριε, δόξα Σοι.
Ἦχος β΄.
Βασιλικῆς ἀξίας, ὑπεριδὼν τὴν
εὔκλειαν, τῆς ἐν Χριστῷ πτωχείας, ἠγάπησας τὸν πλοῦτον· ἔνθεν πάντα καταλιπών,
ὡς ξένος παρεγένου, καὶ τοῖς πᾶσιν ἄγνωστος, ἐν Ἄθῳ μακάριε· τὸ γὰρ πῦρ τῆς
θείας ἀγάπης, τὴν ψυχήν σου ἀνέφλεξε, καὶ ἔξω κόσμου καὶ σαρκός, βιῶσαι
ἱκάνωσε· καὶ ἀσκητικοῖς παλαίσμασιν, ἐκκαθάρας τὸν νοῦν, τῆς θείας ἐλλάμψεως,
τὴν κοινωνίαν ἐπλούτησας, καὶ πᾶσι περίβλεπτος, ταῖς ἀρεταῖς ἐγένου. Ἀλλ’ ὦ
Παῦλε, Ὁσίων καύχημα, μὴ παύσῃ δεόμενος, τοῦ ἐλεήμονος Θεοῦ, ὑπὲρ τῶν τιμώντων
σε.
Ἦχος γ΄.
Τῶν ἀρετῶν ἀναδραμὼν εἰς ἀκρώρειαν,
ὡς ταπεινώσεως κειμήλιον, Πάτερ Παῦλε θεόληπτε, ὡς ἄλλος Μωϋσῆς, τῶν μυστικῶν
θεωριῶν ἠξίωσαι, θεωθεὶς κατὰ μέθεξιν· καὶ τῇ θείᾳ ἑνώσει, τὰ ὑπὲρ νοῦν
τελεσθείς, τοῖς φοιτηταῖς σου φῶς γέγονας, καὶ κυβερνήτης ἀσφαλής καὶ πᾶσιν αἰδέσιμος,
τοῖς ἐν σοὶ προτερήμασι· τῶν γὰρ κάτω κειμένων, τὸν νοῦν ἀνύψωσας, καὶ πάντας
παιδεύεις, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, ὡς ἀΐδια καὶ μένοντα. Αὐτῶν καὶ ἡμᾶς
ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὡς Αὐτοῦ θεράπων γνήσιος.
Ἦχος δ΄.
Τῆς ἀπανθούσης εὐδοξίας, τὴν ἐν Χριστῷ ἀσκητικὴν ζωήν,
ἐμφρόνως ἀντηλλάξω, Παῦλε παμμακάριστε· τὸν γὰρ ζυγὸν τοῦ Κυρίου, φέρειν ἐπ’
ὤμων ἐπόθησας, ἢ πρόσκαιρον ἔχειν, τῶν ἐν κόσμῳ ἀπόλαυσιν· καὶ πόνοις ἀσκήσεως,
Ἄγγελος ἐν σώματι ὤφθης, μοναστῶν ὑποτύπωσις, καὶ τῶν ἐν Ἄθῳ ἀστὴρ ἀειφανής,
ταῖς ἐναρέτοις πράξεις. Διὸ ἡ λογική σου ποίμνη, καυχωμένη ἐν σοί, χαρμονικῶς
ἑορτάζει τὴν ἁγίαν μνήμην σου, Χριστὸν δοξάζουσα, τὸν παρέχοντα διὰ σοῦ, ἡμῖν
πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος
πλ. α΄.
Δεῦτε πᾶσαι τῶν μοναστῶν αἱ χορεῖαι, ἐπὶ τῇ μνήμῃ
συνδράμωμεν, τοῦ θείου ποιμένος ἡμῶν Παύλου· τούτου γὰρ αἱ φαειναὶ ἀρεταί,
ἐξήστραψαν ὡς ἥλιος, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· τῆς ἐπιγείου βασιλείας, καὶ τῶν
γηΐνων ἡ ὑπερφρόνησις, τῶν οὐρανίων ὁ ἔρως, τὸ ἀείῤῥυτον δάκρυον, τὸ πρᾷον, τὸ
σύννουν, τὸ τοῦ νοὸς καθαρόν, ἡ καθαρότης τῆς ἁγιότητος· ἐν τούτοις διαλάμπων ὁ
μακάριος, ἀποδύεται τὴν φθοράν, ἄνεισι πρὸς Θεόν, καὶ ἀπολαμβάνει τὴν ἀμοιβήν,
τῶν ἑαυτοῦ καμάτων· καὶ σὺν Ἀσωμάτοις, τῷ ἀστέκτῳ θρόνῳ παρεστηκώς, ἀλήκτως τὸν
ὕμνον ἀναπέμπων Θεῷ, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ
Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν
σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε,
κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν
κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν
Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν βασιλέων βλαστός, Παῦλε θεόφρον τῆς
σοφίας θησαύρισμα, τοῦ ζήλου ὁ κοινωνήσας, τῷ σκεύει τῆς ἐκλογῆς, ὡς ἀγάπης
θείας ὢν ἀνάπλεως· ζωῆς τῆς ἐν Πνεύματι, ὑποφήτης θεόσοφος, τῆς ἀπαθείας, ὁ
λειμὼν ὁ μυρίπνοος, ταπεινώσεως, περιβόητον ἄκουσμα· λύχνος ὁ παμφαέστατος,
ὁσίας ἀσκήσεως, τῶν ἐν τῷ Ἄθῳ ὁ γνώμων, πρὸς ἀρετῶν τελειότητα· Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Παῦλε τοῦ Ἄθω φωστήρ· ἐν τούτῳ Πάτερ ὑπὲρ
φύσιν γὰρ ἔλαμψας, ἀσκήσει καὶ ἐγκρατείᾳ, ἀνακαθάρας σαὐτόν, καὶ ποιμένων ὤφθης
τύπος ἔνθεος· διὸ καὶ ἐξέλαμψας, ἐν καιρῷ τῆς ἐξόδου σου, ἐν τῷ προσώπῳ, ὑπὲρ
ἥλιον Ὅσιε, καὶ κατηύγασας, φοιτητῶν σου τὸ σύστημα· ὅθεν πρὸς τὴν ἀνέσπερον,
μετέβης λαμπρότητα, καὶ τῇ σῇ ποίμνῃ παρέχεις, φῶς καὶ εἰρήνην καὶ ἔλεος, ταῖς
σαῖς ἱκεσίαις, κατὰ χρέος ἐκτελούσῃ, τὴν θείαν μνήμην σου.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, Παῦλε θεράπον Χριστοῦ, τοῦ Βυζαντίου ἱερὸν
ἐγκαλλώπισμα· ἐν τούτῳ γὰρ παραδόξως, δι’ ἐνεργείας Θεοῦ, μετὰ τὴν πρὸς ἄνω
ἐκδημίαν σου, τὸ θεῖόν σου λείψανον, μετηνέχθη μακάριε, καθαγιάζον, Ἐκκλησίας
τὸ πλήρωμα, τῇ τοῦ Πνεύματος, ἐν αὐτῷ θείᾳ χάριτι· ὅθεν τὴν θείαν μνήμην σου,
φαιδρῶς ἑορτάζοντες, ἀπὸ ψυχῆς σοι βοῶμεν· Πάτερ ἡμῶν συμπαθέστατε, ἀεὶ σκέπε
φρούρει, τὴν σεπτή σου ταύτην Μάνδραν, τῇ προστασίᾳ σου.
Δόξα. Ἦχος
πλ. α΄.
Στῦλος φωτοφανὴς Ὅσιε, πᾶσιν ἐφάνης· ἁπάσῃ γὰρ ἀρετῇ
κοσμούμενος, σοφίᾳ τε καὶ γνώσει καλλυνόμενος, καὶ τῇ πραότητι ἐμπρέπων, ἀγάπῃ
τῇ πρὸς τὸν πέλας ἐκκαιόμενος, νέος ἡμῖν ὤφθης Παῦλος ἀοίδιμε· τίς σκανδαλίζεται
βοῶν κατ’ αὐτόν, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ νῦν μὴ ἐλλίπῃς ἄνωθεν, σὺν τῷ
θεσπεσίῳ Μάρτυρι Γεωργίῳ, ἐποπτεύοντες τὴν ποίμνην ὑμῶν, καὶ αἰτούμενοι παρὰ
Θεοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν.
Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ
Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν
σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε,
κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν
κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις,
Τρισάγιον,
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Βασιλείου ἀξίας παριδὼν τὴν λαμπρότητα, ὡς Ἄγγελος ἐν
Ἄθῳ θεοφόρε ἐβίωσας, καὶ ὤφθης μοναστῶν ὑπογραμμός, καὶ σκεῦος οὐρανίων ἀρετῶν·
διὰ τοῦτο Πάτερ Παῦλε χρεωστικῶς, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι
ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν πταισμάτων
ἄφεσιν.
Δόξα. Ἕτερον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ Παῦλος ὁ
ἔνδοξος τῆς τοῦ Χειμάῤῥου Μονῆς, δομήτωρ ὁ πρώτιστος, ἄνωθεν συγκαλεῖται, τὴν
πληθὺν τῶν Ἀγγέλων, κάτω δὲ συναθροίζει, φοιτητῶν αὐτοῦ στίφη, τὴν θείαν αὐτοῦ
μνήμην, μέλψαι ἐν ᾄσμασι.
Καὶ νῦν.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον
μυστήριον· διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν
Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Βασίλειον τιμήν, καὶ λαμπρὰν εὐδοξίαν, ὡς ὄναρ καὶ
σκιάν, νουνεχῶς καταλείψας, Χριστῷ κατηκολούθησας, Βασιλεῖ τῷ τῆς κτίσεως,
Παῦλε Ὅσιε, διὰ ζωῆς ἐναρέτου, καὶ συμμέτοχος, τῆς οὐρανῶν Βασιλείας, ἀξίως
γεγένησαι.
Δόξα.
Ζωὴν ἀσκητικήν, ἐν τῷ Ἄθῳ ἀνύσας, ἀνέδραμες σοφέ,
ἀπαθείας πρὸς ὕψος· ἐντεῦθεν καὶ συνήθροισας, φοιτητῶν θεῖον ὅμιλον, μιμουμένων
σου, τῆς πολιτείας τὸν τρόπον, Παῦλε Ὅσιε· διὸ ὡς θεῖον ποιμένα, τιμῶμέν σε
χαίροντες.
Καὶ νῦν.
Θεοτοκίον.
Θεόνυμφε ἁγνή, Θεοτόκε Μαρία, Ἀγγέλων χαρμονή, καὶ
Ὁσίων λαμπρότης, τοῦ Ἄθω καταφύγιον, καὶ προστάτις καὶ ἔφορος, δίδου πάντοτε,
τοῖς ἐν αὐτῷ ἐνοικοῦσι, χάριν ἔλεος, καὶ φωτισμὸν καὶ εἰρήνην, τῇ Σῇ ἀγαθότητι.
Μετὰ τὴν β΄
Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίαις ταῖς χάρισι κεκοσμημένος σοφέ, ἀσκήσεως
ἔλαμψας καθαρωτάτῳ φωτί, βιώσας ὡς Ἄγγελος· ὤφθης τῶν μοναζόντων, ὁδηγὸς πρὸς
τὰ ἄνω, λάμπων τῇ ταπεινώσει, καὶ χαρίσμασι πλείστοις· διό σε Πάτερ Παῦλε, ὁ
Χριστὸς ἐδόξασε.
Δόξα.
Καυχᾶται τῷ βίῳ σου Ὄρος τοῦ Ἄθω σοφέ, τοῖς σοῖς
κατορθώμασι ἁγιασθὲν μυστικῶς, ὦ Παῦλε Πατὴρ ἡμῶν· ὅθεν καὶ δύο μάνδρας, ἐν
αὐτῷ ἀνεγείρας, χαίρων πρὸς τὰς ἀΰλους, μετετέθης σκηνώσεις, πρεσβεύων ὑπὲρ
πάντων ἡμῶν τῶν εὐφημούντων σε.
Καὶ νῦν.
Θεοτοκίον.
Ἀφράστως γεννήσασα τὸν Ποιητὴν τοῦ παντός, τὴν φύσιν
ἐκαίνισας ἐκ τῆς φθορᾶς τῶν βροτῶν, Παρθένε τῷ τόκῳ Σου· ὅθεν Σε ὡς αἰτίαν, τῆς
ἡμῶν σωτηρίας, ὑμνοῦμέν Σε Θεοτόκε, καὶ πιστῶς ἐκβοῶμεν· χαῖρε Κεχαριτωμένη, ὁ
Κύριος μετὰ Σοῦ.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφέ, τῶν φοιτητῶν σου ὁ χορός,
ἐξαστράπτουσαν τὴν σήν, ὄψιν ἰδόντες τὴν σεπτήν, ἐν τῷ καιρῷ τῆς ἐξόδου σου
Ἅγιε· πᾶσι γὰρ σαφῶς, Πάτερ ἐδήλωσας, δόξαν τὴν λαμπράν, ἥνπερ ἐπλούτησας· καὶ
μεταστὰς πρὸς φῶς τὸ ἀνέσπερον, Παῦλε Ἀγγέλων ἰσότιμε, ἀεὶ δυσώπει,
καταυγασθῆναι, ἡμᾶς φωτὶ θείας γνώσεως.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Συλλαβοῦσα ἐν γαστρί, τὸν ὑπερούσιον Θεόν, καὶ τεκοῦσα
ὑπὲρ νοῦν, τοῦτον ἀτρέπτως ἐν σαρκί, τὴν ἁμαρτίαν τὴν πάλαι ἠφάνισας· ὅθεν τὰ
πολλὰ μεγαλεῖά Σου, μέλπομεν Ἁγνή, καὶ ἐκβοῶμέν Σοι· χαῖρε Παρθένε Ἀδὰμ ἡ
ἀνάκλησις, καὶ Ὄρους Ἄθω ἡ ἔφορος, ἡ τῶν πταισμάτων, λύσιν αἰτοῦσα, τοῖς
προσιοῦσι τῇ σκέπῃ Σου.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ
δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄
17-21).
Ὁ Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τῷ Βασιλεῖ τῶν οὐρανῶν, τὸν νοῦν καθυποτάξας, ὅλον τὸν
βίον Αὐτῷ προσενήνοχας, ὡς προσφορὰν τελείαν καὶ θῦμα εὐπρόσδεκτον, Παῦλε Πάτερ
Ὅσιε· τῷ γὰρ πυρὶ τῆς ἀσκήσεως, τὸ τῆς σαρκὸς ἀναλώσας γεῶδες, τὴν ψυχὴν
ἐλάμπρυνας, ταῖς ὑπερτάταις ἀναβάσεσι. Καὶ νῦν τῆς ἄνω Βασιλείας, τὸ δηνάριον
λαβών, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῆς ποίμνης σου Ἅγιε.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ
Ἁγίου δύο.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Χαῖρε Παρθένε, τοῦ Ἄθω σκέπη.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος
δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρίτων τὴν ἄβυσσον, ὑπερφυῶς σωματώσασα, Χριστὸν τὸν Θεὸν
ἡμῶν, Θεοχαρίτωτε, τὴν καρδία μου, χαρίτωσον Παρθένε, ὡς ἂν χαριστήριον, ᾄσω
Σοι αἴνεσιν.
Ἀγγέλων Βασίλισσα, καὶ τῶν ἀνθρώπων διάσωσμα, Παρθένε
πανάμωμε, ἀεὶ τὸν κλῆρόν Σου, ῥύῃ πάντοτε κινδύνων πολυτρόπων· διὸ χαριστήριον
ᾄδει Σοι αἴνεσιν.
Ἰσχὺν καὶ βοήθειαν, καὶ πειρασμῶν ἀπολύτρωσιν,
παρέχεις ἑκάστοτε, ὡς ἐπηγγείλω Ἁγνή, τοῖς τῷ Ὄρει Σου, οἰκοῦσι Θεοτόκε· διὸ
χαριστήριον, αἶνόν Σοι ᾄδομεν.
Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ θεοφόρῳ ὕμνον Παύλῳ ἐξάδω.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος
καὶ Εἱρμὸς ὁ αὐτός.
Τῷ φέγγει τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τὸν νοῦν
μου καταύγασον, Παῦλε μακάριε, ταῖς πρεσβείαις σου, ὡς ἂν τῆς πολιτείας, τῆς
σῆς τὰ παλαίσματα, μέλψω γηθόμενος.
Ὡς δένδρον κατάκαρπον, βασιλικῆς ῥίζης ἔφυσας, καὶ
κόσμῳ προήγαγες, καρποφορίαν λαμπράν, Παῦλε Ὅσιε, παντοδαποῦς σοφίας, καὶ βίου
λαμπρότητος, τὰ κατορθώματα.
Θεὸν ἐξεζήτησας, ἀπὸ ψυχῆς Παῦλε Ὅσιε· ἐντεῦθεν
κατέλιπες, τὰς βασιλείους αὐλάς, καὶ ἐν Ἄθωνι, πολλῇ ἐν ταπεινώσει, βιώσας
ἠξίωσαι, τῆς σῆς ἐφέσεως.
Θεοτοκίον.
Ἐκ μήτρας Σου ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, σαρκὸς
ὁμοιώματι, δι’ ἀγαθότητα, Κόρη πάναγνε, καὶ νοηταῖς ἀκτῖσιν, ἀΰλως κατηύγασε,
Παῦλον τὸν Ὅσιον.
Ὁ β΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Χάριτος θείας ἔτυχες, Παῦλε.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος
πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Χαρᾶς τῆς θείας καὶ ζωῆς τῆς κρείττονος καὶ τρισηλίου
φωτός, κατηξιωμένος, Παῦλε παμμακάριστε, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν πιστῶς
ἐκτελούντων, τὴν παναοίδιμον μνήμην σου, ὅπως θείας χάριτος τύχωμεν.
Ἀγγελικῆς διαγωγῆς ὑπόδειγμα, τῇ καθαρᾷ σου ζωῇ, ὤφθης
ἐν τῷ Ἄθῳ, Παῦλε παμμακάριστε· διὸ ἡ θεία ποίμνη σου, ὁδηγὸν καὶ προστάτην, σὲ
κεκτημένη γεραίρει σου, Πάτερ τὰ λαμπρὰ κατορθώματα.
Ῥήσεων θείων πληρωτὴς δεικνύμενος, Παῦλε Πατὴρ ἡμῶν,
κοσμικῆς ἀπάτης, ὁλικῶς ἐμάκρυνας, καὶ τὸν Σταυρὸν ἀράμενος, ἠκολούθησας
χαίρων, ἀσκητικοῖς ἀγωνίσμασιν, τῷ σὲ μεγαλύναντι Ὅσιε.
Θεοτοκίον.
Ἱεροφθόγγων Προφητῶν κηρύγματα, ἐν Σοὶ πεπλήρωνται,
Κεχαριτωμένη, μόνη Παντευλόγητε· τὸν γὰρ αὐτοῖς λαλήσαντα, διὰ τύπων τεκοῦσα,
εἰς πέρας ἤγαγες Ἄχραντε, τούτων τὰς φωνὰς καὶ τὰ σύμβολα.
ᾨδὴ γ΄. Τῆς
Θεοτόκου. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐπλήσθη ὁ Ἄθως Θεοτόκε, τῆς δόξης Σου Κόρη ἀληθῶς· ἐν
τούτῳ γὰρ συστήματα, Ὁσίων ἠγωνίσαντο, ὧν ταῖς πρεσβείαις φύλαττε, ἡμᾶς ἐχθροῦ
ἐπιθέσεως.
Παράδεισον ἄλλον πανευώδη, εἰργάσω τὸ Ὄρος Σου Ἁγνή,
ἀρδείαις τῆς προνοίας Σου, ὡς ἄνθη θεῖα φέροντα, ὀσμὴν ζωῆς παρέχοντα, τοὺς ἐν
αὐτῷ διαλάμψαντας.
Ἀφ’ ὕψους μὴ παύσῃ Θεοτόκε, εἰρήνην καὶ θεῖον
φωτισμόν, ἡμῖν ἀεὶ παρέχουσα, καὶ ἀρετῶν ἐπίδοσιν, τοῖς πεποιθόσιν Ἄχραντε,
ὁλοσχερῶς τῇ Σῇ χάριτι.
Ῥυσθῆναι ἐχθρῶν τῶν ἀοράτων, ἁπάσης ἡμᾶς ἐπιβουλῆς,
ἐνίσχυσον Πανάμωμε, τῇ κραταιᾷ πρεσβείᾳ Σου, καὶ δίδου ἡμῖν πάντοτε, πόθον
θερμὸν πρὸς τὰ κρείττονα.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ὁ βίος σου Παῦλε θεοφόρε, ὡς ἥλιος ἔλαμψε λαμπρός, ἐν
Ἄθῳ θείῳ Πνεύματι· ἐν ἄκρᾳ ταπεινώσει γάρ, καὶ ἀρετῶν λαμπρότητι, ἀσκητικῶς
πεπολίτευσαι.
Φωτὶ λαμπρυνόμενος τῷ θείῳ, Μονὴν Πουλχερίας τῆς
σεμνῆς, λαμπρῶς ἀνῳκοδόμησας, προκαταστήσας Ὅσιε, μονὴν Ἁγίου Πνεύματος, Παῦλε
σοφὲ τὴν καρδίαν σου.
Ὁσίως ἐν Ἄθῳ διαπρέπων, καὶ πόνοις ἁγίοις γεωργῶν,
ζωῆς καρποὺς τῆς κρείττονος, Μονὴν ἁγίαν ἤγειρας, Παῦλε Πατέρων καύχημα, τῷ
Γεωργίῳ τῷ Μάρτυρι.
Θεοτοκίον.
Ῥεόντων ὑπέρτερος ἐδείχθη, ὁ Παῦλος ὁ Ὅσιος Ἁγνή,
περηφανείας ὕψωμα, λιπὼν ἐνθέῳ ἔρωτι, καὶ βίον τὸν ἰσάγγελον, ἐν τῷ Σῷ Ὄρει
βεβίωκε.
Ὁ β΄ τοῦ
Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τὴν ἀπανθοῦσαν ὡς φθαρτήν, τῆς βασιλείας πορφύραν,
καταλέ-λοιπας θεόφρονι γνώμῃ, καὶ στολὴν πορφυραυγῆ, τῆς ἀπαθείας Ὅσιε, ἐνθέως
ἠμφιάσω, Παῦλε ἀγῶσιν ἀσκήσεως.
Ὅλον τὸν πόθον ἐσχηκώς, πρὸς τὴν οὐράνιον δόξαν, τὴν
πτωχείαν τοῦ Χριστοῦ ἐνεδύσω, καὶ ὡς ξένος καὶ πτωχός, ἐν Ἄθῳ παραγέγονας, καὶ
πλοῦτος ἐγκρατείας, Παῦλε σοφὲ ἐχρημάτισας.
Σοφίας πάσης ταῖς αὐγαῖς, καταλαμπόμενος Παῦλε,
εὐσεβείας ὑποφήτης ἐδείχθης, και διήλεγξας σαφῶς, Εἰκονομάζων αἵρεσιν,
Ὀρθοδοξίας ζήλῳ, πεπυρσευμένος μακάριε.
Θεοτοκίον.
Θεογεννῆτορ Μαριάμ, ἡ ἀπειράνδρως τεκοῦσα, ἐν σαρκὶ
τὸν προαιώνιον Λόγον, καθικέτευε Αὐτόν, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς πίστει
προσκυνοῦντας, τὸν ἀκατάληπτον τόκον Σου.
Κάθισμα. Ἦχος
πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Βασιλείας τὸ ὕψος ὑπεριδών, ταπεινώσει δὲ θείᾳ
καθοπλισθείς, διψῶσα ὡς ἔλαφος, ἐν τῷ Ἄθῳ προσέδραμες, καὶ ἀειῤῥύτοις ῥείθροις,
δακρύων ἐπλούτησας, πηγὴν θείων χαρίτων, ὡς ὕδωρ ἁλλόμενον· ὅθεν τοῦ σοῦ βίου,
μιμητὰς θείους ἔσχες, χορείαν τὴν ἔνθεον, φοιτητῶν ἑπομένων σοι, Παῦλε Πάτερ
μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Τὸν Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, διὰ σπλάγχνα ἐλέους
καὶ οἰκτιρμῶν, τεκοῦσα ἐν σώματι, ἐν δυσὶ Κόρη φύσεσι, μιᾷ τῇ ὑποστάσει, θεοῦντα
τὸν ἄνθρωπον, τὸν πεπτωκότα πάλαι, ἀπάτῃ τοῦ ὄφεως· ὅθεν οἱ σωθέντες, τῇ φρικτῇ
Σου λοχείᾳ, ᾠδὴν χαριστήριον, καθ’ ἑκάστην Σοι ᾄδομεν, καὶ συμφώνως βοῶμέν Σοι·
χαῖρε Θεοτόκε ἁγνή, τῶν ἀνθρώπων μέγα καταφύγιον, ἡ παρέχουσα πᾶσι, φῶς θεῖον
καὶ ἔλεος.
Ὠδὴ δ΄. Τῆς
Θεοτόκου. Τὴν ἀνεξιχνίαστον.
Θείαν προστασίαν Σε καὶ ἀῤῥαγῆ, καὶ βεβαίαν Κόρη
βοήθειαν, ὁ Ἄθως ἔχει· διὰ τοῦτο ἐν χαρᾷ, κηρύττει Σου τὰ θαύματα, δι’ ὧν πάσης
θλίψεως ῥύεται.
Ἔλαμψαν τῷ κλήρῳ Σου Κόρη ἁγνή, οἷάπερ ἀστέρες
πολύφωτοι, Ὁσίων δῆμοι, ὧν δεήσεσιν ἡμᾶς, παθῶν ἀχλύος λύτρωσαι, ὡς τὸ Φῶς
τεκοῦσα τὸ ἄδυτον.
Νίκην ἡμῖν δώρησαι κατὰ παθῶν, τῇ Σῇ προστασίᾳ
Πανάμωμε, καὶ τοῦ βελίαρ, σύντριψον τὰς μηχανάς, δι’ ὧν πειρᾶται Ἄχραντε, τὴν
ἡμῶν δολίως ἀπώλειαν.
Ἔτεκες ἀφράστως σωματικῶς, τὸν Δημιουργὸν πάσης
κτίσεως, τὴν πάλαι πτῶσιν, ἀνορθούμενον ἡμῶν, ᾯ πρέσβευε Πανάχραντε, δοῦναί μοι
πταισμάτων συγχώρησιν.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ὤφθης πολιτείας ἀσκητικῆς, Παῦλε ὑποφήτης θεόσοφος,
λόγῳ καὶ ἔργῳ, φοιτητῶν σου τὸν χορόν, πρὸς ἀρετῶν ἐπίδοσιν, Πάτερ ὁδηγῶν
ἀσφαλέστατα.
Ὕμνον χαριστήριον ἡ σὴ Μονή, ἡ σεμνυνομένη τῇ κλήσει
σου, Παῦλέ σοι ᾄδει κεκτημένη πρὸς Θεόν, μεσίτην σε θερμότατον, καὶ ἐν τοῖς
δεινοῖς ἀντιλήπτορα.
Μύσας τὰς αἰσθήσεις σου ἐν τοῖς φθαρτοῖς, ὅλον σου τὸν
νοῦν Πάτερ Ὕψωσας, πρὸς ἀφθαρσίαν, τῇ συντόνῳ προσευχῇ, καὶ τοῦ φωτὸς
πεπλήρωσαι, Παῦλε τῆς ἀκτίστου Θεότητος.
Θεοτοκίον.
Νόσων με ἀπάλλαξον σωματικῶν, καὶ τῆς ψυχικῆς
ἐμπαθείας με, Θεογεννῆτορ, πρὸς ἀπάθειαν ἀεί, νοός μου τὰ κινήματα, ἅπαντα Ἁγνὴ
κατευθύνουσα.
Ὁ β΄ τοῦ
Ἁγίου. Σύ μου ἰσχύς.
Ἐν τῷ φωτί, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, κατευθύνων,
πάντα τὰ κινήματα, τὰ τῆς ψυχῆς σου Παῦλε σοφέ, σκότους τὸν προστάτην,
καταβαλὼν ἐθριάμβευσας, εὐχαῖς ἀδιαλείπτοις, τῷ Σωτῆρι κραυγάζων· τῇ δυνάμει
Σου δόξα Φιλάνθρωπε.
Ἰλὺν παθῶν, ἀποτινάξας μακάριε, ἀπαθείας, ὤφθης
ἐνδιαίτημα, καὶ τῆς ἀγάπης μυσταγωγός, ἐγκρατείας λύχνος, καὶ μοναστῶν στῦλος
πάμφωτος, πρὸς κλῆρον ἀφθαρσίας, τοὺς βοῶντας ἰθύνων· τῇ δυνάμει Σου δόξα
Φιλάνθρωπε.
Ἄθω ἐν σοί, Ὄρος τὸ Ἅγιον Ὅσιε, ἐγκαυχᾶται, τοῖς σοῖς
κατορθώμασιν, ἁγιασθὲν Παῦλε μυστικῶς· πλέον δὲ χορεύει, τῶν ἀρετῶν σου ταῖς
χάρισι, ἡ Μάνδρα σου ἡ θεία, καὶ λαμπρῶς ἑορτάζει, τὴν σεπτὴν καὶ ἐτήσιον
μνήμην σου.
Θεοτοκίον.
Σκέπη στεῤῥά, πύργος ἰσχύος καὶ ἔφορος, ὡς ὑπέσχου,
Πέτρῳ τῷ τρισμάκαρι, ἔσο ἀεὶ Κόρη Μαριάμ, τούτῳ Σου τῷ Ὄρει, ὁ κληρουχίας
ἀπόλεκτον, ἀνέδειξας Παρθένε, ἀρετῆς τε λειμῶνα, ἀληθῶς τῇ θερμῇ προστασίᾳ Σου.
ᾨδὴ ε΄. Τῆς
Θεοτόκου. Ἐξέστη τὰ σύμπαντα.
Τὴν φύσιν τὴν ἄστεκτον, ἀφλέκτως ἐν νηδύϊ Σου, Κόρη ὡς
βαστάσασα ἀῤῥήτως, τῶν πρεσβειῶν Σου πυρὶ κατάφλεξον, ἅπαντα τὰ σκάνδαλα Ἁγνή,
ἅπερ ὁ ἀρχέκακος, ἐπισπείρει τῷ κλήρῳ Σου.
Ὁσίων συστήματα, κατέχοντες ὡς ἄγκυραν, τὰς ἐπαγγελίας
Σου Παρθένε, ἐν τῷ Σῶ κλήρῳ πᾶσαν ἀπώσαντο, Κόρη τρικυμίαν τῶν παθῶν, καὶ πρὸς
ὅρμον ἄκλυστον, ἀφθαρσίας προσώρμησαν.
Ὑψόθεν ἐπίβλεψον, ἐπὶ τὴν κληρουχίαν Σου, βλέμματι
εὐσπλάγχνῳ Θεοτόκε, καὶ δίδου ταύτῃ τὴν εὐλογίαν Σου, ὡς ἂν τοῦ ἐχθροῦ τοῦ
δυσμενοῦς, ἅπασα ἐπήρεια, κατ’ αὐτῆς ἀποτρέπηται.
Ἀπ’ ἄκρου πεπλήρωται, ἕως ἄκρου Πανάχραντε, τῆς Σῆς
δόξης ἅπαν Σου τὸ Ὄρος· ὅτι εἰκόνες ἐν τούτῳ ἅγιαι, τῆς Σῆς παναγίας καὶ
σεπτῆς, μορφῆς ἁγιάζουσι, μοναστῶν τὰ συστήματα.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ὁ Παῦλος ὁ ἔνθεος, τὸ Βυζαντίδος βλάστημα, καὶ τῶν
βασιλέων ἡ λαμπρότης, καταλαμπρύνει τὼν ἀρετῶν τῷ φωτί, ἅπαντα τὸν Ἄθω
μυστικῶς· δεῦτε καὶ τρυφήσωμεν, ταῖς αὐτοῦ ἐπιλάμψεσι.
Νεκρώσας τὸ φρόνημα, σαρκός σου τὸ φθειρόμενον, Παῦλε
μοναζόντων ὡραιότης, συντονωτάτῃ ἀσκήσει Ὅσιε, ὅλον σου τὸν νοῦν πρὸς τὴν ζωήν,
ὕψωσας τὴν ἄληκτον, ἧς ἀξίως ἠξίωσαι.
Ποιμαίνων ἐν Πνεύματι, ἐν χλόῃ τῆς ἀσκήσεως, τοὺς σοὺς
φοιτητὰς Παῦλε θεόφρον, ἄνδρας τελείους τούτους ἀνέδειξας, λόγοις σου καὶ
θείαις διδαχαῖς, τοῦ θείου πληρώματος, ὡς σοφίας κειμήλιον.
Θεοτοκίον.
Ἀφράστως κυήσασα, τὸν πάντα συστησάμενον, Κόρη ἐκ μὴ
ὄντων ὑπὲρ λόγον, ἁγιωτέρα Ἀγγέλων πέφηνας· ὅθεν ἐναγῶν με ἐννοιῶν, κάθαρον καὶ
δίδου μοι, κατανύξεως δάκρυα.
Ὁ β΄ τοῦ
Ἁγίου. Ἵνα τί με ἀπώσω;
Ἐγκρατείᾳ καὶ πόνοις, καὶ παννύχοις στάσεσι Παῦλε
μακάριε, τὴν ψυχὴν καθάρας, πολυτίμητον σκεῦος τοῦ Πνεύματος, ὤφθης θεοφόρε, ἐν
ταπεινώσει διαπρέπων, καὶ πραότητι ὥσπερ ἰσάγγελος.
Τὴν βασίλειον δόξαν, Πάτερ ἡγησάμενος οἷάπερ σκύβαλα,
τὴν Χριστοῦ πτωχείαν, ἐπεπόθησας γνώμης θερμότητι· ὅθεν ἐπλουτίσθης, τῇ ἐναρέτῳ
βιοτῇ σου, δωρεαῖς ταῖς πλουσίαις τῆς χάριτος.
Ὑψηλῇ διανοίᾳ, Πάτερ τὴν ταπείνωσιν ἀμφιασάμενος,
πᾶσαν τοῦ βελίαρ, τὴν ἀπάτην ἐγύμνωσας Ὅσιε, καὶ πρὸς ἀπαθείας, καὶ ἁγιότητος
τὸ ὕψος, ἀνηνέχθης ζωῆς καθαρότητι.
Θεοτοκίον.
Χαριστήριον αἶνον, ἅπαντές Σοι ᾄδομεν οἱ ἐν τῷ κλήρῳ
Σου, Κόρη ἐνοικοῦντες· ὅτι πόνων παντοίων καὶ θλίψεων, τῇ Σῇ ὀξυτάτῃ,
ἀπαλλαττόμεθα πρεσβείᾳ, καὶ εἰρήνης Παρθένε πληρούμεθα.
ᾨδὴ στ΄. Τῆς
Θεοτόκου. Τὴν θείαν ταύτην.
Θεοῦ, καθέδρα περίδοξε, καὶ ἅρμα ἀληθῶς πολυώνυμον,
Παρθένε ἄχραντε, τοῦτο τὸ Ὄρος Σου φύλαττε, ἐκ πάσης ἐπηρείας, τοῦ πολεμήτορος.
Ὡς πάλαι Κόρη ἀπήλλαξας, πολλάκις δυσμενῶν περιστάσεων,
τοῦτο τὸ Ὄρος Σου, οὕτω καὶ νῦν τοῦτο λύτρωσαι, ἐκ χαλεπῶν κινδύνων, τῇ
ἀντιλήψει Σου.
Σὲ ἀρωγόν τε καὶ ἔφορον, καὶ σύμμαχον Παρθένε
κεκτήμεθα, τῇ Σῇ χρηστότητι· ὅθεν τῇ σκέπῃ Σου σπεύδοντες, δυσχερειῶν παντοίων,
ἀπολυτρούμεθα.
Κακίας πάσης τοῦ ὄφεως, τὸν νοῦν μου ἀσινῆ διαφύλαξον,
Θεοχαρίτωτε, καὶ φόβῳ θείῳ με τείχισον, καὶ μετανοίας Κόρη, δίδου μοι δάκρυον.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ὑπάρχων Παῦλε ἀνάπλεως, τοῦ Πνεύματος τῆς θείας
ἐλλάμψεως, λαμπρῶς ὡδήγησας, πρὸς ἀρετῶν τελειότητα, τῶν φοιτητῶν τὸ στῖφος,
ἐφεπομένων σοι.
Λιπὼν ἐμφρόνως τὰ γήϊνα, ὡς ἄσαρκος ἐν σώματι ἔζησας,
Παῦλε μακάριε, βίον ἐν Ἄθῳ ἰσάγγελον, καὶ μοναζόντων ὤφθης, θεῖον ὑπόδειγμα.
Ὡς οἰκιστὴν καὶ δομήτορα, καὶ μέγαν πρεσβευτὴν πρὸς
τὸν Κύριον, Παῦλε γεραίρει σε, αὕτη Μονὴ ἡ ἁγία σου ἥν, φύλαττε ἐκ πάσης,
ἐναντιότητος.
Θεοτοκίον.
Ἐν τῷ φωτὶ τῆς προνοίας Σου, Παρθένε οἱ ἐν Ἄθῳ
μονάζοντες, πιστῶς πορεύονται, καὶ τῶν σκανδάλων τοῦ ὄφεως, λυτρούμενοι
ὑμνοῦμεν, τὰ μεγαλεῖά Σου.
Ὁ β΄ τοῦ
Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπήρθης πρὸς ἀρετῶν, Παῦλε τὴν θείαν ἀκρώρειαν, καὶ
γνόφον τὸν νοητόν, ὑπῆλθες ἐν σώματι· ἔνθεν τὴν ὑπέρφωτον, δόξαν ἐθεάσω, ὡς
Μωσῆς φωτὸς τοῦ κρείττονος.
Σοφίας στόμα ὀφθείς, Εἰκονομάχους διήλεγξας, καὶ ἐν
ἀσκήσει στεῤῥᾷ, ἐκλάμψας ἐν Ἄθωνι, στῦλος ἐχρημάτισας, φωτὸς θεῖε Παῦλε,
μοναζόντων προηγούμενος.
Πορφύραν βασιλικήν, ἀποτιθέμενος Ἅγιε, τῆς ἀπαθείας
στολήν, ὁσίως ἠμφίεσαι, Παῦλε παμμακάριστε· ὅθεν τῇ σῇ δόξῃ, ἡ Μονή Σου
ἐπαγάλλεται.
Θεοτοκίον.
Ἀπειρογάμως Ἁγνή, τῷ καθ’ ἡμᾶς εἴδει τέτοκας, τὸν
Λόγον τὸν τοῦ Θεοῦ, δι’ ἄφατον ἔλεος, κόσμον ἐκλυτρούμενον, παθῶν ἀλογίας· διὰ
τοῦτό Σε δοξάζομεν.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῆς Τριάδος ἱερὸν καὶ θεῖον τέμενος, διὰ ζωῆς τῆς
ἰσαγγέλου χρηματίσαντα, ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε· ἀλλ’ ὡς ἔχων
παῤῤησίαν ταύτῃ πρέσβευε, ἐκ παντοίων ἡμᾶς ῥύεσθαι κακώσεων, ἵνα κράζωμεν· χαίροις Παῦλε Πατὴρ ἡμῶν.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, ἐν τῷ Ἄθῳ ἐδείχθης, λαμπρύνας τὴν
ψυχὴν θεῖε Παῦλε· καὶ νῦν Ἀγγέλων χοροῖς συνών, σὺν αὐτοῖς τῇ Τριάδι ἀεὶ
πρέσβευε, ῥύεσθαι πάσης θλίψεως, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, πιστῶν βασιλέων γόνος·
χαῖρε, σεμνῶν
μοναζόντων κόσμος.
Χαῖρε, τῆς σοφίας ὁ λύχνος ὁ πάμφωτος·
χαῖρε,
ἐγκρατείας ὁ θεῖος διδάσκαλος.
Χαῖρε, ὕψος ταπεινώσεως καὶ ἀγάπης θησαυρός·
χαῖρε, βάθος
τῆς φρονήσεως καὶ ψυχῶν φωταγωγός.
Χαῖρε, ὅτι παρεῖδες βασιλείας τὰ σκῆπτρα·
χαῖρε, ὅτι
καθεῖλες τῶν δαιμόνων τὰ πλῆκτρα.
Χαῖρε, Μονῆς σου θεῖον προπύργιον·
χαῖρε, τῶν σῶν
φοιτητῶν προσφύγιον.
Χαῖρε, δι’ οὗ ἡ σὴ Μάνδρα χορεύει·
χαῖρε, δι’ οὗ
πᾶς ὁ Ἄθως συγχαίρει.
Χαίροις, Παῦλε Πατὴρ ἡμῶν.
Συναξάριον.
Mονὰς ὁ Παῦλος ἱδρύσας κάτω δύω,
μονὰς κατοικεῖ τὰς ἄνω μετ’ Ἀγγέλων.
Εἰκάδι ὀγδοάτῃ Παῦλος, γηθόσυνος ἔνθεν ἤρθη.
Ταῖς αὐτοῦ
ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Τῆς
Θεοτόκου. Οὐκ ἐλάτρευσαν.
Ἐσωμάτωσας Θεὸν τὸν ὑπερούσιον ὑπὲρ κατάληψιν, εἰς
σωτηρίαν βροτῶν· διὸ σώζεις πάντοτε, Παρθένε ἄχραντε, πάσης θλίψεως, τήνδε τὴν
κληρουχίαν σου, τῇ θερμῇ Σου ἀντιλήψει.
Πῶς ὑμνήσωμεν τὴν πρὸς ἡμᾶς Σου πρόνοιαν Θεοχαρίτωτε;
ὅτι ἐν πάσῃ στιγμή, ἐξαίρεις στενώσεων, τοῦτο τὸ Ὄρος Σου· ἀλλὰ Δέσποινα, μὴ
παύσῃ ἡμᾶς σκέπουσα, ἄχρι βίου συντελείας.
Ἡ Βασίλισσα Ἀγγέλων παντευλόγητε ἡ σωματώσασα, τὸν
Βασιλέα Χριστόν, μετόχους ἀνάδειξον, τῆς Βασιλείας Αὐτοῦ, τοὺς τῇ σκέπῃ Σου,
διὰ παντὸς προστρέχοντας, καὶ ὑμνοῦντάς Σε Παρθένε.
Γέλως πρόκειται Ὁσίων τοῖς παλαίσμασιν ἐχθρὸς ὁ
δόλιος, καὶ ὁ Σὸς κλῆρος Ἁγνή, χορεύει καὶ γάνυται, τῇ προστασίᾳ Σου· Σὺ γὰρ
Πάναγνε, παρέχεις θείαν δύναμιν, τοῖς ἐν τούτῳ ἀσκουμένοις.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ξένος Ἅγιε καθάπερ καὶ ἀγνώριστος ἧκες ἐν Ἄθωνι, καὶ
ἐν ἀσκήσει πολλῇ, ἐκλάμψας κατηύγασας, τῇ ταπεινώσει σου, Παῦλε Ὅσιε, τῶν
μοναστῶν τὸ σύστημα, λαμπρυνθεὶς τῇ ἀπαθείᾳ.
Ἄνω Ὅσιε ἔχων τὸ σὸν πολίτευμα ὡς Παῦλος ἔφησεν, οὗ
μιμητὴς γεγονώς, τὰ κάτω ὡς κάτω σκύβαλα, πάντα λελόγισαι, καὶ ἀπείληφας, ἀντὶ
φθαρτῆς μακάριε, Βασιλείαν τὴν ἀγήρω.
Δι’ ἀσκήσεως λαμπρύνας τὴν καρδίαν σου δοχεῖον
ἔμψυχον, ὤφθης τοῦ πάντων Θεοῦ· ἐντεῦθεν περίβλεπτον, Μονὴν ἀνήγειρας, Παῦλε
Ὅσιε, καὶ ταύτην καθιέρωσας, Γεωργίῳ τῷ μεγίστῳ.
Ὡς ποιμένα σε καὶ θεῖον ἀντιλήπτορα αὕτη ἡ Μάνδρα σου,
χρεωστικῶς εὐφημεῖ, ἣν φύλαττε Ἅγιε, σὺν Γεωργίῳ ὁμοῦ, πάσης θλίψεως,
σεμνυνομένην κλήσει σου, τῇ ἁγίᾳ Πάτερ Παῦλε.
Θεοτοκίον.
Γεωργήσασα ἀγεωργήτως Ἄχραντε ὡς γῆ ἀνήροτος, τὸν
γεωργὸν τοῦ παντός, Χριστὸν τὸν Θεὸν ἡμῶν, παθῶν μου ἔκτιλλον, πᾶσαν ἄκανθαν,
καὶ τῇ ψυχῇ μου φύτευσον, φόβον θεῖον Θεοτόκε.
Ὁ β΄ τοῦ
Ἁγίου. Παῖδες Ἑβραίων.
Ὕψει ὁσίας πολιτείας, Παῦλε Ὅσιε ὥσπερ ἀστὴρ ἐκλάμπων,
καταυγάζεις ἀεί, ἡμῶν τὰς διανοίας, καὶ διεγείρεις ἅπαντας, ἀρετῶν πρὸς
ἐπιδόσεις.
Λάμψας ἐν ὥρᾳ ἐκδημίας, ὥσπερ ἥλιος τῇ ἔνδον ἀγλαΐᾳ,
φοιτητῶν σου σοφέ, ἐξέπληξας τὸ στῖφος, τῇ σῇ δοθείσῃ χάριτι, θεοφόρε Πάτερ
Παῦλε.
Ἕστης τοῦ πόθου σου θεόφρον, ὡς κατείληφας τῶν ἐφετῶν
τὸ ἄκρον, καὶ πηγῇ τῆς ζωῆς, ἀμέσως προσεγγίζων, ὦ Παῦλε ζωοποίησον,
νεκρωθεῖσαν τὴν ψυχήν μου.
Θεοτοκίον.
Γέγονα παίγνιον δαιμόνων, πράττων Πάναγνε ἅπερ μισῶ ὁ
τάλας· ἀλλ’ ὦ Μῆτερ Χριστοῦ, πηγὴ τῆς εὐσπλαγχνίας, ἰσχύν μοι δίδου ἄνωθεν,
κατισχῦσαι τῆς κακίας.
ᾨδὴ η΄. Τῆς
Θεοτόκου. Παῖδας εὐαγεῖς.
Ἔπλησας τῆς χάριτός Σου Κόρη, τὸν Ἄθω ὅνπερ οἰκεῖον
κλῆρον ἔδειξας· ὅθεν τὰς εἰκόνας Σου, τὰς ἁγίας Πάναγνε, καθάπερ ἁγιάσματα καὶ
ἱλαστήρια, κατέχουσαι, Μοναί Σου αἱ θεῖαι, φωτισμὸν καὶ ῥώμην, καρποῦνται
σωτηρίας.
Ῥήμασι τῆς Σῆς ἐπαγγελίας, ῥωννύμενα μοναζόντων τὰ
συστήματα, τὸ τραχὺ γλυκαίνουσι, Κόρη τῆς ἀσκήσεως, καὶ πάσης περιγίνονται
ἐναντιότητος, προστάτιν, ἰατρόν τε καὶ σκέπην, ἔχοντες Παρθένε, ὑμνοῦντές Σου
τὴν δόξαν.
Ἄθως τὸ περίβλεπτόν Σου Ὄρος, ἁπάντων ὀρέων ἤρθη
Παναμώμητε· τοῦτο γὰρ ἡ δόξα Σου, Δέσποινα ἐκάλυψε· διὸ καὶ μένει ἄτρωτον ἐκ
τῶν βελῶν τοῦ ἐχθροῦ, καὶ μέλπει, καθ’ ἑκάστην ἡμέραν, τῆς Σῆς προστασίας, τὰς
δαψιλεῖς ἐκφάνσεις.
Σάρκα προσλαβὼν ἐκ Σοῦ ὁ Λόγος, ἀτρέπτως καὶ ἀσυγχύτως
καθ’ ὑπόστασιν, πύλην Σε ἀνέδειξε, σωτηρίας Ἄχραντε, ζωὴν πρὸς τὴν ἀθάνατον ἀεὶ
εἰσάγουσαν, τοὺς πίστει, προσκυνοῦντας Παρθένε, καὶ ὑπερυψοῦντας, τὸν ἄφραστόν
Σου τόκον.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ἔδειξας τοῖς πᾶσι Πάτερ Παῦλε, ἀγάπης τῆς θεϊκῆς τὸ
πῦρ τὸ ἄϋλον· σεαὐτὸν γὰρ ἔτηξας, πόνοις τῆς ἀσκήσεως, ὑπεριδὼν βασίλειον ἀξίαν
Ὅσιε, καὶ πάσῃ, ταπεινώσει βιώσας, ὤφθης μονοτρόπων, ὑπόδειγμα καὶ τύπος.
Ῥείθροις τῶν ὁσίων σου ἱδρώτων, καὶ ὄμβροις τῶν σῶν
δακρύων ἀρδευόμενος, δένδρον ὡς κατάκαρπον, ἀπαθείας ἤνεγκας, καρποὺς Ἁγίῳ
Πνεύματι Παῦλε ἐκτρέφοντας, ψυχάς, τῶν φοιτητῶν σου παμμάκαρ, πρὸς αὔξησιν
θείαν, ἀμέμπτου πολιτείας.
Ἄγει ἡ Μονή σου ἡ ἁγία, τὴν μνήμην σου εὐφροσύνως
Παῦλε Ἅγιε, καὶ καθαγιάζεται, καὶ καθωραΐζεται, ταῖς σαῖς, πρὸς τὸν φιλάνθρωπον
θερμαῖς δεήσεσι, βοῶσά σοι ἐκ βάθους καρδίας· σύ μου θεοφόρε, Πατὴρ καὶ θεῖον
γέρας.
Θεοτοκίον.
Σοῦ τὴν προστασίαν κεκτημένος, ὁ Παῦλος ὁ θεοφόρος
Παντευλόγητε, βίον ἐνθεώτατον, ἤνυσεν ἐν Ἄθωνι, καὶ ἀοράτως ᾔσχυνεν ἐχθρῶν τὰς
φάλαγγας, βοῶν Σοι, μυστικῶς καθ’ ἑκάστην· χαῖρε Θεοτόκε, ἐλπὶς ἡμῶν καὶ σκέπη.
Ὁ β΄ τοῦ
Ἁγίου. Ἑπταπλασίως κάμινον.
Ἐνδεδυμένος Ἅγιε, ἁλουργίδα ὡς ἔνθεον, τὴν τοῦ
Παρακλήτου οὐρανόθεν δύναμιν, ἐπέστης ὡς Ἄγγελος, καὶ ἀρετῶν διδάσκαλος, ἐν τῇ
βασιλίδι, καὶ αἰδέσιμος πᾶσιν, ὡράθης θεοφόρε, ἄναξι καὶ δημόταις, τοῦ βίου σου
ὦ Παῦλε, τὴν χάριν αἰδουμένοις.
Ῥῶσιν λαβὼν καὶ ἴασιν, Ῥωμανὸς ὁ φιλόχριστος, ἄναξ
θεοφόρε ἐπαφαῖς ἁγίαις σου, Χριστὸν ἐμεγάλυνε, τὸν σὲ λαμπρῶς δοξάσαντα, καὶ
Σταυροῦ τιμίου, τὸ πανάγιον τμῆμα, πιστῶς σοι ἐγχειρίζει, ὃ μετήνεγκας Παῦλε,
ὡς πλοῦτον ἀφθαρσίας, Μονῇ σου τῇ ἁγίᾳ.
Ἀνευφημείσθω ᾄσμασιν, ὁ Χριστοῦ φίλος γνήσιος, Παῦλος
ὁ θεόφρων ἀσκητῶν τὸ καύχημα, ὁ νοῦς ὁ οὐράνιος, τῶν ἀρετῶν τὸ σκήνωμα, τὸ τῆς
Βυζαντίδος, ἐγκαλλώπισμα θεῖον, τοῦ Ἄθω ὁ κοσμήτωρ, ὁ μεσίτης ὁ μέγας, ἡμῶν
πρὸς τὸν Σωτῆρα, καὶ πάντων Βασιλέα.
Θεοτοκίον.
Σεσαρκωμένον τέτοκας, τὸν πρὶν ἄσαρκον Κύριον, ἐπ’
εὐεργεσίᾳ τῆς ἀνθρώπων φύσεως, Παρθένε πανάμωμε, δι’ ἄκραν ἀγαθότητα· Ὃν ἀεὶ
δυσώπει, τῶν τοῦ σώματος πόνων, καὶ πάσης ἀθυμίας, ψυχικῆς ἐκλυτροῦσθαι, τοὺς
πίστει προσκυνοῦντας, τὸν ἄφραστόν Σου τόκον.
ᾨδὴ θ΄. Τῆς
Θεοτόκου. Ἅπας γηγενής.
Ἴασαι ἡμῶν, σωμάτων συντρίμματα καὶ τοῦ νοὸς ἐκτροπάς,
τῇ Σῇ ἀγαθότητι, Θεοκυῆτορ Παρθένε ἄχραντε, καὶ τῶν πταισμάτων ἄφεσιν αἴτει
ἑκάστοτε, τοῖς τῇ θείᾳ, Κόρη ἀντιλήψει Σου, προσιοῦσι καὶ Σὲ μεγαλύνουσι.
Μέγισται Ἁγνή, ἀεὶ καὶ σωτήριοι πέλουσιν Ἄχραντε, τῶν
Σῶν ἀντιλήψεων, αἱ διαδόσεις τῷδε τῷ κλήρῳ Σου· ταχέως γὰρ προφθάνουσι καὶ
πάσης μάστιγος, ἐκλυτροῦνται, ἡμᾶς μεγαλύνοντας, τὰ πολλὰ μεγαλεῖά Σου
Δέσποινα.
Ὄρος τοῦ Θεοῦ, δασὺ καὶ κατάσκιον ἀπείροις χάρισι,
Κόρη ἀειπάρθενε, ὃ κατειργάσω τοῦτο ἁγίασμα, καὶ σχοίνισμα ἀπόλεκτον, τῆς Σῆς
χρηστότητος, Θεοτόκε, Ὄρος τὸ τοῦ Ἄθωνος, μὴ ἐλλίπῃς ἀεὶ περιέπουσα.
Ὕψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν καὶ ἅπαν νόημα,
πρὸς ἀγάπην κρείττονα, ἐκ τῶν γηΐνων φροντίδων Ἄχραντε, καὶ καθοδήγει πάντοτε
ἡμᾶς δεόμεθα, μετανοίας, πρὸς ὁδὸν σωτήριον, ὡς ἂν εὔρωμεν χάριν καὶ ἔλεος.
Ὁ α΄ τοῦ
Ἁγίου. Ὁ αὐτός.
Ἴθυνας τὴν σήν, ζωὴν ἐκ νεότητος Παῦλε μακάριε, πρὸς
τὸ θεῖον θέλημα, καὶ ἰσαγγέλως πολιτευσάμενος, προεῖπας τοῖς συνοῦσί σοι τὴν
ἐκδημίαν σου, καὶ μετέστης, πρὸς ζωὴν τὴν ἄληκτον, ἐκτελέσας ὁσίως τὸν δρόμον
σου.
Μέγας ἀληθῶς, ἐν ἔργοις ἀσκήσεως Παῦλε γενόμενος,
ἔλαμψας ὡς ἥλιος, τῷ τῆς ἐξόδου καιρῷ ἐν Πνεύματι, καὶ θαυμαστῶς τὸ σκῆνός σου
ῥοπῇ τῇ ἄνωθεν, μετηνέχθη, εἰς Κωνσταντινούπολιν, ἁγιάζον πιστῶν τὰ πληρώματα.
Ὅλῃ τῇ ψυχῇ, ἡ ποίμνη θεσπέσιε ταύτης τῆς Μάνδρας σου,
σπεύδει τῇ πρεσβείᾳ σου, καὶ ἀνακράζει ἀπὸ βαθέων σοι· σὺν τῷ Μεγαλομάρτυρι
Παῦλε ἱκέτευε, Γεωργίῳ, πάσης ἡμᾶς ῥύεσθαι, προσβολῆς τοῦ πικροῦ πολεμήτορος.
Θεοτοκίον.
Ὕψιστον Θεόν, βαράθρων ὑψούμενον ἡμᾶς τῆς πτώσεως,
τέξασα Πανάμωμε, ἐν ταπεινώσει ἡμᾶς ἀξίωσον, ἀξίως πολιτεύεσθαι ὡς ἂν πρὸς
ἔνθεον, ὑψωθῶμεν, ὕψος οἱ ἱκέται Σου, καὶ τῆς θείας ἐλλάμψεως τύχωμεν.
Ὁ β΄ τοῦ
Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ,
Ἰσχὺν ἐνδεδυμένος παρὰ Θεοῦ, τὴν ἰσχὺν θεοφόρε
κατέβαλες, τοῦ πονηροῦ, Παῦλε δι’ ἀγώνων ἀσκητικῶν, καὶ λόγοις σου ἐνίσχυσας,
Πάτερ τοὺς ὁσίους σου μαθητάς, τῆς τούτου κατισχῦσαι, κακίας καὶ ἀπάτης, διὰ
ζωῆς ἁγίας Ἅγιε.
Μονάς σου τὰς ἁγίας καὶ ἱεράς, ἃς ἐν Ἄθῳ ἐδόμησας
Ἅγιε, πόνοις πολλοῖς, Παῦλε τῶν Ὁσίων ἡ καλλονή, σκέπε ἀεὶ καὶ φύλαττε, ἐκ τῆς
τοῦ βελίαρ ἐπιβουλῆς, καὶ δίδου ταύταις Πάτερ, ὁμόνοιαν εἰρήνην, καὶ ἀρετῶν
πᾶσαν ἐπίδοσιν.
Ὁλόφωτον παστάδα ἐν οὐρανοῖς, καὶ Χριστοῦ Βασιλείαν
ἀΐδιον, Παῦλε λαβών, ἀντὶ τῆς προσκαίρου καὶ γεηρᾶς, παθῶν ἀχλύος λύτρωσαι,
τοὺς ὑμνολογοῦντάς σε εὐλαβῶς· κἀμοὶ δὲ θεοφόρε, πταισμάτων λύσιν αἴτει, καὶ
φωτισμὸν ἐν τῇ καρδίᾳ μου.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε διηνεκῶς, οἱ ἐν Ἄθῳ οἰκοῦντες
μονάζοντες, θείαις ᾠδαῖς, καὶ χαριστηρίοις ὕμνοις Ἁγνή· ὅτι σκέπεις ἑκάστοτε,
καὶ ἀπολυτροῦσαι πάσης ὀργῆς, ἡμᾶς Θεογεννῆτορ· ἀλλὰ καὶ εἰς αἰῶνας, τοῦτον τὸν
κλῆρόν Σου περίεπε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Βασιλικῆς λαμπρότητος, ἠλλάξω Παῦλε Ὅσιε, ἀσκητικὴν
πολιτείαν, φρονήματι οὐρανίῳ, καὶ ἐν σαρκὶ ὡς ἄσαρκος, βιώσας ἐν τῷ Ἄθωνι,
συγκληρονόμος γέγονας, τῆς τοῦ Χριστοῦ Βασιλείας, ὑπὲρ ἡμῶν ἱκετεύων.
Ἕτερον. Ὁ
οὐρανὸς τοῖς ἄστροις.
Ὁ τοῦ Χριστοῦ θεράπων, καὶ ἀσκητῶν ὑπογραμμός, Παῦλε
Μονῆς σου ἡ δόξα, καὶ φοιτητῶν σου ἡ χαρά, ταύτην τὴν Μάνδραν σου σκέπε, ἀπὸ
παντοίων σκανδάλων.
Θεοτοκίον.
Ὅμοιον.
Θεογεννῆτορ Παρθένε, τῆς συμπαθείας ἡ πηγή, τοῦτο τὸ
Ὄρος Σου σκέπε, πάσης ἀνάγκης καὶ ὀργῆς, καὶ δίδου ἡμῖν Παρθένε, ὁμόνοιαν καὶ
εἰρήνην.
Εἰς τούς
Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ
παραδόξου θαύματος.
Παῦλε, βασιλέων βλάστημα, τῆς Βασιλείας Χριστοῦ, τῇ
ἐλλάμψει πτερούμενος, πᾶσαν περιφάνειαν, τὴν ἐν κόσμῳ κατέλιπες, καὶ τῆς
πορφύρας λιπὼν τὴν εὔκλειαν, σαὐτὸν ἀγῶσι πολλοῖς ἐκδέδωκας· ὢ τῶν καμάτων σου,
τῶν ἐνθέων Ὅσιε, δι’ ὧν ζωήν, ἄπονον καὶ ἄληκτον, ἐκληρονόμησας.
Παῦλε, μοναζόντων καύχημα, τῆς ἀπαθείας τὸ φῶς, τῇ
ψυχῇ σου δεξάμενος, ὡς ἀστὴρ πολύφωτος, ἐν τῷ Ἄθωνι ἔλαμψας, τῆς ἐγκρατείας
φαίνων τὰς χάριτας, καὶ ἡσυχίας, τὴν ἀνταπόδοσιν· ὅθεν τῇ χάριτι, τοῦ Ἁγίου
Πνεύματος θαυμαστωθείς, πᾶσι περιβόητος, ὤφθη μακάριε.
Ὅσιε Παῦλε θεόσοφε, ἀγγελικῶς ἐπὶ γῆς, διανύων τὸν
βίον σου, ἔξω κόσμου γέγονας, καὶ φωτὸς θείου ἔμπλεως· ἔνθεν ἀζύγων ὤφθης
διδάσκαλος, αὐτοὺς ἰθύνων πρὸς βίον κρείττονα· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν
σήμερον χρεωστικῶς, Πάτερ ἑορτάζοντες, σὲ μακαρίζομεν.
Ὅσιε Παῦλε μακάριε, ὡς παῤῥησίαν πολλήν, πρὸς Χριστὸν
τὸν Παντάνακτα, ἔχων ἀεὶ πρέσβευε, ὑπὲρ ταύτης τῆς Μάνδρας σου, τῆς καυχωμένης
τῷ σῷ ὀνόματι, καὶ ἐκτελούσης, λαμπρῶς τὴν μνήμην σου, ὅπως ἀπήμαντος, τῶν
βελῶν τοῦ ὄφεως μένῃ ἀεί, καὶ βίου σεμνότητι, περιαυγάζηται.
Δόξα. Ἦχος
πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, ἠχήσωμεν ἑόρτια, καὶ
σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ πανοσίου Πατρὸς ἡμῶν,
δομήτορος, προστάτου καὶ πρεσβευτοῦ ἀκοιμήτου. Βασιλεῖς καὶ ἄρχοντες
συντρεχέτωσαν, καὶ τὸν βασιλογόνον τιμάτωσαν εὐφήμως, ὡς χαρίτων ἔμπλεων,
θαυμαστῶς γεγενημένον, καὶ οὐρανίων δωρεῶν τοῦ Πνεύματος. Ποιμένες καὶ
διδάσκαλοι, τὸν τῆς ἀρίστης ὄντα, κανόνα τε καὶ τύπον, ποιμανσίας εὐφημήσωμεν,
τὸ τῆς ἀσκήσεως ὁδηγόν, πρὸς ἀρετῆς τὸν ζῆλον ἐπισπῶντα, τὸν ἐν θεωρίαις
ὑψίνουν, ἐν πράξεσιν ὑπερνεφῆ, ἐν διδαχαῖς τρυφῆς χειμάῤῥουν, τὸν ποδηγέτην τῶν
πλανωμένων, τὸν θησαυρὸν ἀνελλειπῆ, τὸν πάντας ἐκ τῶν δεινῶν ἀεὶ λυτρούμενον,
Ἄθω τὸ μέγα κλέος, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πατέρων κορωνίς, Παῦλε
βασιλογόνε, πρόφθασον ἐξελοῦ ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμην
σου, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν.
Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ
Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν
σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε,
κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν
κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ δομήτωρ καὶ ὁδηγός, καὶ θερμὸς προστάτης,
καὶ μεσίτης πρὸς τὸν Χριστόν, ταύτης τῆς Μονῆς σου, ὦ Παῦλε θεοφόρε, ἣν σκέπε
ἀεὶ Πάτερ, βελῶν τοῦ ὄφεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου