Τρίτη 6 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ ΙΗ΄. ΑΓΙΑ ΕΛΙΣΑΒΕΤ ΝΕΟΜΑΡΤΥΣ ΡΩΣΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΗ΄!!
ΕΛΙΣΑΒΕΤ ΝΕΟΜΑΡΤΥΣ ΔΟΥΚΙΣΣΑ ΡΩΣΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Συνήχθημεν ἅπαντες ὁμοῦ, μῆτερ ἀξιάγαστε, μελῳδικῶς διηγήσασθαι, τὰ ὑπερθαύμαστα, τοῦ ἀγγελικοῦ σου, βίου κατορθώματα, καὶ πάντων μεμνημένοι βοήσωμεν· ὄντως οὐράνιος, ἐπὶ γῆς ἐφάνης ἄνθρωπος, Ἐλισάβετ μάρτυς παμμακάριστε.

Τοῦ Σχήματος τοῦ Ἀγγελικοῦ, τὸν σταυρὸν ἐπ᾽ ὤμων σου, ἀνδρείως ἦρας πανεύφημε, ἐγκαταλείψασα, πλοῦτον βασιλείας, δόξαν τε τὴν πρόσκαιρον, μονώτατον ποθήσασα κτήσασθαι, τὸν γλυκοπόθητον, Ἰησοῦν ἐν τῆ καρδίᾳ σου, Ἐλισάβετ, μάρτυς παμμακάριστε.

Θεοῦ ὡς εἰκόνα ἀληθῆ, τετραυματισμένην δέ, σοῦ τὸν πλησίον ἐννόησας· ὅθεν καὶ ἔσπευσας, τοῦτον θεραπεῦσαι, τὴν μονὴν ἱδρύσασα, Ἐλέους καὶ Ἀγάπης πανεύφημε, ἐν ἧ καὶ γέγονας, θεῖον ὄντως καταφύγιον, τοῖς ἐν πόνοις, πνεύματος καὶ σώματος.

γάπης ἐνθέου ἡ σφραγίς, πέλει τὸ μαρτύριον, τοῦ συνειδότος καὶ σώματος, ὅπερ ἐπόθησας· ὅθεν ταπεινώσει, πρῶτον τὴν καρδίαν σου, συνέτριψας Θεοῦ κατενώπιον, εἶτα δὲ ἔνδοξε, τὴν ζωήν σου θυσιάσασα, συνεκράθης, τῷ γλυκεῖ Νυμφίῳ σου.

Δόξα... Ἦχος β'.
τὰ πάντα μέλλων ἐν Πνεύματι ἁγίῳ καινοποιῆσαι Κύριος, λογισμὸν ἐν τῆ καρδίᾳ σου ἔνθεον ἐνέσπειρε, ὅπως συστήσης πρωτότυπον μονήν, καὶ ἐν αὐτῆ τὴν πρᾶξιν συμβάλης τῆ θεωρίᾳ· ὅθεν Ἐλέους καὶ Ἀγάπης τὴν μονὴν θεμελιώσασα, τοῖς ἀνθρώποις διηκόνεις πράξεσι φιλανθρωπίας, καὶ ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέπνεες τὴν χάριν τοῦ Κυρίου τῇ προσευχῇ σου· διὰ τοῦτό σε τιμῶμεν, Ἐλισάβετ θεόπνευστε, ὡς τῶν ἁγίων Μάρθας καὶ Μαρίας τὰς ἀρετὰς ἀφομοιώσασαν.

Καί νῦν... Ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.



Εἰς τὸν Στίχον. Ἦχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.
Οἶκος ἡ σὴ μονή, παραμυθίας ὤφθη, πᾶσι τοῖς θλιβομένοις· τοῖς δὲ νοσοῦσι θεῖον, ὡς ἰατρεῖον ἄμισθον.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ποίμνην τὴν λογικήν, ἣν ἐνεπίστευσέ σοι, Ποιμὴν ὁ τῶν ἁπάντων, μέχρι αὐτοῦ τοῦ τέλους, ὡς μήτηρ διεφύλαξας.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.       
Πράξεως ἀρετάς, ὁμοῦ καὶ θεωρίας, ἐκτήσω Ἐλισάβετ· Μαρίας καὶ τῆς Μάρθας, τὸν τύπον γὰρ ἐζήλωσας.

Δοξα. Καὶ νῦν... Θεοτοκίον.
Μὴ παύση ἀγαθή, γλυκεῖα Θεοτόκε, ὁμοῦ σὺν Ἐλισάβετ, πρεσβεύουσα Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ'. Τὴν ὡραιότητα.
Δόξαν ἐπίγειον, σοφῶς ἀπέῤῥιψας, τῶν μονοτρόπων δε, σχῆμα ἐπέλεξας, ὁσιομάρτυς τοῦ Χριστοῦ, πανεύφημε Ἐλισάβετ· ἡ θερμὴ ἀγάπη σου, πρὸς τοὺς πάσχοντας ἔνδοξε, ἄγγελον ἐλέους σε, ἐπί γῆς ἐφανέρωσεν· τὸ αἷμά σου δὲ μάρτυς Κυρίου, τὸν πλοῦτον τῆς καρδίας σου ἐσφράγισεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.









ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθεμένοι.
Τοῦ Θεοῦ ἡ πρόνοια, τὴν σὴν καρδίαν ἰδοῦσα, Ἐλισάβετ ἕνδοξε, σοῦ τὰ διαβήματα καθωδήγησεν, οίκου σου ἔξωθεν, ἔξω τε πατρίδος, καὶ πρὸς ξένην γῆν σε ἤγαγεν, ἵνα φωτίση σου, τὴν ἁγνὴν ψυχὴν θείῳ Πνεύματι, ναμάτων τὲ ἐμπλήση σε, τῆς ὀρθοδοξίας πανεύφημε· καὶ γλυκαινομένην, τῇ χάριτι αὐτοῦ ὁ Ἰησοῦς, ἁγιασμοῦ πρὸς τελείωσιν, μῆτερ ὁδηγήση σε.

θανάτῳ θάνατον, πατήσας θείᾳ δυνάμει, ἐκ θανάτου ὄντως σοι, τὴν ζωὴν ἀνέτειλεν τὴν τοῦ Πνεύματος· ὅτε γὰρ ὁ θάνατος, αἰφνιδίως ἦρεν, άπὸ σοῦ τὸν εὐλαβέστατον, ἅμα φιλόθεον, καὶ ἠγαπημένον σου σύμβιον, οὐδόλως τὴν καρδίαν σου, σκότος κατεμάρανε θλίψεως, ὅτι τῷ Κυρίῳ, στραφεῖσα ἐν δυνάμει προσευχῆς, τῶν μονοτρόπων ἐβάδισας, τρίβον ἁγιότητος.

λισάβετ ἔνδοξε, βασιλικήν σου καρδίαν, τὰ τῆς γῆς βασίλεια, ὑποκλέψαι ὅλως οὐκ ἠδυνήθησαν· μᾶλλον δὲ ἔθελξεν, ἡ τοῦ γλυκυτάτου, Ἰησοῦ ἀγάπη ὅλην σε· ὅθεν καὶ ἔσπευσας, παρὰ τοῦ Θεοῦ καὶ Κυρίου σου, τοὺς πόδας παναοίδιμε, κράζουσα ἐκ βάθους καρδίας σου· πάντα καταλείπω, τοῦ κόσμου τὰ ἐφήμερα τερπνά· ἑνὸς γὰρ χρεία ὑπάρχει μοι, τοῦ Θεοῦ ἡ βίωσις.

Ἕτερα. Ἦχος β'. ῞Οτε ἐκ τοῦ ξύλου.
Μάρθας καὶ Μαρίας τὴν μονήν, ἐπικαλουμένην Ἐλέους, θεμελιώσασα, γέγονας προσφύγιον τῶν ἐν ἀνάγκαις πολλαῖς· καὶ γὰρ πάντας ὡς ἄγγελος, σεμνὴ Ἐλισάβετ, τῆ Χριστομιμήτῳ σου ἐνηγκαλίζου στοργῆ· ὅθεν καὶ Μεγάλην Μητέρα, πάντες σὲ δικαίως ἐκάλουν, ὅσοι τῷ ἐλέει σου ἠγάλλοντο.

Φρίττει ὄντως πᾶσα ἀκοή, ἐπί τὸ παράδοξον τοῦτο· ὡς γὰρ τὸν Κτίστην ποτέ, θανατῶσαι ἔσπευδον οἱ τὴν ἀγάπην αὐτοῦ, πολυτρόπως δεξάμενοι, ὁμοίως καὶ πάλιν, ὡς αὐτοῦ μαθήτριαν σὲ Ἐλισάβετ σεμνή, φθόνῳ κατεδίκασαν πλάνοι, ἐπιλανθανόμενοι πάντων, τῆς ἀγάπης ἔνδοξε τῶν ἔργων σου.

γνως οἷον ἔμελλες σαφῶς, θάνατον φρικτὸν ὑποστῆναι, παρὰ ἀθέων ἐχθρῶν· ὅμως σὺ ἐπόθησας τοῦ μαρτυρίου ὁδόν· ὅθεν οὐκ ἐγκατέλιπες, τὴν μάνδραν σου ὅλως, τῆς φυγῆς διώκουσα τὸν παγερὸν λογισμόν· μέχρι γὰρ καὶ τέλους ἀνδρείως, τὴν βουλὴν Κυρίου ἐδέξω, Ἐλισάβετ Μάρτυς ἀξιάγαστε.

Δόξα... ῏Ηχος πλ. β'.
Σκότος μέγα! καὶ ποῦ σε μάρτυς ὁδηγεῖ, τῶν ἀθέων ἐχθρῶν χείρ ἡ μιαιφόνος; ἀλλ῏ ἰδοὺ ἡ σὴ γλυκεῖα φωνή, λόγους Χριστολέκτους φθέγγεται· ἄφες αὐτοῖς Κύριε· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Φρίττει πᾶσα ἀνθρώπων διάνοια ἐπί τῆ σῆ μεγαλοψυχίᾳ· ἡ δὲ κτίσις τρέμει, μέλλουσα τὴν ἄδικόν σου σφαγὴν μαρτυρῆσαι μυστικῶς· ἀλλὰ πάλιν θαῦμα παράδοξον φαίνεται· ἐν γὰρ τῷ λάκκῳ τοῦ μαρτυρίου βεβλημένη, ὕμνον τὸν χερουβικὸν ὡς ἄγγελος ἔψαλλες, μετὰ τῶν ἀοράτως παρισταμένων σοι Δυνάμεων· καὶ αἴφνης σιγὴ μεγάλη τὸ τέλος μηνύουσα· ἡμῖν δὲ οὐκ ἔστιν ἄλλο τι εἰπεῖν, εἰ μὴ μόνον χαῖρεν. χαῖρε, Ἐλισάβετ γλυκυτάτη νύμφη τοῦ Χριστοῦ, ἔνδοξε ὁσιομάρτυς! νῦν δὲ ἐν τοῖς οὐρανοῖς, τῆ καταφλεγούσῃ σε ὑπὲρ ἡμῶν ἀγάπη κινουμένη, πρέσβευε τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν... Θεοτοκίον. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα·

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα').
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη· μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσίν αὐτῆς·  ἐγένετο ὡσεί ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον· καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα· ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον· ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπί τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον· χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ  ἐξέτεινε πτωχῷ ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.




Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ, μγ' 9-14),
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς Κύριος ὁ Θεός, καί ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται· ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων· ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοί μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ῟ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1-9).
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσίν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὅψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης· καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται· κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοί ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, και ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
















Εἰς τὴν Λιτήν. Ἦχος α'.
Τὸν πολύτιμον εὗρες καὶ νοητὸν μαργαρίτην, τὸν ἐν τῆ καρδίᾳ σου κεκρυμμένον, Χριστὸν τὸν Θεόν, ὃς ὄντως ἐστίν ἡ Βασιλεία ἡ αἰώνιος· ὅθεν βασιλείαν ἐπί τῆς γῆς ὡς οὐδὲν ἐλογίσω, τὴν δὲ πτωχείαν τοῦ πνεύματος σωφρόνως προείλου· διὸ καί ἀπείληφας ἄφθαρτον οὐράνιον θησαυρόν, τὴν αἰώνιον πρὸς πρόσωπον θεωρίαν τοῦ γλυκυτάτου Ἰησοῦ· αὐτὸν νῦν ἱκέτευε, Ἐλισάβετ ὁσιομάρτυς, ἵνα καὶ ἡμεῖς οἱ ἐν τῆ μαρασμώδει γῆ τῶν παθῶν αὐτοεξορισθέντες, ἀξιωθῶμεν καὶ πάλιν οἰκήτορες γενέσθαι τῆς ἀνθηρᾶς Βασιλείας τῶν οὐρανῶν.

Ἦχος β'.
Τὴν λαμπάδα τῆς ψυχῆς σου τὸ Πνεῦμα τὸ πανάγιον τοῖς ποικίλοις αὐτοῦ χαρίσμασι κατακοσμῆσαν, θέαμα ἐξαίσιον πνευματικὸν τῷ κόσμῳ σὲ ἐφανέρωσεν· καὶ γὰρ τοῦ Σχήματος τοῦ Ἀγγελικοῦ τὸ ἔνδυμα περιβληθεῖσα, μεσονυκτίοις δεήσεσιν οὐκ ἐπαύου τῆς καρδίας σου τοὺς ἀλαλήτους στεναγμοὺς θυσίαν μυστικὴν τῷ Κυρίῳ προσφέρουσα· ὅθεν καὶ τοῦ Πνεύματος τὴν χάριν βιαίως εἵλκυσας, ἥπερ καὶ ἐν τῆ καρδίᾳ σου σκηνώσασα εἰς ἁγιασμοῦ σε τελείωσιν ὡδήγησεν· διὸ πρὸς αὐτὴν καὶ ἡμᾶς ὁδήγησον, Ἐλισάβετ πανεύφημε.

Ἦχος δ'.
Τοῖς σοῖς πνευματικοῖς πατράσι πάντοτε ὑποτασσομένην βλέπον σε τὸ Πνεῦμα τὸ ἅγιον, τῆς διακρίσεως σπέρματα τὰ πνευματικὰ ἐν τῇ ψυχῇ σου ἐφύτευσεν, ἐξ ὧν καρπὸν ἐγεώργησας τὸ διεισδύειν εἰς τὰς καρδίας τῶν ἀνθρώπων· οὕτω πάντα τὰ πρὸς σωτηρίαν ἐδίδασκες τοὺς εἰς σὲ καταφεύγοντας, θεοφώτιστε· ὅθεν σε καὶ ἡμεῖς νῦν προσκαλοῦμεν· ἐλθὲ καὶ τὴν χεῖρα τῆς ψυχῆς ἡμῶν λαβοῦσα πρὸς τὴν Βασιλείαν τῶν οὐρανῶν ὁδήγησον ἡμᾶς. 

Ἦχος πλ. α'.
Τὸ τῆς καρδίας σου περίσσευμα, ἁγιασμοῦ σοι φύραμα γέγονεν· ἡ ἄφατος γὰρ πρὸς τὸν πλησίον σου ἀγάπη ὑπερεκχειλίσασα, πλήθη θλιβομένων ἐλεητικῶς κατέκλυσεν· ὀρφανοῖς μὲν γνησία μήτηρ ἐφάνης, τοῖς ἀσθενοῦσιν οὐρανόσταλτος ὡς ἄγγελος τὴν ἴασιν ἐχορήγεις δαψιλῶς, τοὺς δὲ πτωχοὺς ὑλικῶς καὶ πνευματικῶς πολλάκις ἐστήριξας· νῦν δὲ τῆ θερμουργῷ σου παῤῥησίᾳ πρεσβεύεις τῷ ἐλεήμονι Θεῷ, Ἐλισάβετ ἀξιοθαύμαστε, ἵνα φωτίσῃ καὶ ἡμᾶς εἰς τὸ ἐπιτελεῖν πάντα τὰ αὐτῷ εὐάρεστα.





Δόξα… Ἦχος πλ. δ'.
Τῇ μητρικῆ ἀγάπῃ κινουμένη τούτους τοὺς λόγους λέγει πρὸς ἡμᾶς ἡ θεόσοφος ὁσιομάρτυς Ἐλισάβετ· εὐκολώτερον φρύγανον εὐτελὲς ἀντιστῆναι πυρᾷ πολλῇ, ἢ τῆς ἁμαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάμει. Ταύτην οὖν φυτεύσωμεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα μετὰ τῶν ἁγίων πάντων στῶμεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐηρέστησαν ἀπὸ τῆς εἰς τὸν πλησίον ἀγάπης· ὅθεν αὐτοὺς μιμησώμεθα.

Καί νῦν... Θεοτοκίον. Ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὰ Ἀπόστιχα. Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις, σταδιοδρόμε Χριστοῦ, νεομαρτύρων Ἐλισάβετ τὸ καύχημα· ἀγάπη γὰρ συσχεθεῖσα, τοῦ σοῦ Νυμφίου σφοδρῶς, τέλος μαρτυρίου ἐπεπόθησας· τοῦ Πνεύματος χάριτι, πιανθεῖσα πανένδοξε, οὐκ ἐλογίσω, τῶν βασάνων τὰ φόβητρα, ἀλλ' ὡς ἔλαφος τῷ Κυρίῳ σου ἔδραμες· πᾶσα γὰρ ἡ ἀλήθεια, ὡς ἔφης θεόπνευστε, ἐν οὐρανοῖς ἐμφωλεύει, ἔνθα κρυφίως κατέφυγεν. Αὐτὴν ὄντως εὗρες, ὅθεν ἴθυνον πρὸς ταύτην, ἡμῶν τὰ βήματα.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
ντως, εἰρήνης θεῖος λιμήν, ἡ σὴ καρδία ἐναπέφηνεν ἔνδοξε· τοῖς κλύδωσι γὰρ τοῦ βίου, οὐκ ἐταράχθη ποσῶς, ἡ ἐν τῷ Θεῷ προσκαρτερία σου· ὀξύτονα πάντα δέ, βέλη θλίψεων ἔφυγες, παραδιδοῦσα, τοῦ Θεοῦ τῷ βουλήματι, πᾶσαν μέριμναν τῆς ζωῆς σου πανεύφημε, ὅλη καρδίᾳ χαίρουσα, χαρᾷ τῆ τοῦ Πνεύματος, ἐπί τοῖς πόνοις σου πᾶσι, δι῾ ὧν τυχεῖν πόθῳ ἤλπιζες, Χριστοῦ Βασιλείας, Ἐλισάβετ νεομάρτυς, ἀειμακάριστε.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, τῶν παλαιῶν ἀσκητῶν, τὴν θείαν τρίβον ἡ γενναίως βαδίσασα, νηστείαν τε χαμευνίαν, καὶ ἀγρυπνίαν στεῤῥῶς, μέχρι καὶ τοῦ τέλους γὰρ ἐτήρησας. Οἰκεῖον δὲ θέλημα, ἑκουσίως ὑπέταξας, τῇ διακρίσει, σῶν Πατέρων πανεύφημε· ὅθεν ἅπαντα, τὰ σὰ ἔργα εὐλόγησεν, χάρις τοῦ θείου Πνεύματος, ἡ ὄντως αὐξήσασα, τῶν σῶν ἀγώνων τὰ ἄνθη, καὶ εἰς καρποὺς ἀναδείξασα· διὸ τῆς ἀγάπης, αἱ ξενήκουστοί σου πράξεις, πάντας ἐξέπληξαν.



Δόξα... ῏Ηχος πλ. δ'.
Πράξεως καὶ θεωρίας τελείαν συνένωσιν ἐπέτυχες, τῷ Χριστῷ διακονοῦσα ἐν τῷ προσώπῳ τοῦ πλησίον, καὶ τῇ ἀδιαλείπτῳ προσευχῇ διηνεκῶς ἐνηχουμένη τοῦ σοῦ Νυμφίου τὸν λόγον νοερῶς ἐν τῇ καρδίᾳ σου· οὕτω τὸν τύπον ἐφήρμοσας τῶν ἁγίων Μάρθας καὶ Μαρίας, αἷς καὶ ἀφιέρωσας ἣν ἐθεμελίωσας μονήν· διό, Ἐλισάβετ πανεύφημε, τῷ Κυρίῳ πρέσβευε δοῦναι καὶ ἡμῖν ὡς ἑαυτοὺς ἀγαπᾶν τὸν πλησίον ἡμῶν, καὶ ἐν καθαρᾷ καρδίᾳ τῷ Θεῷ προσεύχεσθαι.

Καί νῦν... Θεοτοκίον. Ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ'. Τὴν ὡραιότητα.
Δόξαν ἐπίγειον, σοφῶς ἀπέῤῥιψας, τῶν μονοτρόπων δε, σχῆμα ἐπέλεξας, ὁσιομάρτυς τοῦ Χριστοῦ, πανεύφημε Ἐλισάβετ· ἡ θερμὴ ἀγάπη σου, πρὸς τοὺς πάσχοντας ἔνδοξε, ἄγγελον ἐλέους σε, ἐπί γῆς ἐφανέρωσεν· τὸ αἷμά σου δὲ μάρτυς Κυρίου, τὸν πλοῦτον τῆς καρδίας σου ἐσφράγισεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.













ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κάθισμα μετὰ τὴν α' στιχολογίαν. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
γινώσκων τὰ μέλλοντα ὡς Θεός, τῆς καρδίας σου πόθον τὸν ἀληθῆ, ἰδὼν οὐ παρέβλεψεν, καίτοι σκότος βαθύτατον, τῆς ἀγνωσίας μῆτερ, τὴν ψυχήν σου ἐκάλυπτεν, ἀλλὰ τῆς σωτηρίας τὴν θύραν σοι ἤνοιξε· ἄλλην γὰρ εἰς χώραν μεταθείς σε ὁ Κτίστης, ἐν βάθει καρδίας σου ὀρθοδόξου τῆς πίστεως, τὸν θεμέλιον ἔθηκεν· ὅς ἐστι Χριστὸς ὁ Θεός, ᾧ καὶ πόθῳ θείῳ ἠκολούθησας, ἐκ βαθέων καρδίας, αὐτὸν ἀγαπήσασα.
Δοξα. Καὶ νῦν... Θεοτοκίον.
Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ, τῆς καρδίας μου πόθον τὸν ἀληθῆ, γινώσκεις σαφέστατα· ὅθεν σπεῦσον σοῦ δέομαι, καὶ λῦσον τῆς ψυχῆς μου σκοτοδίνην τὴν ἄμορφον, τοῦ σοῦ Υἱοῦ Παρθένε τὸ φῶς μοι ἐκλάμπουσα· ὅπως ἀναβλέψω καθαρᾷ διανοίᾳ καὶ ἅπαν τὸ πλήρωμα ὀρθοδόξου τῆς πίστεως, ἐγχωρήσω ἐν Πνεύματι·  ὅς ἐστι Χριστὸς ὁ Θεός, ὁ Υἱός σου καὶ ἐμοῦ ὁ Κύριος, ὃν θεμέλιον θήσω ὡς μόνον ἀσάλευτον.

Κάθισμα μετὰ τὴν β' στιχολογίαν. Ἦχος γ'. Θείας πίστεως.
πηρέτησας ἀόκνως μάρτυς, τῷ πλησίον σου ὁλοκαρδίως ἐν αὐτῷ γὰρ ἐθεώρεις τὸ πρόσωπον, τοῦ γλυκυτάτου Νυμφίου σου πάντοτε· ὅθεν εἰς τέλος τοὺς πάντας ἠγάπησας· καὶ τὸ γνήσιον καὶ ἄδολον τῆς ἀγάπης σου, τῷ αἵματί σου ἔνδοξε ἐσφράγισας.
Δοξα. Καὶ νῦν... Θεοτοκίον.
Μῆτερ ἄχραντε εὐλογημένη, δός μοι δέομαι τῷ σῷ ἱκέτῃ, ἐν τῷ προσώπῳ τοῦ πλησίον μου πάντοτε, βλέπειν τὸ ὄντως γλυκύτατον πρόσωπον, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ μου πανάμωμε· καὶ δυνάμωσον προθύμως με θνήσκειν πάντοτε, ὑπὲρ τοῦ ἀδελφοῦ μου θεονύμφευτε.

Κάθισμα μετὰ τὸν Πολυέλεον. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
  πρόσδεξαι Χριστὲ τῆς σῆς δούλης τὸ αἷμα, καὶ ἄφες ἀγαθὲ τοῖς ἐχθροῖς μου τὸ πταῖσμα· οὐκ οἴδασι Δέσποτα ἀληθῶς τί ἐποίησαν· ὅθεν δέομαι μὴ τούτους Πάτερ παιδεύσης, πόνῳ ἔκραζε ἡ Ἐλισάβετ ἡ μάρτυς· ἣν πόθῳ δοξάζομεν.
Δοξα. Καὶ νῦν... Θεοτοκίον.
Οὐ δύναμαι ἁγνὴ Παναγία Παρθένε, ἐξ ὅλης τῆς ψυχῆς ἀληθῶς ἀφιέναι, τὰ πταίσματα ἅπαντα τοῖς ἐμὲ καταθλίβουσιν, ἀλλὰ δέομαι τὴν ἐμπαθῆ μου καρδίαν, σὺ ταπείνωσον, ὅπως συγχώρησιν πᾶσιν, ἐκ βάθους χαρίζομαι.


Οἱ Ἀναβαθμοί, τὸ α' Ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον· πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον (ζήτει τῆ Τετάρτη τῆς Γ' Ἑβδομάδος Ματθαίου),
Ὁ Ν' Ψαλμός.
Δόξα... Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. ῏Ηχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸ μεγαλεῖον τῆς σῆς ταπεινώσεως ὁρῶντες ἐκπληττόμεθα, Ἐλισάβετ ἔνδοξε· καίτοι γὰρ τῆς ἡγουμενίας τὸ σκῆπτρον κατεῖχες, πρώτη εἰς διακονίαν ἔσπευδες, τύπος φιλοπονίας τῆ ἀδελφότητι γινομένη· πάντοτε δὲ συγχώρησιν αἰτοῦσα καί τοῖς πᾶσι συγχωροῦσα, εὗρες ἐν τῆ ψυχῆ σου τὴν ἀνάπαυσιν, ἣν ὁ Κύριος ὑπέσχετο· ὅθεν σε σήμερον οἱ πιστοί θερμῶς μεγαλύνομεν.

Ὁ Κανὼν τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς· Ἐλισάβετ χαίροις ἡ τῆ καρδίᾳ βασίλειος.
ᾨδὴ α'. Ἦχος δ᾽. Ἀνοίξω τὸ στόμα μου.
λθὲ ὦ Παράκλητε καὶ καταφώτισον χάριτι, καρδίας τῶν δούλων σου, ὅπως αἰσίαις φωναῖς, ἀνυμνήσωμεν, τὴν θείαν Ἐλισάβετ, τὴν σὲ ἀνυμνήσασαν μέχρι καὶ αἵματος.
Λυτήριον ἤνοιξεν ὁδόν σοι μόνος ὁ Κύριος, πρὸς φῶς τὸ τῆς πίστεως τῆς ὀρθοδόξου σαφῶς, ὁδηγήσας σε· καὶ γὰρ ἐν ἀγνωσίᾳ ὑπῆρχες τὸ πρότερον μάρτυς πανεύφημε.
θύντρια δύναμις ἡ ἀγαθή σου προαίρεσις, πρὸς γνῶσίν σοι γέγονε τῆς ἀληθείας σεμνή τῷ δὲ χρίσματι, τῷ θείῳ φωτισθεῖσα, εἱλκύσω τοῦ Πνεύματος, πάσας τὰς χάριτας.
Θεοτοκίον.
Σὺ μόνη πανάμωμε ὡς μήτηρ τοῦ Παντοκράτορος, κρατεῖς στοργικώτατα καὶ ὁδηγεῖς μητρικῶς, πρὸς σωτήριον, ὁδὸν θεογνωσίας, τοὺς δίψει προστρέχοντας τῆ ἀντιλήψει σου.










ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.
πέῤῥιψας πλοῦτον βασιλείας, καὶ δόξαν ἐπίγειον σοφῶς· συμβίου σου γὰρ ἔνδοξε, αἰφνίδιος ὁ θάνατος, τοῦ βίου σοί ἀπέδειξεν, τὴν θλιβερὰν ματαιότητα.
Βασίλειον δόξαν οὐρανίαν, ποθήσασα μάρτυς ἐκ ψυχῆς, ἐν μετανοίᾳ ἔσπευσας, καθᾶραι τὴν καρδίαν σου· καὶ μοναστῶν τῷ σχήματι, τὴν σὴν βουλὴν ἐπεσφράγισας.
λέους δοχεῖον ἀπεφάνθη, ἡ ὄντως ἁγία σου ψυχή· πρωτότυπον γὰρ ἵδρυσας, μονὴν ἀξιοθαύμαστε, διακονῆσαι σπεύσασα, τῷ ἐν ἀνάγκαις πλησίον σου.
Θεοτοκίον.
Τὸν θείῳ ἐλέει καταβάντα, ἐκ θρόνου πατρώου μυστικῶς, ὡς ἰατρὸς πανάριστος, ἰάσασθαι τὸν ἄνθρωπον, σὺ Πάναγνε ἐγέννησας, εἰς εὐφροσύνην παγκόσμιον.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθείς.
Θεοδιψής σου ἡ καρδία θεόφρον, τῆς ἡσυχίας τὰς πηγὰς ἐπεζήτει, ἐξ ὧν ἐκβλύζει Πνεύματι τὸ ὄντως ἐφετόν, Ἰησοῦ τὸ ὄνομα, τὸ οὐράνιον πόμα· ὅμως ἡ ἀγάπη σου πρὸς τὸν πέλας ὦ μάρτυς, ἐν τῆ ὁδῷ σε ὄντως τῆ στενῆ, διακονίας, πανεύφημε ἔθετο.
Δοξα. Καὶ νῦν... Θεοτοκίον.
ς χορηγὸς τῆς ἐν Χριστῷ ἡσυχίας, Παρθενομῆτορ Θεοτόκε Μαρία, τῷ τρισαθλίῳ δώρησαι ἱκέτη σου σεμνή, σοῦ Υἱοῦ τὸ ὄνομα, ἔχειν ἀδιαλείπτως, ἐν καρδίᾳ πάναγνε καὶ σὺν τούτῳ μοι δίδου, τὸ ἀγαπᾶν ἐξ ὅλης τῆς ψυχῆς, ὡς ἑαυτόν μου, ἁγνὴ τὸν πλησίον μου.

ᾨδὴ δ'. Τὴν ἀνεξιχνίαστον.
Χαίρουσα ἐπ' ὤμων σου ἦρας σταυρόν, τῆς διηνεκοῦς βίας φύσεως, ὦ Ἐλισάβετ, καὶ πρὸς μάχην νοητήν, ἐχώρησας κραυγάζουσα· δέξαι Ἰησοῦ μου τοὺς πόνους μου.
χθος ἐπικάρδιον ἀποτεχθέν, πτώσει τῆ δεινῆ τοῦ Προπάτορος, σὺ ἐναπέθου, ταπεινώσεως ζυγῷ· διὸ καὶ τὸν πλησίον σου, πάσης ἐξ ἀνάγκης ἐκούφιζες.
διόν σου θέλημα κενωτικῶς, τῷ Θεοῦ συνῆψας θελήματι, καὶ τῷ πλησίον, διηκόνησας θερμῶς· διὸ ἐν τῆ καρδίᾳ σου, εὗρες πλατυσμὸν τὸν τοῦ Πνεύματος.
Θεοτοκίον.
υπτικῷ σου πάναγνε θείῳ φωτί, σκότος τὸ ῥυπαῖνον τῶν δούλων σου, τὰς διανοίας, ἀποδίωξον ταχύ, καὶ Ἥλιον τὸν ἄδυτον, ταῖς ψυχαῖς ἡμῶν ἐξανάτειλον.



ᾨδὴ ε'. ᾽Εξέστη τὰ σύμπαντα.
λόδακρυς γέγονε, συγχώρησιν αἰτούμενος, ἄθεός ποτε ἐν τῆ μονῆ σου, κατανοήσας σου τὴν πολλὴν ἀρετήν· διὸ μετεστράφη παρευθύς, καί τὸν μόνον Κύριον, εὐλαβῶς προσεκύνησεν.
κέτευες πάνσεμνε, ἐν δάκρυσι τὸν Κύριον, πάντοτε ὑπὲρ τῶν ἀσθενούντων· τοὺς δὲ θανάτου μέλλοντας βῆναι ὁδόν, τῆ σῆ γλυκυτάτη διδαχῆ, τοῦ Θεοῦ τὸ πρόσωπον, κατιδεῖν προητοίμαζες.
Συνέριθον ἔχουσα, τὴν θείαν χάριν πάντοτε, πᾶσιν ἰατρείας ἐχορήγεις· ἰατρικῆ γὰρ πρὸς ἐπιστήμη σοφῶς, τὴν ἔνθερμον μάρτυς προσευχήν, θεοπνεύστως ἥρμοσας, Ἐλισάβετ πανεύφημε.
Θεοτοκίον.
μόνη κυήσασα, τὸν μόνον Παντοδύναμον, μέγαν ἰατρὸν καὶ ζωοδότην, τοῦτον Παρθένε ἀεί δυσώπει θερμῶς, παθῶν ἰατρεῦσαι τὰς οὐλάς, κάλλος τὸ πρωτόκτιστον, ἐμποιῶν ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ς'. Τὴν θείαν ταύτην.
Τροφὸς ἐφάνης πανεύφημε, καὶ μήτηρ ἀληθὴς προστατεύουσα, καὶ περιθάλπουσα, τὰ ὀρφανὰ καὶ θλιβόμενα, γλυκύτατα παιδία, ὥσπερ  φιλότεκνος.
σὴ μονὴ ἣν ἐκάλεσας, Ἐλέους καὶ Ἀγάπης πανεύφημε, ὄντως οὐράνιον, θεραπευτήριον πέφηνε, ψυχῶν τε καὶ σωμάτων, πᾶσι τοῖς κάμνουσι.
Καρποῖς τοῦ Πνεύματος ἔτρεφες, τοὺς πίστει τε καὶ πόθῳ προστρέχοντας, τῆ προστασίᾳ σου· ὅθεν Μεγάλην Μητέρα σέ, ὦ Ἐλισάβετ μάρτυς, πάντες ὠνόμαζον.
Θεοτοκίον.
γνὴ Παρθένε οἱ δοῦλοί σου, ὡς μόνην σε Μητέρα γινώσκομεν· ὅθεν ἀείποτε, ταῖς φιλοτέκνοις ἀγκάλαις σου, ἀπὸ παντοίας βλάβης, σκέπε τὰ τέκνα σου.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
λισάβετ ἔνδοξε, ὁσιομάρτυς Κυρίου, ὄντως ξένον θέαμα, ἡμῖν ὁ βίος σου ὤφθη· δόξαν γάρ, τῆς βασιλείας σου ἀπηρνήσω, δόξαν δέ, τὴν τοῦ Νυμφίου σου ἐπεζήτεις· ἣν ἐν τέλει καὶ ἐκτήσω, ἐθελουσίως τὸ αἷμα σου χέασα.
Ὁ Οἶκος.
Χαλεπόν ἐστι τοῖς ἀνθρώποις τὴν ἀλήθειαν εὑρεῖν ἐπί τῆς γῆς· καὶ γὰρ πλειοτέρως καθ' ἑκάστην ἡμέραν ἡ γῆ ἡμῶν κατακλύζεται τῆς ἁμαρτίας τοῖς κλύδωσιν· ὅθεν ἵνα μή τις ἀπογνῷ, ἐν τοῖς οὐρανοῖς δεῖ αὐτὸν τὴν ἀλήθειαν ἐκζητῆσαι, ἐνθα κρυφίως κατέφυγεν, ἐμπόνως ἐδίδασκες, ὦ θεόσοφε ὁσιομάρτυς. Ταύτην οὖν καὶ αὐτή, ὦ Ἐλισάβετ, ποθήσασα, δάκρυσιν αὐτὴν διηνεκῶς ἐπεζήτεις· ἣν ἐν τέλει καὶ ἐκτήσω, ἐθελουσίως τὸ αἷμα σου χέασα.
Τὸ Συναξάριον.
Τῆ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἁγίας νέας ὁσιομάρτυρος Ἐλισάβετ τῆς Μεγάλης Δουκίσσης τῆς Ῥωσίας, τῆς ἐν Ἀλαπαγέφσκ μαρτυρησάσης ἐν ἔτει 1918ῳ.
Νεύσει ὁλοτρόπῳ πρὸς Χριστὸν στραφεῖσα,
θέαμα οὐράνιον ἐν γῇ ἐφάνης.
Ὀγδοάτη καὶ δεκάτη Ἐλισάβετ Χριστὸν ἐθεάσατο.

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
άγδην βλέπουσα, μαστιζομένην ἔνδοξε, Ῥωσίαν ἅπασαν, παρὰ ἀθέων ἐχθρῶν, καὶ ὅλην ἐν αἵματι σπαραττομένην δεινῶς, τὸν Φιλάνθρωπον,  πυρίνοις ὄντως δάκρυσιν, εἰς βοήθειαν ἐκάλεις.
Διαμείνασα, ἡμέρας δέκα ἔνδοξε, παρὰ τὸ λείψανον, τοῦ ἐν Σαρὼφ Σεραφείμ, αὐτὸν παρεκάλεσας ὡς μέγαν ὅσιον, πρὸς τὸν Κύριον, ὑπὲρ  λαοῦ τοῦ πάσχοντος, ἀναπέμψαι ἱκεσίαν.
χνηλάτησας, μαρτυρικοῖς ἐν βήμασι, Χριστὸν τὸν Κύριον· ὅθεν σε πάντες δεινῶς, ἐν τέλει ἐδίωξαν οὓς εὐηργέτησας· σὺ δὲ ἔνδοξε, τοῖς πᾶσι συνεχώρησας, ἀληθῶς ἀπὸ καρδίας.
Θεοτοκίον.
πειρόγαμε, κατάπαυσον τὸν πόλεμον, τῶν ψυχοφθόρων παθῶν, τῶν πολεμούντων ἡμᾶς, Χριστὸν ἡ κυήσασα τὸν εἰρηναῖον Θεόν· καί ἐνίδρυσον, γαλήνην τὴν τοῦ Πνεύματος, τῶν πιστῶν ἐν ταῖς καρδίαις.

ᾨδὴ η'. Παῖδας εὐαγεῖς.
Βέλει ἀθεΐας τετρωμένος, λαὸς ὃν πλουσίως εὐηργέτησας, κατὰ σοῦ κινούμενος, ὡς κακοῦργον πάντιμε, συκοφαντήσας ἔσπευσέν σε θανατῶσαι πικρῶς, πανεύφημε, σεμνὴ Ἐλισάβετ· ὅθεν τοῦ Κυρίου, τὸ πάθος ἐμιμήσω.
λγος τὴν γλυκεῖάν σου καρδίαν, ἐπίκρανεν ὅτε σὲ ἐχώρισαν, ἐκ τῆς ἀδελφότητος, τῆς μονῆς σου ἔνδοξε· βιαίως δὲ σὲ ἤγαγον εἰς ἐξορίαν πικράν, ἀλλ' ἔστησας, ψυχῆς σου τοὺς πόδας, ἐπί τοῦ Κυρίου, βουλῆς τὴν θείαν πέτραν.
Σπεῖρα παρανόμων ὠμοτάτη, εἰς λάκκον ἐκρήμνισέν σε ἔνδοξε· ἐν αὐτῷ δὲ ἔκραζες, τῷ Κυρίῳ λέγουσα· μὴ στήσης τούτοις Κύριε παρακαλῶ σε θερμῶς, τὸ ἔγκλημα, ἀλλ' ἄφεσιν δίδου· οὐ γὰρ ἐννοοῦσι, τί πράττουσιν ὦ Σῶτερ.
Θεοτοκίον.
θι πρὸς ἡμᾶς ὦ Θεομῆτορ, καὶ δὸς ἡμῖν δύναμιν τοῦ Πνεύματος, καὶ θερμῶς καρδίωσον, ὅπως τὸ μαρτύριον, ἀνδρείως ὑπομείνωμεν τοῦ συνειδότος ἡμῶν, καὶ αἵματι, ψυχῆς ἀοράτῳ, δόξαν τῷ Υἱῷ σου, εὐλογημένη δῶμεν.


ᾨδὴ θ'. Ἅπας γηγενής.
Λόγοις ἱκανοῖς, τιμῆσαί σε ἔνδοξε μάρτυς Κυρίου σεμνή, ὅλως οὐκ ἰσχύομεν· πῶς γὰρ τοῖς ῥήμασι περιλάβωμεν, τὴν ἔμπυρον ἀγάπην σου πρὸς τὸν Νυμφίον Χριστόν, Ἐλισάβετ, ἣν καί ἐπεσφράγισας, τῆ ἁγίᾳ ῥοῇ τῶν αἱμάτων σου.
ναιμος σπορά, ἐφάνη πανεύφημε ὦ Ἐλισάβετ σεμνή, ἡ σεπτὴ θυσία σου· καὶ γὰρ ἐβλάστησε θείῳ Πνεύματι, νεομαρτύρων τάγματα ἐν πολυφόρῳ τῆ γῆ, τῆς Ῥωσίας, οἵτινες θεμέλιον, 'Εκκλησίας καινὸν ἀνεδείχθησαν.
στασαι σεμνή, προσώπου Νυμφίου σου νῦν κατενώπιον, καὶ ἐν θείῳ Πνεύματι, καταπιαίνεται ἡ καρδία σου· τὸ σκῆνός σου δὲ ἔνδοξε ἐπί τῆς γῆς θησαυρός, κατελείφθη, ἄφθαρτον ὡς ἔμεινεν, τοῦ θανάτου δηλοῦν τὴν κατάργησιν.
λῃ τῆ ψυχῇ, ἐδόθη σοι χαίρουσα ἕως ἐσχάτης πνοῆς, μετὰ σοῦ βαδίσασα, ἐθελουσίως πρὸς τὸ μαρτύριον, Βαρβάρα ἡ πανεύφημος μεθ’ ἧς ἀγάλλεσθε νῦν, ἐν ἀύλοις, οὐρανῶν σκηνώμασι, καί μαρτύρων χοροῖς συνευφραίνεσθε.
Θεοτοκίον.
Στέργουσα ὦ ἁγνή, τῆ θείᾳ φροντίδι σου ἡμᾶς τοὺς δούλους σου, μὴ ἐλλίπης πώποτε, ἀλλὰ φυλάττουσα καθοδήγησον, πρὸς ἔνθεον ἀγάπησιν τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ ἀξίους, ἐνδειχθῆναι ποίησον, Βασιλείας Θεοῦ ἐνοικήτορας.

Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἐλισάβετ μὴ παύση, πτέρυξι πάντοτε θείαις, τῆς σῆς ἀφάτου ἀγάπης, σκέπουσα πάντας τοὺς πίστει, εἰς προστασίαν καλοῦντας, τὴν σὴν ἀντίληψιν μάρτυς.
Θεοτοκίον.
δὸς ἡμῖν Θεοτόκε, ἀκολουθῆσαι ἀξίως, τῆ ἐν Χριστῷ πολιτείᾳ τῆς θαυμαστῆς Ἐλισάβετ· ὅπως ἁγνὴ τῷ Υἱῷ σου, εὐαρεστήσωμεν πάντες.













Εἰς τοὺς Αἴνους. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τίς μαρτυρίου τὸν τόπον, ὁδηγουμένη σεμνή, ὡς ἄφωνον ἀρνίον, ταθερῶς προεχώρεις· ἐν βάθει δὲ καρδίας ὕμνους Χριστῷ, ἀναμέλπουσα ἔχαιρες, τὸ τῶν ἀρχαίων μαρτύρων ὡς ἀληθῶς, θεῖον φρόνημα δεικνύουσα.

Τοὺς τῶν βασάνων σου πόνους, Χριστῷ προσήνεγκας, ὑπὲρ τῶν σῶν δημίων, ἱλασμοῦ ὡς θυσίαν, εἰς ἄφεσιν τελείαν πάντων δεινῶν, ὧν σοί μάρτυς ἐπήνεγκον, τὸ τοῦ Κυρίου μακρόθυμον ἀληθῶς, Ἐλισάβετ διαγράφουσα.

Τὴν γλυκυτάτην εἰκόνα, τοῦ σοῦ Νυμφίου Χριστοῦ, ἐπί τὴν σὴν καρδίαν, Ἐλισάβετ κρατοῦσα, ἐν λάκκῳ βεβλημένη ἔνθα Θεόν, σῷ θανάτῳ ἐδόξασας, ἕως ἐσχάτης πνοῆς σου πόθῳ σφοδρῷ, τὴν ἀγάπην σου ἐδήλους αὐτῷ.

Μαρτυρικόν σου τὸ σκῆνος, μέτοχον γέγονε, ἀπὸ τοῦ νῦν αἰῶνος, τῆς Χριστοῦ Βασιλείας· καὶ γὰρ ἀθανασίας τύπον σαφῶς, προδεικνῦον διέμεινεν, πλείστοις ἐν ἔτεσιν ἄφθαρτον θαυμαστῶς, τὴν σὴν δόξαν καταγγέλλον ἡμῖν.

Δόξα... Ἦχος πλ. α'.
Τῷ πυρὶ τοῦ θείου ἔρωτος ἡ καρδία σου φλεγομένη, φρόνημα νικοποιὸν ἀνέλαβεν, καί πρὸς μαρτυρίου τὴν ὁδὸν δραμεῖν σε ἠνάγκασε· καί γὰρ οὐκ ἔφερες τὴν ἔμπυρον ὀδύνην τοῦ μὴ θεωρεῖν τὸ γλυκοπόθητον κάλλος τοῦ Νυμφίου σου. Ὁ δὲ Κύριος ἄφθαρτον ἐν πλείστοις ἔτεσι τὸ σκῆνος σου διετήρησε, ναὸν ζῶντα τοῦ παναγίου Πνεύματος καὶ μετὰ θάνατον δεικνύων σε· ὅθεν, Ἐλισάβετ, ἔνδοξε ὁσιομάρτυς, ἡμᾶς τοὺς ἐκ τῆς ἁμαρτίας καταψυχθέντας τῆ καρδίᾳ θέρμανον τῷ πυρί τῆς θείας ἀγαπήσεως.

Καὶ νῦν...
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Εὗρες Ἐλισάβετ ἐν τῆ ψυχῆ, κεκρυμμένον ὄντως τὸν οὐράνιον θησαυρόν· καὶ τῷ σῷ Νυμφίῳ σαυτὴν προσενεγκοῦσα, τῷ αἵματί σου μάρτυς αὐτὸν ἐδόξασας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου