ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐκ νεότητος Χριστῷ, Πάτερ ὁλοτρόπως διέγνως, ἀκολουθῆσαι θερμῶς, τότε πᾶσαν ἔλιπες, κόσμου τερπνότητα, καὶ ἀγῶσιν ἀσκήσεως, καὶ πόνοι συντόνοις, Συμεὼν μακάριε, σαὐτὸν ὑπέβαλες· ὅθεν, ἐνεργείας ἀΰλου, τῆς τοῦ Παρακλήτου ἐπλήσθης, Πάτερ παρὰ πάντων θαυμαζόμενος.
Ὅτε, ἀπεδύσω νουνεχῶς, Πάτερ πρὸς ἀγῶνας τελείους, ὑπὲρ ἀγάπης Χριστοῦ, τότε ὥσπερ ἄγγελος, ὤφθης ἐν σώματι, καὶ τοὺς πάντας ἐξέπληξας, τῇ σῇ πολιτείᾳ, καὶ τῇ δεδομένῃ σοι πλουσίᾳ χάριτι· θαύματα γὰρ ξένα ἐνήργεις, καὶ τοὺς ἀσθενοῦντας ἰάσω, Συμεὼν Ἀγγέλων ἰσοστάσια.
Ὅτε, ἐπὶ στύλου ὑψηλοῦ, Πάτερ ἐν πολλῇ ταπεινώσει, ἀνῆλθες Ὅσιε, τότε ὥσπερ ἥλιος, μέγας ἀνέλαμψας, καταυγάζων τοὺς ἅπαντα, ἀκτῖσι θαυμάτων, καὶ διδασκαλίαις σου, καὶ διδαχαῖς ἱεραῖς· Πέρσαι καὶ Ἰνδοὶ γὰρ Κυρίῳ, καὶ Σαρακηνοὶ τῷ σῷ λόγῳ, Συμεὼν προσήρχοντο γηθόμενοι.
Σκέπε, τὴν ἁγίαν σου Μονήν, τὴν ἀνακειμένην ἐν πίστει, τῇ προστασίᾳ σου, Συμεὼν μακάριε, Ἀγγέλων σύσκηνε, καὶ φαιδρῶς ἑορτάζουσαν, τὴν σεπτήν σου μνήμην, πειρασμῶν καὶ θλίψεων, αὐτὴν ῥυόμενος, αἴτει δὲ ἡμῖν θεοφόρε, ἄφεσιν πταισμάτων θεόθεν, καὶ ἀμέμπτου βίου τὴν ἐπίδοσιν.
Δόξα. Ἦχος β΄.
Ἀγγελικῶς βιωσάμενος, πλουσίων δωρεῶν ἠξιώθης παρὰ Θεοῦ, τῇ ὑπὲρ φύσιν ἀσκήσει σου, ἡγιασμένε Πάτερ Συμεών· ἐπὶ τοῦ στύλου γὰρ Ὅσιε, διαλάμπων ταῖς ἀρεταῖς, πᾶσι περιβόητος γέγονας, τοῖς θαυμαστοῖς κατορθώμασι, καὶ θαυμάτων χορηγία, οἷα Χριστοῦ θεράπων θερμότατος· ᾯ πρέσβευε δεόμεθα, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ, καὶ ὑπόστασις τελεία καὶ δύναμις, συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου Μητρός, μὴ τραπεὶς τῇ θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε, διὰ τοῦτό σοι βοῶμεν, Ἀγαθὲ Κύριε, δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγας ταῖς ἀρεταῖς, ἐδείχθης θεοφόρε, ὡς ἄσαρκος βιώσας· διὸ μεγίστης δόξης, παρὰ Θεοῦ τετύχηκας.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στύλος βίου σεπτοῦ, φωτοειδὴς ἐδείχθης, ὦ Συμεὼν ἐν στύλῳ, τῇ τοῦ Χριστοῦ ἀγάπῃ, στεῤῥῶς ἀγωνισάμενος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ἡ σὴ Μονή, τελοῦσά σου τὴν μνήμην, καὶ πόθῳ σοι κραυγάζει· φύλαττε θεοφόρε, τήνδε τὴν θείαν ποίμνην σου.
Δόξα. Τριαδικόν.
Αἴγλῃ τρισσολαμπεῖ, λαμπόμενος ἐν στύλῳ, ὁ Συμεὼν ὁ θεῖος, ἐξέλαμψε τοῖς πᾶσιν, οἷα φωστὴρ παγκόσμιος.
Καὶ νῦν. Θεοτοκίον.
Ἔρωτι ἱερῷ, τοῦ Σοῦ Υἱοῦ Παρθένε, ὁ Συμεὼν ἐτρώθη· ἐντεῦθεν ἐπὶ στύλου, ἠγώνισται ὡς ἄσαρκος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς στήλην θεόγραφον τῶν ἱερῶν ἀρετῶν, τοῦ βίου σου ἔλειπες τὰς ἀναβάσεις ἡμῖν, Συμεὼν παμμακάριστε· σὺ γὰρ ἐπὶ τοῦ στύλου ὡς πυρσὸς διαλάμπων, ἕλκεις ἡμᾶς χαμόθεν, πρὸς ζωὴν οὐρανίαν, τὸν τρόπον τῆς εὐδρομίας φαίνων τοῖς ἔργοις σου.
Δόξα... Καὶ νῦν... τῆς Ἰνδίκτου. Ἦχος β᾿
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῆς Ἰνδίκτου γ΄. Τῆς Ἰνδίκτου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα.
Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ.
Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί.
Καὶ γ’ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐκ νεότητος Ὅσιε, πτερωθεὶς θείῳ ἔρωτι, πρὸς ἀγῶνας ἔδραμες τῆς ἀσκήσεως, τῶν προσηκόντων τῆς σχέσεως, μακρύνας καὶ ἅπασαν, γεηρῶν τὴν μετοχήν, νουνεχῶς ἀρνησάμενος· ὅθεν ἔλαμψας, Συμεὼν θεοφόρε ἰσάγγελῳ, πολιτείᾳ καὶ ἐπλήσθης, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Τῆς σαρκὸς ἅπαν φρόνημα, τῇ συντόνῳ ἀσκήσει σου, Συμεὼν μακάριε ἀπενέκρωσας, καὶ τῆς ζωῆς τὴν ἐνέργειαν, τῆς θείας ἐξήνθησας, καὶ θαυμάτων δωρεάν, οὐρανόθεν ἀπείληφας, νέμων ἅπασιν, ἀσθενοῦσι καὶ πάσχουσι τὴν ῥῶσιν, καὶ προβλέπων ὡς παρόντα, τὰ πόῤῥω ὄντα ἐν Πνεύματι.
Ὡς οὐράνιος ἄνθρωπος, καὶ ἐπίγειος ἄγγελος, ἐπὶ στύλου ἤνυσας βίον ἄσαρκον· διὸ Χριστὸς τοὺς ἀγῶνάς σου, δοξάζων λαμπρότατα, πανταχοῦ σε Συμεών, περιβόητον ἔδειξε, πολλοῖς θαύμασι· δι’ ὧν πλήθη ἀπίστων παντὸς γένους, τῷ φωτὶ τῆς εὐσεβείας, ταῖς διδαχαῖς σου προσήρχοντο.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὁ θεοφόρος Συμεών, τῇ ἐτησίῳ αὐτοῦ μνήμῃ, ὡς ἥλιος λαμπρὸς ἀπὸ τοῦ στύλου ἐκλάμψας, τῶν εὐσεβῶν φωταγωγεῖ τὰ πληρώματα, πρὸς ἐργασίαν τῶν θείων ἐντολῶν· τῷ οἰκείῳ γὰρ παραδείγματι, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, παιδεύει τοὺς βοῶντας αὐτῷ· χαίροις ὁ ἐπὶ στύλου τὸ σῶμα ὑψώσας, καὶ τον νοῦν ὑπερυψώσας πρὸς Κύριον· χαίροις, ἀγγελικῆς πολιτείας στηλογραφία ἔμπνους, καὶ τῆς Ἐκκλησίας φωστὴρ πολύφωτος. Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Ὅσιε Πάτερ, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν... ὁ αὐτός. Βυζαντίου
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.
Εἴσοδος, τό, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 61, 1-10)
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γάρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.
Λευϊτικοῦ τὸ Ἀνάγνωσμα. (Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἰδιόμελα τοῦ Ὁσίου. Ἦχος α΄.
Τῆς ἰσαγγέλου ζωῆς σου, τοὺς ὑπὲρ φύσιν ἀγῶνας καὶ σκάμματα, τίς ἐπαξίως διηγήσεται, Ὅσιε Πάτερ Συμεών; Νεκρωθεὶς γὰρ τοῖς ἐν κόσμῳ, τῆς ἀθανάτου ζωῆς τοὺς καρποὺς πλουσίως ἐξήνεγκας, ἐν τῷ στύλῳ ἑστὼς μετέωρος, πρὸς Ἀγγέλους ἁμιλλώμενος· καὶ τῇ βίᾳ τῆς φύσεως μὴ καμφθείς, θαυμάτων ὤφθης αὐτουργός, καὶ τοῦ Πνεύματος κατοικητήριον· πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β᾿
Ἐκ ῥίζης ἀγαθῆς ἀγαθὸς ἐβλάστησε καρπὸς ὁ ἐκ βρέφους ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσατο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις Δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε Πάτερ Συμεών, καὶ τὸ πρᾶον τῆς καρδίας σου θεράπον μακάριε· εἰ γὰρ καὶ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκ ἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος, καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ᾿ ὧν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ τῶν λειψάνων σου θήκη Πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως ἀγάλλεται. Ἔχων οὖν πρὸς Κύριον, Ὅσιε παῤῥησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἠγάπησας θεοφόρε, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης· καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν σοφὲ Συμεών.
Δόξα. Ἦχος πλ. β΄.
Θεία χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡγιασμένε Συμεών· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι· Ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἰνδίκτου.
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς Συμεών, ὁ ἐκ νεότητος σαὐτὸν ἀναθέμενος, τῷ πάντων Θεῷ καὶ Κτίστῃ, τελειοτάτῳ νοΐ, πάντα τὰ ἡδέα ἀρνησάμενος· ἐντεῦθεν ὡς ἄσαρκος, ἠγωνίσω ἐν σώματι, πόνοις μυρίοις, καὶ στεῤῥοῖς ἀγωνίσμασι, τοῦ ἀλάστορος, τὴν ἰσχὺν τροπωσάμενος· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, ἐλλάμψεως ἔτυχες, καὶ ἐνεργείαι θαυμάτων, ἐμεγαλύνθης τοῖς πέρασι, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ἱερὸς Συμεών, ὁ τῶν Ἀγγέλων μιμητὴς καὶ ἐφάμιλλος· ἐν στύλῳ γὰρ ὡς ἀνῆλθες, ἀπεριτρέπτῳ ψυχῇ, φύσεως τοὺς ὅρους ὑπερβέβηκας, νηστείαις καὶ δάκρυσι, καὶ εὐχαῖς καὶ δεήσεσιν, ἀεὶ σχολάζων, καὶ θεόθεν δεχόμενος, θείαν δύναμιν, καὶ ἰσχὺν ἀπροσμάχητον· ὅθεν τὴν καρτερίαν σου, ἐθαύμασαν Ἄγγελοι, καὶ ἐπτοήθησαν Πάτερ, τὰ τῶν δαιμόνων συστήματα, ἀφ’ ὧν τῆς κακίας, ἡμᾶς ῥῦσαι θεοφόρε, ταῖς ἱκεσίαις σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἱερὸς Συμεών, τῆς ἀπαθείας ὁ λειμὼν ὁ μυρίπνοος, ἡ πέτρα τῆς ἐγκρατείας, ὁ τῆς ἀγάπης πυρσός, ταπεινοφροσύνης ἐνδιαίτημα, φωστὴρ ὁ ὑπέρλαμπρος, δωρεῶν τῶν τοῦ Πνεύματος, ὁ πᾶσι βλύζων, ἰαμάτων ἐνέργειαν, καὶ τοῖς χρήζουσι, βοηθῶν τῇ πρεσβείᾳ σου· ὅθεν καὶ τὴν παροῦσάν σου, Μονὴν σκέπε Ὅσιε ἐξ ἐπηρείας ἁπάσης, καὶ χαλεπῶν περιστάσεων, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ᾿
Ὥσπερ στήλη ἀρετῶν, καὶ ἐναρέτου ζωῆς ὑποτύπωσιν, τοὺς σοὺς ἀγῶνας ἡμῖν κατέλιπες, Συμεὼν Στυλῖτα ἰσάγγελε· πάντας γὰρ ἐξέπληξας, τοῖς ὑπὲρ φύσιν ἀγῶσι, καὶ ἡμᾶς παιδεύεις, τὰ ἄνω ποθεῖν καὶ ζητεῖν, τῇ ἐπὶ στύλου στάσει σου. Καὶ νῦν Πάτερ Ὅσιε, τῆς ἄνω δόξης κατατρυφῶν, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Ὁ ἀῤῥήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον, τὸν δὲ πιστὸν Βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ἀσκήσεως ἀγῶσι τῷ Χριστῷ εὐηρέστησας, βιώσας ἐπὶ στύλου ὡς ἀσώματος Ὅσιε· καὶ θαύμασι ποικίλοις δοξασθείς, ἐκλάμπεις πάσῃ κτίσει Συμεών, θεραπεύων τοὺς νοσοῦντας καὶ τὰς ψυχάς, τῶν πίστει προσιόντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς στήλην θεόγραφον τῶν ἱερῶν ἀρετῶν, τοῦ βίου σου ἔλειπες τὰς ἀναβάσεις ἡμῖν, Συμεὼν παμμακάριστε· σὺ γὰρ ἐπὶ τοῦ στύλου, ὡς πυρσὸς διαλάμπων, ἕλκεις ἡμᾶς χαμόθεν, πρὸς ζωὴν οὐρανίαν, τὸν τρόπον τῆς εὐδρομίας φαίνων τοῖς ἔργοις σου.
Καὶ νῦν... τῆς Ἰνδίκτου. Ἦχος β᾿
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, κάθισμα τοῦ Ὁσίου. Ἦχ. α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς λύχνος φαεινός, ἐκ τοῦ στύλου ἐκλάμπων, πυρσεύεις πᾶσαν γῆν, τοῖς ὁσίοις σου ἔργοις, καὶ σκότος τὸ βαθύτατον, Συμεὼν παμμακάριστε, λύεις πάντοτε, πολυειδῶν νοσημάτων· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα... Καὶ νῦν... τῆς Ἰνδίκτου
Ὁ χρόνων καὶ καιρῶν, Ποιητὴς καὶ Δεσπότης, εὐλόγησον τὸν νῦν, ἐνιαύσιον κύκλον, καὶ δίδου ἡμῖν ἄνωθεν, τὰ ἐλέη Σου Κύριε· σῶσον εὔσπλαγχνε, τὸν Σὸν λαὸν ὡς οἰκτίρμων, καὶ ὁδήγησον, πρὸς σωτηρίας τὴν τρίβον, ἡμᾶς δυσωποῦμέν Σε.
Μετὰ τὴν β᾿ Στιχολογίαν. Κάθισμα Τοῦ Ὁσίου. Ἦχ. δ´. Κατεπλάγη Ἰωσὴφ
Ἐγκρατείας τῷ πυρί, φλέξας τὴν ὕλην τῶν παθῶν, ἀπαθείας τῷ φωτί, περιηυγάσθης μυστικῶς, καὶ ὑπὲρ φύσιν ἐπὶ στύλου ἐβίωσας· ὅθεν ἀσκητῶν, ὤφθης ἀρχέτυπον, Πάτερ Συμεών, καὶ στόμα ἔνθεον, τῆς θεϊκῆς ἐπιπνοίας καὶ χάριτος, τοῖς εὐλαβῶς προσιοῦσί σοι, ἐκ παντὸς ἔθνους, καὶ παντὸς γένους, οἷα Κυρίου θεράποντι.
Δόξα... Καὶ νῦν... τῆς Ἰνδίκτου
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς. Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα τοῦ Ὁσίου. Ἦχ. πλ. δ᾿. Τὴν Σοφίαν.
Ἐκ παιδὸς ἀνετέθης τῷ Λυτρωτῇ, και Αὐτῷ μέχρι τέλους ἀκολουθῶν, ἀσκήσεως σκάμμασι, καὶ στεῤῥοῖς ἀγωνίσμασι, τῶν θεϊκῶν χαρίτων δοχεῖον γεγένησαι, καὶ θαύμασι καὶ λόγοις πολλοὺς εὐηργέτησας· ὅθεν καὶ ἐν στύλῳ, διαλάμπων τῷ κόσμῳ, φωστὴρ ὑπερκόσμιος, ἀνεδείχθης τοῖς πέρασι, Συμεὼν θεοφόρητε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... τῆς Ἰνδίκτου
Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.
Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον. Ἦχος δ´: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν,
Ὁ Ν´
Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β᾿. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τῇ ἰσαγγέλῳ σου ζωῇ ἀποβαλὼν πᾶν γεηρὸν ἀχθοφόρημα, πρὸς ὑψηλὰς θεωρίας ἤρθης, ὡς τὸ σῶμα ἐπὶ στύλου ὕψωσας, Συμεὼν θεοφόρε· καὶ ταῖς θείαις ἐλλάμψεσιν ὁμιλῶν, ἐθεώθης κατὰ μέθεξιν, τῆς μελλούσης ζωῆς, τὴν εὐκληρίαν ἐκφαίνων. Καὶ νῦν τῆς δόξης τοῦ Χριστοῦ, ἀνακεκαλυμμένως ἀπολαύων, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα, οἱ Κανόνες· τῆς Ἰνδίκτου καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Δέχου τὸν ὕμνον, Συμεὼν πανόλβιε. Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. ᾌσωμεν τῷ Κυρίῳ
Δίδου μοι ἐν ὀργάνῳ, γλώττης σαθρῷ, ὦ θεοφόρε Συμεών, τῷ τὴν ᾠδὴν σοι πλέκοντι, ταῖς δεήσεσι ταῖς σαῖς, γνώσεως φῶς θεοδίδακτον.
Ἔγνωσαν τὴν σοφίαν, Πάτερ τὴν σήν, Πέρσαι Αἰθίοπες, Ἰνδοὶ καὶ Σκύθαι καὶ Ἀράβων πληθύς, καὶ ἐδόξασαν Χριστόν, τὸν διὰ σοῦ δοξαζόμενον.
Χάριτος ἐπληρώθης πνευματικῆς· ποιμαντικῶν γὰρ ἐκ σηκῶν, ὡς, Ἰακὼβ Δαυῒδ καὶ Μωσῆς, ἀρχηγέτης λογικῶν, ὤφθης θρεμμάτων Μακάριε.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, χαῖρε σεμνή, ἡ τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ χωρήσασα, λυτρωθῆναι τῶν δεινῶν, αἴτησαι τοὺς ἀνυμνοῦντάς σε.
ᾨδὴ γ΄. Τοῦ Ὁσίου. Τὸν φόβον σου
Ὀξέως φυγών, τὴν νιφετώδη φορὰν τῶν πνευμάτων, πρὸς σωτήριον ηὐτομόλησας μονὴν Συμεών, ἐξ ἧς καὶ τὴν ἀγήρω ζωὴν ἐκαρπώσω.
Ὑπέκλινας χαίρων, τὴν πειθήνιον ἀκοήν σου Παμμακάριστε, τῷ Δεσπότῃ μακαρίζοντι, καὶ μακαριζομένην εὗρες πολιτείαν.
Τοῦ λόγου δεξάμενος τὰ σπέρματα, τῆς καρδίας σου ταῖς αὔλαξι, τῶν δακρύων ἐπιβλύσεσι Χριστῷ, πολύχουν στάχυν, ἀρετῶν ἐδρέψω.
Θεοτοκίον
Ἀῤῥήτως συνέλαβες Θεόνυμφε, τὸν Σωτῆρά τε καὶ Κύριον, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.
Κάθισμα τοῦ Ὁσίου. Ἦχος πλ. δ᾿. Τὴν Σοφίαν καὶ Λόγον
Ὑπερζέσας τῇ πίστει Πάτερ σοφέ, καὶ προσκαίρων ἁπάντων ὑπεριδών, Χριστῷ ἠκολούθησας, τῇ δυνάμει τοῦ Πνεύματος, ἐγκρατείᾳ τήξας, τὸ σῶμά σου Ὅσιε, οὐρανῶν τὴν δόξαν, ἀεὶ προορώμενος· ὅθεν καὶ ἐφεῦρες, πρὸς ἀνάβασιν θείαν, τοῦ στύλου τὴν κλίμακα, τῷ σῷ πόθῳ κατάλληλον, Συμεὼν ἱερώτατε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... τῆς Ἰνδίκτου. Ἦχος δ´. Κατεπλάγη Ἰωσὴφ
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον, προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.
ᾨδὴ δ΄. Τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε
Οὐκ ἐν ψάμμῳ Πανόλβιε, ἀλλ᾿ ἐν βαθυτάτοις πόνοις σου θέμενος, τὴν κρηπῖδα τῆς ἀσκήσεως, ἀρετῶν ἐδείμω πύργον ἄσειστον.
Νεμομένης τὸ σῶμά σου, σχοίνου τραχυτάτης φόβῳ καθήλωσαι, τῷ τοῦ πνεύματος, καὶ σχοίνισμα, κληρουχίας θείας εὗρες Ὅσιε.
Ὑπενόστει τοῦ σώματος, τὰ ἐγκεκρυμμένα πάθη πανόλβιε, ἐν σαπρίᾳ κοιταζόμενον, τῶν σκωλήκων Πάτερ δεδιότων σε.
Μετὰ πάθος ἑκούσιον, τὸν ζωοποιὸν νεκρὸν ἐκμιμούμενος, ὥς περ μνήματι τῷ φρέατι, σεαυτὸν ζοφώδει ζῶντα δέδωκας.
Θεοτοκίον
Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Μαρία δυσώπει πάντοτε, τοῖς οἰκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
ᾨδὴ ε΄. Τοῦ Ὁσίου. Φώτισον ἡμᾶς
Νέον Δανιήλ, Συμεὼν Χριστὸς σε ἔδειξεν· ἐκ γὰρ λάκκου θηριώδους σε, δι᾿ ἐμφανείας, ἀλώβητον ἀνεκόμισεν.
Ὅλον σεαυτόν, τῷ Κυρίῳ ἀναθέμενος νιφετοῦ κρυμοῦ καὶ καύσωνος, ταῖς ἐναντίαις, πιότησιν ἐγγεγύμνασο.
Νέος Μωϋσῆς, καὶ Ἠλίας ἀναδέδειξαι, ἐν μιᾷ τεσσαρακονθήμερον, τροφῇ ἀνύων, διὰ βίου παντὸς Ὅσιε.
Θεοτοκίον
Δυσώπησον ἀεί, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία ἁγνή, τοῦ καταπέμψαι ἡμῖν τοῖς πιστοῖς τὸ ἔλεος.
ᾨδὴ στ΄. Τοῦ Ὁσίου. Χιτῶνά μοι παράσχου
Σημείων καὶ τεράτων σε Χριστός, αὐτουργὸν ἀνέδειξε, τῆς θείας Μακάριε, ἐνεργείας δεδειχὼς ἐνδιαίτημα.
Ὑψώθη σου τὸ σῶμα Συμεών, ὡς σταυρῷ τῷ κίονι· διὸ συνδεδόξασαι, τῷ ἐν ξύλῳ διὰ σὲ ὑψωθέντι Χριστῷ.
Μετάρσιον πορείαν ἐφευρών, Συμεὼν θεσπέσιε, πρὸς ὕψος οὐράνιον, τοὺς ὑμνοῦντάς σε πιστῶς ἀνακόμιζε.
Θεοτοκίον
Ναὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ Πιστοὶ καταγγέλλομεν.
Κοντάκιον τῆς Ἰνδίκτου. Ἦχος γ´. Ἡ Παρθένος σήμερον
Ὁ ἀῤῥήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ τὰς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.
Τοῦ Ὁσίου. Ἦχος β´ Αὐτόμελον
Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι᾿ αὐτοῦ συνόμιλος, τῶν Αγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, καὶ μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον
Μὴν Σεπτέμβριος, ἔχων ἡμέρας λ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ στυλίτου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τοῦ Ὁσίου. Παῖδες θεοσεβεῖς
Ἔλυσας μὲν αὐχμὸν ἀπορουμένοις, καὶ πύλας αὐτοῖς ὑετοῦ ἤνοιξας, καὶ τὴν γῆν κλονουμένην ἐντεύξεσιν ἔστησας, καὶ λαοὺς κραυγάζειν ἐδίδαξας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς μέγιστος φωστὴρ τῆς Ἐκκλησίας, πολύφωτός τε Συμεὼν ἥλιος, πανταχοῦ τὰς ἀκτῖνας, ἐκπέμπων ἐφώτιζες, καὶ λαοὺς κραυγάζειν ἐδίδασκες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νάματα πανταχόθεν συῤῥυέντα, θεράπον Χριστοῦ, ἀνθρώπων πέλαγος, ἐν τῇ μάνδρᾳ τῆς σῆς, συνεκρότει ἀσκήσεως, ὑπὸ σοῦ βοᾶν παιδευόμενοι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Πάλαι μὲν τοῦ Πρεσβύτου ταῖς ἀγκάλαις, πλαξὶ δὲ τῆς σῆς καρδίας Ὅσιε, ἀοράτῳ δυνάμει, Χριστὸς ἀνεπαύσατο, Συμεών· διὸ ἀνεκραύγαζες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἔπρεπε τῷ ἀσπόρως σαρκουμένῳ, ἐκ σοῦ προελθεῖν Παρθένε ἄχραντε· σὺ γὰρ ἔφυσας τὸν πάντων ἁγνὴ ἀνυπέρβλητον, ᾧ βοῶντες, ὕμνοις κραυγάζομεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τοῦ Ὁσίου. Τὸν ἐν ὄρει ἁγίῳ
Ἀπὸ πάσης χωρήσας προσπαθείας, καὶ μητρῴαν ἀσθένειαν οἰκτείρας, οἷά περ ζῶν ἐφάνης μετὰ θάνατον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε βοῶν εἰς τοὺς αἰῶνας.
Νεανίαν συσφίγγεις παρεθέντα, καὶ τὴν κλίνην τὸν Φύλαρχον προστάττεις, ἐπὶ τῶν ὤμων φέρειν ἱερώτατε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας.
Ὁ λαμπρύνας Ἰὼβ διὰ τοῦ πάθους, ἡλκωμένης σαρκός σου τὴν σαπρίαν, εἰς μαργαρίτην ἔτρεψε πολύτιμον, σὲ Χριστοῦ θεράπον, Συμεὼν δοξάζων, εἰς πάντας τοὺς αἰῶνας.
Λῃσταρχοῦντα ἀλάστορα ὡς πάλαι, ἐπὶ ξύλου Λῃστὴν προσεκαλέσω, ταῖς Συμεὼν ὦ Δέσποτα ἐντεύξεσιν· ὅθεν σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν δι᾿ Ἀγγέλου τὸ Χαῖρε δεξαμένην, καὶ τεκοῦσαν τὸν Κύριον τῆς δόξης, καὶ τὸ φῶς τῷ κόσμῳ ἀνατείλασαν, πάντες σὲ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Τοῦ Ὁσίου. Τὸν προδηλωθέντα
Βεβασιλευκότα, παθῶν διὰ καρτερίας, ὁ Χριστὸς σε προσήκατο, Συμεὼν θεοφόρε, τῆς αὐτοῦ κοινωνὸν σκηπτρουχίας· ὅθεν σε ὕμνοις μεγαλύνομεν.
Ἰαματικῆς χάριτος κατηξιωμένος, ἐξ ἀσύλων τοῦ Πνεύματος, θησαυρῶν θεοφόρε, Συμεὼν τὰς ἰάσεις βραβεύεις, τοῖς πανηγυρίζουσι τὴν μνήμην σου.
Ἐπιβεβηκώς, Ὅσιε τῆς οὐρανοδρόμου, ἀρετῆς καὶ αἰθέριον ἆθλον ἐνδεδειγμένος, καὶ πρὸς σκηνὰς ἀναπτὰς οὐρανίους, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Βάτος καιομένη, πυρὶ καὶ μὴ φλεγομένη, ἀνεδείχθης ὦ Παρθένε, συλλαβοῦσα ἀσπόρως, τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, ὃν ἀκαταπαύστως μεγαλύνομεν.
Ἐξαποστειλάριον τῆς Ἰνδίκτου. Τοῖς Μαθηταῖς
Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες, καὶ σὲ καθικετεύομεν· Τὸ παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τους Βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν σου Οἰκτίρμον.
Τοῦ Ὁσίου, ὅμοιον
Φωστῆρος δίκην Ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ Πάτερ, ἀνῆλθες ὡς ἐν κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε Μάκαρ.
Θεοτοκίον ὅμοιον
Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων, σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης σε, καὶ τῶν θείων Ἀγγέλων.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Λόγε, τοῦ Θεοῦ προάναρχε, ὁ τοῦ παντὸς Ποιητής, Συμεὼν τοῦ θεόφρονος, ἱεραῖς δεήσεσι, τὴν εἰρήνην σου δώρησαι, τῷ νέῳ ἔτει τῆς σῆς χρηστότητος, πάσης ἀνάγκης ἡμᾶς ῥυόμενος· σοὶ γὰρ προσπίπτομεν, καὶ πιστῶς βοῶμέν σοι· δίδου ἡμῖν, ἄφεσιν δεόμεθα, καὶ θεῖον ἔλεος.
Πάτερ Συμεὼν μακάριε, τὸν τοῦ Σωτῆρος Σταυρόν, θείῳ πόθῳ πυρούμενος, ἀνδρείως ἐβάστασας, ἐκ νεότητος Ὅσιε, καὶ ἀνενδότῳ ἀσκήσει γέγονας, τοῦ Παρακλήτου σκεῦος πολύτιμον· ὢ τῶν ἀγώνων σου! δι’ ὧν ὡς ἀσώματος ὤφθης ἐν γῇ, καὶ τὴν ὑπερκόσμιον, εὗρες λαμπρότητα.
Πάτερ Συμεὼν θεόληπτε, τῇ ἀγαπήσει Χριστοῦ, πτερωθεὶς τὴν διάνοιαν, τὰ κάτω κατέλιπες, καὶ ἐν στύλῳ ἀνέδραμες, καὶ ἀνυψώθης πρὸς τὰ οὐράνια, οὐρανοδρόμῳ καθάπερ κλίμακι· ὢ τῶν πλουσίων σου, δωρεῶν ὧν εἴληφας παρὰ Θεοῦ! Διὸ τὴν ἁγίαν σου, μνήμην γεραίρομεν.
Πάτερ Συμεὼν τρισόλβιε, ἀπὸ τοῦ στύλου τοῦ σοῦ, τῶν θαυμάτων ταῖς χάρισι, καταυγάζεις ἅπασαν, μυστικῶς τὴν ὑφήλιον, καὶ εὐσεβείας τὴν θείαν ἔλλαμψιν, πᾶσιν ἐκφαίνεις, λόγοις καὶ πράξεσιν· ὅθεν ἱκέτευε, ἐκτενῶς δεόμεθα ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σου, τὰ κατορθώματα.
Δόξα... τοῦ Ὁσίου Ἦχος β´
Ἐκ ῥίζης ἀγαθῆς, ἀγαθὸς ἐβλάστησε καρπός, ὁ ἐκ βρέφους ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσαντο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ἦχος β᾿ Γερμανοῦ
Ὅτε τῷ πάθει σου Κύριε, τὴν οἰκουμένην ἐστερέωσας, τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, Γυναῖκες ἠνδρίσαντο, κατὰ τοῦ πικροτάτου τυράννου· καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι, πάλαι ἐν τῇ τρυφῇ τοῦ Παραδείσου γεγόνασιν, εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικός, καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Στῦλος ἐναρέτου ὤφθης ζωῆς, ἐν στύλῳ βιώσας ὑπὲρ ἄνθρωπον Συμεών· ἔνθεν ἀμοιβῶν σου, τὰς ὑπὲρ νοῦν ἐλλάμψεις, ἐκθάμβως ἐξαστράπτεις, εἰς κόσμον ἅπαντα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δοξασθεὶς τῇ θεϊκῇ χορηγίᾳ, ἡμῶν προστάτης ἐναργὴς ἀνεδείχθης, καὶ πρεσβευτὴς πρὸς Κύριον θερμότατος· ὅθεν ἀεὶ πρέσβευε, Συμεὼν θεοφόρε, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πολυτρόπων Πάτερ πειρασμῶν, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Συμεών, σκέπε ἡμᾶς παμμάκαρ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συμεὼν τοῖς Ἀγγέλοις Πάτερ χοροῖς, σὺν αὐτοῖς δυσώπει, πάσης ῥύεσθαι ἀπειλῆς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, θαυματουργὲ Συμεὼν τῇ πρεσβείᾳ σου.
Ὑψίστου θεράπων θεοειδής, Συμεὼν θεόφρον, τῶν Ὁσίων ἡ καλλονή, ψυχῆς μου θεράπευσον τὸ ἄλγος, καὶ τὴν προσιοῦσάν μοι λύπην ἀφάνισον.
Μυρίοις κυκλούμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, καὶ κραυγάζω σοι ἐκ ψυχῆς· σπεῦσον Συμεὼν θαυματοφόρε, καὶ τῶν εὑρόντων δεινῶν με ἀπάλλαξον.
Θεοτοκίον.
Ἐκ Σοῦ προελήλυθεν ὑπὲρ νοῦν, σαρκὸς ἐν προσλήψει, ὁ τῶν ὅλων Δημιουργός, καὶ ἔσωσε πάντας Θεοτόκε, τοὺς προσκυνοῦντας τὸν ἄφραστον τόκον Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς θερμὸς ἀντιλήπτωρ καὶ βοηθὸς ἕτοιμος, Συμεὼν σοφὲ τῆς σῆς ποίμνης, ταύτην περίεπε, τῇ ἀντιλήψει σου, ἐκ συμφορῶν καὶ κινδύνων, ἀπαλλάττων Ὅσιε, ὡς συμπαθέστατος.
Νοσημάτων ποικίλων καὶ πολλαπλῶν θλίψεων, Συμεὼν ἀτρώτους συντήρει, τοὺς σὲ γεραίροντας, καὶ αἴτει πάντοτε, ἀπὸ Κυρίου εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν δεόμεθα.
Σοφιστείας τοῦ πλάνου καὶ πονηρᾶς ἕξεως, καὶ ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαττε, Συμεὼν Ὅσιε, τοὺς ἐν θερμῇ διανοίᾳ, σπεύδοντας ἑκάστοτε, τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ ἀσφαλὲς στήριγμα, στήριξον ἡμᾶς Θεοτόκε, φόβῳ τῷ κρείττονι, τοὺς καταφεύγοντας, ὑπὸ τὴν θείαν Σου σκέπην, καὶ ζητοῦντας Δέσποινα, τὴν Σὴν βοήθειαν.
Διάσωσον, ὦ Συμεὼν θεοφόρε ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ στύλου σοφὲ ἐκλάμπων ἐν τοῖς πέρασι, θαυμάτων αὐγαῖς πυρσεύεις τὰς ψυχὰς ἡμῶν· διὸ πιστῶς βοῶμέν σοι· Συμεὼν ἀσκητὰ ἐγκαλλώπισμα, τὴν τῶν παθῶν ἡμῶν λῦσον ἀχλύν, φωτὶ τῶν θερμῶν σου παρακλήσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπωδύνων κακώσεων, καὶ πολυειδῶν δεινῶν περιστάσεων, ἀσινεῖς ἡμᾶς διάσωζε, Πάτερ Συμεὼν ταῖς ἱκεσίαις σου.
Παῤῥησίαν πρὸς Κύριον, ἔχων Συμεὼν μὴ παύσῃ δεόμενος, λυτρωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐπηρειῶν τοῦ πολεμήτορος.
Ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, τὴν ὁδὸν ὁδεύειν Πάτερ ἐνίσχυσον, τοὺς ἐν πίστει καταφεύγοντας, τῇ σωτηριώδει ἀντιλήψει σου.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, Συμεὼν καὶ τεῖχος ἄῤῥηκτον, τῆς Μονῆς ταύτης ὑπάρχεις ἀληθῶς, αὐτὴν τείχιζε ταῖς θείαις ἱκεσίαις σου.
Ἄνωθεν ἡμᾶς, ἐφορῶν μὴ παύσῃ Ὅσιε, ἀποτρέπων τὰς ποικίλας καθ’ ἡμῶν, μεθοδείας τοῦ δολίου πολεμήτορος.
Σύνεσιν ἡμῖν, καὶ εἰρήνην ἀεὶ βράβευε, καὶ πταισμάτων Συμεὼν τὸν ἱλασμόν, ταῖς πρὸς Κύριον πρεσβείαις σου δεόμεθα.
Θεοτοκίον.
Πόνων χαλεπῶν, τὴν ζωὴν ἡμῶν ἀπάλλαξον, ἡ τὸν πρύτανιν τεκοῦσα τῆς ζωῆς, σωτηρία τῶν ψυχῶν ἡμῶν πανύμνητε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγγέλων, τὴν πολιτείαν ἀνύων, περιβόητος ἐν κόσμῳ ἐγένου· ὅθεν ἡμᾶς, κοσμικῶν φρονημάτων, καὶ ἐννοιῶν ματαιότητος λύτρωσαι, καὶ δίδου θεῖον φωτισμόν, ταῖς ψυχαῖς Συμεὼν ἡμῶν πάντοτε.
Μεγίσταις, θαυματουργίαις ἐμπρέπων, θεραπεύεις τὰ δυσίατα πάθη· ὅθεν κἀμοῦ, τὴν νοσοῦσαν καρδίαν, καὶ τὰ τοῦ σώματος ἴασαι τραύματα, καὶ θεῖον φόβον τῷ νοΐ, Συμεὼν θεοφόρε χορήγησον.
Μονήν σου, τὴν ἱερὰν θεοφόρε, μὴ ἐλλίπῃς ἀπὸ πάσης ἀνάγκης, καὶ ἀπειλῆς ἀπαλλάττων ἀπαύστως, ὡς ἀντιλήπτωρ αὐτῆς καὶ ὑπέρμαχος, καὶ καθοδήγει Συμεών, πρὸς νομὰς σωτηρίους δεόμεθα.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τετοκυῖα, ὡς ηὐδόκησεν ἁγνὴ Θεοτόκε, τὸν τῆς ἀρχαῖας κατάρας τὸν κόσμον, δι’ εὐσπλαγχνίαν πολλὴν λυτρωσάμενον, ἱκέτευε διὰ παντός, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς Σε.
Διάσωσον, ὦ Συμεὼν θεοφόρε ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, ἐπερχομένων δεινῶν ἡμᾶς λύτρωσαι, καὶ αἴτει πταισμάτων συγχώρησιν, καὶ παθημάτων παντοίων τὴν ἴασιν, ἡμῖν Συμεὼν τοῖς τιμῶσί σε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Στῦλος οὐρανόφωτος, τῶν ἀρετῶν ταῖς ἀκτῖσιν, Ἐκκλησίας πέφηνας, ἐπὶ στύλου Ὅσιε ὡς ἐβίωσας, καὶ φωτὶ πάντοτε, τῆς σῆς προστασίας, τῶν παθῶν σκότος βαθύτατον, λύεις ἑκάστοτε, καὶ ἀσθενειῶν τὴν σκοτόμαιναν, ὑγείαν τε καὶ λύτρωσιν, νέμων τοῖς πιστῶς προσιοῦσί σοι· Συμεὼν τρισμάκαρ, Ὁσίων ἐγκαλλώπισμα σεπτόν, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, πρὸς Χριστὸν τὸν Κύριον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαιρέτης ἐδείχθης ἀκαθάρτων πνευμάτων Συμεὼν Ὅσιε· αὐτῶν τῆς ἐπηρείας, καὶ τῆς κακοτροπίας, ἀσινεῖς ἀεὶ φύλαττε, τῇ ἀντιλήψει τῇ σῇ, τοὺς σὲ ἀνευφημοῦντας.
Ἀνωτέρους συντήρει ἀπὸ πάσης ἀνάγκης καὶ πάσης θλίψεως, τῇ σῇ ἐπιστασίᾳ, καὶ θείᾳ προστασίᾳ, Συμεὼν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥυπωθέντα μοι σπίλοις ἁμαρτίας ἀπόπλυνον τῇ σῇ χάριτι, καὶ δίδου θεοφόρε, δάκρυα μετανοίας, τῷ βοῶντι ἱκέτῃ σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωργήσας Παρθένε τῶν παθῶν τὰς αἰτίας νοὸς κουφότητι, ἐμόλυνα ψυχῆς μου, τὸ εὐγενὲς ὁ τάλας· ἀλλὰ Σύ με ἐκκάθαρον, ἐκ μολυσμῶν χαλεπῶν, διὰ τῆς μετανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔργοις ἁγίοις, τῶν ἀρετῶν θεοφόρε, ὥσπερ ἄμπελον κομῶσαν τὴν Μονήν σου, δεῖξον γεωργίᾳ, τῶν θείων πρεσβειῶν σου.
Ῥῦσαί με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ ἀπάλλαξον πικρᾶς με συνηθείας, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.
Ἀῤῥωστημάτων, καὶ συνοχῆς ψυχοφθόρου, ῥύου πάντοτε ὦ Συμεὼν παμμάκαρ, τοὺς ἐπικαλουμένους, τὴν κλῆσίν σου τὴν θείαν.
Θεοτοκίον.
Σωματικῶν με, καὶ ψυχικῶν συντριμμάτων, ἀπολύτρωσαι Παρθένε Θεοτόκε, τὸν οἰκτρόν Σου δοῦλον, πολλῇ Σου εὐσπλαγχνίᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν καὶ θείαν ῥώμην, παρὰ τοῦ Κυρίου, αἴτει ἡμῖν Συμεὼν παναοίδιμε, ὡς ἂν ἐχθροῦ τῆς δυνάμεως κατισχύσωμεν.
Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ἀνακειμένην τῇ θείᾳ πρεσβείᾳ σου, ταύτῃ παρέχων, ἐξ ὕψους τὴν εὐλογίαν σου.
Ὁσίως καὶ ἀμέμπτως, ἡμᾶς διανύειν, τὴν βιοτὴν Συμεὼν καταξίωσον, ὡς ἂν ζωὴν τὴν ἀγήρω κληρονομήσωμεν.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε, Μῆτερ τοῦ Κυρίου, τὴν ἄναγνόν μου καρδίαν ἐκκάθαρον, καὶ καθαρῶς βιοτεύειν με ἐνδυνάμωσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Στήλη ἐναρέτου ὤφθης ζωῆς, ἐπὶ στύλου ζήσας, ὑπεράνθρωπος Συμεών· ὅθεν ὑπὲρ φύσιν, θεόθεν ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, τὴν προστασίαν σου.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν μοναζόντων ὑποτύπωσις ἀληθής· χαίροις παλαισμάτων, μεγίστων θεῖον θαῦμα, ὦ Συμεὼν καὶ πρέσβυς, ἡμῶν πρὸς Κύριον.
Ἤρθης ἐπὶ στύλου σωματικῶς, καὶ πνεύματι Πάτερ, ἀνυψώθης πρὸς οὐρανόν· ὅθεν οὐρανίων, ἠξίωσαι χαρίτων, καὶ ἅπασι βλυστάνεις, χάριν ἀέναον.
Σώματος τοὺς πόνους ὑπεριδών, Συμεὼν ὡράθης, ἀπαθείας θεῖον λειμών· ὅθεν πάντα πόνον, κουφίζεις θεοφόρε, τῶν πίστει προσιόντων, τῇ ἀντιλήψει σου.
Θαύμασιν ἐκλάμπων πάσῃ τῇ γῇ, νόσους θεραπεύεις, χορηγίᾳ τῇ θεϊκῇ· ὅθεν ἡμᾶς ῥῦσαι, ποικίλων συμπτωμάτων, καὶ νόσων ὀλεθρίων, Συμεὼν Ὅσιε.
Σκέπε καὶ διάσωζε ἐσαεί, ταύτην τὴν Μονήν σου, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ ἐξαίτει ταύτῃ, ὦ Συμεὼν εἰρήνην, καὶ πᾶσαν εὐπραγίαν, ὁσίων πράξεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, Πάτερ Συμεὼν θεοφόρε, ἀξιοθαύμαστε, φύλαττε ἀπήμονας, τῇ προστασίᾳ σου, τοὺς πιστῶς σοι προσέρχοντας, εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν αἰτούμενος· σὲ γάρ, πρὸς τὸν πάντων Σωτῆρα, ἔχομεν μεσίτην καὶ πρέσβυν, καὶ ταχὺν ἐν πᾶσιν ἀντιλήπτορα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου