ΣΕΠΤΕΜΒΡΙΟΣ Κ΄!!
ΕΥΣΤΑΘΙΟΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου.
Ὅτε,
ἀπὸ ῥίζης εὐκλεοῦς, ἄνθος εὐωδέστατον ἔφυς, Πάτερ Ευστάθιε, τότε τὴν τοῦ
Πνεύματος ὀσμὴν διέπνευσας, τῇ τοῦ βίου λαμπρότητι, καὶ τὴν Ἐκκλησίαν, πᾶσαν
εὐωδίασας, λόγοις καὶ πράξεσι· πάσῃ, ἀρετῇ γὰρ ἐκλάμψας, ὤφθης τῆς σοφίας τῆς
θείας, ἅμα καὶ τῆς θύραθεν θησαύρισμα.
Ὅτε,
ἐπινεύσει θεϊκῇ, τῆς ἱερωσύνης ἐδέξω, Πάτερ τὸ χάρισμα, τότε ἐνθεώτατος, ποιμὴν
καὶ πρόεδρος, ἀνεδείχθης Εὐστάθιε, τῆς Θεσσαλονίκης, πάσης Ἐκκλησίας δέ, φωστὴρ
πολύφωτος· ὅθεν, σὺν Ἀγγέλοις χορεύων, πρέσβευε Χριστῷ Ἱεράρχᾳ, ὑπὲρ τῶν ἐν
ὕμνοις γεραιρόντων σε.
Μέγας,
ἐν σοφίᾳ γεγονώς, τοῦ Εὐαγγελίου ἐδείχθης, μύστης θεόσοφος, Πάτερ καὶ
περίβλεπτος, ἐνθέοις πράξεσι, τὴν ψυχήν σου προθέμενος, ὑπὲρ τοῦ ποιμνίου, ὡς
Χριστοῦ διάκονος, καὶ μαθητὴς ἀληθής· ὅθεν, ἐπαξίως τῶν πόνων, παρὰ τοῦ Σωτῆρος
ἐδέξω, ἀμοιβὰς Εὐστάθιε μακάριε.
Λόγῳ
καὶ σοφίᾳ ἀληθεῖ, Θεσσαλονικέων ποιμάνας, τὴν Ἐκκλησίαν καλῶς, Ἅγιε Εὐστάθιε,
Ἀρχιεράρχα Χριστοῦ, εὐσεβείας διδάσκαλος, καὶ στῦλος ἐδείχθης, ὁδηγῶν πρὸς
ἔνθεον, βίον τοῖς τρόποις σου· ὅθεν, τὴν ἁγίαν σου μνήμην, πόθῳ ἑορτάζοντες
Πάτερ, τὸν σὲ θαυμαστώσαντα δοξάζομεν.
Δόξα.
Ἦχος β΄.
Ἱεραρχίας
τὴν στολὴν δεξάμενος, μυσταγωγὸς τῆς χάριτος θεόσοφος, ὡς Ἀποστόλων μιμητής,
ἐχρημάτισας Εὐστάθιε· εὐσεβῶς γὰρ ποιμάνας, τὴν ἐν Θεσσαλονίκῃ ἁγίαν Ἐκκλησίαν,
τῶν Ἁγίων κοινωνὸς γέγονας, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς κληρονόμος, ἣν ἔπηξεν ὁ
Κύριος καὶ οὐκ ἄνθρωπος· διὸ δυσωποῦμέν σε· ἀδιαλείπτως πρεσβεύειν, ὑπὲρ ἡμῶν
τῶν τιμώντων σε, Πάτερ Ὅσιε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ,
ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγας
ἐν ἀρεταῖς, Εὐστάθιε ἐδείχθης, καὶ ἐναρέτου βίου, ὑπογραμμὸς ἐν πᾶσιν, ὡς
Ἱεράρχης Ὅσιος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη της καρδίας μου σύνεσιν.
Χαίρεις
Ἱεραρχῶν, ἀγλάϊσμα καὶ γέρας, Εὐστάθιε παμμάκαρ, καὶ Θεσσαλονικέων, μεσίτης
πρὸς τὸν Κύριον.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλώσσα αὐτοῦ λαλήσει κρίσιν.
Αἴτει
παρὰ Θεοῦ, συγχώρησιν πταισμάτων, καὶ φῶς καὶ σωτηρίαν, Εὐστάθιε τοῖς πόθῳ,
γεραίρουσι τὴν μνήμην σου.
Δόξα.
Τριαδικόν.
Δόγμασιν
ἱεροῖς, Τρισήλιε Θεότης, Εὐστάθιος ὁ θεῖος, κηρύττει Σου τὴν δόξαν, ὡς πλήρης
θείας χάριτος.
Καὶ
νῦν. Θεοτοκίον.
Σάρκα
ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, λαβὼν ἀνερμηνεύτως, διπλοῦς τῷ κόσμῳ ὤφθη,
Παρθένε Θεονύμφευτε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφίας ταῖς χάρισι κεκοσμημένος λαμπρῶς, ποιμὴν
ἐνθεώτατος τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Εὐστάθιε· ὅθεν Θεσσαλονίκη, ἡ ἁγία
σου ποίμνη, ὕμνοις σὲ μακαρίζει καὶ συμφώνως βοᾷ σοι· ἱκέτευε Χριστὸν τὸν Θεόν,
ὑπὲρ ἠμῶν Πάτερ ὅσιε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας
τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ'. Ἦχος β' . Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὄφιν, ἀνεστήλωσε χαλκοῦν, πάλαι Μωϋσῆς ὁ θεόπτης, πρὸς τὴν
ἀναίρεσιν, τῶν δακνόντων ὄφεων, αὐτὸς δὲ ὅλον σαυτόν, ἐπὶ ξύλου ἀνύψωσας, Σωτήρ
μου ζωώσας, πάντας ἐν τῷ θείῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ· ὃς νῦν, ἀνυψούμενος
φλέγει, φάλαγγας δαιμόνων, καὶ τρέπει, τῶν βαρβάρων φῦλα καὶ φρυάγματα.
Σύ μου, τὸ φθαρτόν τε καὶ θνητόν, Σῶτερ ἐκ Παρθένου φορέσας, καὶ
Θεομήτορος, ἄφθαρτον ἀπέδειξας, καὶ πρὸς ζωὴν καὶ τρυφήν, ἀτελεύτητον εἵλκυσας,
πρὸς ἥν ἐπανάγεις, πάντας τοὺς ὑμνοῦντάς σε, Λόγε Χριστὲ ὁ Θεός, ὅπλον κραταιὸν
ἐν πολέμοις, Δέσποτα τὸν θεῖον Σταυρόν σου, τῷ πιστῷ σου Ἄνακτι δωρούμενος.
Λάμψον, φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες
Χριστὲ ὁ Θεός, ὅπλῳ δὲ στεφάνωσον, τοὺς εὐσεβεῖς Βασιλεῖς, νίκας τούτοις
δωρούμενος, κατὰ πολεμίων, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον, τὸν
Σταυρόν σου πλουτοῦσιν, Ὕψιστε ὁ ἄφθορον μήτραν, Σῶτερ ὑποδὺς τῆς Θεομήτορος.
Καὶ
γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εὐσεβείας
ταῖς χάρισι, διαλάμπων Εὐστάθιε, τῆς σοφίας γέγονας ἐνδιαίτημα, καὶ ἀρετῶν
στήλη ἔμψυχος, καὶ θεῖος διδάσκαλος, ἐναρέτου ἀγωγῆς, διὰ λόγου καὶ πράξεως,
ἄγων ἅπαντας, πρὸς ζωῆς αἰωνίου ἐπιδόσεις, ὡς θεράπων τῆς Τριάδος, καὶ ὑποφήτης
τῆς χάριτος.
Καὶ
τῷ βίῳ περίβλεπτος, καὶ τῷ λόγῳ πολύσοφος, ἱερὲ Εὐστάθιε ἀναδέδειξαι, καὶ
ποιμενάρχης περίδοξος, ὡς μύστης οὐράνιος, καὶ φωστὴρ θεοειδής, ἀληθῶς ὤφθης
Ὅσιε, θείῳ Πνεύματι, Ἐκκλησίας τῆς ἐν Θεσσαλονίκῃ· διὰ τοῦτο τὴν ἁγίαν,
πανηγυρίζομεν μνήμην σου.
Τῆς
σοφίας τὴν σάλπιγγα, τὸ τοῦ Πνεύματος ὄργανον, Θεσσαλονικέων τὸν θεῖον
πρόεδρον, τὸν θεηγόρον Εὐστάθιον, τὸ στόμα τὸ εὔσημον, τῶν ἐνθέων διδαχῶν, καὶ
δογμάτων τῆς πίστεως, τὸν ἐκφάντορα, ἀνυμνήσωμεν πάντες ἐπαξίως, ὡς θεράποντα
Κυρίου, καὶ Ἐκκλησίας ἀγλάϊσμα.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῆς
σοφίας τῷ φωτί, λαμπρύνας τὴν ζωήν, περιφανὴς ἐν Ἱεράρχαις ὤφθης, ἱερώτατε
Εὐστάθιε· τὸ γὰρ Πνεῦμα τὸ Ἅγιον, τῇ καθαρᾷ σου ψυχῇ σκηνῶσαν, ἀειλαμπῆ σε
φωστῆρα ἔδειξε τῆς εὐσεβείας καὶ τῆς ἐν Θεσσαλονίκῃ ἁγίας Ἐκκλησίας, ποιμένα
ὅσιον, καὶ μεσίτην πρὸς Χριστὸν ἀξιόθεον· εὐαγγελικῶς γὰρ ἐποίμανας τὸν λαὸν
τοῦ Θεοῦ, σεαυτὸν ὑπογραμμὸν πᾶσι προθέμενος. Καὶ νῦν Πάτερ Ὅσιε, τὰς ὑπὲρ ἡμῶν
ἱλαστηρίους, μὴ παύσῃ ἀναφέρων Χριστῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὃνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν
ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο,
τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν
ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε
σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν
ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς.
Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου,
εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ
γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν
ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ
λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ
ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν
ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ
ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ
αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ
Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ
ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου
χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Τὴν
σοφίαν φιλήσας, ἐραστὴς τοῦ κάλλους αὐτῆς ἐγένου, κατὰ τὴν ἁγιόφθογγον ῥῆσιν,
ἱερομύστα Εὐστάθιε· καὶ τῶν ἀγαθῶν αὐτῆς πλησθείς, τῶν ἐφετῶν τὸ ἀκρότατον
ἐθεράπευσας, καὶ τῆς θείας φιλοσοφίας, τοὺς καρποὺς ἐγεώργησας, καὶ ποιμὴν
ὅσιος, κατὰ Παῦλον ὤφθης, τῆς Ἐκκλησίας τοῦ Θεοῦ· ὅθεν, Θεσσαλονίκη ἡ πόλις
σου, ἀγαλλιᾶται τοῖς σοῖς προτερήμασι, καὶ τὴν ἁγίαν μνήμην σου, ἑορτάζουσα βοᾶ
σοι· διὰ παντὸς ὑπὲρ ἡμῶν ἱκέτευε, Πάτερ ἁγιώτατε.
Ἦχος
β΄.
Τῶν
ἐντολῶν τοῦ Κυρίου, ἐν ταῖς ψυχαῖς τῶν εὐσεβῶν, καλλιεργήσας τὸν σπόρον, πολὺν
καρπὸν προσήγαγες, τῷ Ἀρχηγῷ τῆς ζωῆς, Ἱεράρχα Εὐστάθιε· ἐν πάσῃ ἐγκρατείᾳ γάρ,
ἱερατεύων τῷ Χριστῷ, τῆς εὐσεβείας ἱεροφάντης ἔνθεος, καὶ τῆς Ἐκκλησίας στῦλος
καὶ ἑδραίωμα, ἀληθῶς ἀνεδείχθης· Ἀποστολικοῖς γὰρ τρόποις ἐκφαίνεις, τὴν ἐν σοὶ
λαμπρότητα, καὶ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
γ΄.
Ἱεραρχίας
τὴν στολήν, ἐπινεύσει θείᾳ ἠμφιεσμένος, λόγῳ σοφίας ἁμφιλαφοῦς καὶ ἀμέμπτῳ
πολιτείᾳ, τὴν Ἐκκλησία φαιδρύνεις Εὐστάθιε· καὶ τοὺς υἱοὺς αὐτῆς ἐπὶ λειμῶνας
ἀειθαλεῖς ποιμάνας, πρὸς τὰ ἄνω αὐλὰς ὡδήγησας, θείῳ Πνεύματι λαμπόμενος· καὶ
νῦν τῶν πόνων τὰ γέρα δρεπόμενος, καὶ Χριστῷ παριστάμενος, ἀδιαλείπτως πρέσβευε
Πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος δ΄.
Τῶν
ἀρετῶν τῇ πράξει, ὁλοτρόπως κοσμούμενος, πρὸς θεωρίας ἤρθης ἀκρώρειαν,
ἱερομύστα Πάτερ Εὐστάθιε· τῆς γὰρ σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ἀϊδίου ζωῆς
σκεῦος εὔχρηστον ὤφθης, καὶ τῆς ποικίλης σοφίας ἐνδιαίτημα· καὶ τὸν ἄδυτον
γνόφον ὑπελθών, πᾶσι μεταδέδωκας, τῶν καλῶν ὧν ἠξίωσαι, θεωθεὶς ἐν μεθέξει, ὡς
Θεοῦ θεράπων ἐνθεώτατος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Κροτήσωμεν σήμερον ᾀσματικὴν πανήγυριν, καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ
τῇ γλώττῃ τρανῶς βοήσωμεν· ὁ δι᾿ ἡμᾶς Χριστέ, κρίσιν καταδεξάμενος, καὶ
ἐμπτυσμοὺς καὶ μάστιγας, καὶ τὸ κόκκινον περιβαλόμενος, καὶ ἐν Σταυρῷ ἀνελθών·
ὃν ἰδὼν ὁ ἥλιος καὶ ἡ σελήνη, τὸ φέγγος ἀπέκρυψαν, καὶ τῷ φόβῳ γῆ ἐσείετο, καὶ
τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη διχῶς· αὐτὸς καὶ νῦν δώρησαι, τὸν Σταυρόν σου
τὸν τίμιον, ἡμῖν φρουρὸν καὶ φύλακα, καὶ ἐλατῆρα τῶν δαιμόνων, ἵνα πάντες
προσπτυσσόμενοι, βοῶμεν αὐτῷ· Σῶσον ἡμᾶς Σταυρὲ τῇ δυνάμει σου· ἁγίασον ἡμᾶς τῇ
λαμπρότητί σου, τίμιε Σταυρέ, καὶ κραταίωσον ἡμᾶς τῇ ὑψώσει σου· ὅτι φῶς ἡμῖν
δεδώρησαι, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ἱεραρχῶν καλλονή, Θεσσαλονίκης ὁ ποιμὴν ὁ περίδοξος, ἁπάσης τῆς Ἐκκλησίας,
μυσταγωγὸς ἱερός, ὡς πεπληρωμένος θείας γνώσεως· φωατὴρ ὁ ἀείφωτος, τῆς σοφίας
τῆς κρείττονος, βίου ἀμέμπτου, θαυμαστὴ ὑποτύπωσις, ἐνδιαίτημα, τῶν χαρίτων τοῦ
Πνεύματος, στῦλος ὁ ἀῤῥαγέστατος, δογμάτων ὀρθότητος, ὁ ἐκριζῶν τὰς ἀκάνθας,
πάσης κακίας τῷ λόγῳ σου· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη της καρδίας μου σύνεσιν.
Χαίροις,
ὁ Ἱεράρχης Χριστοῦ, ὁ διαλάμψας εὐσεβείας ταῖς πράξεσι, καὶ βίῳ καθαρωτάτῳ, καὶ
ταπεινώσει ψυχῆς, τοῦ Εὐαγγελίου τὴν λαμπρότητα, ἐκφήνας Εὐστάθιε, ὡς θεράπων
θερμότατος, καὶ ὑπηρέτης, τοῦ τῶν ὅλων δεσπόζοντες, τοῦ ἀξίως σε, Ἱεράρχα
δοξάσαντος· ᾧπερ παρέστης Ἅγιε, τελέσας τὸν δρόμον σου, φιλοσοφίᾳ τελείᾳ, καὶ
ἀρετῶν ἀναβάσεσιν, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ἤρθης,
ὡς ὑποφήτης Θεοῦ, εἰς ἀρετῶν περιωπὴν ἱερώτατε, καὶ ἔλαμψας ἐν τῷ κόσμῳ, ὡς
Ἰεράρχης σοφός, καὶ τοῦ Παρακλήτου θεῖον ὄργανον, Εὐστάθιε Ὅσιε, Ἐκκλησίας
ἀγλάϊσμα, ἠθῶν ἀμέμπτων, φυτοκόμε πανάριστε, καὶ ὑπόδειγμα, καρτερίας καὶ
πίστεως· ὅθεν σε μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, καὶ ἐκβοῶντές σοι
Πάτερ· μὴ διαλίπῃς ἑκάστοτε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. β΄.
Τὸν
ἐν σοφίᾳ θείᾳ φιλόσοφον, καὶ ἐν Ἱεράρχαις θεόληπτον, Εὐστάθιον τὸν μέγαν, ὡς
τοῦ Εὐαγγελίου ἐργάτην γνήσιον, ἀξίως τιμήσωμεν· ἀποστολικὴν γὰρ χάριν
δεξάμενος, καταλλήλως τὴν ἄνωθεν περιεζώσατο δύναμιν· καὶ ψυχῶν οἰκονόμος γεγονώς,
πολλοὺς προσήγαγε τῷ Σωτῆρι, ὡς θυσίαν εὐπρόσδεκτον, τῷ παρέχοντι δι’ αὐτοῦ,
ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται
αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης
μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς
ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ
προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφίας ταῖς χάρισι κεκοσμημένος λαμπρῶς, ποιμὴν
ἐνθεώτατος τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Εὐστάθιε· ὅθεν Θεσσαλονίκη, ἡ ἁγία
σου ποίμνη, ὕμνοις σὲ μακαρίζει καὶ συμφώνως βοᾷ σοι· ἱκέτευε Χριστὸν τὸν Θεόν,
ὑπὲρ ἠμῶν Πάτερ ὅσιε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας
τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωτὶ τῶν ἀρετῶν, μυστικῶς διαλάμπων, σοφὸς ἀρχιερεύς,
καὶ ποιμὴν θεοφόρος, ἐδείχθης θείῳ Πνεύματι, Ἱεράρχα Εὐστάθιε, καὶ ἐποίμανας,
θεοπρεπῶς τοὺς σοὺς ἄρνας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ
γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον.
Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν
καὶ πίστει δοξάζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχα Κυρίου Πάτερ Εὐστάθιε, Θεσσαλονίκης τὸ κλέος
καὶ ἀντιλήπτωρ θερμός, καὶ σοφὸς μυσταγωγὸς τοῦ θείου Πνεύματος, σὺν Ἀποστόλοις
ἱεροῖς, καὶ Ὁσίοις ἐκλεκτοῖς, ἱκέτευε τὴν Τριάδα, διδόναι πταισμάτων λύσιν,
τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τὸ σωτήριον ξύλον καὶ πανσεβάσμιον, ἐν ᾧ Χριστὸς
προσηλώθη εἰς σωτηρίαν ἡμῶν, προσκυνήσωμεν πιστοὶ ἁγνοῖς ἐν χείλεσιν· ὅτι ὑψώθη
ἱερῶς, ἱερέων ταῖς χερσί, παρέχων ἑνὶ ἑκάστῳ, ἁγιασμὸν καὶ εἰρήνην, καὶ
φωτισμὸν καὶ θεῖον ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν ποθήσας ἀπὸ ψυχῆς, καταλλήλως διέπρεψας ἐπὶ
γῆς, καὶ σκεῦος ἐπάξιον, ἀρετῶν τελειότητι, καὶ ἱερὸν δοχεῖον ἐγένου τοῦ
Πνεύματος, καὶ θεῖος Ἱεράρχης, τῇ ψήφῳ τῇ ἄνωθεν· ὅθεν ἐπὶ χλόην, εὐσεβείας
ποιμάνας, τὴν ποίμνην σου Ὅσιε, κατ’ ἀξίαν δεδόξασαι, Ἱεράρχα Εὐστάθιε·
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τὸ πάναγιον ξύλον τὸ τοῦ Σταυροῦ, κεκρυμμένον τὸ πάλαι
ὑπὸ τὴν γῆν, Ἑλένη ἡ πάνσεμνος, βασιλὶς ὡς ἀνεύρατο, ἐγνώρισε τοῖς πᾶσι, τῇ
νεύσει τοῦ κρείττονος, ἐμφαίνον τοῖς ἐν κόσμῳ, Χριστοῦ τὴν Ἀνάστασιν· ὅθεν ἐν
τῇ τούτου, παναγίᾳ ὑψώσει, τὸν νοῦν ἀνυψώσωμεν, πρὸς Χριστὸν τὸν φιλάνθρωπον,
εὐλαβῶς ἀνακράζοντες· Δέσποτα Χριστὲ ὁ Θεός, ὁ ἐν τούτῳ προσπαγεὶς ὡς ἄνθρωπος,
τοὺς αὐτὸν προσκυνοῦντας, σῶσον πάντας ὡς εὔσπλαγχνος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη της
καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
Πάτερ Ἱεράρχα Εὐστάθιε, τοῦ Σωτῆρος Χριστοῦ μιμητὴς γενόμενος, τὸν Σταυρὸν
Αὐτοῦ πανσόφως ἐβάστασας, καὶ τύπος καὶ παράδειγμα πολλοῖς, ἐγένου πρὸς ἀρετήν.
Καὶ νῦν τῆς μεγαλοπρεποῦς δόξης κατατρυφῶν, ἐν οὐρανίοις σκηνώμασι, πρέσβευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Εὐσταθίῳ
μέλισμα τῷ θεηγόρῳ. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ἔχων παῤῥησίαν πρὸς Χριστόν,
Ἀρχιεράρχα Εὐστάθιε Ὅσιε, φωτισμόν μοι αἴτησαι, τὸν σκοτασμὸν τοῦ νοός μου
ἐλαύνοντα, ὅπως ἀνυμνήσω, τὸν ἀξιέπαινον βίον σου.
Ὕψος ἀρετῶν ἀναδραμῶν, ὡς
τῆς σαρκός σου νεκρώσας τὸ φρόνημα, σκεῦος θείου Πνεύματος, καὶ ἐπιπνοίας τῆς
θείας θησαύρισμα, ἀληθῶς ἐδείχθης, Πάτερ Εὐστάθιε Ὅσιε.
Σῶμα καὶ ψυχὴν ἐκκαθαρθείς,
τῆς τῶν παθῶν θεοφόρε συγχύσεως, θείαις ἐπιδόσεσι, τῆς ἐναρέτου ζωῆς σου
Εὐστάθιε, ἄνωθεν ἐδέξω, τὸν φωτισμὸν τὸν τοῦ Πνεύματος.
Θεοτοκίον.
Τέτοκας Θεὸν ὑπερφυῶς, τῷ
καθ’ ἡμᾶς ὁμοιώματι ἄχραντε, καὶ παρθένος ἔμεινας, μετὰ τὸν τὸκον ἁγνὴ ὡς
ἠθέλησεν, ὁ τεχθεὶς ἀφράστως, ἐκ τῶν ἀχράντων αἱμάτων Σου.
ᾨδὴ
γ΄. Ὁ μόνος εἰδώς.
Ἁγίως ἀνύων τὴν ζωήν,
ἁγιωσύνην ἔσχηκας, καὶ πολιτείαν Πάτερ πανθαύμαστον, ὡς τετρωμένος τῷ θείῳ
ἔρωτι, Ἅγιε Εὐστάθιε, καὶ Ἁγίων σύσκηνος, μετὰ τέλος τὸ ἅγιον γέγονας.
Θεράπων Θεοῦ θεοειδῆς,
Εὐστάθιε γενόμενος, ἀσκητικοῖς σου καμάτοις Ὅσιε, καὶ ἐναρέτου ζωῆς ὑπόδειημα,
Ἱεράρχης ἔνθεος, Ἐκκλησίας πέφηνας, Ἀποστόλων τὸν ζῆλον μιμούμενος.
Ἱέρευσας Πάτερ εὐσεβῶς,
Χριστῷ τῷ Παντοκράτορι, ἄξιον δείξαντι σὲ Εὐστάθιε, Θεσσαλονίκης Ἱεράρχην, καὶ
Αὐτῷ προσήγαγες, θῦμα ὡς εὐπρόσδεκτον, τὰ τοῦ βίου σου Πάτερ παλαίσματα.
Θεοτοκίον.
Ὡς Μήτηρ πανάφθορος
Χριστοῦ, Παρθένε παναμώμητε, φθοροποιῶν με παθῶν ἀπάλλαξον, καὶ μετανοίᾳ γνησίᾳ
κάθαρον, τὴν ἐσπιλωμένην μου, Δέσποινα διάνοιαν, ταῖς πολλαῖς ἁμαρτίαις καὶ
πάθεσι.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χρίσμα
τὸ ἅγιον, Πάτερ δεξάμενος, ὡς καθαρώτατος, ψυχῇ καὶ σώματι, Ἀρχιερεὺς περιφανὴς
ἐδείχθης Θεσσαλονίκης· ἥτις ἑορτάζουσα, τὴν πανίερον μνήμην σου, σήμερον
ἀγάλλεται, καὶ βοᾷ σοι Εὐστάθιε· ὡς ἔχων παῤῥησίαν Κυρίῳ, πρέσβευε ὑπὲρ τῶν σῶν
τέκνων.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
ᾎσμα
μεθέορτον, τῇ ἀνυψώσει σου, Σταυρὲ πανάγιε, πιστῶς προσάδομεν, καὶ ἐκβοῶμεν ἐκ
ψυχῆς τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Δέσποτα φιλάνθρωπε, ὁ Σταυρόν τε καὶ θάνατον,
δι’ ἡμᾶς ὡς ἄνθρωπος, ὑπομείνας δι’ ἔλεος, ἐλεήσον καὶ σῶσον οἰκτίρμον, τοὺς
προσκυνοῦντάς σου τὴν ἔγερσιν.
ᾨδὴ
δ΄. Ὄρος σε τῇ χάριτι.
Μύστης ἐνθεώτατος, Τριάδος
γενόμενος, ὡς τῆς σοφίας ἐραστής, καὶ τῇ καρδίᾳ καθαρός, Εὐστάθιε Ὅσιε,
ἱερουργεῖς τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, λόγῳ καὶ ἔργῳ καὶ θείαις σου πράξεσι.
Ἔλαμψας ὡς ἥλιος, Εὐστάθιε
Ὅσιε, ἐν Ἱεράρχαις τοῦ Χριστοῦ, ἀγγελικῇ σου βιοτῇ· καὶ νῦν ταῖς λαμπρότησι,
ταῖς τῶν Ἁγίων σκηνούμενος Ἅγιε, αἴτει ἡμῖν φωτισμόν τε καὶ ἔλεος.
Λάμψας ἐν τῇ ποίμνῃ σου, ὡς
ἄστρον πολύφωτον, τῶν ἀρετῶν ταῖς ἀστραπαῖς, καὶ τῆς σοφίας ταῖς αὐγαῖς,
Εὐστάθιε πάνσοφε, τὸν σκοτασμὸν τῶν παθῶν ἀπεδίωξας, ἐκ τῶν ψυχῶν τῶν πιστῶς
προσιόντων σοι.
Θεοτοκίον.
Ἴασαι πανάμωμε, νοσοῦσαν
ἀνίατα, ταῖς τῶν παθῶν ἐπαγωγαῖς, τὴν παναθλίαν μου ψυχήν, καὶ φόβῳ τῷ
κρείτονι, ὁδήγησόν με πρὸς βίον ἐνάρετον, ἵνα σωθεὶς διὰ Σοῦ μεγαλύνω Σε.
ᾨδὴ
ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Σωτηρίας ὁμαλίζων τὴν
τρίβον τῇ ποίμνῃ σου, πολλοὺς ἴθυνας Κυρίῳ διδαχαῖς ταῖς ἁγίαις σου, ὡς ποιμὴν
σοφὲ ἀληθινός, καὶ μιμητὴς ἐν πᾶσι, τοῦ Ἀρχιποίμενος Ὅσιε.
Μυστηρίων οὐρανίων ὑπηρέτης
γενόμενος, καὶ τῆς θείας εὐσπλαγχνίας ὑποφήτης Εὐστάθιε, ἵλεων ἀπέργασαι ἡμῖν,
Χριστὸν τὸν ζωοδότην, ταῖς πρὸς Αὐτὸν ἱκεσίαις σου.
Ἀπαθείᾳ διαλάμπων καὶ βίου
χρηστότητι, ἱεράρχα θεοφόρε Εὐστάθιε Ὅσιε, γέγονας μεσίτης εὐσεβῶν, πρὸς τὸν
Θεὸν τῶν ὅλων, ὡς συμπαθείας ἀνάπλεως.
Θεοτοκίον.
Τὸν ὑπέρθεον τεκοῦσα ὑπὲρ
φύσιν ἐν σώματι, τῆς ἀνθρώπων σωτηρίας ὤφθης πρόξενος ἄχραντε· ὅθεν καταξίωσον
κἀμέ, Παρθένε σωτηρίας, ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος.
ᾨδὴ
στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Ὡράθης ἱερέων ἐγκαλλώπισμα,
Ἀρχιερεῦ θεόληπτε, ὥσπερ θεῖος ἱεράρχης καὶ σοφός, Πάτερ ἱερώτατε Εὐστάθιε,
ἐθεράπευσας πολλοὺς νόσων δεινῶν, πίστει προσελθόντας τοῖς λειψάνοις σου· σὺ
γὰρ ἰσχύν, πᾶσι παρέχεις καὶ ἀπολύτρωσιν.
Θαυμάτων δεδεγμένος τὴν
ἐνέργειαν, παρὰ Χριστοῦ Εὐστάθιε, ἐθεράπευσας πολλοὺς νόσους δεινῶν, πίστει
προσελθόντας τοῖς λειψάνοις σου· σὺ γὰρ ἰσχύν, πᾶσι παρέχεις καὶ ἀπολύτρωσιν.
Ἐν ἔργοις ἱεροῖς καὶ θείαις
πράξεσιν, ἐκόσμησας Εὐστάθιε, τὴν ζωήν σου ὡς σοφὸς ἀρχιερεύς, καὶ πρὸς τὴν
ζωὴν τὴν ἀτελεύτητον, ἤρθης λαμπρῶς, τῶν ὑπὲρ λόγον καταξιούμενος.
Θεοτοκίον.
Ἡλίου νοητοῦ νεφέλη
ἔμψυχος, Παρθένε παναμώμητε, τὴν ψυχήν μου σκοτισθεῖσαν χαλεπῶς, λόγοις καὶ
ἐννοίαις τοῦ ἀλάστορος, τῷ σῷ φωτί, τῆς συνεχούσης σκοτίας με λύτρωσαι.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς
ποιμὴν θεόσοφος, Θεσσαλονίκης, ἱερὲ Εὐστάθιε, τῇ ἐναρέτῳ σου ζωῇ, καὶ τῆς
σοφίας ταῖς χάρισι, καταπυρσεύεις ἀεὶ τὰς ψυχὰς ἡμῶν.
Ὁ
Οἶκος.
Καθαρθεὶς
ἀρετῶν ἐπιδόσεσι, τῆς σοφίας εὐάρμοστον ὄργανον, ἀνεδείχθης παμμάκαρ Εὐστάθιε,
καὶ θεράπων Κυρίου θερμότατος· καὶ θείᾳ ψήφῳ προκριθείς, ἀρχιερεὺς θεοειδής,
καὶ ποιμενάρχης εὐκλεής, τῆς Ἐκκλησίας ὤφθης· διὸ Θεσσαλονίκη ἡ πόλις ἡ
θαυμαστή, τῇ σῇ ποιμανσίᾳ ἀγάλλεται, καὶ τοῖς σοῖς προτερήμασι σεμνύνεται, καὶ
θεοπρεπῶς ἐκπαιδεύεται, καὶ πρὸς Χριστὸν ἀσφαλῶς καθοδηγεῖται Ὅσιε Πάτερ·
ταύτης γάρ, τὴν Ἐκκλησίαν καλῶς ἐποίμανας, καὶ τῶν τῆδε μεταστάς, καὶ τῷ Σωτῆρι
ἐν δόξῃ παραστάς, καταπυρσεύεις ἀεὶ τὰς ψυχὰς ἡμῶν.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Εὐσταθίου τοῦ Καταφλώρου,
Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Καὶ λόγῳ καὶ
πράξει ὁμοῦ καὶ σοφίᾳ,
Εὐστάθιε
ἔλαμψας τῇ Ἐκκλησίᾳ.
Εὐσταθίοιο
ἄφθιτον κλέος ἐσθλοῦ χρέων ἀείδειν.
Οὗτος
ἦν ἐκ τῆς τῶν πόλεων βασιλίδος, ἀκμάσας περὶ τὸν δωδέκατον αἰῶνα. Φύσεως ὢν
δεξιᾶς καὶ καλῶς ἀναχθείς, ἐγένετο κάτοχος σοφίας λιπαρᾶς καὶ ἀμφιλαφοῦς, βίῳ
καθαρῶ καὶ σεμνοτάτῳ διαπρέπων, ὥστε γενέσθαι τοῖς πᾶσι περιφανὴς καὶ
αἰδέσιμος, ἔν τε λόγῳ καὶ σοφίᾳ καὶ πᾶσιν ἤθεσι χρηστοῖς. Τῇ Μονῇ τῆς Ἁγίας
Εὐφημίας καρεὶς μοναχὸς καὶ τῇ τοῦ Ἁγίου Φλώρου ἀγωνισάμενος τῇ κατὰ Χριστὸν
ἀκροτάτῃ φιλοσοφία, καθήγνισεν ἑαυτόν, καὶ πλήρης ἐγένετο τῆς ἄνωθεν ἐπιπνοίας,
καὶ ῥήτωρ καὶ διδάσκαλος τῶν Ἱερῶν κεχρημάτικεν. Ἔνθεν τῇ ἄνωθεν ἐπινεύσει, τῇ
τοῦ αὐτοκράτορος Μανουὴλ Α´ Κομνηνοῦ ἱερᾷ ἐφέσει καὶ ὑποδείξει, ἐγένετο
ἀρχιερεύς, καὶ τῆς ἐν Θεσσαλονίκῃ ἁγίας Ἐκκλησίας τοὺς οἴακας ἐγχειρισθείς,
ὁσίως καὶ Εὐαγγελικῶς ἐποίμανε τὴν λαχοῦσαν αὐτῷ λογικὴν ποίμνην, διὰ λόγου καὶ
πράξεως, καὶ πολιτείας ἁγίας. Καὶ καλῶς διαγαγὼν τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν,
μετέστη πρὸς αἰωνίους μονάς, τὸν μισθὸν τῶν καμάτων παρὰ τοῦ δικαίου
μισθαποδότου ληψόμενος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου καὶ
Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.
Εὐστάθιον
βοῦς παγγενῆ χαλκοῦς φλέγει,
Καὶ παγγενῆ
σὺ τοῦ Θεοῦ σῴζεις, Λόγε.
Οὗτος
ὁ ἅγιος Μεγαλομάρτυς Εὐστάθιος ἦν στρατηλάτης ἐν τῇ Ῥωμαίων πόλει, ἐπὶ Τραϊανοῦ
τοῦ βασιλέως· ἐκαλεῖτο δὲ αὐτὸς μὲν Πλακίδας, ἡ δὲ γυνὴ αὐτοῦ Τατιανή· ἦν δὲ
πλούσιος σφόδρα καὶ χαίρων ἐν ἐλεημοσύναις πενήτων, Ἕλλην ὤν. Κυνηγοῦντι δὲ
αὐτῷ, ἐφάνη ἔλαφος καὶ ἤρξατο καταδιώκειν αὐτήν. Ἤδη δὲ μέλλων καταφθάσαι τὸ
ζῷον, βλέπει ἐπὶ τῶν κεράτων αὐτῆς τὸν τίμιον σταυρὸν τοῦ Χριστοῦ καὶ ἦλθε φωνὴ
ἐκ τῶν κεράτων τῆς ἐλάφου, λέγουσα· Ὦ Πλακίδα, τί με διώκεις; ἐγώ εἰμι ὁ
Χριστός. Εἶτα ἐβαπτίσθη, καὶ οὕτως ἐπολεμήθη ὑπὸ τοῦ βροτοκτόνου δαίμονος, ὡς
καὶ τὸν πλοῦτον αὐτοῦ ἀπολέσαι καὶ τὴν γυναῖκα αὑτοῦ αἰχμάλωτον ἰδεῖν καὶ τὰ
παιδία αὑτοῦ ὑπὸ θηρίων ἁρπαγέντα καὶ αὐτὸν γενέσθαι ἐν πενίᾳ. Εἶθ᾿ οὕτως εὑρεῖν
πάλιν καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ζητηθῆναί τε παρὰ τοῦ βασιλέως καὶ
ἀπολαβεῖν τὸ πρότερον ἀξίωμα· μεθ᾿ ὧν ὕστερον ἀναγκασθεὶς θῦσαι τοῖς εἰδώλοις
καὶ μὴ πεισθείς, ἐμβάλλεται εἰς χαλκοῦν βοῦν πεπυρωμένον, καὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾶ, μνήμην ἐπιτελοῦμεν τοῦ Οσίου Κυρ Ἰωάννου τοῦ
Ξένου, τοῦ ἐν Κρήτῃ λάμψαντος.
Ὁ Ἰωάννης ἐκ
γῆς ἀναχωρήσας,
Ζωῆς μετέσχε
τῆς μακαριωτάτης.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν Ὑπατίου
Ἐπισκόπου καὶ Ἀνδρέου Πρεσβυτέρου.
Ὑπὲρ πανάγνων
Ὑπάτιον εἰκόνων,
Σὺν Ἀνδρέᾳ
σφάττουσιν ἄνδρες αἱμάτων.
Οὗτοι,
τῆς Λυδῶν χώρας ὄντες καὶ ἔν τινι φροντιστηρίῳ, παῖδες ὄντες, φοιτήσαντες, ὁ
μὲν Ὑπάτιος τὸν μονήρη βίον ἠσπάσατο, Ἀνδρέας δὲ ἱεροκῆρυξ τῆς Ἐκκλησίας
κατέστη· οὐ νηστείαις δὲ μόνον καὶ ἀγρυπνίαις καὶ προσευχαῖς τῶν ἄλλων
ἐκράτουν, ἀλλὰ καὶ πάσῃ ταπεινοφροσύνῃ καὶ ἀγάπῃ. Μαθὼν δὲ περὶ αὐτῶν ὁ
πρόεδρος Ἐφέσου καὶ πρὸς ἑαυτὸν ἀγαγών, Ὑπάτιον μὲν Ἐπίσκοπον χειροτονεῖ,
Ἀνδρέαν δὲ Πρεσβύτερον. Ἐπεὶ δὲ ὁ μισάγιος Λέων ὁ βασιλεὺς ἀνέμαθε τὰ περὶ
αὐτῶν, εἰς ἑαυτὸν μετεκαλέσατο καὶ εἱρκτῇ ἐναπέθετο καὶ σπαράττεσθαι καὶ
σύρεσθαι προΰτρεψε· καὶ μετὰ ταῦτα προσέταξε καὶ τὸ δέρμα τῆς κεφαλῆς
ἀποσυρῆναι καὶ τὰς ἁγίας εἰκόνας, παμπόλλας οὔσας, κατὰ τῆς κεφαλῆς ἀναφθῆναι
ἐδέξαντο· καὶ πίσσῃ χρισθέντες τὰς γενειάδας, διὰ μέσης τῆς πόλεως σύρονται·
καὶ ἐπὶ τὰ μέρη τοῦ Ξηρολόφου κατασφάττονται, ῥιφθέντες βορὰ τοῖς κυσί.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Πατέρων καὶ Ὀμολογητῶν, Μαρτίνου
Πάπα Ῥώμης, Μαξίμου καὶ τῶν σὺν αὐτοῖς, Ἀναστασίου, Ἀναστασίου, Θεοδώρου καὶ
Εὐπρεπίου.
Πολλὰ θλιβέντες
Μάξιμος καὶ Μαρτῖνος
Πολλῶν
ἐπαίνων ἀξιούσθων οἱ δύο.
Σὺν Εὐπρεπίῳ
καὶ Θεόδωρος Μέγας,
Εἵλοντο
ποινὰς ὀρθοδοξίας χάριν.
Οὗτοι,
σύνοδον ποιήσαντες ἐν Ῥώμῃ, συνελθόντων καὶ ἑτέρων αὐτοῖς ἱερέων καὶ ὀρθοδόξων
ἀνδρῶν, ἀνεθεμάτισαν τὴν αἵρεσιν Κωνσταντίνου τοῦ βασιλέως, ἐγγόνου τοῦ
Ἡρακλείτου. Τοῦτο μαθὼν ἐκεῖνος, Μάξιμον, μετὰ τοῦ μαθητοῦ αὐτοῦ Ἀναστασίου, ἐν
πρώτοις ἐναπόκλειστον ἐποίησεν· εἶτα ἐξώρισεν ἐν τῇ Θρᾴκῃ. Πάλιν δὲ παραστήσας,
ἀνέκρινεν αὐτούς· τῶν δὲ ἐλεγξάντων πρὸ προσώπου αὐτοῦ τὴν δυσσεβῆ αὐτοῦ
αἵρεσιν, τὰς χεῖρας αὐτῶν καὶ τὰς γλώσσας ἀπέτεμε, παραπέμψας αὐτοὺς ἐν Λαζικῇ
ἐξορίστους. Ἀποστείλας δὲ ἐν Ῥώμῃ, ἀνήγαγε τὸν ὅσιον Πατέρα ἡμῶν Μαρτῖνον ἐν
Κωνσταντινουπόλει· καὶ καθείρξας, πολλάς τε κακώσεις ἐπαγαγὼν αὐτῷ τριετίαν
ὅλην, εἰς Χερσῶνα ἐξώρισε. Καὶ ὁ μὲν Ἀναστάσιος, ἐν ἐξορίᾳ πληρώσας χρόνους
εἴκοσιν, ἐτελειώθη ἐν Κυρίῳ· ὡσαύτως καὶ ὁ Θεόδωρος. Εὐπρέπιος δὲ διήρκεσεν ἐν
ἐξορίᾳ χρόνον ἕνα καὶ μόνον· ὁμοίως καὶ Μάξιμος. Ὁ δὲ ἐν ἁγίοις Πατὴρ ἡμῶν
Μαρτῖνος, πολλὰ δεινὰ ὑπομείνας ἐν Χερσῶνι, πρὸς Κύριον μετέστη· τὸ δὲ ἅγιον
αὐτοῦ λείψανον ἐτέθη ἔξω τοῦ κάστρου Χερσῶνος, ἐν τῷ ναῷ τῆς Ὑπεραγίας Θεοτόκου
τῶν Βλαχερνῶν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ.
Ἀρτεμίδωρον
καὶ Θαλὸν κτείνει ξίφος,
Μὴ
προσκυνοῦντας Ἄρτεμιν ξενοκτόνον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Μελετίου, Ἐπισκόπου Κύπρου.
Ζωῆς ῥεούσης
οὐ μέλει Μελετίῳ·
Ὅθεν
τελευτᾶν, πῶς ἂν εἴποις ἠγάπα.
Οὗτος
ὁ Ὅσιος, γέγονεν Ἐπίσκοπος τῆς Ἐκκλησίας Κύπρου, εὐλαβὴς ὤν καὶ φοβούμενος τὸν
Θεόν. Εἶχε δὲ ἔργον ἀκατάπαυσον ὁ ἀοίδιμος, τὸ νὰ διδάσκῃ τὸν λαὸν τὰ θεῖα τοῦ
Χριστοῦ λόγια, καὶ τὸ νὰ διαμοιράζῃ εἰς τοὺς πτωχοὺς τὰ ὐπάρχοντά του. Οὕτω
λοιπὸν ποιῶν εἰς ὅλην του τὴνζωήν, ἐν εἰρήνῃ ἀνεπαύσατο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ
Αἰγυπτίου.
Ὁ Ἰωάννης σὺν
δεκαπλῇ τετράδι
Στεῤῥῶς
ὑπῆλθε τὴν τομὴν τὴν ἐκ τοῦ ξίφους.
Οὗ
τινος τὴν παῤῥησίαν μὴ ἐνεγκὼν ὁ παράνομος Μαξιμιανός, ἐκέλευσεν ἀναιρεθῆναι
αὐτὸν μετὰ καὶ ἄλλων τεσσαράκοντα, ἐν ἔτει 295.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἱλαρίων ὁ ἐκ Κρήτης, ἐν
Κωνσταντινουπόλει, ἐν ἔτει 1804, ξίφει τελειοῦται.
Ὁ Ἱλαρίων
διττὸν εἴληφε στέφος,
Ὅσιος οἷα καὶ
ἀθλητὴς Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ τοῦ Μεγάλου
Δουκός, καὶ Θεοδώρου ἡγεμόνος αὐτοῦ, τῶν ἐν Τζερναγοβίᾳ θαυματουργῶν Ῥώσσων.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Σὲ νοητήν.
Γνώσει Θεοῦ,
καταλαμπρυνόμενος, ἀρχιεράρχης ἱερός, Ἐκκλησίας τῆς τοῦ Χριστοῦ, γέγονας
Εὐστάθιε, τῆς ἐν Θεσσαλονίκῆ τε, μεθ’ ἧς καὶ ψάλλων ἐκραύγαζες· ὁ αἰνετὸς τῶν
Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὄμβροις σοφέ, διδαχῶν
κατήρδευσας, πρὸς εὐκαρπίαν μυστικήν, ὥσπερ ἄρουραν λογικήν, τὴν ἁγίαν ποίμνην
σου, Ἅγιε Εὐστάθιε, καὶ ψάλλειν ταύτην προέτρεπες, καὶ ἀνυμνεῖν τῶν Πατέρων,
Θεὸν τὸν ὑπερένδοξον.
Ῥῦσαι ἡμᾶς, πάσης
περιστάσεως, καὶ πειρασμῶν παντοδαπῶν, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, Ἅγιε
Εὐστάθιε, τοὺς ἀνευφημοῦντάς σε, καὶ εὐσεβῶς μεγαλύνοντας, τὸν αἰνετὸν τῶν
Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Θεοτοκίον.
Ὤφθης Θεοῦ, θρόνος
ὑψηλότατος, τοῦτον τεκοῦσα ἐν σαρκί, καὶ κρατοῦσα ἐν ταῖς χερσί, τὸν
ἀπερινόητον, Κόρη ὥσπερ νήπιον, Ὃν ἐκδυσώπει δεόμεθα, τοῦ οἰκτειρῆσαι καὶ
σῶσαι, τοὺς Σὲ ὑμνοῦντας ἄχραντε.
ᾨδὴ
η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Γενναίως ἠγώνισαι, ποιμὴν
ὡς ἀληθής, ὑπὲρ τῆς λαχούσης σοι, ποίμνης παρὰ Θεοῦ, Εὐστάθιε Πάτερ, εὐλογεῖτε
Χριστόν, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.
Ἐνθέοις καμάτοις σου, τὴν
θείαν σου στολήν, πλειόνως ἐλάμπρυνας, Εὐστάθιε σοφέ, μεθ’ ἧς καὶ εἰσῆλθες, εἰς
τὸν ἄνω ναόν, τῷ Χριστῷ προσφέρων, τὴν μυστικὴν θυσίαν.
Ῥημάτων τῶν θείων σου, ὁ
θεῖος γλυκασμός, διώκει Εὐστάθιε, πικρίαν τῶν παθῶν, σοφὸς ἱερεὺς γάρ, καὶ
ποιμὴν ἱερός, καὶ οἰκονόμος ὤφθης, ψυχῶν Ἱεράρχα.
Θεοτοκίον.
Ἁγνοίας κειμήλιον, καὶ
εὔοσμος λειμών, ὑπάρχουσα πάναγνε, ὡς τέξασα Χριστόν, ἁγνόν με συντήρει, ἁγνὴ
καὶ καθαρόν, πάσης δυσωδίας, ἐχθροῦ τοῦ βορβορώδους.
ᾨδὴ
θ΄. Τὴν ζωοδόχον Πηγήν.
Στόμα σοφίας ἀνάπλεων
ἔσχηκας, καὶ εὐσεβείας ἐκλάμπων τοῖς δόγμασι, ποιμενάρχης ἔνδοξος, Ἅγιε
Εὐστάθιε, Θεσσαλονικέων τῆς θείας Ἐκκλησίας, ὡ ἀληθῶς ἐχρημάτισας Ὅσιε.
Ἱεραρχῶν ἱερὸν
ἐγκαλλώπισμα, καὶ τῶν ποιμένων κανὼν ἀπαρέγκλιτος, ἐν Ἁγίῳ Πνεύματι, πέφηνας
Εὐστάθιε, καὶ θεοφρόνως τελέσας σου τὸν δρόμον, τῆς αἰωνίου ζωῆς κατηξίωσαι.
Μέγας ἐν λόγῳ γενόμενος
Ὅσιε, καὶ ταπεινὸς ἀληθῶς τῷ φρονήματι, πάντας ἐξεπαίδευσας, μιμεῖσθαι ἐν
ἅπασι, τὴν τοῦ Σωτῆρος ταπείνωσιν ἁγίαν, τὴν ἀνυψοῦσαν ἡμᾶς εἰς οὐράνια.
Ὁ τῆς Τριάδος θεράπων ὁ
γνήσιος, Θεσσαλονίκης δὲ πρόεδρος ἔνθεος, Ἅγιε Εὐστάθιε, τὸ παρόν μου ψέλλισμα,
οἷα μικρὸν δῶρον δέξαι καὶ ἐξαίτει, τὴν τῶν ἀμέτρων πταισμάτων μου ἄφεσιν.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν Θεὸν
σωματώσασα, ὡς ἐκλεκτὴ πρὸ αἰώνων καὶ ἄμωμος, Κόρη ἀειπάρθενε, τὸν Ἀδὰμ
ἀπήλλαξας, τῆς αἰωνίου ἀρᾶς καὶ καταδίκης, τὸν Λυτρωτὴν καὶ Σωτῆρα κυήσασα.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἐν
Ἱεράρχαις ἔνδοξος, ὡς άληθῶς γενόμενος, Θεσσαλονίκης ποιμάντωρ, θεοειδὴς
ἀνεδείχθης· καὶ λόγῳ τῆς σοφίας σου, καλῶς αὐτὴν ἐποίμανας· διό σε μακαρίζομεν,
καὶ τὴν ἁγίαν μνήμην, Εὐστάθιε ἐκτελοῦμεν.
Καὶ
τὸ τῆς Ἑορτῆς. Τῶν μαθητῶν ὁρῶντων.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς
Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα·
Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
Ἱεράρχην Κυρίου θεῖον Εὐστάθιον, τὸν τῆς Θεσσαλονίκης, θεοφόρον ποιμένα, καὶ
στῦλον φωτοφόρον καὶ πρὸς Χριστόν, πρεσβευτὴν ἑτοιμότατον, ἀνευφημήσωμεν πάντες
οἱ τὴν αὐτοῦ, ἱερὰν μνήμην γεραίροντες.
Σοφίας
οἶκος τῆς θείας Πάτερ γενόμενος, τῇ θύραθεν παιδείᾳ, κεχρημένος πανσόφως, καὶ
τοῦ Εὐαγγελίου μύστης σοφός, θεοῤῥῆμον Εὐστάθιε, ἐν Ἱεράρχαις ἐδείχθης
περιφανής, ὡς Χριστοῦ θεράπων γνήσιος.
Ταῖς
ἀρεταῖς διαπρέπων Πάτερ Εὐστάθιε, τῆς Θεσσαλονικέων, Ἐκκλησίας ἁγίας, τοὺς
οἴακας θεόθεν ἐγχειρισθείς, ὡς τοῦ Πνεύματος ὄργανον, ἐπὶ λιμένα ὡδήγησας τῆς
ζωῆς, ἀσφαλῶς ταύτην μακάριε.
Διὰ
παντὸς ἐκδυσώπει Πάτερ Εὐστάθιε, μετὰ τοῦ Δημητρίου, τοῦ κλεινοῦ Μυροβλύτου,
ὁμοῦ καὶ Γρηγορίου τοῦ Παλαμᾶ, ὑπὲρ ταύτης τῆς ποίμνης σου, καὶ σὺν τοῖς
λάμψασι ὧδε ἐν ἀρετῇ, καὶ ζωῆς θείας λαμπρότητι.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, Ἱεράρχα Εὐστάθιε, εὐαγγελικῇ πολιτείᾳ ἐκλάμψας, ἀποστολικῷ ζήλῳ
ἐποίμανας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν· σεαυτὸν γὰρ παρέστησας, τῆς εὐσεβείας
ἀνεπαίσχυντον ἐργάτην, καὶ τύπον καλῶν ἔργων, ὡς μυσταγωγὸς καὶ οἰκονόμος, τῆς
ποικίλης τοῦ Πνεύματος χάριτος. Καὶ νῦν τῷ βήματι Χριστοῦ παριστάμενος,
ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Τὸ τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, ἐπληρώθη ὁ Θεός, ἡ
λέγουσα· Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου· ἰδοὺ γὰρ ὁ
λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ, ὁ
Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, φύλαξον καὶ σῶσον
ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τῆς
Θεσσαλονίκης σοφὸς ποιμήν, ὤφθης Ἱεράρχα, ὡς τοῦ Πνεύματος θησαυρός· ὅθεν σου
τὴν μνήμην, χρεωστικῶς τελοῦντες, Εὐστάθιε παμμάκαρ, σὲ μακαρίζομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου