Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 25. ΟΣΙΑ ΕΥΦΡΟΣΥΝΗ ΑΚΟΛΟΥΘΙΑ



ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΕ΄!!

ΕΥΦΡΟΣΥΝΗ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

Ποίημα Γερασίμου Μικραγιαννανίτου

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

    Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Γερασίμου. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.

Τὴν ἀγγελικήν, εὐφροσύνην ἐκζητοῦσα, τὴν ἀσκητικήν, ὑπεισῆλθες πολιτείαν, καὶ τρόπῳ φιλοσόφῳ, τὸν τὴν Εὔαν πτερνίσαντα, ὄφιν καταβέβληκας ἀνδρείως, καὶ τῷ Σωτῆρι ἐνυμφεύσω, ἀρετῶν κάλλεσι, παρ' οὗ δεδόξασαι λαμπρῶς, Εὐφροσύνη πάνσεμνε.

 

Ἤμειψας σεμνή, καὶ τὴν κλῆσιν καὶ τὸ σχῆμα, καὶ ὥσπερ ἀνήρ, ἐν φρονήματι ἀνδρείῳ, προσῆλθες Εὐφροσύνη τοῖς Ὁσίοις Μονάζουσι, θείαν ἑλομένη πολιτείαν, καὶ ὑπὲρ φύσιν ἠγωνίσω, θερμῷ ἔρωτι, τῆς ἀγαπήσεως Χριστοῦ, πτερουμένη ἔνδοξε.

 

Μνήστορα φθαρτόν, καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, σώφρονι νοΐ, παριδοῦσα Εὐφροσύνη, Χριστῷ τῷ ἀθανάτῳ, Βασιλεῖ ἠκολούθησας, λάθρα σῶν οἰκείων ἐκφυγοῦσα, καὶ ἐν ἀσκήσει καρτεροῦσα, θερμῶς ἔκραζες· εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.

 

Θάμβει συσχεθείς, ὡς ἰδὼν σε καὶ γνωρίσας, καὶ καταμαθών, τὴν σὴν ξένην πολιτείαν, ὁ σὸς τοκεὺς Ὁσία, τὸν Θεὸν ἐμεγάλυνε, τὸν μεγαλυνθέντα τῷ σῷ βίῳ, ὃν ἐκδυσώπει Εὐφροσύνη, ἡμῖν ἔλλαμψιν, δοῦναι σωτήριον σεμνή, καὶ κλῆρον αἰώνιον.

 

Δόξα... Ἦχος πλ. β'. Γερασίμου.

Τῷ πυρὶ τῆς τοῦ Χριστοῦ, ἀναφθεῖσα ἀγάπης, τοῖς ἴχνεσιν αὐτοῦ ἠκολούθησας, πάντων ἀπαναστᾶσα τῶν τερπνῶν· ἰσαγγέλως γὰρ πεπολίτευσαι, καὶ πάντας ἐξέπληξας, τῷ παραδόξῳ τρόπῳ σου· ὅθεν τῆς ἄνω δόξης τυχοῦσα, Ὁσία Εὐφροσύνη ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῆς Ὁσίας καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

 Ἀπόστιχα. Γερασίμου. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Νύμφη θεοσεβής, ἐδείχθης τοῦ Σωτῆρος, Ὁσία Εὐφροσύνη, ἁγνείᾳ καὶ ἀσκήσει, σαυτὴν κατακοσμήσασα.

 

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Λάθρα τοῦ σοῦ πατρός, διεκφυγοῦσα Μῆτερ, Ὁσίων ὁμηγύρει, ὡς ἄγνωστος προσῆλθες, καὶ τὸν Χριστὸν ἐδόξασας.

 

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνεβάλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν

Ὢ θαύματος φρικτοῦ! ἐν μέσῳ τῶν ἀνδρῶν γάρ, ἀπήμαντος διῆλθες, Ὁσία Εὐφροσύνη, ἀνδρικωτάτοις σκάμμασι.

 

Δόξα... Τριαδικόν.

Τρία σε ἐν μιᾷ, πρόσωπα τῇ οὐσίᾳ, δοξάζων σε Θεέ μου, Δημιουργὲ τῶν ὅλων, τρυγῶ τὴν σωτηρίαν μου.

 

Καὶ νῦν... Θεοτοκίον.

Ὄπισθεν τῆς Ἁγνῆς, Παρθένου ἑπομένη, Ὁσία Εὐφροσύνη, εἰς ναὸν ἀπηνέχθης, τῆς δόξης τοῦ Θεοῦ ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, κατηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες· ὅθεν ἐν μέσῳ τῶν ἀνδρῶν, ὡς ἀμόλυντος ἀμνάς, ἐξέλαμψας Εὐφροσύνη, καὶ τοῦ Βελίαρ τὰ κέντρα, τῇ πολιτείᾳ σου ἀπήμβλυνας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου, καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.

 

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

   

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Τοῦ Μηναίου. Ἦχος πλ. α'. Ὅσιε Πάτερ.

Μῆτερ Ὁσία, Εὐφροσύνη ἀξιάγαστε, τὴν ὄντως εὐφροσύνην ἐπιποθήσασα, τὴν ταύτην προξενοῦσαν ὥδευσας τρίβον· πλούτου ἠλλάξω γάρ, πτωχείαν πολλήν, σαρκικοῦ μνηστῆρος, τὸν ζῶντα εἰς αἰῶνας· τρυφῆς ῥεούσης, τὸ ἐγκρατές· τῆς ἀναπαύσεως, πόνους τοὺς ἐν ἀσκήσει· τὴν ὑπερκόσμιον ζωὴν τῆς ἐν τῷ κόσμῳ, ἧς καὶ ἐπέτυχες φρονίμοις σὺν Παρθένοις, διατηρήσασα τὴν σὴν λαμπάδα ἄσβεστον, καὶ νυμφῶνος ἀξιωθεῖσα, ὡς παρθένος, ὡς νύμφη Χριστοῦ πανεύφημε.

 

Ῥείθροις δακρύων, ἀρδευθεῖσα τὴν διάνοιαν, εὐθηνήσας ἀσκήσει, τοὺς ἐναρέτους καρπούς· ἄμπελος καθάπερ ὡραιότατη, ἤνεγκας βότρυας ὡραίους σεμνή· ὧν τοῦ θείου γλεύκους, σαφῶς ἐμφορηθέντες, τὰ αἰσθητήρια τῆς ψυχῆς, καταγλυκαίνομεν ὄντως σοῦ τῇ μιμήσει, καὶ εὐφραινόμεθα τὴν θείαν εὐφροσύνην, μέθην ὠθούμενοι τὴν ἐκ τῆς ἁμαρτίας, βοῶντες· Πάνσεμνε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

 

Θέαμα ξένον, καὶ τῇ φύσει δυσπαράδεκτον! πῶς ἔλαθες τῆς Εὔας τοῦ παλαιοῦ πτερνιστοῦ, δεινὰς μηχανουργίας, μέσον ἀνδρῶν, κατασκηνώσασα τελείῳ νοῒ πῶς πυρὸς ἐν μέσῳ, διῆλθες μὴ φλεχθεῖσα· πῶς συνεκάλυψας γυναικῶν τὸ ἀσθενές, νευρουμένη θείᾳ δυνάμει, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἀναλαβόντος, καὶ ἀνατείλαντος ἐκ Κόρης ἀπειράνδρου· ὃν καθικέτευε, Ἀγγέλοις συγχορεύουσα, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

 

Προσόμοια ἕτερα. Γερασίμου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τῶν Ὁσίων ἀγλάϊσμα, καὶ Παρθένων ὡράϊσμα, καὶ λαμπρὰν ἀσκήσεως ὑποτύπωσιν, τῶν ἀρετῶν ἐνδιαίτημα, καὶ νύμφην περίδοξον, τοῦ Σωτῆρος Ἰησοῦ, ὁ περίβλεπτος βίος σου, σὲ εἰργάσατο, τοῖς ἐν κόσμῳ Ὁσία Εὐφροσύνη· διὰ τοῦτό σου τὴν μνήμην, τὴν εὐκλεῆ ἑορτάζομεν.

 

Τὸν μνηστῆρα τὸν πρόσκαιρον, οὐρανίῳ σου ἔρωτι, καὶ τρυφὴν τὴν ῥέουσαν καταλέλοιπας, καὶ τὴν οἰκείαν ἀσθένειαν, ὁμοῦ καὶ τὸ ἔνδυμα, μεταμείψασα σοφῶς, ὡς ἀνὴρ παραγέγονας, καὶ ἐσκήνωσας, ἐν ἀνδράσιν ὁσίοις Εὐφροσύνη, καὶ ἐχθροῦ τάς πανουργίας, ὁλοσχερῶς ἐθριάμβευσας.

 

Ὡς ἰδὼν καὶ ἀκούσας σου, πολιτείας τὴν ἔλλαμψιν, καὶ τοῦ ξένου βίου σου τὸ παράδοξον, ὁ σὸς γεννήτωρ ὁ ἔνθεος, ἐξέστη τῷ πνεύματι, καὶ ἀνύμνησε Χριστόν, τὸν λαμπρῶς σε δοξάσαντα, καὶ τοῖς ἴχνεσι, πορευθείς σου Ὁσία Εὐφροσύνη, μετὰ σοῦ τῆς ἄνω δόξης, θεουργικῶς κατηξίωται.

 

Δόξα... Ἦχος β'. Τοῦ Στουδίτου. Τοῦ Μηναίου.

Τὸ καθαρὸν τῆς ἁγνείας σου χρῆμα, ἄμωμον ἐξ ἀνδρῶν φυλάξασα, νύμφη Χριστοῦ ἐχρημάτισας, Εὐφροσύνη παμμακάριστε, σώματος μὲν κάλλος, ἀσκητικοῖς πόνοις μαράνασα, ψυχὴν δὲ ὡραΐσασα, τῇ εὐμορφίᾳ τῆς χάριτος· ἐν γὰρ τῷ ἄῤῥενι τὸ θῆλυ σαφῶς ὑποκρύψασα, ἔλαθες τοῦ Βελίαρ τὰ ἔνεδρα, ἀγγελικῶς ἐν γῇ βιώσασα. Ἀλλ' αἴτησαι εἰρήνην, τοῖς πόθῳ εὐφημοῦσί σε, ὡς χαρᾶς ἐπώνυμος κοσμοχαρμόσυνε.

 

Καὶ νῦν... Ἦχος ὁ αὐτός.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.  (Κεφ. λα', 10, 13-20, 25).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τάς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ', 9-14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει, Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Γερασίμου. Ἦχος α'.

Φερωνύμως εὐφροσύνης πρόξενος, ὡς ἀληθῶς ἐδείχθης, τῇ Ἐκκλησίᾳ Μῆτερ· ἐν γὰρ τῇ γεννήσει σου χαρᾶς ἔπλησας, τοὺς παρ' ἐλπίδα σε βλαστήσαντας, καὶ ἐν τῇ ἰσαγγέλῳ ζωῇ σου, καὶ φιλοσόφῳ ἀσκήσει σου, τῶν Μοναστῶν τὰς τάξεις εὔφρανας· ἀλλὰ πλεῖον πάντων, ἅπαντας ἐξέστησας, ἐν τῇ πρὸς Θεὸν ἐκδημίᾳ σου, ἀναφανδὸν γνωσθέντων τῶν κατὰ σέ, Εὐφροσύνη Ὁσία· διὸ καὶ πάντες θυμηδίας πληρωθέντες, ἐν εὐφροσύνῃ ἐβόων· Κύριε δόξα σοι.

 

Ἦχος β'.

Τὸν ἀληθῆ νυμφίον ποθήσασα, τῷ θεοειδεῖ ἐπτερώθης ἔρωτι, Εὐφροσύνη ἀξιάγαστε· ὅθεν ὡς ἁγνὴ περιστερὰ καὶ ἄμωμος, τῶν χαμαὶ συρομένων ἐμάκρυνας, μνηστῆρος σχέσιν, καὶ πατρὸς ὑπεριδοῦσα ἀγάπην· καὶ τὸν σταυρὸν ἐπ' ὤμων φέρουσα, τῶν ἀρετῶν τῷ κάλλει σαυτὴν ἐκόσμησας, καὶ εἰς νυμφῶνα οὐράνιον, λαμπαδηφόρος συνεισῆλθες, σὺν ταῖς φρονίμοις παρθένοις· μεθ' ὧν ἡμῶν μνημόνευε, τῶν εὐφροσύνως μεμνημένων σου.

Ἦχος γ'.

Τίς μὴ θαυμάσει, τὸ ἀνδρεῖόν σου φρόνημα, καὶ τὸν θερμὸν καὶ ἀνένδοτον, πρὸς Θεόν σου πόθον, Εὐφροσύνη ἀξιοθαύμαστε· ἀῤῥενωθεῖσα γὰρ τῷ νοΐ, καὶ τῇ κλήσει καὶ τῷ σχήματι, μέσον ἀνδρῶν κατεσκήνωσας, ἀνδρικὰ τελοῦσα παλαίσματα· ὢ τοῦ θαύματος! πῶς οὐ κεχαύνωσαι, οἷα νεᾶνις ἁπαλή, τῇ βίᾳ τῆς φύσεως; πῶς δὲ οὐκ ἐνάρκησας καὶ ἐκάμφθης, τοῖς πατρικοῖς θρήνοις καὶ δάκρυσιν; Ὄντως ἐν σοὶ ὁ Χριστὸς δοξάζεται, ὁ ἐν ταῖς βουλαῖς τῶν ἁγίων αὐτοῦ δοξαζόμενος· Αὐτὸν ἱκέτευε δεόμεθα, τῆς ἄνω δόξης ἀξιῶσαι τοὺς σὲ γεραίροντας.

 

Δόξα... Ἦχος δ'.

Νυμφευθῆναι τῷ Χριστῷ ἑλομένη, τὴν σὴν ἁγνείαν ἄσπιλον ἐτήρησας, Εὐφροσύνη καλλιπάρθενε· ἔνθεν τούτῳ προσήγαγες, ὥσπερ προῖκα πολύτιμον, νέκρωσιν σαρκός, δακρύων ἀλάβαστρον, στάσιν πάννυχον, ἐγκράτειαν σύντονον, καὶ τῶν λοιπῶν ὁσίων ἀρετῶν τὴν περιουσίαν· ἀνθ' ὧν τὰ ἄνω ἀπέλαβες βασίλεια, καὶ τῶν φωτεινῶν, ἠξίωσαι θαλάμων· ὧν καὶ ἡμᾶς μετόχους ποίησον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

Καὶ νῦν... Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον· Στιχηρὰ Προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε κατετρώθης τῷ γλυκεῖ, ἔρωτι τῆς θείας ἀγάπης, ὡς καλλιπάρθενος, τότε πάντα ἔλιπες στεῤῥῷ φρονήματι, κοσμικὴν περιφάνειαν, πατρὸς εὐκληρίαν, Εὐφροσύνη πάνσεμνε, καὶ ἡδὺν μνήστορα· ὅθεν ἀρετῶν ταῖς ἰδέαις, λάμψασα ὡς ἥλιος κόσμῳ, τῆς ὑπερκοσμίου δόξης ἔτυχες.

 

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι

Ὅτε ἐν ἀνδρῴᾳ τῇ στολῇ, Μῆτερ ὡς ἀνὴρ παρεγένου, τῶν Μοναστῶν τῷ χορῷ, τότε ἀνδρικώτατα ἤνυσας σκάμματα, καὶ ὡς λίθος πολύτιμος, καὶ σμάραγδος ἄλλος, μέσον ἀνδρῶν ἔλαμψας τῇ συντονίᾳ σου· ὅθεν δωρεῶν οὐρανίων, πλήρης Εὐφροσύνη ἐδείχθης, καὶ Χριστῷ προσήχθης ὡς ἀμώμητος.

 

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν

Ὅτε ἐν τῷ τέλει τῆς ζωῆς, θείᾳ εὐδοκίᾳ ἐγνώσθης, τῷ σὲ θρηνοῦντι πατρί, τότε θάμβους ἔπλησας τοῦτον θεόνυμφε, ὅστις σφόδρα ἀγάμενος, τὴν σὴν πολιτείαν, ταύτης ἐκοινώνησεν, ἀσκήσας ἄριστα· ὅθεν σὺν αὐτῷ νῦν δυσώπει, πάσης ἡμᾶς ῥύεσθαι βλάβης, τοὺς σὲ Εὐφροσύνη μακαρίζοντας.

Δόξα... Ἦχος πλ. δ'. Γερασίμου.

Τὴν τοῦ θήλεος ἀσθένειαν, ἀποῤῥίψασα Μῆτερ, ἀνδρικοὺς ἀγῶνας ἀπεδύσω, οὐρανόφρονι γνώμῃ· τὸν γὰρ ἀόρατον ἐχθρόν, εἰς τέλος καταισχύνασα, τρόπαιον νίκης θαυμαστόν, κατ' αὐτοῦ ἀνήγειρας· καὶ τῆς ἀσκήσεως τὸν δρόμον, θεοπρεπῶς τελέσασα, λαμπαδηφόρος εἰσελήλυθας, πρὸς οὐρανίους θαλάμους· Μακαρία σὺ εἶ, ὅτι τοῦ ξύλου τῆς ζωῆς, τὸν καρπὸν ἐπιτηδείως ἐτρύγησας· καὶ νῦν μὴ παύσῃ αἰτοῦσα, Εὐφροσύνη Ὁσία, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον. Τῆς Παρακλητικῆς.

Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, κατηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες· ὅθεν ἐν μέσῳ τῶν ἀνδρῶν, ὡς ἀμόλυντος ἀμνάς, ἐξέλαμψας Εὐφροσύνη, καὶ τοῦ Βελίαρ τὰ κέντρα, τῇ πολιτείᾳ σου ἀπήμβλυνας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου, καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν πλοῦτον τὸν φθαρτόν, καὶ μνηστῆρος τὸ φίλτρον, καὶ πᾶσαν ὑλικήν, ἡδυπάθειαν Μῆτερ, ἐμφρόνως καταλέλοιπας, ὡς τρωθεῖσα τῷ ἔρωτι, τοῦ Κυρίου σου, ᾧ ἀκλινῶς ἑπομένη, βίου κρείττονος, ὤφθης λαμπὰς Εὐφροσύνη, λαμπρῶς ἀριστεύσασα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ πάντων ἐκλεκτή, καὶ πασῶν ἀνωτέρα, ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ πηγὴ εὐσπλαγχνίας, σπλαγχνίσθητι Πανάμωμε, ἐπ' ἐμοὶ τῷ οἰκέτῃ σου, καὶ θεράπευσον, τὴν κακωθεῖσαν ψυχήν μου, ταῖς τοῦ δράκοντος, ἐπιβουλαῖς καὶ ἐνέδραις, καὶ σῶσόν με Δέσποινα.

 

 

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ἁγνείᾳ ἐκλάμψασα, καὶ ἀρετῶν καλλοναῖς, Κυρίῳ μεμνήστευσαι, καθαρωτάτῃ ψυχῇ, καὶ ἤσκησας ἄριστα· ὅθεν πρὸς ἀθανάτους, μετετέθης νυμφῶνας, βλέπουσα τοῦ νυμφίου, τὴν ὑπέρφωτον δόξαν, Ὁσία Εὐφροσύνη, Παρθένων ἀγλάϊσμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν πάντων δεσπόζοντα, καὶ πρὸ αἰώνων Θεόν, συνέλαβες Ἄχραντε, δίχα φθορᾶς καὶ τροπῆς, καὶ τοῦτον γεγέννηκας, ἕνα τῇ ὑποστάσει, καὶ διπλοῦν τῇ οὐσίᾳ, μηδόλως ἐν τῇ κενώσει, τοῦ Πατρὸς ἀποστάντα, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Εὐφροσύνης πρόξενος, ἡμῖν ἐπέστη, ἡ ἁγία μνήμη σου, τῇ ἐναρέτῳ σου ζωῇ, πνευματικῶς κατευφραίνουσα, Μῆτερ Ὁσία, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐκ γαστρός σου πρόεισι, σεσαρκωμένος, ὁ τῆς δόξης Ἥλιος, ταῖς τῆς Θεότητος αὐγαῖς, καταλαμπρύνων Πανάχραντε, τοὺς Θεοτόκον ὀρθῶς σε κηρύττοντας.

 

Ἀναβαθμοί: Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν.

Εὐαγγέλιον κατὰ Μᾶρκον. (Ζήτει τῇ Γ' Κυριακῇ τῶν Νηστειῶν).

Ό Ν' Ψαλμός.

Δόξα. Ταῖς τῆς σῆς Ὁσίας...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'. Στίχ. Ἐλέησόν με ὁ Θεός...

Τὸν τῆς ἁγνείας θησαυρόν, ἄσυλον τηρήσασα, δι' ἀσκητικῆς πολιτείας, ὁλοσχερῶς Χριστῷ ἀνετέθης· σῶμα γὰρ καὶ ψυχήν, καὶ πάντα τὰ σά, αὐτῷ καθιέρωσας, καὶ κάλλος ἀπόθετον ὤφθης, καὶ ὄργανον θεοσεβές, τῶν δωρεῶν τῆς χάριτος, Εὐφροσύνη Ὁσία· καὶ νῦν τῆς ὑπὲρ νοῦν, τρυφῶσα εὐφροσύνης, πρέσβευε δεόμεθα, σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

 

Εἶτα οἱ ἑξῆς δύο Κανόνες τῆς Ὁσίας, ὡς καταχωροῦνται ἐν τῷ Μηναίῳ. Πρῶτος Κανὼν τῆς Ὁσίας. Ἀνεπίγραφος.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην.

Ὁ τρισαγίαις ἐν φωναῖς ὑμνούμενος, ὑπὸ φρικτῶν στρατιῶν, καὶ συνῳδὰ δείξας, τοὺς βροτούς, δοξάζειν σε, καὶ νῦν αὐτὸς τὴν βλάσφημον, ἀνατρέπων προσθήκην, τοῦ Τρισαγίου ἐξαίσιον, ἔθου τοῦ παιδὸς ἁρπαγὴν καὶ φωνήν.

Σὺ τὸν Θεὸν ἀπὸ ψυχῆς ἐπόθησας, καὶ ἐμνηστεύθης αὐτῷ, κοσμικὸν μνηστῆρα, καὶ σαρκὸς εὐπάθειαν, καὶ πλοῦτον τὸν ἐπίκηρον, καὶ τρυφὴν καὶ τὴν δόξαν, καταλιποῦσα Πανεύφημε, καὶ ἀσκητικὸν βίον ζήσασα.

Εὐφορωτάτη γῆ καθάπερ πέφηνας, ἑκατοστεύοντα, καρπὸν ἀποδοῦσα, Εὐφροσύνη πάνσεμνε· καὶ γὰρ ἐν τῇ καρδίᾳ σου, δεξαμένη προθύμως, τὴν συμβουλὴν τὴν σωτήριον, ἐνεγκεῖν εἰς ἔργον ἐσπούδασας.

Θεοτοκίον.

Ῥήσεσι θείων Προφητῶν ἑπόμενοι, καθωμολόγησαν, τὸν τοῦ Θεοῦ Λόγον σάρκα προσλαβόμενον, οἱ θεοφόροι Μάρτυρες, ἐξ ἀχράντου Παρθένου, ἣν Θεοτόκον δοξάζομεν, ᾄσμασιν ἀεὶ μακαρίζοντες.

 

Ἕτερος Κανών, τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς· Ὕμνον σοι μέλπω προφρόνως Εὐφροσύνη. Ὁ Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην.

μνοις θεοτερπέσιν, ὑμνοῦντα σήμερον, τὴν ἁγίαν σου μνήμην, καὶ ὄντως ἀξιέπαινον, φωτί με καταύγασον, τῶν εὐχῶν σου πάνσεμνε, εὐφροσύνης θείας ἐπώνυμε.

Μόνον τὸ θεῖον κάλλος, Χριστοῦ ποθήσασα, καὶ ταῖς τούτου θελχθεῖσα, ἀΰλοις ὡραιότησι, τὸ κάλλος τοῦ σώματος, ἐβδελύξω ἔνδοξε, θεωρίαις θείαις σχολάζουσα.

Νύμφη ὡραϊσμένη, τῶν ἀρετῶν καλλοναῖς, ἐμνηστεύσω τὸν ὄντως, ὡραῖον κάλλει Χριστόν, λιποῦσα τὸν πρόσκαιρον, Εὐφροσύνη μνήστορα, καὶ τοῦ βίου πᾶσαν τερπνότητα.

Θεοτοκίον.

λος ἐπιθυμία, καὶ γλυκασμὸς καὶ ζωή, ὁ ἐκ σοῦ ἀνατείλας, ὑπερβολῇ χρηστότητος, Παρθένε πανάμωμε· ὃν δυσώπει σῶσαί με, τὸν ἀπαύστως σε μακαρίζοντα.


 

ᾨδὴ γ'. Ὁ στερεώσας.

Ἀπὸ σοφῶν καὶ συνετῶν, ὁ ἀποκρύψας τὰ βάθη, μυστηρίων σου καὶ ἀποκαλύψας, νηπίοις ταῦτα θαυμαστῶς, νηπίῳ ἐκκαλύπτεις νῦν, ἀρθέντι ἐν νεφέλαις, μέλος σαφῶς τὸ Τρισάγιον.

Τῆς ἐμπαθείας δυσειδῆ, χιτῶνα ἐκδυσαμένη, ἐν σοφίᾳ τὴν στολὴν ἐνεδύσω, ἀπαθείας ἐν Χριστῷ μέσον ἀνδρῶν ἀπήστραψας, ἀσκητικῶς βιοῦσα, καὶ σκεπτόμενη τῇ χάριτι.     

Γῆς ἐγκρατείας χαλινῷ, τὰς ἀκαθέκτους ὀρέξεις, τῆς σαρκὸς ἀναχαιτίζουσα Μῆτερ, πρὸς τὸν δρόμον τὸν καλόν, τῆς ἱερᾶς ἀσκήσεως, τὴν σὴν καρδίαν εἶχες, εὐθυποροῦσαν ἀπρόσκοπτα.

Θεοτοκίον.

Ἀπειρογάμως τοῦ Θεοῦ, τὸν Λόγον, ὦ Θεοτόκε, ἀπεγέννησας ἐκ σοῦ σαρκωθέντα· ὃν οἱ Μάρτυρες Θεόν, ἀνδρείως ὡμολόγησαν, ὡς στρατιῶται τούτου, στεφανῖται γενόμενοι.

 

Ἕτερος. Ὁ πήξας ἐπ' οὐδενός.

Μεγάλους ἐγκαρτερήσασα ἀγωνίσμασι, τοῦ ἐχθροῦ καθεῖλες τὰ μηχανήματα, ἔτρεψας δαιμόνων προσβολάς, Ἀγγέλοις ὡμοιώθης, ἀθανασίαν μελετήσασα, Μῆτερ ἐν θνητῷ σου τῷ σώματι.

Εὐφραίνει τῶν Μοναστῶν καρδίας ὁ βίος σου, στηριγμὸς ὑπάρχων καὶ παιδαγώγησις, πρὸς σωτηριώδεις ἐντολάς, πρὸς τρίβους ἀφθαρσίας, πρὸς τῆς ἀγάπης τὸν ἀκρότατον ὅρον Εὐφροσύνη τοῦ Κτίσαντος.

Λαμπρύνει τὰ τῶν πιστῶν ἐνθέως συστήματα, ἡ λαμπρά σου μνήμη καὶ ἀξιέπαινος, θέλγει τῶν Ὁσίων τοὺς χορούς, Ἀγγέλους ἐπευφραίνει, μεθ' ὧν αὐλίζῃ ὥσπερ Ἄγγελος, ὧνπερ καὶ τὸν βίον ἐζήλωσας.

Θεοτοκίον.

Παθῶν με τὸ χαλεπὸν χειμάζει κλυδώνιον· πονηρῶν πνευμάτων βυθὸς συνέχει με· ἡ τῆς ἁμαρτίας καταιγίς, δονεῖ μου τὴν καρδίαν·' Θεοκυῆτορ σύ με στήριξον, τὸν εἰλικρινῶς σε δοξάζοντα.

 

Κάθισμα. Τοῦ Μηναίου. Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Τὸ τοῦ θήλεος χαῦνον ἐπινευρώσασα, οὐρανίαις ἐλπίσι μέσον κατῴκησας, ἀδιστάκτῳ λογισμῷ ἀνδρῶν θεόπνευστε, τὸν τῆς Εὔας πτερνιστήν, ὑποτάττουσα ταῖς σαῖς, παρθένε πτέρναις τοῖς πόνοις, καὶ ταῖς ἀγρύπνοις μελέταις· διὸ ἐν πίστει σὲ μακαρίζομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοί, πρὸς σὲ προστρέχομεν· καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.

 

 

 

ᾨδὴ δ'. Σύ μου ἰσχὺς Κύριε.

Οἰκονομῶν, πρὸς τὸ συμφέρον τὰ πάντα Σωτήρ, καὶ παιδεύων πάντας πρὸς διόρθωσιν, καὶ τῶν κακῶν πάντων ἀποχήν, καὶ τανῦν συνήθως, σεισμῷ τὴν γῆν συνετάραξας, βλασφήμους ἀνατρέπων, δόξας αἱρετιζόντων, καὶ διδάσκων ὡς θέμις δοξάζειν σε.

Ἀσκητικὴν παλαίστραν, ἤνυσας χαίρουσα, Εὐφροσύνη, ἀνδρῶν μέσον μένουσα, καὶ θανατοῦσα τὰς ἐμπαθεῖς, τῆς σαρκὸς ὀρέξεις, τῷ πόθῳ τῷ τοῦ Δεσπότου σου· διὸ τῆς ἀθανάτου, κατοικίας καὶ δόξης, ἠξιώθης λαβοῦσα τὸν στέφανον.

Τοὺς στεναγμούς, τῶν σῶν δακρύων προσφέρουσα, ὥσπερ μύρα, Μῆτερ τῷ Δεσπότῃ σου, τὴν εὐωδίαν τὴν παρ' αὐτοῦ, τὴν τῶν χαρισμάτων, τῶν θεϊκῶν ἀνταπείληφας, δι' ὧν εὐωδιάσθης, καὶ διέπνευσας πᾶσι, τὴν ὀσμὴν τῶν θαυμάτων θεόπνευστε.

Θεοτοκίον.

Ὅπλον Χριστέ, τὴν σὲ τεκοῦσαν Πανάμωμον, κεκτημένοι, πλάνης ἐτροπώσαντο, τὰς μηχανάς, Μάρτυρες σοφοί, καὶ τὰς τῶν τυράννων, θωπείας σοφῶς διέλυσαν, καὶ νῦν στεφανηφόροι, δεδειγμένοι βοῶσι· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

 

Ἕτερος. Τὴν θείαν ἐννοήσας σου.

Πατρί σε οὐρανίῳ προσέχουσαν, τῷ τῶν ψυχῶν νυμφαγωγῷ, πατρὸς στοργὴ οὐκ ἐκώλυσεν, οὔτε προσκαίρου νυμφίου, ὁδεῦσαι τὴν ὁδὸν τὴν σωτήριον.

ς φοῖνιξ θεοφρόνως ἐξήνθησας, δικαιοσύνης γλυκασμόν, καὶ ὡσεὶ κέδρος παρ' ὕδατα, τῆς ἐγκρατείας θεόφρον, καρποὺς τοὺς ἐναρέτους ἐπλήθυνας.

Πυρὶ τῆς ἐγκρατείας ἐτέφρωσας, τὰς φρυγανώδεις ἡδονάς, καὶ πυρωθεῖσα τῷ ἄνθρακι, τῆς τοῦ Κυρίου ἀγάπης, θαυμάτων λαμπηδόνας ἐξήστραψας.

Θεοτοκίον.

Οἰκτείρησον οἰκτιρμῶν ὑπάρχουσα, τὴν παναθλίαν μου ψυχήν, Θεοκυῆτορ πανάμωμε, τὴν ἐκ παθῶν ἁμαρτίας, δεινῶς ἀμαυρωθεῖσαν καὶ στένουσαν.

 

 

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω.

Προτυπῶν τῶν δικαίων, τὴν ἐν τῇ δευτέρᾳ Χριστὲ παρουσίᾳ σου, ὑπαντὴν φρικώδη, ἐν νεφέλαις καὶ νῦν τὴν ἐξαίσιον, ἁρπαγὴν εἰργάσω, τὴν τοῦ παιδὸς δι' οὗ διδάσκεις, τὸ Τρισάγιον μέλος ὀρθότομον.

Τοῖς ἐνθέοις σου ἔργοις, ἔδειξας τὴν κλῆσίν σου ἐπαληθεύουσαν· ὡς γὰρ λίθος ὤφθης, πολυτίμητος σμάραγδος ἔνδοξε, διαλάμπων μέσον, τῶν ἱερῶν ἀνδρῶν παρθένε, τῇ λαμπρότητι τῆς καθαρότητος.

Εὐφροσύνην τὴν θείαν, ἔσχες ἐν καρδίᾳ σου εὐφραινομένη ἀεί, ἐν τοῖς τοῦ Κυρίου, διατάγμασιν, οἷς ἐντρυφήσασα, πολιτείαν ἤσκεις, τὴν ἀκραιφνῆ καὶ πανολβίαν, Εὐφροσύνη παρθένε θεόνυμφε.

Θεοτοκίον.

Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε Μάρτυρες ἔνδοξοι, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες ἐκήρυξαν, πρὸς τὴν ἁμαρτίαν, νεανικῶς μέχρι θανάτου, ἀνθιστάμενοι Κόρη πανύμνητε.

 

Ἕτερος. Ὁ ἀναβαλλόμενος.

Φέγγει θείων πράξεων, ὡς λίθος σμάραγδος, σεμνὴ ὡράθης, ἀνδρῶν ἐν μέσῳ, ἀνδρικὰ παλαίσματα, ἐπιδεικνυμένη, καὶ τέρπουσα τὸν Κύριον.

αίνουσαν τὰ δάκρυα, ὥσπερ ἀρώματα, εὐωδιάσθης, ἐμεγαλύνθης, ὡς μύρον πολύτιμον, Θεῷ προσηνέχθης, παρθένος ἀδιάφθορος.

λην σου τὴν ἔφεσιν, Θεῷ προσένειμας αὐτὸν ποθοῦσα, αὐτὸν ζητοῦσα, αὐτοῦ ἀνιχνεύουσα, τὴν νομοθεσίαν, παρθένε τὴν σωτήριον.

Θεοτοκίον.

Νέον ἀπεκύησας, ὡς βρέφος ἄχραντε, τὸν πρὸ αἰώνων, Πατρὸς ἀνάρχου, ἀχρόνως ἐκλάμψαντα· ὃν ὑπὲρ τοῦ κόσμου, δυσώπει Θεονύμφευτε.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.

Συνέσεισας μὲν τὴν γῆν, καὶ βλέμματι συνετάραξας, καρδίας δὲ τῶν βροτῶν, κλονήσας ἐσάλευσας, δεινῶς βλασφημούντων σε· ἀλλ' ἀνεκαλέσω, συμπαθῶς αὖθις τὸ σύντριμμα.

Ὡραία νύμφη Χριστοῦ, ἐδείχθης καὶ περιδέξιος, τῷ κάλλει τῶν ἀρετῶν, σεαυτὴν κοσμήσασα, Εὐφροσύνη πάνσεμνε· διὸ καὶ παστάδος, οὐρανίου κατηξίωσαι.

Μαράνασα τῆς σαρκός, τὰ θηριώδη ὁρμήματα, τὸν ἔρωτα τῆς Χριστοῦ, ἀγάπης λαμπρότερον, ἔσχες διανάπτοντα, καὶ φωτίζοντά σου, τῆς ψυχῆς τὰ αἰσθητήρια.

Θεοτοκίον.

Νευρούμενοι ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, οἱ Ἀθλοφόροι Χριστέ, νομίμως ἐνήθλησαν, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνολογοῦντες, ἀποῤῥήτως σε κυήσασαν.

 

 

Ἕτερος. Μαινομένην κλύδωνι.

ς ἁγνὴ καὶ ἄμωμος, ὡς ὡραία, ὡς περικαλλής, τῷ Νυμφίῳ Λόγῳ σὺ μεμνήστευσαι, εἰς αἰῶνας, διατηροῦντί σε ἄφθορον.

Στεναγμοῖς καὶ δάκρυσιν, ἐκζητοῦσα τὸν Δημιουργόν, τῆς ἐκείνου θέας κατηξίωσαι, ὡς ἐκλεκτή, σὺν ἐκλεκτοῖς ἀξιάγαστε.

γκρατείας ἄγαλμα, σωφροσύνης ἔμψυχος εἰκών, τοῖς πιστοῖς ὡράθης εὐφημοῦσί σου, τὸ ἱερόν, ὦ Εὐφροσύνη, μνημόσυνον.      

Θεοτοκίον.

πὲρ νοῦν τὸν ἄχρονον, ὑπὲρ λόγον τὸν Δημιουργόν, Παναγία τέτοκας λυτρούμενον, πάσης φθορᾶς, τοὺς Θεοτόκον ὑμνοῦντάς σε.

 

Κοντάκιον. Τοῦ Μηναίου. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τῆς ἄνω ζωῆς, τυχεῖν ἐπιποθήσασα, τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, καὶ σαυτὴν ἀνέμειξας, ἀναμέσον ἀνδρῶν παναοίδιμε· διὰ Χριστὸν γὰρ τὸν Νυμφίον σου, μνηστῆρος προσκαίρου κατεφρόνησας.

Ὁ Οἶκος. Ὁμοίως τοῦ Μηναίου.

Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ, ἀκοῦσαι λόγον παράδοξον· ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο καὶ καταπλήττει· ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον· τὸν Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.

 

Συναξάριον.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.

Ἐχθροὺς ματαιόφρονας, νηπιοφρόνως σε παροργίζοντας, καὶ δεινῶς βλασφημοῦντας, προσθήκῃ νόθῳ τῆς τρισαγίας φωνῆς, διὰ νηπίου φωνῆς νῦν διήλεγξας, ἐπιστηρίξας πιστοὺς ἐν ξένοις τέρασι.

Θεῷ προσανέθηκας, τὴν τῆς καρδίας σου πᾶσαν ἔφεσιν, αὐτὸν στέργουσα πίστει, αὐτὸν ζητοῦσα καὶ ἀνιχνεύουσα, τῶν προσταγμάτων αὐτοῦ τὴν σωτήριον, νομοθεσίαν σεμνή, δι' ἧς ἐφεῦρες ζωήν.

Νηστείαις δεήσεσι, σκληραγωγίαις καὶ χαμευνίαις σεμνή, ἐκλεπτύνασα σάρκα, τὸν νοῦν ἀνύψωσας πρὸς τὸν Κτίστην σου, ᾧ ἐνυμφεύθης, ὃν καὶ ἐπόθησας, οὐ κατετρύφησας νῦν τῆς ὡραιότητος.

Θεοτοκίον.

Ὑπάρχουσα Δέσποινα, καθαρωτέρα πάσης τῆς κτίσεως, ὑπεδέξω τὸν Λόγον, ἐκ σοῦ ἀῤῥήτως ἀποτικτόμενον· ὃν οἱ γενναῖοι ποθήσαντες Μάρτυρες, τῇ τῶν βασάνων πυρᾷ ἐνεκαρτέρησαν.

 

Ἕτερος. Ὁ ὑπερυψούμενος.

Φῶς σοι ἀνατέταλκε, καὶ ἡ τούτου σύζυγος, Εὐφροσύνη ἔνδοξε· εὐθεῖαν γὰρ ἔσχηκας, τὴν γνώμην μελῳδοῦσα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

άβδον δυναμοῦσάν σε, τὸν Σταυρὸν κατέχουσα, δαιμόνων τὰ χάσματα, διέβης ἀπήμαντος, Ὁσία μελῳδοῦσα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Οἶκον τὴν καρδίαν σου, τοῦ Ἁγίου Πνεύματος, Ὁσία ἐτέλεσας, τοῦ σὲ ἐνισχύσαντος, καὶ δείξαντος πνευμάτων, πονηρῶν δυνατωτέραν.

Θεοτοκίον.

Σῶμα περικείμενον, Θεὸν τὸν ἀσώματον, Πανάμωμε τέτοκας, ἡμᾶς ἐκλυτρούμενον, τοὺς φόβῳ μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.

Ἐπὶ τῷ πύργῳ πάλαι μέν, τῆς Χαλάνης συνέχεας, γλώσσας τῶν κακῶς ὁμονοούντων Κύριε, καὶ νῦν ἐστηλίτευσας, τὰς γλωσσαλγίας τῶν δυσσεβῶν, ἐπὶ βλασφημίᾳ, συμφωνούντων ἀθέσμῳ, ἐν γλώσσῃ ψελλιζούσῃ, αἰθερίου ἀρθέντος, νηπίου παραδόξως, εἰς θάμβος τῶν ὁρώντων.

Ἀσκητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, καὶ ἠγαλλιάσθης, ἀληθῶς τῷ πνεύματι· ἐντεῦθεν ἀΐδιος, σὲ Εὐφροσύνη πάνσεμνε, Κόρη ὑπεδέχθη, τὰ βραβεῖα τῆς νίκης, κατέχουσαν καὶ πίστει, τὸν Σωτῆρα βοῶσαν, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μέσον ἀνδρῶν κατῴκησας, τὴν ἁγνείαν φυλάττουσα, καὶ συντηρουμένη, μηχαναῖς τοῦ ὄφεως, ἀπήμων ἀκράδαντος, τοῦ Θεοῦ σε σκεπάζοντος, καὶ διατηροῦντος, τῇ οἰκείᾳ δυνάμει, καὶ πᾶσι προδεικνύντος, τῆς ψυχῆς σου τὴν αἴγλην, καὶ γνώμην καὶ ἀνδρείαν, θέοφρον Εὐφροσύνη.

Θεοτοκίον.

Νέον ὡς βρέφος τέτοκας, τὸν Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν οἱ γενναῖοι Μάρτυρες, καθομολογοῦντες, ἱερῶς ἐναθλοῦσι· μεθ' ὧν σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ, φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Σοὶ τῷ Παντουργῷ.

λην τῶν παθῶν, ἀπετινάξω Κόρη, Ἀγγέλων τὸν ἄϋλον, βίον ζηλώσασα, οἷσπερ συμμέλπεις· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νέμει σοι ζωήν, ὁ τῆς ζωῆς ταμίας· αὐτοῦ γὰρ τοῖς ἴχνεσιν, ἐξηκολούθησας, τούτου τὸ κάλλος, ποθήσασα τὸ θεῖον, ᾧ καὶ συνευφραίνῃ, εἰς πάντας τοὺς αἰῶνας.

ρθης πρὸς μονάς, τὰς ἀειζώους ὄντως· ἐφέσεως ἔτυχες, ἧς ἐπεπόθησας, ξύλου παρθένε, ζωῆς κατατρυφῶσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

λη ἐκλεκτή, ὡραϊσμένη ὅλη, Θεὸς ἣν ἡγίασεν ἣν ἐξελέξατο, ὤφθης Παρθένε, ἀεὶ δεδοξασμένη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.

Ἐξέστη ἐπὶ ξένῳ καὶ φοβερῷ, τεραστίῳ τῷ νῦν τελεσθέντι γῆ, καὶ οὐρανός, ὅτι πρὸς αἰθέριον ἁρπαγήν, ἀπὸ λαοῦ θεόφρονος, τὸ νήπιον ἤρθη τὸ τὴν ᾠδήν, μεμυσταγωγημένον, τοῦ Τρισαγίου μέλους, δι' οὗ ἀθάνατος ὑμνεῖται Θεός.

Ἐκσπάσας σε ἰλύος βιωτικῆς, ὁ νυμφίος ὁ σὸς Εὐφροσύνη σεμνή, εἰς τὴν στεῤῥάν, πέτραν προσταγμάτων τῶν ἑαυτοῦ, ἔστησε καὶ κατηύθυνε, σοῦ τὰ διαβήματα προφανῶς, εἰς πρᾶξιν ἐνάρετου, καὶ σεμνῆς πολιτείας, καὶ κατεσκήνωσεν εἰς θείας αὐλάς.

Ἀσκήσεως τὸν δρόμον τὸν εὐκλεῆ, διανύσασα σθένει τοῦ Πνεύματος, καὶ σεαυτήν, τέμενος τελέσασα θεϊκόν, τὴν εὐφροσύνην εἴληφας, τὴν διηνεκῆ τε καὶ καθαράν, τοῦ κάλλους τοῦ νυμφίου, ἀεὶ κατατρυφῶσα, ὦ Εὐφροσύνη παμμακάριστε.

Θεοτοκίον.

Ὡς ἥλιος ἡ μνήμη τῶν ἀθλητῶν, τοὺς πιστοὺς περιλάμπει τοῖς θαύμασιν· ὁ γὰρ ἐκ σοῦ, ἄχραντε Παρθένε τεχθεὶς Θεός, ὃν εὐσεβῶς ἐκήρυξαν, τούτους κατελάμπρυνεν ἐμφανῶς, δοξάζων τοὺς ἐν πίστει, αὐτοῦ τὴν παρουσίαν, τετιμηκότας ὡς ὑπέσχετο.

 

Ἕτερος. Ἡσαΐα χόρευε.

ερὰν πανήγυριν, μοναζόντων δῆμος συγκροτεῖ, τὴν μνήμην σου ἐκτελῶν τὴν θεολαμπῆ· χορὸς ἐπαγάλλεται, μοναζουσῶν· ὤφθης γὰρ σεμνή, πάντων ἀγλάϊσμα, Εὐφροσύνη ἀξιάγαστε.

ς σεπτὸν ἀνάθημα, οὐρανίου γέγονας ναοῦ, ὡς κρίνον ἐν ταῖς αὐλαῖς, ἤνθησας Θεοῦ, ὡς ῥόδον ἡδύπνοον, προσηνέχθης τῷ Παμβασιλεῖ, μύρον ὡς τίμιον, Εὐφροσύνη παμμακάριστε.

Σεαυτὴν ἐφαίδρυνας, ἀρετῶν σου κόσμῳ φωτεινῷ, καὶ ἤχθης πρὸς νοητόν, θάλαμον ἁγνή, καὶ νῦν τὸ ἀμήχανον, κατανοεῖς, κάλλος τοῦ Χριστοῦ, καὶ τῆς θεώσεως, ἀπολαύεις τελειότερον.

ἁγία μνήμη σου, ἁγιάζει σήμερον πιστούς, πηγάζουσα φωτισμὸν ἁγιαστικόν, ἐν ᾗ δυσωποῦμέν σε, ὡς ἐκλεκτήν, νύμφην τοῦ Χριστοῦ, σῷζε πρεσβείαις σου, Εὐφροσύνη τοὺς τιμῶντάς σε.

Θεοτοκίον.

Φωτὶ τοῦ προσώπου σου, τὸν ἐν σκότει κείμενον παθῶν, καταύγασον τοῦ φωτός, πύλη νοητή, μὴ νὺξ καταλάβῃ με, τοῦ θανάτου, ἄχραντε Ἁγνή, τῆς σωτηρίας μου, τὰς ἐλπίδας ἀνακόπτουσα.

 

 

 

 

Ἐξαποστειλάριον. Τοῦ Μηναίου. Ἐν Πνεύματι τῷ ἱερῷ.

Τὸν ἄρχοντα διέλαθες, τῆς αἰσχύνης καὶ τοῦτον, ἐν φιλοσόφῳ, σχήματι, ἐναπέδειξας ἄνουν, παρθένος οὖσα τὴν ψυχήν, καὶ τὸ σῶμα γέγονας, ἀνὴρ φρονήσει καὶ πίστει, Εὐφροσύνη Ὁσία, τῶν παρθένων καλλονή, μοναζουσῶν ὡραιότης.

Θεοτοκίον. Ὅμοιον. Τοῦ Μηναίου.

Θρόνοι καὶ Κυριότητες, Ἐξουσίαι, Δυνάμεις, Ἀρχάγγελοι καὶ Ἄγγελοι, Μητροπάρθενε Κόρη, τῷ σῷ Υἱῷ λατρεύουσιν, ὡς Θεῷ καὶ Δεσπότῃ, καὶ σὲ ἀπαύστως ὑμνοῦσι· τοῦτον ἀεὶ ἱκέτευε, λυτρωθῆναί με Ἁγνή, τῆς φοβερᾶς καταδίκης.

 

Εἰς τοὺς Αἴνους. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὴν ἀληθῆ εὐφροσύνην ἐπιποθήσασα, τὴν τεθλιμμένην τρίβον, καὶ στενὴν ἐπορεύθης, Ὁσία Εὐφροσύνη, ἀγγελικῶς, τὴν ζωὴν διανύσασα· καὶ νῦν τῶν πόνων τρυγῶσα τὰς ἀμοιβάς, ὑπερεύχου τῶν τιμώντων σε.

 

Ἀῤῥενωθεῖσα τὴν φρένα ἅμα καὶ σχήματι, τῆς πατρικῆς ἑστίας, λάθρα Μῆτερ ἀπέστης, ἀγάπῃ τετρωμένη τῇ θεϊκῇ, καὶ ἀνδρείως ἠγώνισαι, μέσον ἀνδρῶν Εὐφροσύνη περιφανῶς, τὸν Βελίαρ καταισχύνασα.

 

Τῆς ἀρετῆς τὸν ἀγῶνα στεῤῥῶς ἀνύσασα, τῷ σῷ πατρὶ ἐγνώσθης, ἐν τῷ τέλει Ὁσία, καὶ ἅπαντες ἐξέστησαν ἐπὶ σοί, καὶ μεγάλως ἐθαύμασαν· πῶς Εὐφροσύνη καθεῖλες τοῦ πονηροῦ, φιλοσόφως τὰ τεχνάσματα.

 

Πεποικιλμένη παρέστης τῷ σῷ Νυμφίῳ Χριστῷ, καὶ καθωραϊσμένη, ἀρετῶν ταῖς ἰδέαις, θέοφρον Εὐφροσύνη καὶ παρ' αὐτοῦ, εὐκλεῶς τεθαυμάστωσαι· Ὃν ἐκδυσώπει δεόμεθα ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα... Ἦχος πλ. δ'. Γερασίμου.

Ὁσία Μῆτερ, τὴν ἀγαθὴν μερίδα, εὐαγγελικῶς προκρίνασα, πάντων τῶν τῆς γῆς τερπνῶν, οἷα σφαλλομένων ἐμάκρυνας· ὅθεν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, τῷ Χριστῷ δουλεύσασα, πάντας ἐξέπληξας, τῷ τρόπῳ τοῦ βίου σου, καὶ τῇ ὑπὲρ φύσιν πολιτείᾳ σου· ἔξω γὰρ κόσμου καὶ σαρκός, ταῖς πρὸς τὸ κρεῖττον ἀναβάσεσιν, ὡς ἀληθῶς ἐγένου. Ἀλλ' ὡς τῆς ἄνω εὐφροσύνης μέτοχος, ταύτης καὶ ἡμᾶς ἀξίωσον, τῇ πρὸς Χριστὸν δεήσει σου, Εὐφροσύνη ἀξιΰμνητε.

 

Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτός. Τῆς Παρακλητικῆς.

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη, Ἀπολυτίκιον, καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Μνήστορα λιποῦσα τὸν γεηρόν, φαιδρῶς ἐνυμφεύθης, τῷ ὡραίῳ κάλλει Χριστῷ, δι' ἀμέμπτου βίου, Ὁσία Εὐφροσύνη, δι' οὗ ἀεὶ εὐφραίνεις τοὺς σὲ δοξάζοντας.

ΠΑΡΑΚΛΗΣΙΣ

(Χ. Μπούσια)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς εὐφροσύνης οὐρανῶν κληρονόμος, καὶ κεκτημένη πρὸς Χριστὸν παῤῥησίαν, μὴ διαλίπῃς πάντοτε πρεσβεύουσα, ἀποστάξαι Κύριον τὴν οὐράνιον δρόσον, Εὐφροσύνη ἅπασιν ἐν πυρὶ ἁμαρτίας, ἀποκειμένοις ἵνα σε λαμπρῶς, ὡς παρθενίας λαμπάδα γεραίρομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀλήκτου Εὐφροσύνης, ἀξίωσόν με, Ὁσία. Χ. Μ.

 

 

 

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

λήκτου ἀξίωσον χαρμονῆς, τοὺς σοὶ προσιόντας, καὶ καμάτους σου τοὺς σεπτούς, οὓς ἔτλης ἐν μάνδρᾳ Εὐφροσύνη, ἀνδρώᾳ ὕμνοις εὐήχοις γεραίροντας.

Λιποῦσα τοκέα σου εὐλαβῆ, Παφνούτιον Μῆτερ, καὶ μνηστῆρά σου ἀνδρικοῖς, ἀγῶσι κατέλαβες τὴν νύσσαν, ὑπὲρ ἡμῶν Εὐφροσύνη πρεσβεύουσα.

δέων ἁπάντων καὶ κοσμικῆς, συγχύσεως ὤφθης, ὑπερτέρα τὰ ἐν Ἐδέμ, τερπνὰ ἐκζητοῦσα Εὐφροσύνη, ὧν καὶ ἡμᾶς ἀπολαῦσαι ἀξίωσον.

Θεοτοκίον.

Κεκτήμεθα ἔπαλξιν ἀσφαλῆ, προπύργιον θεῖον, βακτηρίαν καταφυγήν, ἁγνὴ καὶ χαρᾶς ἀδιαλείπτου, Θεοκυῆτορ πηγήν Σε ἀκένωτον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τῇ θερμῇ ἀρωγῇ σου οἱ εὐσεβεῖς σπεύδοντες, ἴασιν ψυχῶν καὶ σωμάτων, Μῆτερ λαμβάνομεν· ὅθεν κηρύττομεν, σὴν πρὸς ἡμᾶς προστασίαν, Εὐφροσύνη πάντιμε, τὴν ἀδιάπτωτον.

σιότητος ὤφθης περικαλλὲς τέμενος, καὶ ὑπομονῆς Εὐφροσύνη, κῆπος εὐφρόσυνος· ὅθεν ἀγῶνάς σου, Χριστὸς ἀμείβων τιμίους, δαψιλῶς σε χάριτος, θείας ἐνέπλησεν.

ψωθεῖσα συντόνοις ἀσκητικαῖς πράξεσι, πρὸς τῆς ταπεινώσεως Μῆτερ, ἄκραν ἀκρώρειαν, τὸν ταπεινὸν Ἰησοῦν, ἐκδυσωπεῖν σοὺς ἱκέτας, δεῖξαι ταπεινώσεως, ἔμψυχα μάργαρα.

Θεοτοκίον.

Εὐεργέτην τεκοῦσα τὸν τοῦ παντὸς Δέσποινα, Λυτρωτὴν ἡμῶν καὶ Σωτῆρα, πρέσβευε ῥύσασθαι, ἀχαριστίας λιμοῦ, τοὺς εὐγνωμόνως τιμῶντας, Σὲ Θεογεννήτρια, ὕμνοις εὐσχήμοσιν.

Ἀξίωσον, πανευφροσύνου λειμῶνος τοῦ ἐν τῷ πόλῳ, Εὐφροσύνη θεοσεβὲς τοὺς σὲ μακαρίζοντας, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Μὴ παύσῃ Χριστῷ Νυμφίῳ οὐρανίῳ σου, πρεσβεύειν ἀεὶ Ὁσίων ἀκροθίνιον, Εὐφροσύνη πάνσεμνε, ὑπὲρ πάντων μνήμην τὴν θείαν σου, ἐπιτελούντων ὕμνοις καὶ ᾠδαῖς, πυξίον εὐχῆς καὶ ταπεινώσεως.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

περόπτην ἀνάδειξον, γεηρῶν ἁπάντων τὸν εὐφημοῦντά σε, Εὐφροσύνη ὡς ποθήσασα, μόνον ἐν τῷ βίῳ τὰ αἰώνια.

Φύσιν θήλεος εὔψυχε, παριδοῦσα ἤσκησας ἀνδρικώτατα, Εὐφροσύνη θείᾳ χάριτι, εὐσεβῶν ἰθῦντορ πρὸς τελείωσιν.

ώμην θείαν λαμβάνομεν, Εὐφροσύνη ἄνωθεν οἱ τιμῶντές σε, ταπεινώσεως ὡς ἔκτυπον, καὶ ὑπακοῆς ἐνθέου ἄγαλμα.

Θεοτοκίον.

Οἱ προστρέχοντες πάντοτε, Σοῦ τῇ θείᾳ σκέπῃ οὐκ αἰσχυνόμεθα· ἐκπληροῖς γὰρ τὰ αἰτήματα, Σοῦ τῶν οἰκετῶν θεομακάριστε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Σώματος ὁρμάς, σῶν προσφύγων ἀπονέκρωσον, Εὐφροσύνη ἡ ἀσκήσει καὶ εὐχῇ, τὰς ὀρέξεις τῆς σαρκὸς καταπραΰνασα.

δωρ μοι ζωῆς, αἰωνίου Μῆτερ πήγασον, Εὐφροσύνη θεοφόρε τῷ λαμπρῶς, μεγαλύνοντι ἀσκήσεως καμάτους σου.

Νεῦσον ταῖς ἡμῶν, Εὐφροσύνη παρακλήσεσι, καὶ κατάπεμψον ἐξ ὕψους ὑετόν, τοῖς ἱκέταις σου συνέσεως καὶ νήψεως.

Θεοτοκίον.

τῶν εὐσεβῶν, προστασία καὶ ἀντίληψις, Θεοτόκε Εὐφροσύνης ταῖς λιταῖς, πρὸς ὁδοὺς χρηστοηθείας πάντας ἴθυνον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Στερέμνιος, βάσις ταπεινώσεως, ἐποφθεῖσα Εὐφροσύνη Ὁσία, καὶ ἀδιάσειστον τεῖχος ἁγνείας, τῶν ἀσωμάτων χορείας κατέπληξας· διὸ βοῶμεν καὶ ἡμᾶς, μιμητὰς ἀρετῶν σου ἀνάδειξον.

σκήσασα, ἀνδρικῷ φρονήματι, ἐν σεμνείῳ Εὐφροσύνη ἀνδρώῳ, καθυπετάγης σεπτῷ Ἀγαπίῳ, καὶ τῷ πανάγνῳ Θεῷ εὐηρέστησας, ᾯ καὶ ἡμᾶς εὐαρεστεῖν, ἀρεταῖς καταξίου ἀείποτε.

Ξενώσασα, σεαυτὴν τοῦ οἴκου σου, Παφνουτίου τοῦ Ὁσίου πατρός σου, καὶ γεηροῦ σου μνηστῆρος ἀγάπης, διὰ Χριστὸν τὸν ὡραῖον Νυμφίον σου, χάριν ἀπείληφας ἡμᾶς, Εὐφροσύνη ξενοῦν πάσης θλίψεως.

Θεοτοκίον.

κέτευε, τὸν Υἱόν Σου Δέσποινα, καὶ Θεὸν ἡμῶν Ἁγνὴ καταπέμψαι, τοῖς Σοῖς οίκέταις ἰσχὺν ἀντιστῆναι, τῇ τοῦ ἀλάστορος πλάνῃ ἐντεύξεσι, τῆς Εὐφροσύνης τῆς αὐτοῦ, προσευχαῖς πατησάσης τὸ φρύαγμα.

Ἀξίωσον, πανευφροσύνου λειμῶνος τοῦ ἐν τῷ πόλῳ, Εὐφροσύνη θεοσεβὲς τοὺς σὲ μακαρίζοντας, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῖς ὑπὲρ φύσιν καμάτοις σου ἔτηξας, ὡσεὶ κηρὸν Εὐφροσύνη τὴν σάρκα σου, καὶ βίον Ἀγγέλων ζηλώσασα, δαιμόνων κατέπτηξας φάλαγγας, ἐξ ὧν με κακίας ἀπάλλαξον.

 

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...

Γεηρὸν μνηστῆρά σου, καταλιποῦσα καὶ οἶκον, τοῦ πατρὸς πανεύφημε, Παφνουτίου σώφρονος, δι’ ἀγάπησιν, τοῦ Χριστοῦ ἔδραμες, εἰς Μονὴν ἀνδρώαν, ταῖς ἀζύγων ὁμηγύρεσι, χωρῆσαι πάγκαλε, καὶ εὐαρεστῆσαι Νυμφίῳ σου, τῷ θείῳ κατορθώμασι, σοῖς ἀσκητικοῖς· ὅθεν ἅπαντες, μῆτερ Εὐφροσύνη, τιμῶντές σε ἀξίως προσευχάς, τὰς σὰς θερμὰς πρὸς τὸν Κύριον, ἐκζητοῦμεν πάντοτε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ς χαρίτων ἑστίαν Εὐφροσύνη Ὁσία σὲ μακαρίζομεν, καὶ μνήμην σου τιμῶντες, τὴν θείαν γηθοσύνως, ἐκβοῶμεν ἑκάστοτε· ἴσθι ἡμῶν ταχινή, προστάτις ἐν τῷ βίῳ.

Στηλογράφημα θεῖον ἀγωγῆς ἐναρέτου καὶ διαυγέστατον, δοχεῖον ἐγκρατείας, Ὁσία Εὐφροσύνη, μὴ ἐλλίπῃς πρεσβεύουσα, ὑπὲρ ἡμῶν τῷ Θεῷ, τῶν σὲ ὑμνολογούντων.

λοφώτου παστάδος σὺν φρονίμοις παρθένοις οἰκήτωρ πάντιμος, ὀφθεῖσα Εὐφροσύνη, παθῶν μου χαμαιζήλων, τὴν σκοτείαν ἐκδίωξον, καὶ τοῦ ἀστέκτου φωτός, ἀνάτειλόν μοι ἦμαρ.

Θεοτοκίον.

Νεκρωθέντα με οἴμοι βδελυραῖς ἁμαρτίαις Θεογεννήτρια, θαῤῥῶν προσέρχομαί Σοι, κραυγάζων· ῥυπτικαῖς Σου, παρακλήσεσι ζώωσον, τὸν θανατώσαντα φεῦ, ψυχήν μου ἔργοις φαύλοις.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Μή με βδελύξῃ, τὸν σὸν ἀχρεῖον ἱκέτην, Εὐφροσύνη ἀλλὰ κάθαρόν με, προσευχῶν ὑσσώπω, τῶν σῶν ἀδιαλείπτων.

χει σὸν πνεῦμα, ὁ οὐρανὸς Εὐφροσύνη, καὶ ἡμεῖς ἐν τῇ γῇ τὰς εὐχάς σου, θησαυρὸν ὡς θεῖον, ἰσχὺν καὶ βακτηρίαν.

λῃ ἐφέσει, τῆς σῆς ψυχῆς Εὐφροσύνη, ἠγωνίσω καὶ ἤρθης πρὸς δόξης, δόμους ἔνθα Κτίστῃ, ὑπὲρ ἡμῶν πρεσβεύεις.

Θεοτοκίον.

Σαρκὸς κινήσεις, τὰς ψυχοκτόνους πρεσβείαις, Εὐφροσύνης κατάστειλον Μῆτερ, ἵνα Σε δοξάζω, τὴν κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

δεῖν τοῦ Φωτοδότου, Ἰησοῦ ἐν πόλῳ, τὸ ἱλαρὸν τοῦ προσώπου ἀξίωσον, τοὺς σὲ πιστῶς Εὐφροσύνη ἀεὶ γεραίροντας.

φθόνως τὴν σὴν χάριν, πέμψον σοῖς ἱκέταις, πανευλαβῶς Εὐφροσύνη ἀοίδιμε, καὶ ἐξ ἐχθροῦ ἐπηρείας ἡμᾶς διάσωσον.

Χαρᾶς ὁδούς μοι δεῖξον, καὶ ἀπηλλαγμένον, θλίψεων βίον ἀνύειν ἀξίωσον, μὲ ἀγλαὴ Εὐφροσύνη ἀξιομίμητε.

Θεοτοκίον.

Μὴ παύσῃ εὐφροσύνης, οὐρανῶν πολίτας, ἡμᾶς γενέσθαι πρεσβεύουσα Δέσποινα, τοὺς ἐμμελῶς Εὐφροσύνην Ὁσίαν μέλποντας.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τῆς Ἀλεξανδρείας σεπτὲ βλαστέ, Παφνουτίου τέκνον, τοῦ Ὁσίου θεοσεβές, Εὐφροσύνη χαῖρε, ἡ ἐν Μονῇ ἀνδρώᾳ, ὑπερφυῶς ἀσκῆσαι, μὴ δειλιάσασα.

Νύμφη τοῦ Κυρίου περικλεές, ἡ ἀπαρνηθεῖσα, σὸν μνηστῆρα τὸν γεηρόν, καὶ ἐπιδοθεῖσα, εἰς ἀνδρικοὺς ἀγῶνας, θεόφρον Εὐφροσύνη, χαῖρέ σοι κράζομεν.

Βίον διανύσασα θαυμαστόν, ἀνδρικοῖς σου πόνοις, Εὐφροσύνη πανευσθενές, τοὺς χοροὺς ἀζύγων, ἐξέπληξας καὶ δῆμον, Ἀγγέλων φωτομόρφων, σοῖς κατορθώμασι.

Ῥῦσαι πάσης βλάβης καὶ συμφορῶν, τοὺς ἀνευφημοῦντας, σὴν ὑπέρλαμπρον βιοτήν, καὶ πταισμάτων λύσιν, ἡμῖν ἀεὶ ἐξαίτει, Ὁσία Εὐφροσύνη, χάριτος σκήνωμα.

Χαίροις Εὐφροσύνη μοναζουσῶν, εὐλαβῶς πυξίον, καὶ πρὸς θέωσιν ὁδηγός, χαίροις παρθενίας, ὑπομονῆς ἀγάπης, νηστείας ἐκμαγεῖον, καὶ ταπεινώσεως.

Ἴθυνὸν τὸ πλῆθος σῶν ἱκετῶν, πρὸς πανευφροσύνους, Εὐφροσύνη σεμνὴ σκηνάς, τὰς ἐν τῷ λειμῶνι, τοῦ οὐρανίου θόλου, καὶ σῶσον ἐκ θανάτου, τοὺς ἀνυμνοῦντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Θείας εὐφροσύνης καὶ χαρᾶς, καταξίωσόν με ἀγήρω, τὸν σοὶ προσπίπτοντα, εὐλαβῶς πανένδοξε, καὶ σὴν ἀντίληψιν, ἐκζητοῦντα ἑκάστοτε, ὁ πάνυ ἀχρεῖος, Εὐφροσύνη πάναγνε, ὡς ἂν γεραίρω σε, νύμφην τοῦ Χριστοῦ τὴν καλλίστην, τὴν ἐν γυναικείῳ σαρκίῳ, ἀνδρικὴν καρδίαν ἀποκρύπτουσαν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου