ΙΟΥΛΙΟΣ ΚΒ΄!!
ΜΑΡΚΕΛΛΑ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν προσόμοια τῆς
Παρθενομάρτυρος, δευτεροῦντες αὐτά. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς
ἀθληφόρου Μαρκέλλης, τὴν μνήμη σήμερον, ἐν ἐτησίοις ὕμνοις, ἑορτάσωμεν πάντες,
φιλέορτοι ἐνδόξως, ἥτις Χριστῷ τῷ Κυρίῳ παρίσταται, ἐκδυσωποῦσα ἀπαύστως ὑπὲρ
ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων αὐτήν.
Ἡ νῆσος Χῖος
καυχάσθω, ὅτι ἐξήνθησε, τὸ Παρθενίας ἄνθος, τὸ θεόβλαστον ὄντως, τὴν ἔνδοξον
Μαρκέλλαν ἥπερ ἀεί, τῷ Κυρίῳ παρίσταται, ἐκδυσωπούσα ἀπαύστως ὑπὲρ αὐτῆς,
παῤῥησίᾳ καὶ τοῦ κόσμου παντός
Τὴν ἱερὰν
καὶ λαμπράν σου, μνήμην δοξάζοντες, Μαρκέλλα μακαρία, καὶ πιστῶς ἐκτελοῦντες,
βοῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῆς φλογὸς τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ
βελίαρ ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου πανεύφημε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε λαοί,
ᾀσματικοῖς στέμμασι, τὴν ἱερὰν τοῦ Χριστοῦ, καὶ ἄμωμον νύμφην Μαρκέλλαν σήμερον
καταστέψωμεν, τὴν τὸν ἀρχέκακον ὄφιν καταπατήσαντα. Ταῖς γὰρ παρὰ τοῦ ἀσελγοῦς
αὐτῆς πατρός, ἀλγειναῖς μαστιγώσεσιν, ὡς ἀδάμας στεῤῥὸς μὴ ἐνδοῦσα, καὶ τὴν
αὐτοῦ ἀνόσιόν τε καὶ ἄθεσμον μίξιν ἀποβαλοῦσα, τοὺς μαστοὺς ἀφήρηται, καὶ τὴν
θεόφρονα κεφαλὴν αὐτῆς ἐκτέτμηται· ὅθεν ἐκ δεξιῶν τοῦ Σωτῆρος παρέστη, ὡς
παρθένος φρονίμη, σὺν Ἰσιδώρῳ τα θείῳ, καὶ Μυρόπῃ τῇ ἐνδόξῳ, καὶ τῇ Ὁσίᾳ
Ματρώνῃ, τοῖς πρὸς αὐτῆς ἐν Χίῳ διαλάμψασι, καὶ προστάται αὐτῆς γενομένοι,
διηνεκῶς πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἦχος ὁ αὐτός.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου
Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης
τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν
ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος,
Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. προκείμενον τῆς
ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων
πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν
σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια
καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη
μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα
τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν
χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε
τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ
ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ
συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε
πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς,
ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας
ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ
ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο
τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς
διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ
διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ
τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες
ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας
πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ
εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Υἱέ, ἄνοιγε
σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρῖνε
δικαίως. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν, τίς εὑρήσει;
τιμιωτέραν ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη· θαρσεῖ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἐπ’
αὕτη. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ αὐτῆς ἀγαθά, καὶ οὑ
κακά, πάντα τὸν χρόνον· εὐραμένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη· μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον, καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις,
θεωρήσασα Γεώργιον, ἐπρίατο· ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς, κατεφύτευσε
κτῆμα ἀναξωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς
ἔργον. Ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς
ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα τοὺς πήχεις αὐτῆς,
ἐρείδει εἰς ἄτρακτον θύραν δὲ αὐτῆς, διήνοιξε πένητι καρπὸν δὲ ἐξέτεινε πτωχῷ.
Οὑ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονἰζῃ πάντες γὰρ οἱ παρ᾿ αὐτὴ
ἐνδεδυμένοι εἰσί. Διττὰς στολὰς καὶ χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ
βύσσου, καὶ προφύρας, ἑαυτῇ ἐνδύματα· περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς. Ἡνίκα ἂν καθέζηται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, καὶ κατοίκων τῆς
γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι· περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις· στόμα δὲ
αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώττῃ αὐτῆς.
Στεναὶ διατριβαὶ οἰκῶν αὐτῆς. Ἀνέστη τὰ τέκνα αὐτῆς, καὶ ᾔνεσεν αὐτὴν καὶ ὁ
ἀνὴρ αὐτῆς, ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες, ἐποίησαν δύναμιν πολλαὶ ἐκτήσαντο
πλοῦτον, πολλαὶ εὕραντο δόξαν, οὑ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς
ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικῶν, οὐκ ἐστὶν ἐν σοί· γυνὴ γὰρ συνετὴ
εὐλογεῖται φόβον δὲ Κυρίου αὕτη αἰνείτω· δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ
αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Πηγὴ
χαρίτων, ἡ σορὸς τῆς θείας Μαρκέλλης, ὄντως ἀναδέδεικται πολλοῖς γὰρ ἐν
ποικίλοις πάθεσιν οὖσι, προσέτι καὶ ἀβλεψίαν νοσοῦσι, τῇ τοῦ ἑαυτῆς αἵματος
χρίσει, τὴν θεραπείαν δεδώρηται, ὅπερ ἄχρι τοῦ νῦν ἐν ταῖς τῆς θαλάσσης ἀκταῖς
ὁρᾶται, κυματοῦν καὶ τὴν ἐκείνης ἄδικον, τοῖς ἀγνοοῦσιν ἐναργῶς δεικνύον
σφαγήν, ὅθεν καὶ ἡμεῖς, οἱ ἐν ἀσθενείαις ψυχῶν κατακείμενοι, προσέλθωμεν αὐτῇ
μετὰ πίστεως καὶ τῆς πνευματικῆς θεραπείας τευξόμεθα δι᾿ αὐτῆς· ποιεῖ γὰρ ὁ
Κύριος τὸ θέλημα τῶν φοβουμένων αὐτόν.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε
φιλέορτοι πάντες, ἐν τῷ ναῷ τῆς Ἀθληφόρου Μαρκέλλης, σήμερον ἀθροισθέντες
πνευματικῶς, πανηγυρίσωμεν εὐωχούμενοι. Μυστικὴν γὰρ ἡμῖν τράπεζαν, τὰς
ἀριστείας καὶ τοὺς ἄθλους αὐτῆς πᾶσι προτίθεται, ὡς ἔδεσμα τερπνὸν καὶ
ἐξαίρετον· ἐνθέως οὖν κορεσθέντες, δοξάσωμεν τὸν παντοδύναμον Κύριον, τὸν ἰσχὺν
αὐτῇ δόντα, ἀντιστῆναι τῷ ἀρχεκάκῳ δαίμονι, καὶ σὺν τοῖς μαστοῖς, τὴν τῆς κάρας
ἐκτομήν, προθύμως δέξασθαι, παρὰ τοῦ ἰδίου πατρός. Ἧς ταῖς πρεσβείαις, δώρησαι
ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ
εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Ἀπόστιχα. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν μάρτυσιν.
Τοῖς χοροῖς
συνηρίθμησαι, τῶν Μαρτύρων ἀοίδιμε, Μαρκέλλα πολύαθλε καὶ πανέντιμε. Τοῦ γὰρ
πατρός σου τὴν ἄθεσμον, βουλὴν καὶ ἀνόσιον, βδελυχθεῖσα ὡς ἁγνή, τὸν αὐχένα
ὑπέκλινας, καὶ τὴν κάραν σου, ἀπετμήθης καὶ εἴληφας ἀξίως, τῆς ἀθλήσεως τὸ
στέφος, ἅτε νομίμως ἀθλήσασα
Στ.: Ὑπομενὼν
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου
Τῶν βασάνων
αἱ λαίλαπες, τῆς ψυχῆς σου οὐκ ἔσεισαν, τὸν πύργον τὸν ἄσειστον καὶ ἀκλόνητον,
Μάρτυς Μαρκέλλα στεῤῥόψυχε, ἀλλ’ ἔμεινας ἄτρεπτος, ἐπὶ πέτραν τὴν στεῤῥάν, τοῦ
τὰ πάντα ἰσχύοντος, καὶ συνέχοντος, θερμὴν ὄντως· διό σε πανολβία, πρέσβυν εἰς
Θεὸν πλουτοῦμεν, οἱ σὲ τιμῶντες ἐν ᾄσμασι.
Στ.: Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Ἐφοινίχθης
τοῖς αἵμασι, τῆς σαρκός σου ἀοίδιμε, ἅπερ ἐξεχύθησαν καὶ γεγόνασι, τῶν
ἀσθενούντων ὡς φάρμακα, ποικίλας ἰώμενα, ἀσθενείας τῶν βροτῶν, ὦ Μαρκέλλα
πανεύφημε· ὅθεν ἵσταμαι, τῇ σορῷ τῶν λειψάνων καὶ βοῶ σοι· καλλιμάρτυς τοῦ
Κυρίου, καμοὶ τὴν ἴασιν δώρησαι
Δόξα. Ἦχος β΄.
Παρθενικοῖς
αἵμασιν, Ἀθληφόρε Μαρκέλλα φοινιχθεῖσα, τῷ οὐρανίῳ Νυμφίῳ πάγκαλος νύμφη
ἀνεδείχθης, ὑπὲρ οὗ τὰς αἰκίας, παρὰ τοῦ σοῦ ἀνοσίου πατρός, ὑπήνεγκας
πανθαύμαστε, καὶ τὴν ἐρίτιμόν σου κεφαλήν, ὑπὲρ τηρήσεως ἀκριβοῦς τοῦ θείου
νόμου, σὺν τοῖς μαστοῖς ἀπετμήθης, ἐλέγχουσα αὐτοῦ τὸ τῆς ἀκολασίας ξενήκουστον
τόλμημα· ὅθεν, ὡς παρθένος, μετὰ τῶν φρονίμων συναγάλλη παρθένων, καὶ ὡς τοῦ
νόμου φύλαξ ἀκριβής, μετὰ τῶν Μακκαβαίων, καὶ τοῦ θείου Προδρόμου· μεθ’ ὧν
πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς ἐρήμου πολίτης.
Τῆς ἁγνείας
τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν ἁγίαν Μαρκέλλαν ἐν ᾠδαῖς εὐφημήσωμεν
τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ῥῶσιν νέμει καὶ
κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τοῦ Γαβριὴλ
φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν
σῇ τῇ ἅγια κιβωτῷ ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοι, δόξα τῷ προελθόντι ἐκ
σου, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´.
Στιχολογίαν, κάθισμα. Ἦχος α´. Τὸν Τάφον σου Σωτήρ.
Τὸ ἄκρον
ἐφετόν, ἀγαπήσασα ὄντως, σεμνὴ Μαγδαληνή, ἡδονὰς ἐβδελύξω· τὸν κόσμον μισήσασα,
τὸ ποθούμενον ἔφθασας. Ὅθεν ἔνδοξε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὅπως σχέσεως, τῶν
ἡδονῶν λυτρωθῶμεν, ἀγάπῃ τοῦ κρείττονος.
Δόξα. Καὶ νῦν,
Θεοτοκίον. Ὅμοιον.
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν προστασία καὶ σκέπη, κινδύνων καὶ
θλίψεων καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τὰς ἐλπίδας, Κόρη
ἔχοντας, καὶ τὰς ψυχὰς ὑμῶν σώσαι, ταῖς θείαις πρεσβείαις σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς
Μαρκέλλης τὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκπλήττομαι κατὰ νοῦν, πῶς τὸ
θῆλυ ἴσχυσε καὶ γεναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικήσαι καὶ φρύαγμα,
τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ πλάστου τῆς φύσεως· ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς
πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως, ἀθλοφόρε πανεύφημε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρηθήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Δεῦτε πάντα
τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε
θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη
Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ
καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεοτόκε πανύμνητε
χαῖρε πάνσεμνε Νύμφη ἡλιοστάλακτε· χαῖρε πάντων τῶν ὑμνούντων σε.
Μετὰ τὸν Πολυέλεον·
Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῆς
Μαρκέλλης μέλψωμεν τὰς ἀριστείας, καὶ ἐκ πόθου ᾄσωμεν, ὅτι ἐδείχθη βοηθός, τῶν
ἐν ἀνάγκαις καὶ θλίψεσιν, βυθιζόμενων, ταχὺ εἰς ἀπώλειαν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Μωϋσῆς
ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ
φλεχθείσαν πανάμωμε δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Ὑπομενὼν
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου
Στ.: Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Τῷ καιρῷ
ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος…
Ὁ Ν´.
Δόξα. Ταῖς τῆς
Ἀθληφόρου πρεσβείας...
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος β´. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Παρθενικοῖς
αἵμασιν, Ἀθληφόρε Μαρκέλλα φοινιχθεῖσα, τῷ οὐρανίῳ Νυμφίῳ πάγκαλος νύμφη
ἀνεδείχθης, ὑπὲρ οὗ τὰς αἰκίας, παρὰ τοῦ σοῦ ἀνοσίου πατρός, ὑπήνεγκας
πανθαύμαστε, καὶ τὴν ἐρίτιμόν σου κεφαλήν, ὑπὲρ τηρήσεως ἀκριβοῦς τοῦ θείου
νόμου, σὺν τοῖς μαστοῖς ἀπετμήθης, ἐλέγχουσα αὐτοῦ τὸ τῆς ἀκολασίας ξενήκουστον
τόλμημα· ὅθεν, ὡς παρθένος, μετὰ τῶν φρονίμων συναγάλλη παρθένων, καὶ ὡς τοῦ
νόμου φύλαξ ἀκριβής, μετὰ τῶν Μακκαβαίων, καὶ τοῦ θείου Προδρόμου· μεθ’ ὧν
πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ΄, τῆς Μυροφόρου εἰς δ´ καὶ
τῆς Ἁγίας Μαρκέλλης εἰς δ´.
Ὁ Κανὼν τῆς Παρθενομάρτυρος.
ᾨδὴ α’. Ἦχος δ´. Ἀνοίξω
τὸ στόμα μου.
Ἀνόσιον
βούλημα, ἀπωσαμένη ἀοίδιμε, πατρὸς καὶ παμβέβηλον, ἔλαβες θάνατον, ὅθεν εἴληφας,
στεφάνους τοὺς τῆς νίκης παρὰ τοῦ θεσπίσαντος, ὅρους τῆς φύσεως.
Βαφεῖσα
πανεύφημε, τῆς τῶν αἱμάτων ῥαντίσμασι, τῷ Κτίστῃ προσήνεξαι, ὡς νύμφη ἄσπιλος,
καὶ ἀμώμητος, Μαρκέλλα καλλιμάρτυς, εἰς τὰ ὑπερκόσμια αὐτοῦ βασίλεια.
Γνοῦσα τὴν
ἀθέμιτον, τοῦ σου τεκόντος διάνοιαν, Μαρκέλλα πανθαύμαστε, καὶ ψυχολέτηρα, ἔξω
ἔφυγες, τοῦ οἴκου καὶ ηὐλίζου ἐρήμοις ἐν ὅρεσι, Θεῷ σχολάζουσα.
Θεοτοκίον.
Σαρκὸς
ὁμοιώματι, ἐπιφανεῖς ὁ φιλάνθρωπος, ἐκ σοῦ παναμώμητε κόσμον διέσωσεν,
ἀπολλύμενον, καὶ πλάνη ὑπαχθέντα· ὅθεν σὲ γεραίρομεν καὶ μακαρίζομεν.
ᾨδὴ γ´. Τοὺς σοὺς
ὑμνολόγους.
Δολίως σατᾶν
συλήσαι θέλων, τὸν πλοῦτον ψυχῆς σου ὦ σεμνή, τὸν σὸν τοκέα ἦγειρε, τῆς
Παρθενίας φθεῖραί σου, ἄνθος Μαρκέλλα ἔνδοξε, ἀλλὰ ἡττήθη, καὶ πέπτωκεν.
Ἐνδέδειξαι
Νύμφη τῷ Κυρίῳ, ὡραία Μαρκέλλα τῇ στολῇ, τῇ πορφυρᾷ τοῦ αἵματος, ὅπερ ἁγνῶς
ἐκκέχυται, ἐκ τοῦ σεμνοῦ σαρκίου σου, παρθενομάρτυς ἀείμνηστε.
Ζωὴν τὴν
ἀΐδιον ποθούσα, προέκρινας θάνατον ζωῆς, ἡ μὲν γὰρ τάχος λύεται, ὁ δὲ τὴν
αἰωνίζουσαν, μάρτυς ζωὴν προξένησε, καὶ ἀφθαρσίας τὸν στέφανον.
Θεοτοκίον.
Νεφέλη
ὑπάρχεις λευκότατη, σταγόνας πιστοῖς ἐξ οὐρανοῦ, ὀμβρούσα καὶ ἀνίσχουσα,
δικαιοσύνης ἥλιον, ὅστις τὸ σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξε.
Κάθισμα. Ἦχος πλ. δ´.
Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς
Μαρκέλλης ταὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκπλήττομαι κατὰ νοῦν, πῶς τὸ
θῆλυ ἴσχυσε, καὶ γενναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικῆσαι καὶ φρύαγμα,
τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ πλάστου τῆς φύσεως· ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς
πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως· Ἀθληφόρε πανεύφημε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ὡς Παρθένον
καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ
τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος· καὶ ὡς βρέφος
θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος,
ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν
τόκον σου Ἄχραντε.
ᾨδὴ δ´. Τῆς Μάρτυρος.
Τὴν ἀνεξιχνίαστον.
Ἡ ἐπανθούσαν
Μαρκέλλα σεμνή, ἔχουσα ἀθλήσεως ἤνυσας, δρόμον διόπερ, νῦν παρίστασαι, Θεῷ οὐ
ἐρως σὴν κατέφλεξεν ψυχὴν καὶ καρδίαν ἀοίδιμε.
Θάλασσαν
ἐξέφυγες τὴν τῶν παθῶν, τῶν πολυταράχων καὶ ἔδραμες ἐν τῷ λιμένι, τῷ ἀκλύστῳ
τοῦ Θεοῦ, ἔνθα μαρτύρων τάγματα, πέλουσι Μαρκέλλα πανέντιμε.
Ἰὸν τὸν τοῦ
ὄφεως, ὅπερ Ἀδάμ, πόθῳ τῆς θεώσεως πέποκε, Μάρτυς Μαρκέλλα, μὴ πιοῦσα ὡς σοφή,
αὐτὸν πανσόφως ᾔσχυνας· ὅθεν σοῦ τὴν μνήμην γεραίρομεν.
Θεοτοκίον.
Ἡ
πανυπερθαύμαστος μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνα μοι, λῦσον τὸν ζόφον, τῶν
ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἀπέλασον, κόρη λογισμοὺς τῆς καρδίας μου.
ᾨδὴ ε´ . Ἐξέστη τὰ
σύμπαντα.
Κρήνη σὲ
γινώσκομεν, Μαρκέλλα παμμακάριστε, σῴζουσα τοὺς δίψει ἐκκαέντας, ὅθεν σὺν πόθῳ
τῇ σῇ σορῷ ἑστηκώς, δέχομαι τὴν ἴασιν παθῶν, ψυχῆς τε καὶ σώματος, ὡς γλυκύῤῥοα
νάματα.
Λιμένα
ἀτάραχον οἱ ἐν πελάγει πάνσεμνε, ὄντες τῆς ζωῆς τῆς ἐπικήρου, ἔχομεν πάντες,
τὸν σὸν Μαρκέλλα ναόν, ὅνπερ σοι ἐδείματο λαός, πόθῳ ὁ χριστώνυμος, εἰς σὴν
δόξαν καὶ αἴνεσιν.
Μώμους
ἀπεδίωξας, ὁλοτελὼς ἀοίδιμε, ἐκ τῆς καθαρᾶς σου διανοίας, οὓς ὁ ἀντάρτης αὕτη
ἀνέβαλε, καὶ γέγονας, ἔμψυχος ναός, ὅνπερ εἰσωκίσατο, ἡ Τριὰς ἡ ἀείφωτος.
Θεοτοκίον.
Ἑώρακε πάλαι
σε, ὡς θεῖον τόμον Ἄχραντε, ἔνθεος προφήτης, ἐν ᾧ λόγος, ἐγράφη ἔνδον, πατρὸς
εἰς κόσμου χαρὰν καὶ ἔσωσε πάντας ὡς Θεός, πίστει προσκυνοῦντάς σου τὴν
ἀπόῤῥητον γέννησιν.
ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Νικᾶται
δύναμις ἅπασα, δαιμόνων καὶ ἐχθρῶν τῇ ἰσχύϊ σου· ὅθεν δεόμεθα τὴν νῆσον πᾶσαν
περίσωζε, ἡμῶν Μαρκέλλα ἔνδοξε, ταῖς πρεσβείαις σου.
Ξενίζει
πάντας ἀοίδιμε, τὸ ὕδωρ τὸ ἐκ πέτρας χεόμενον, ἥ σε ἐδέξατο, καὶ νῦν τὸ σῶμα
καλύπτει σου, τέρατα καὶ σημεῖα τελοῦν ἑκάστοτε.
Ὁ διαῤῥήξας
καὶ σώσας σε, τὴν πέτραν ἐκ τοῦ ἄγους ἀμόλυντον, πατρῴας μίξεως, Θεὸς Μαρκέλλα
ἐδόξασε, θαυμάτων ἐνεργείαις καὶ ἐμεγάλυνεν.
Θεοτοκίον.
Ἡ μόνη
πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα
ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.
Κοντάκιον τῆς Μάρτυρος.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρὰ σοῦ
ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα, τῶν πιστῶν ἐφαίδρυνε τὰς διανοίας ἐνθέως,
θάνατον τοῦ ζῆν ἀνόμως προκρίνει πάντας, πείθουσα καὶ γὰρ ἐτμήθης ξίφει τὴν
κάραν, σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρὸς ὦ δράμα ὑπὲρ τοῦ νόμου Χριστοῦ.
Ὁ Οἶκος.
Δεῦτε οἱ
φιλήκοοι, ἀκούσατε καινοὺς καὶ δυσαντήτους ἄθλους τε καὶ οὓς περ ἡ τοῦ Χριστοῦ
ἄμωμος νύμφη Μαρκέλλα, παρὰ τοῦ ἀνοσίου αὐτῆς πατρός, ἐν τῇ Χίῳ ἐν κώμῃ Βολισσῷ
ἠγώνισται, ἔνθα μέχρι τοῦ νῦν ἐρυθρὸς ὁ τῆς θαλάσσης ἀφρὸς ἐν ταῖς ἀκταῖς
ὁρᾶται, εἰς δήλωσιν τοῦ ἐκχυθέντος παρθενικοῦ αὐτῆς αἵματος· θέλοντος γὰρ τοῦ
ἐναγοῦς καὶ ἀνοσίου πατρὸς παρανόμως συμμίγνυσθαι αὐτῇ οὐκ ἠνείχετο ἡ ἀοίδιμος,
ὅθεν φεύγουσα καὶ ὑπ᾿ αὐτοῦ διωκομένη, ἔλαβε θάνατον ὑπὲρ σωφροσύνης, χερσὶ
πατρικαῖς ἀποτμηθεῖσα σὺν τοῖς μαστοῖς, καὶ τὴν ἐρίτιμον αὐτῆς κεφαλὴν, διὸ
στέφει οὐρανίῳ ἐστέφθη, ὡς ἀθλήσασα ὑπὲρ τοῦ νόμου Χριστοῦ.
Συναξάριον.
Τῇ ΚΒ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Μαρκέλλης.
Κἂν ἀγνοῶμεν πάντες ἡμεῖς, Μαρκέλλα,
ἀθλήσεως σῆς Χριστὸς οἶδε τὸν
τρόπον.
Πότμον ὑπὲστη ἀδικοθύτου Σῶτερ.
Ἐξ ἀδίκου φεύγουσα μιγῆς πατρώας.
Τοῦ Δαβὶδ ἀκούσασα Σωτήρ μου λόγον.
Ἀδικίαν φάσκοντα ἐβδελυξάμην.
Ἐις νοῦν δὲ τὸν Λὼτ θυγατρογάμον
φέρω.
Οἷα πέπονθε πράττων ἀισχύνης δρᾶμα.
Βέλει τέτρωμαι ἐκ πατρὸς μιαιφόνου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς
Μαγδαληνῆς.
Ἁφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ
μου·
Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου,
Μαρία.
Τῇ αὐτὴ ἥμερα, μνήμη τοῦ Ὁσίου ἀββᾶ Μενελάου, ἰδρυτοὺ τῆς Μονῆς Μένατε.
Ἠστραψε βίος Μενελάου ὁσίου,
ὥσπερ ἀστραπὴ τοῖς πέρασι διαλάμπει.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Πόθῳ ἅπαντες
γεραίρομεν τὴν μνήμη σου Μαρκέλλα πάνσεμνε ὅτι ἀντέστης πατρί, τῷ μίξιν
ἀθέμιτον ἀφρόνως θέλοντι· ὅθεν ψάλλομεν, εὐλογητός, εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
Ῥωμαλέαν τὴν
διάνοιαν ἐκέκτητο παρὰ τοῦ πλάσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, Μαρκέλλα ἡ
πάντιμος· ὅθεν νενίκηκε, τὸν ἀντίπαλον, καὶ συγχορεύει χαίρουσα, τοῖς ἀγγέλοις
εἰς αἰῶνας.
Σῶμα ἔλιπες
Μαρκέλλα παμμακάριστε καὶ ἀνελήλυθας εἰς οὐρανίους σκηνάς, ἐν αἷς πάντες
δίκαιοι χαίρουσι ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Βασίλισσα
τοῦ κόσμου ἡ κυήσασα τὸν Βασιλέα Χριστόν, ῥῦσαι φθορᾶς καὶ σεισμοῦ, ἐθνῶν
ἐπηρείας τε τοὺς πίστει ψάλλοντας, ὑπερύμνητε, εὐλογημένος πάναγνε, ὁ καρπὸς
τῆς σῆς κοιλίας.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Τέτρωσαι
Μαρκέλλα ἀθληφόρε, τῷ πόθῳ τῷ τοῦ Δεσπότου σου καὶ ἔρωτι· ὅθεν τῷ γεννήτορι,
ἔλεγες πανεύφημε, τὴν τοῦ Κυρίου ἐντολὴν οὐ παραβαίνω ποτέ, ὑπάρχω γὰρ ἱκέτης
ἐκείνου ὅν περ ἀνυμνούσι, χοροὶ πάντες ἀγγέλων.
Ὕμνους καὶ
δεήσεις τῇ Μαρκέλλῃ, προσάξωμεν μετὰ πόθου ταύτῃ κράζοντες· σῶσον ἡμᾶς ἅπαντας,
μάρτυς πολυΰμνητε, δοξάζοντας τὴν μνήμην σου, τὴν ἀεισέβαστον, ὑπάρχομεν γὰρ
πάντες σοι δοῦλοι, οἱ περιεστῶτες ἐν τῷ σεπτῷ ναῷ σου.
Φωτεινὸν
ἀνάκτορον Χριστοῦ σύ, ἐγένου τῶν ἀθλοφόρων ἐγκαλλώπισμα, λίθοις τῆς ἀθλήσεως,
ἐν ὥσπερ κατῴκησεν, ὁ τῶν ἁπάντων Κύριος, ὅν περ ἠγάπησας, ἐκ βρέφους ὡς
Νυμφίον Μαρκέλλα, ᾧ νῦν ἐνωθεῖσα, συγχαίρεις εἰς αἰῶνας.
Θεοτοκίον.
Πολλαῖς
προσβολαῖς ἁμαρτημάτων, κλονούμενοι σοῦ πρὸς τὴν ἀκλόνητον, σκέπην
καταφεύγομεν, στήριξον τοὺς δούλους σου, κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐκ σεισμοῦ
καὶ λοιμοῦ, ἐθνῶν ἐπιδρομῆς τε Παρθένε, τοὺς σὲ ἀνυμνοῦντας ὡς ὄντως Θεοτόκον.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Χλόης τῆς
ζωῆς, ζητοῦσα πανύμνητε τὴν ἐπουράνιον, βίον τὸν ἐπίκηρον οὐδὲν ἡγήσω· ὅθεν
ἐνήθλησας, τῇ κραταιᾷ τοῦ κτίστου σου, δυνάμει πάνσεμνε, ὃν νῦν βλέπεις,
πρόσωπον πρὸς πρόσωπον, ὦ Μαρκέλλα Χριστοῦ δούλη πάνσεμνε.
Ψάλλων ὁ
Δαβίδ, προφήτης ἐν πνεύματι ὦ παμμακάριστε, θυγατέρα λέγει σε, τὸ κατ’ εἰκόνα
Θεοῦ τηρήσασαν, Μαρκέλλα καὶ ὁμοίωσιν, ὃν νῦν δυσώπησον, τοῦ ῥυσθῆναι, ἡμᾶς τῆς
κολάσεως, ταῖς ἐνθέοις λιταῖς σου πανεύφημε.
Ὡραία
Χριστοῦ, Νύμφη ἀναδέδειξαι, τῷ τῆς ἀθλήσεως, αἵματι τιμίῳ σου, ᾧ ἐῤῥαντίσθης
Μαρκέλλα πάνσεμνε, διό περ εἰς σκηνώματα τοῦ σου Νυμφίου Χριστοῦ, ἀνηνέχθης
ἐντρυφώσα τέρψεως, τῆς ἐκείνου ὡς μάρτυς καλλίνικος.
Θεοτοκίον.
Φώτισον
Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα, τὸν ἐπιγινόμενον, ἐκ τῆς
δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυνον, τῶν θελημάτων Χριστοῦ, τοῦ
νοός μου, πάναγνε τὴν ζόφωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω σε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ῥωσθεῖσα τῇ
τοῦ Πνεύματος, ἰσχύϊ τάχος ἔφυγες, πατρὸς τοῦ σοῦ τὴν μανίαν, Μαρκέλλα δούλη
Κυρίου, ἐν θαλασσίοις ὕδασιν, ἐν οἷς τὴν κάραν τέτμησαι· δι’ ὅπερ καὶ
ἀνέδραμες, εἰς οὐρανίους θαλάμους, ὑπὲρ ἡμῶν δυσωποῦσα.
Ὅμοιον.
Ἡ νῆσος Χῖος
τέρπεται, παλαίσμασι τῆς Μάρτυρος, καὶ πανευφήμου Μαρκέλλης, ἥ περ Χριστὸς
καταστέφει, σὺν τοῖς προδιαλάμψασι, τοῖς Ἁγίοις πρότερον, Ἰσιδώρω τῷ μάρτυρι,
Μυρόπῃ τῇ ἀθληφόρῳ, καὶ τῇ ὁσία Ματρώνῃ.
Θεοτοκίον.
Μαρία
κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ
Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον,
ὑπὲρ ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου.
Αἶνοι. Ἦχος β´. Ὅτε ἐκ τοῦ
ξύλου σε.
Ξίφει τὸν
αὐχένα σου σεμνή, ἔτεμε τοκεὺς καὶ γεννήτωρ, ὁ σὸς καὶ ἔδραμες, μάρτυς εἰς
Μητρόπολιν τῶν πρωτοτόκων χαρᾷ καὶ τὰ κάλλη ἐμβλέπεις νῦν, Τριάδος τῆς θείας,
δυσωποῦμέν σε, ἐκλιπαρεῖν ἐκτενῶς, ἵνα σοὺς ἱκέτας λυτρώσῃ, τῆς φρικτῆς ἐκείνης
Μαρκέλλα, αἰωνιζούσης κατακρίσεως. (Δίς)
Ἐπὶ τῆς
θαλάσσης οἱ ἀφροί, ἐρυθροί, ὤ θαῦμα! ὁρῶνται, Μαρκέλλα πάνσεμνε, ἔνθα σου τὸ
πάντιμον, αἷμα ἐκκέχυται, οἷς πιστῶς οἱ χριώμενοι, παθῶν ἐκλυτροῦνται, διὰ τῆς
σῆς χάριτος ἀνευφημοῦντὲς σε, ὡς Χριστοῦ ἀκήρατον Νύμφην, τοῦ σὲ ἐνεργείαις
θαυμάτων, ἔνδοξον τοῖς πᾶσιν ἀναδείξαντος.
Θῦμα τῷ
Δεσπότῃ σου Χριστῷ, ἤχθης ὢ Μαρκέλλα εὐῶδες καὶ παναμώμητον, πάσας ὅθεν
ηὔφρανας, τὰς οὐρανίους ἀρχάς, καὶ μακάρων ἀοίδιμε ψυχὰς διὸ πάντες, πρέσβυν
πρὸς τὸν Κύριον πιστοὶ προβάλλομεν, σῶσον ἐκβοῶντες κινδύνων, καὶ παντοδαπῶν
ἐναντίων, μάρτυς τοῦ Χριστοῦ τοὺς ἀνυμνοῦντάς σε.
Δόξα. Ἦχος β´.
Τὴν
τετράχορδον λύραν, τῆς φιλοχρίστου Χίου, τῶν φιλεόρτων τὸ σύστημα εὐφημήσωμεν.
Ἰσίδωρον τὸν Ἀθλητήν, σὺν τῇ συνάθλῳ Μυρόπῃ, καὶ Ματρώνῃ τῇ ἱερωτάτῃ Ὁσίᾳ, μετὰ
Μαρκέλλης τῆς Παρθενομάρτυρος· ἧς τὴν θείαν μνήμην ἐπιτελοῦμεν σήμερον. Θείῳ
γὰρ πόθῳ πυρποληθεῖσα, τῷ ἀντάρτῃ ἀντέστη, ὥσπερ ἀσώματος ἡ ἀοίδιμος, καὶ τὰς
ἐκείνου μηχανάς, ὡς ἱστὸν ἀράχνης, πανσόφως διέλυσε· διὰ γὰρ Χριστὸν τὸν
Νυμφίον αὐτῆς, τῆς οἰκείας ζωῆς μὴ φεισαμένη, ἀνδρειοφρόνως σφαγὴν παρὰ πατρὸς
ἀκολάστου ἐδέξατο· ὅθεν τῇ ἑαυτῆς πατρίδι προστάτις γενέσθαι, σὺν τοῖς λοιποῖς
Ἁγίοις, τοῖς ἐν αὐτῇ διαπρέψασι κατηξίωται· μεθ’ ὧν πρεσβεύει πρὸς Κύριον, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν, Θεοτοκίον.
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δοξολογία μεγάλη, τὰ
ἀπολυτίκια· καὶ ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις
νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἔνδοξε Μαρκέλλα, καλλιμάρτυς νεοφανής, βλάστημα τῆς
Χίου, καὶ δόξα καὶ προστάτις, πάντων παθῶν ἀπάλλαξον, τοὺς τιμῶντάς σε.
Πορφύραν ἐξ
αἵματος τὴν στολήν, ὡς περικειμένη, καὶ τὸ στέφος ἐν κορυφῇ, ἔχουσα τὸ θεῖον,
καὶ τὴν τῆς παρθενίας, λευκοφαῆ λαμπάδα, κρατοῦσα γέγηθηας.
Χλαῖναν
παρθενίας πορφυραιγῇ, αἵμασιν οἰκείοις, βεβαμμένην ἀθλητικῶς, φέρουσα Μαρκέλλα,
τῷ Λόγῳ ἐνυμφεύθης, τμηθεῖσα τῇ πατρώᾳ, χειρὶ ὡς πάνσεμνος.
Χαίροις τῶν
νοσούντων καταφυγή, καὶ τῶν θλιβομένων, ὀξυτάτη ἀπαλλαγή· χαίροις τῆς σῆς
νήσου, ἀγλάϊσμα καὶ κλέος, Μαρκέλλα καλλιμάρτυς, χαρᾶς με ἔμπλησον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ
με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά
Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν
τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς
πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ
ἐν δεινοῖς καὶ περιστάσεσι δεῦτε, τῇ τῆς Μαρκέλλης θαυμαστῇ ἀντιλήψει, πάντες
καταφύγωμεν κραυγάζοντες· Ἀθληφόρε λύτρωσαι, τοὺς προστρέχοντας πίστει, τῇ θείᾳ
προστασίᾳ σου, καὶ γὰρ Χριστῷ παῤῥησίᾳ, τῇ πορφυρᾷ σου καὶ μαρτυρικῇ, λαμπρᾷ ἐσθῆτι,
Παρθενομάρτυς παρίστασαι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα δυσώπει
πάντων Θεόν, Μαρκέλλα ἀπαύστως, καὶ ἐξάγαγε συμφορῶν, τοὺς πίστει προσελθόντας,
καὶ εὐλαβείᾳ πάσῃ, ὑπὸ τὴν σκέπην σου Μάρτυς, Κυρίου πανένδοξε.
Ὅλος ὑπάρχω τῇ ἐμμονῇ,
προσβλέπειν ἐν βίῳ, παρερχόμενα καὶ θνητά, τὸν νοῦν ἀνόρθωσόν μου τὰ ἄνω,
βλέπειν Μάρτυς ἐν ὄρει τῷ ἁγίῳ ᾧ κατεσκήνωσας.
Ἰατρεύεις ἁπάντων
πάθη πολλά, θεράπευσον ὅθεν, σὺν τῷ σώματι τὴν ψυχήν, τῶν σὲ φωνούντων πόθῳ,
Μαρκέλλα καλλιμάρτυς ἐπιστασίᾳ σου.
Θεοτοκίον.
Χαῖρε ἁπάντων
μόνη ἐλπίς, διάσωσον πάντας, τοὺς ἐν πίστει καὶ ἀκλινεῖ, προσφεύγοντας ἐλπίδι,
Παρθένε Θεοτόκε, τῇ εὐσπλαγχνίᾳ Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σῶσον
Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε, ἐν ἀληθείᾳ καὶ πόθῳ Μαρκέλλα πάνσεμνε· ὡς ἂν
σωθέντες πρεσβείᾳ σου, προσβολῶν τοῦ ὄφεως, Χριστὸν δοξάζομεν.
Ὅλην
σχοῦσα καρδίαν, ταῖς νοηταῖς λάμψεσι, καὶ θεωρίας ἐκεῖθεν Μαρκέλλα καλλίνικε, ἔκλινας
τὴν κάραν σου, τῷ σῷ πατρὶ τῷ βαναύσῳ, ἀπελθοῦσαν χαρὰν πρὸς τὴν οὐράνιον.
Λιμένα
σε θεῖον ὡς ἀληθῶς ἔδειξε, ἐν τῇ νήσῳ τῆς Χίου, Χριστὸς ὁ Κύριος· ὅθεν
καταφεύγομεν τῷ ναῷ σου, Μαρκέλλα λαμβάνοντες, ἐκεῖθεν γαλήνην ἀστασίαστον.
Θεοτοκίον.
Ὑπεραγία
Παρθένε Θεοτόκε ἀνύμφευτε, τὴν παναθλίαν ψυχήν μου, ἁγνὴ ἐπίσκεψαι, καὶ καθαρὰν
αὐτήν, δεῖξον μετανοίας δάκρυσι, αὐτὴν εὐπρεπίζουσα.
Διάσωσον,
ἐκ πάσης ἐναντίας περιστάσεως Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ παῤῥησίᾳ σου
προσφεύγοντας, καὶ σὲ φωνοῦντας καλλιμάρτυς Μαρκέλλα.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ θαυμαστὴ ἰάσεων
γέγονεν, Μαρκέλλα σεμνή, ἡ πέτρα ἣ σὲ ἐδέξατο, ἰᾶται γὰρ τοὺς ἅπαντας, τὸ ἐκ
ταύτης χεόμενον ὕδωρ, καὶ χριομένους εὐλαβῶς, εἰς δόξαν Χριστοῦ τοῦ Νυμφίου
σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεγηθότες βοῶμέν
σοι, Μαρκέλλα ἐκλύτρωσαι, τοῦ δολίου δράκοντος, καὶ διατήρει ἀσινεῖς τοὺς ἀνυμνοῦντάς
σε.
Γέγονας νύμφη τῷ
Κυρίῳ, ὡραία ὦ Μαρκέλλα πανέντιμε, τῇ στολῇ τοῦ αἵματος περιβεβλημένη, καὶ τὴν
τῆς παρθενίας λαμπάδα βαστάζουσα.
Ὅθεν τοὺς
προστρέχοντας πανταχόθεν, τῷ ἁγίῳ ναῷ σου, ἀφύπνισον ἐξ ὕπνου ἀγνωσίας, πρὸς ἐργασίαν
τῶν ἐντολῶν τοῦ Δεσπότου σου.
Θεοτοκίον.
Ῥῶσιν δίδου
πανάμωμε, ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, καὶ κακῶν τὰ σκιρτήματα, ἀφάνισον καὶ
τούτων, τὴν ὁμίχλην διάλυσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τιμία σου
κεφαλή, εἰς τὴν θάλασσαν ῥιφθεῖσα, ἁγιάζει τὰ ὕδατα, καὶ γὰρ χειρὶ πατρῶα ἐτμήθης,
διὰ τὸν κτίστην σου.
Σκέπε νῦν ἡμᾶς, ὦ
Μαρκέλλα θεοδόξαστε, ἵνα σου τὰ θαύματα ἀεί, κηρύττομεν λυτρούμενοι, πάσης
θλίψεως.
Σωτῆρα Χριστόν,
κόσμου παντὸς ἀγαπήσασα, τούτῳ ἑπομένη, καλοῦντος ᾖρας τὸν Σταυρόν,
Παρθενομάρτυς Μαρκέλλα τῆς ἀθλήσεως.
Θεοτοκίον.
Ἤθλησας σεμνή,
τοῦ Θεοῦ Μητέρα θεόνυμφον, καλοῦσαι καὶ λέγουσα θερμῶς· Θεοτόκε καιρὸς βοηθείας
βοήθει μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τρωθεὶς τοῦ ἐχθροῦ
βέλει Μάρτυς, τὴν τρωθεῖσαν χειρὸς πατρώας τόξῳ, σὲ ἱκετεύω τὴν θεόφρονα
Μαρκέλλαν, τὰ τραύματά μου θεράπευσον, καὶ ἀσθενείας τῆς ψυχῆς, τῇ χειρί σου εἰς
τέλος ἀφάνισον.
Ὡράϊσμα καὶ
κλέος τῆς Χίου, ἀνεδείχθης καὶ σέμνωμα θεῖον, τῶν πρὸς τὴν σὴν δ’ ἀφορώντων
πρεσβείαν, ὄντως καταφύγιον καὶ προστασία ἀῤῥαγής, ἐκ μέσου ἡμῶν ποιοῦσα τὰ
σκάνδαλα.
Ἰατρεῖον
νοσημάτων ἐφάνη, ὁ ναός σου ἄμισθον τοῖς πᾶσι, καὶ δεινῶν καὶ κακώσεων πλείστων,
ἐνταῦθα τὴν λύσιν λαμβάνομεν, Ἀθληφόρε Κυρίου νύμφη Χριστοῦ, οἱ προστρέχοντες ἐνταῦθα
ἐκ πίστεως.
Θεοτοκίον.
Γενόμενον ἐν
πολλοῖς πειρατηρίοις, Θεοτόκε ἀνύμφευτε Μῆτερ, σῶσόν με Κόρη τῇ Σῇ συμπαθείᾳ, σὺν
Μαρκέλλης πρεσβείαις, ἣν κέκτηται, Χίος ὡς κλέος ἀληθῶς, καὶ θεῖον θησαύρισμα
Χάριτος.
Διάσωσον,
ἐκ πάσης ἐναντίας περιστάσεως Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ παῤῥησίᾳ σου
προσφεύγοντας, καὶ σὲ φωνοῦντας καλλιμάρτυς Μαρκέλλα.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατρεῖον
νοσημάτων νῦν γέγονεν, καὶ τῶν κλονουμένων Μαρκέλλα τὸ ἔρεισμα, ἡ σὴ πέτρα ἡ
σεπτὴ καὶ ἁγία σου σορός· ἀλλὰ πάντοτε ἀκλινῶς, τοὺς προστρέχοντας αὐτῇ, ἀτρώτους
τῷ ὕδατι φύλαττε, ἐκ κινδύνων καὶ κακῶν ὀλεθρίων, ἐποπτεύουσα ἐξ οὐρανοῦ,
καλλιμάρτυς συμπαθῶς αὐτούς.
Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Ὑπομενὼν
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου
Στ.: Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ
τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿
ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους
ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον.
Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν
στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι
ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ
θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ
ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα. Ταῖς τῆς
Ἀθληφόρου πρεσβείας...
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου πρεσβείαις...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Νύμφη
καλλιπάρθενε, τοῦ ἄνω δόξης νυμφῶνος, Μαρκέλλα καλλίνικε, βέλει πρῶτον
τέτρωσαι, διὰ τὸν κτίστην σου, νοερῶς βλέπουσα, τὸν ἐν σοὶ Νυμφίον, ἁγιάζεις τῇ
πληγῇ σεμνή, θαλάσσης ὕδατα, ταῖς μαρμαρυγαῖς τοῦ σοῦ αἵματος, σὺν τῷ βέλει
τρέχουσα, καὶ διωκομένη, καὶ φεύγουσα, ξίφει τοῦ πατρός σου· μὴ ἄλλως δυναμένη
δὲ φυγεῖν, κατακαλύπτει ὁ βράχος σε, καὶ τὴν κάραν τέτμησαι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνα
παντοίων καὶ δεινῶν ὀλεθρίων καὶ πάσης θλίψεως, καὶ φθόνου τῶν δαιμόνων, καὶ
μίσους τῶν ἀνθρώπων, Μαρκέλλα διάσωζε, τοὺς προστρέχοντας ἀεί, τῇ πέτρᾳ τῇ
σχισθείσῃ.
Νοσημάτων
ποικοίλων χαλεπῶν καὶ κινδύνων Μάρτυς καλλίνικε, τοὺς πόθῳ προσιόντας, τῷ ὕδατί
σου ῥῦσαι, καὶ παντὸς διαφύλαττε, ἐν πάσῃ ὥρᾳ κακοῦ, τοὺς πίστει σὲ τιμῶντας.
Ἁγιάσματος
θείου, καὶ πηγῆς τῶν ἰάσεων ἡ σορός σου γέγονεν, Μαρκέλλα πρόξενος, τῇ νήσῳ ἐν
τῇ Χίῳ, ἥτις ἀεὶ καταφεύγει, σοὶ Μάρτυς πολύαθλε, ἔνθα σῶμα τὸ σεπτόν, ἡ πέτρα
καλύπτει σου.
Θεοτοκίον.
Πασῶν τιμιωτέρα ὑπάρχεις
Σεραφεὶμ Χερουβείμ τε καὶ ἄνω τάξεων, Μαρτύρων καὶ Ὁσίων, καὶ πάντων τῶν Ἁγίων,
Προφητῶν Ἀποστόλων δε, Ἱεραρχῶν Πατριαρχῶν, Χριστοῦ Θεοῦ Μῆτερ
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκέπε οὐρανόθεν,
τοὺς ἀκλινῶς ἐν ἑκάστῃ ὥρᾳ προστρέχοντας, τῷ σεπτῷ σου ναῷ, ἔνθα ἐνήθλησας, καὶ
ἐν πέτρᾳ τῇ σχισθείσῃ.
Οὐρανόθεν, ἐφαπλοῦσα
τὴν προστασίαν σου, Μάρτυς καὶ ἐκεῖθεν τὰς ἰάσεις, διὰ τοῦ σοῦ ὕδατος
δωρουμένη, εἰς τέλος μὲ θεράπευσον βοῶ σοι.
Ἴασαι νύμφη
Κυρίου, τὴν παναθλίαν ψυχήν μου, σὺν τῷ σώματι ναὸν αὐτὴν ποιοῦσα, Χριστοῦ τοῦ
Θεοῦ, τοῦ Νυμφίου σου.
Θεοτοκίον.
Ῥοῦν παντοίων,
δυσχερειῶν καὶ στενώσεων, καὶ θλίψεων ἀποξήρανον Παρθένε, δυνάμει τῶν θείων
πρεσβείων Σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁπάντων τῶν
κινδύννων, ἐχθρῶν ἐξ ἀοράτων, καὶ τῶν ἐν σώματι παντοίων κακώσεων, ἐκλύτρωσαι
Μάρτυς, τοὺς εἰς σὲ καταφεύγοντας.
Κλῖνόν σου τὸ
γόνυ, τῷ θρόνῳ τῆς Τριάδος, καὶ τῶν κακῶν με ἁπάντων διάσωσον, ὡς σχοῦσα παῤῥησίαν,
Μαρκέλλα θείῳ βήματι.
Ἄνωθεν ἀγγέλους,
αἰῶσι συγχορεύεις, καὶ τῶν ἐκεῖθεν τερπνῶν συμμετέχουδα, ἔπιδε ἐξ οὐρανῶν,
Μαρκέλλα τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Μακάριος
Κορίνθου, σὺν τῷ Νικηφόρῳ, ἦλθον πρὸ τῆς πέτρας ἣ ἐκάλυψέ σε, ὕστερον δὲ ἦλθεν,
Νεκτάριος ὁ θεῖος· μεθ΄ ὧν καὶ τῆς πανάγνου, σκέπε ἡμᾶς Μαρκέλλα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις
νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἔνδοξε Μαρκέλλα, καλλιμάρτυς νεοφανής, βλάστημα τῆς
Χίου, καὶ δόξα καὶ προστάτις, πάντων παθῶν ἀπάλλαξον, τοὺς τιμῶντάς σε.
Πορφύραν ἐξ
αἵματος τὴν στολήν, ὡς περικειμένη, καὶ τὸ στέφος ἐν κορυφῇ, ἔχουσα τὸ θεῖον,
καὶ τὴν τῆς παρθενίας, λευκοφαῆ λαμπάδα, κρατοῦσα γέγηθηας.
Χλαῖναν
παρθενίας πορφυραιγῇ, αἵμασιν οἰκείοις, βεβαμμένην ἀθλητικῶς, φέρουσα Μαρκέλλα,
τῷ Λόγῳ ἐνυμφεύθης, τμηθεῖσα τῇ πατρώᾳ, χειρὶ ὡς πάνσεμνος.
Χαίροις τῶν
νοσούντων καταφυγή, καὶ τῶν θλιβομένων, ὀξυτάτη ἀπαλλαγή· χαίροις τῆς σῆς
νήσου, ἀγλάϊσμα καὶ κλέος, Μαρκέλλα καλλιμάρτυς, χαρᾶς με ἔμπλησον.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου