Τρίτη 13 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 31. ΑΓΙΟΣ ΕΥΔΟΚΙΜΟΣ ΔΙΚΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΛΑ΄.

ΕΥΔΟΚΙΜΟΣ ΔΙΚΑΙΟΣ

ΠΡΟΕΟΡΤΙΑ ΠΡΟΟΔΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

                                         

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν προσόμοια τοῦ Σταυροῦ γ'. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Σύμπασα φύσις ἀνθρώπων νῦν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, μέλλει προτεθῆναι πᾶσι πιστοῖς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων.

Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας. Προεορτάσωμεν τοίνυν, καὶ τῇ αὐτοῦ, προελεύσει νῦν σκιρτήσωμεν.

Ζῶντες ὁμοῦ καὶ θανόντες προευτρεπίσθητε· τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν ᾍδην νεκρῶσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν, ἐξανάστασις ἔρχεται, πᾶσι τὴν ἄφθονον χάριν νῦν παρασχεῖν, τοῖς αἰτοῦσι μετὰ πίστεως.

Καὶ γ’ Στιχηρὰ τοῦ Ἁγίου Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Μακαριώτατον τέλος εὗρες Εὐδόκιμε, εὐδοκιμήσας θείαις, ἀρεταῖς φερωνύμως, καὶ κόσμου ταῖς ἀπάταις μὴ συγχωσθείς, ἀλλὰ λάμψας φαιδρότερον, τῶν τοῦ ἡλίου ἀκτίνων καὶ τῶν πιστῶν, καταυγάσας τὰ συστήματα.

Ἡ ἐλεήμων καρδία καὶ εὐσυμπάθητος, ὁ τῆς ἀγάπης λύχνος, ὀρφανῶν ὁ προστάτης, γυμνῶν καὶ πενομένων ὁ σκεπαστής, σωφροσύνης τὸ ἄγαλμα, τῶν ἐντολῶν τοῦ Κυρίου ὁ πληρωτής, εὐφημείσθω νῦν Εὐδόκιμος.

Τῇ καθαρᾷ σου καρδίᾳ Θεὸν ἐζήτησας, καὶ τὰ τοῦ κόσμου πάντα, ἑβδελύξω ἡδέα, Εὐδόκιμε θεόφρον· ὅθεν πιστῶς, καὶ τῶν κόπων ἀντάμειψιν, παρὰ Θεοῦ ἐκομίσω παναληθῶς, ὡς ἐν τέλει πεφανέρωται.

 

 

 

 

Δόξα. Τοῦ Ἁγίου Ἦχος β'

Παντὸς Δικαίου μνήμη μετ' ἐγκωμίων γίνεται, μεθ' ὧν καὶ ἡ σή, θεράπον Χριστοῦ Εὐδόκιμε· ὅπλον γὰρ ἔσχες Σταυρόν, καὶ κράτος ἀήττητον, Τριάδος ὁμοουσίου πίστιν· διὰ τοῦτο μετ' Ἀγγέλων, συναναπαύῃ ἀείμνηστε.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ Ἦχος β'

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ προσκυνῶ καὶ δοξάζω σε.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

Λιτή. Ἦχος α’.

Ὡς κατάκαρπος φοῖνιξ παρ’ ὕδατα τῶν θείων ἐντολῶν, κατὰ Δαυΐδ ἐβλάστησας, παμμακάριστε Εὐδόκιμε· ὅθεν ὁ καρπὸς τῶν καμάτων σου, ὑπὲρ μέλι καὶ κηρίον, τῆς Ἐκκλησίας τὸ πλήρωμα, μυστικῶς κατευφραίνει. Μακάριος σὺ εἶ, ὅτι τὴν ἀληθῆ ποθήσας δικαιοσύνην, ἐν σωφροσύνῃ καὶ σεμνότητι, καὶ οἰκτιρμοῖς πενήτων, διαφερόντως διέπρεψας· δι’ ὧν τὸν τῆς ζωῆς πλουτήσας μαργαρίτην, τῆς οὐρανίου Βασιλείας, κληρονόμος ἄξιος ὤφθης ἧς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

Ἦχος β΄.

Ἀξιωμάτων ἐμπρέπων ἀκρότητι τὸ τῆς ψυχῆς ἀληθὲς ἀξίωμα, ἀκηλίδωτον καὶ ἄμωμον, ἀσφαλῶς ἐτήρησας, ἐκ τῶν ἐν κόσμῳ κηλίδων. Χριστῷ γὰρ ὁλικῶς ἀφορῶν, τὴν κατ’ αὐτὸν κεκρυμμένην ζωήν, νοΐ μεγαλόφρονι, ἐπ’ ὄψεσι πάντων, καὶ πάντας λανθάνων, διετέλεις Εὐδόκιμε. Μόνον γὰρ τὴν δόξαν Κυρίου ζητήσας, οὐδόλως παρέσχες τοῖς σφαλλομένοις ὡς σοφὸς καὶ ἀγχίνους· διὸ λαμπρῶς δεδόξασαι παρὰ Χριστοῦ τοῦ Παντοκράτορος.

 

Ἦχος γ’.

Ζηλωτὴς καλῶν ἔργων κατὰ Παῦλον τὸν μέγαν, γενόμενος Εὐδόκιμε, φερωνύμως εὐδοκίμησας, ταῖς ἐναρέτοις πράξεσιν· ἐν γὰρ ὥρᾳ νεότητος, τὸ ἀγαθὸν καὶ τέλειον τοῦ Κυρίου θέλημα, ὑπὲρ πλοῦτον πολὺν προέκρινας· ὅθεν ἐν σοὶ διέλαμψε, σωφροσύνης ἀκρίβεια, ἁγνείας λαμπρότης, ἐλεημοσύνης δαψίλεια, καὶ παντὸς καλοῦ συνδρομὴ ἀρίδηλος· ἀνθ’ ὧν τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, παρὰ Χριστοῦ ἀπείληφας, τοῦ ἐν Ἁγίοις σὲ θαυμαστώσαντος.

 

Δόξα. Ἦχος δ΄.

Ἀπεκδυσάμενος Εὐδόκιμε, τοὺς δερματίνους χιτῶνας τῆς νεκρώσεως, τῆς ἀφθαρσίας τὴν διπλοΐδα, μεγαλοπρεπῶς ἠμφιάσω· ὅθεν τέλος μακάριον, ἡ μὲν θεοειδής σου ψυχή, εἰς οὐρανίους νυμφῶνας ἀνέπτη, τὸ δὲ σεπτόν σου σῶμα, ἄφθαρτον καὶ ἀσινές, τοῖς πιστοῖς ἐδόθη, καταπλῆττον ἅπαντας, τῇ ἐξαιρέτως δοθείσῃ σοι χάριτι· ὅτι ἰατρεῖον ἄμισθον τοῖς ποικίλως πάσχουσι, θαυμαστῶς ἀναδέδεικται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ φερωνύμως Θεῷ εὐαρεστήσας, θεοφόρε Εὐδόκιμε, λαμπρῶς γὰρ εὐδοκιμήσας, τῇ ἐναρέτῳ ζωῇ, ἠθῶν οὐρανίων ὤφθης ἔσοπτρον, ἐκλάμπον τοῖς πέρασιν, εὐσεβείας τὰς χάριτας, καὶ εὐποιΐας τὴν πλουσίαν διάδοσιν, καὶ χρηστότητος, τῆς ψυχῆς σου τὴν ἔλλαμψιν· φόβῳ γὰρ στοιχειούμενος, τῷ θείῳ μακάριε, μέσῳ θορύβων τοῦ κόσμου, θεοπρεπῶς πεπολίτευσαι, Χριστὸν ἀντὶ ἁπάντων, ὁλοψύχως ἀγαπήσας· διὸ δεδόξασαι.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, ὁ τῆς ἀγάπης πυρσός, τῆς σωφροσύνης τὸ ἐξαίρετον ἄγαλμα, τὸ ῥεῖθρον τῆς εὐσπλαγχνίας, ὁ τῶν πενήτων τροφεύς, καταπονουμένων ὁ ἐπίκουρος· ἁγνείας κειμήλιον, ἀρετῶν στήλη ἔμψυχος, δικαιοσύνης, ἀληθοῦς ὑποτύπωσις, τῆς εὐθύτητος, ἱλαρώτατον σκήνωμα, σκεῦος τῆς καθαρότητος, πραότητος τέμενος, τοῖς ἀπ’ αἰῶνος δικαίοις, ἰσοκλεὴς καὶ ἰσότιμος· μεθ’ ὧν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Χαίροις, ὁ τὴν λαμπάδα τὴν σήν, ἀειφεγγῆ διατηρήσας καὶ ἄσβεστον, ἐλαίῳ τῆς ἐναρέτου, καὶ καθαρᾶς σου ζωῆς, καὶ φωτὶ τῆς θείας ἐγρηγόρσεως· διὸ καὶ εἰσήλασας, λαμπαδοῦχος Εὐδόκιμε, ἐν εὐφροσύνῃ, πρὸς νυμφῶνα οὐράνιον, δόξαν ἄῤῥητον, θεοσδότως καρπούμενος, ἔνθα συναγαλλόμενος, Ἀγγέλων ταῖς τάξεσι, καὶ τῶν Ἁγίων τοῖς δήμοις, μὴ διακόψης δεόμενος, ἡμῖν δωρηθῆναι, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β'

Τὸν εὐδοκίμως ἐπὶ γῆς ἐν εὐσεβείᾳ πάσῃ καὶ ἁγίᾳ ἀναστροφῇ Θεῷ εὐαρεστήσαντα, Εὐδόκιμον τὸν μέγαν αἰνέσωμεν λέγοντες· χαίροις, ὁ ἐν μέσῳ τῶν τοῦ κόσμου φροντίδων καὶ τύρβεων, τὸν οὐράνιον σπόρον, ὡς γῆ πίων καὶ εὔκαρπος, εἰς ἑκατὸν Θεῷ γεωργήσας· χαίροις, ὁ ἐν πλούτου εὐρεία καὶ δόξης καὶ τιμῆς ἀκρότητι, τοῦ κατὰ ψυχὴν ἄκρου τέλος, νοΐ σώφρονι, πλέον πάντων ἐπιμελησάμενος· χαίροις, τῶν Δικαίων καλλονή, τῶν Ἀγγέλων συνόμιλε, καὶ τῶν Ἁγίων πάντων ὁμότιμε· μεθ’ ὧν πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ.

Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν πολέμοις νῖκος, οἰκουμένης ἀσφάλεια, νοσούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος δ' Ταχὺ προκατάλαβε

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε· σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τοῦ Σταυροῦ  Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεύσι σου κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ζωὴν θεοφιλῆ, ἐκ παιδὸς ἀγαπήσας, ἐργάτης ἀρετῆς, δοκιμώτατος ὤφθης, δι’ ἧς δόξαν ἄῤῥητον, καὶ τρυφὴν ἀδιάδοχον, κατεπλούτησας, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Ὃν ἱκέτευε, ὑπὲρ τῶν σὲ ἐνυμνούντων, τρισμάκαρ Εὐδόκιμε.

Δόξα.

Ἐδόξασε λαμπρῶς, σὲ τὸ Ἅγιον Πνεῦμα, Εὐδόκιμε σοφέ, ὡς πιστὸν αὐτοῦ δοῦλον· τὸ σῶμά σου γὰρ Ἅγιε, ἀδιάφθορον δέδοται, μετὰ θάνατον, τοῖς εὐσεβῶς σὲ ποθοῦσι, βρῦον ἅπασι, τῶν ἰαμάτων τὰ ῥεῖθρα, εἰς δόξαν Θεοῦ ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Θεὸν σωματωθείς, ἐξ ἁγνῶν Σου αἱμάτων, ἐθέωσεν ἁγνή, τοῦ Ἀδὰμ τὴν οὐσίαν. ᾯ πρέσβευε Μητρόθεε, μητρικῇ παῤῥησίᾳ Σου, τοῦ δωρήσασθαι, τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὰ σκάνδαλα, ἐκ μέσου πάντων ποιῆσαι, δι’ ἄφατον ἔλεος.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον φρόνημα, παμμάκαρ φέρων, καθαρότητος, καὶ τῆς ἁγνείας, ἐπιμελῶς τὸν πλοῦτον συνήθροισας· ἔνθεν ἐν σοὶ ἡ Τριὰς ἀνεπαύσατο, καὶ χαρισμάτων σε θείων ἐπλήρωσε. Καὶ νῦν πρέσβευε, Εὐδόκιμε παναοίδιμε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα.

Στήλη ἔμψυχος, τῆς εὐποιΐας, ἀγαθότητος, περιουσία, ἀνεδείχθης Εὐδόκιμε ἔνδοξε. Εὐδοκιμῶν γὰρ τοῖς θείοις ἐντάλμασι, τοῖς ἐνδεέσι πλουσίως ἐπήρκεσας· ὅθεν ὄμβρησον, πρεσβείαις σου πρὸς τὸν Κύριον, ῥανίδα οἰκτιρμῶν τοῖς σὲ γεραίρουσι.

Καὶ νῦν. Θεοτοκίον.

Θεῖον ἔλεος, καὶ εὐσπλαγχνίας, καὶ χρηστότητος, τὰ θεῖα ῥεῖθρα, τοῦ ἐκλάμψαντος ἁγνὴ ἐκ νηδύος Σου, τῇ πρὸς αὐτὸν μητρικῇ οἰκειότητι, βλῦσον ἡμῖν τοῖς θερμῶς πεποιθόσι Σοι. Σὺ γὰρ πάναγνε, προστάτις πέλεις σωτήριος, ἡμῶν καὶ βοηθὸς ἀκαταμάχητος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Εὐσεβείας τοῖς τρόποις ἀγλαϊσθείς, σωφροσύνης ἐδείχθης λαμπρὰ εἰκών, προφαίνων τοῖς ἅπασι, τῆς κρυπτῆς ἐργασίας σου, τὰ ἆθλα, τοὺς ἀγῶνας, τὴν θείαν ἀνάβασιν· δι’ ὧν Χριστῷ ἐγένου, θεράπων θερμότατος· ὅθεν οὐρανίου, Βασιλείας πολίτης, ἐδείχθης μακάριε, μετὰ τέλος μακάριον, θεοφόρε Εὐδόκιμε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Φωτοφόρε λυχνία θεοφεγγῆς, Μαριὰμ τῶν Ἀγγέλων ἡ χαρμονή, βροτῶν ἡ ἀνάκλησις, τῶν πταιόντων προσφύγιον, τὸ τῶν ἁμαρτανόντων θερμὸν ἱλαστήριον, καὶ πάντων Ὀρθοδόξων, στεῤῥὸν καταφύγιον, ῥῦσαι τὴν ψυχήν μου, τῆς τοῦ πλάνου ἀπάτης, καὶ ταύτης ἀπάλλαξον, τῶν αὐτοῦ ἐπιθέσεων, συμπαθεῖ ἀντιλήψει Σου. Σὺ γάρ μου προστασία θερμή, καὶ Σοὶ Κόρη ἐκ καρδίας πέποιθα, μὴ οὖν παρίδῃς Παρθένε, τὴν οἰκτράν μου δέησιν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Εὐαγγέλιον, κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή….

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Δικαίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τῆς εὐσεβείας τὸν δρόμον τελέσας, τῆς ἀφθαρσίας τὸ διάδημα εἴληφας, παρὰ Χριστοῦ Εὐδόκιμε, εὐαγγελικῶς γὰρ βιωσάμενος, τὸν ἐν Ἁγίοις κλῆρον κεκλήρωσαι, καὶ σὺν τοῖς ἀπ’ αἰῶνος δικαίοις δεδόξασαι. Δίκαιοι γὰρ εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν.

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Σταυροῦ, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

Σταυρὸς προερχόμενος, θείας ἀκτῖνας ἐκπέμπει τῆς χάριτος, καὶ φωτίζει ἅπαντας, τοὺς προσκυνοῦντας αὐτόν, καὶ ἀνυμνοῦντας εὐσεβῶς, τὸν σταυρωθέντα Χριστόν.

Σταυρὸς προσκυνούμενος, ὑψοῖ τοὺς πόθῳ καὶ πίστει δοξάζοντας, ὡς Θεὸν καὶ Κύριον, τὸν πεπονθότα σαρκί, καὶ ἀναπλάσαντα ἡμᾶς, θείοις παθήμασι.

Σταυρὸς προσκυνούμενος, ἐκβλύζει μῦρα χαρίτων καὶ ἅπαντας, τὸν Χριστὸν δοξάζοντας, εὐωδιάζει ἀεί, καὶ ἀκηδίαν τῶν ψυχῶν, ἐλαύνει ἅπασαν.

Θεοτοκίον.

Γνωρίσαντες Κύριον, τὸν σαρκωθέντα ἐκ Σοῦ Θεονύμφευτε, καὶ Σταυρὸν καὶ θάνατον καταδεξάμενον, ὑμνοῦμεν Τοῦτον Λυτρωτήν, Σὲ μακαρίζοντες.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ μάκαρ σοῦ τοὺς πανευσεβεὶς τρόπους. Ὁ Ἰωσήφ.

ᾨδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε

ψηλὸν τὸν βίον ἐσχηκώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς θεϊκαῖς ὁλολαμπὴς γενόμενος, φωτισμὸν μοι αἴτησαι, εὐφημοῦντί σου, τὰ σεπτὰ προτερήματα, οἷς εὐδοκιμήσας, ἔτυχες ὧν ἤλπισας Εὐδόκιμε.

Μυριπνόους στέργων διδαχάς, καὶ ταῖς ἀναπτύξεσι, τῶν ἱερῶν, Γραφῶν ἐνασχολούμενος, ἡδονῶν ἐξέκλινας, παμμακάριστε, τὸ δυσῶδες καὶ ἄτιμον, καὶ εὐωδιάσθης, θείαις ἀρεταῖς καλλωπιζόμενος.

Νυσταγμὸν βλεφάρων ἐκ ψυχῆς, μάκαρ ἀπεδίωξας, ἐπαγρυπνῶν καὶ Θεῷ συγγινόμενος, ταῖς παννύχοις στάσεσι, μὴ καμπτόμενος ταῖς ἀνάγκαις τῆς φύσεως· ὅθεν πρός ἡμέραν, ὄντως τὴν ἀνέσπερον κατήντησας.

Θεοτοκίον

ς παστάδα ἔμψυχον Θεοῦ, καὶ θυμιατήριον, τοῦ νοητοῦ καὶ φωτοφόρου ἄνθρακος, τὴν ἀειμακάριστον, ἀνυμνήσωμεν, Θεοτόκον κραυγάζοντες· Χαῖρε ἡ αἰτία, τῆς σωτηριώδους ἀναπλάσεως.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ γ΄. Τοῦ Σταυροῦ. Στερεωθήτω ἡ καρδία μου.

Ὁ ἐν συμβόλοις προτυπούμενος, καὶ τελῶν παράδοξα θαύματα, νῦν προσκυνούμενος Σταυρός, ἐνεργεῖ θαυμαστότερα, ἁγιάζον καὶ φωτίζον, τοὺς τὸν Κτίστην δοξάζοντας.

Τὸ ἐν πολέμοις θεῖον τρόπαιον, ὁ Σταυρὸς Χριστοῦ προσκυνούμενος, τὰς παρατάξεις τῶν ἐχθρῶν ἀνατρέπων παρέχεται, βασιλεῦσιν ὀρθοδόξοις, κραταιὰ νικητήρια.

Ὁ τοῦ Κυρίου προτιθέμενος, ἐν ναοῖς Σταυρὸς καὶ οἰκήμασι, τοὺς θεμελίους ἀῤῥαγεῖς, τούτων τηρεῖ καὶ ἅπασαν, προσβολὴν καὶ μηχανήν, τὴν ἐναντίων ἐκτρέπεται.

Θεοτοκίον.

κ τοῦ βυθοῦ τῆς πλάνης εἵλκυσεν, ὁ ἐκ Σοῦ τεχθεὶς τὸ ἀνθρώπινον, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ Θεοτόκε, καὶ ὕψωσε πρὸς ἐπίγνωσιν αὐτοῦ, τοὺς εὐσεβῶς Σε δοξάζοντας.

 

Τοῦ Ἁγίου. Ἐν πέτρᾳ με τῆς πίστεως

ημάτων ζωηῤῥύτων πηγαῖς προσέχων, ἐξέπιες τὸ νᾶμα τῆς σωτηρίας, ἐμέσας τὴν κατάπικρον ἁμαρτίαν, καὶ ψάλλων ἔλεγες, Θεῷ Εὐδόκιμε· Ὡς οὐκ ἔστιν, Ἅγιος πλήν σου Κύριε.

Συμπάθειαν ἐκτήσω χριστομιμήτως, διένειμας τὸν πλοῦτον τοῖς δεομένοις, οὐράνιον τὸν ὄλβον σοι προξενοῦντα, οὗπερ καὶ ἔτυχες, βοῶν Εὐδόκιμε· Ὡς οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Οἰκειωθεὶς τῷ Κτίστῃ ἀγάπῃ θείᾳ, ἐδέξω τὴν οὐράνιον κληρουχίαν, τοῦ ξύλου τῆς ζωῆς δὲ μάκαρ μετέχεις, θέσει θεούμενος, καὶ μέλπων ἔνδοξε· Ὡς οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Θεοτοκίον

πάρχουσα Ἀγγέλων τιμιωτέρα, τὸν Κτίστην τῶν Ἀγγέλων τῇ σῇ νηδύϊ, ἐβάστασας καὶ τέτοκας Θεομῆτορ, βροτῶν εἰς λύτρωσιν, τῶν μελῳδούντων σοι· ὡς οὐκ ἔστιν ἄχραντος πλήν σου Δέσποινα.

 

Κάθισμα. Τοῦ Σταυροῦ. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Λελαμπρυσμένος οὐρανὸς ἀναδείκνυται, ὑπὲρ τὸν ἥλιον φωτὶ τοῦ Σταυροῦ Σοῦ, καὶ δαδουχεῖ τὰ σύμπαντα τῇ αἴγλῃ αὐτοῦ, ὅθεν Σὺ φιλάνθρωπε, ὁ Σωτὴρ τῶν ἁπάντων, φώτισον τὸν νοῦν ἡμῶν, δι’ αὐτοῦ καὶ αἰσθήσεις, ἡμεῖς γὰρ ἔχομεν Αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Δόξα... Τοῦ Ἁγίου. Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Εὐδοκιμήσας ἀγαθαῖς ἐργασίαις, ἐδοκιμάσθης ὡς χρυσὸς ἐν καμίνῳ, τοῖς πειρασμοῖς Εὐδόκιμε ἀοίδιμε· ὅθεν μετὰ θάνατον, ἀναβλύζεις πλουσίως, θαύματα ὡς νάματα, καὶ νοσήματα παύεις, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπῶν, ὅπως πταισμάτων συγχώρησιν λάβωμεν.

Καὶ νῦν... Θεοτοκίον

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου σαρκικῶς, ὁ Θεός γάρ· ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

ᾨδὴ δ΄. Τοῦ Σταυροῦ. Ἐν πνεύματι προβλέπων.

Τυπούμενος ὁ θεῖος καὶ τίμιος Σταυρός, τὸν τοῦ σκότους ἄρχοντα ἐλαύνει κραταιῶς, ἐκ τοῦ ἀέρος καὶ χάριτος τὰς ἀκτῖνας, τοῖς ἐκτυποῦσιν ἐφαπλοῖ καὶ καταυγάζει, τούτους ἀνυμνοῦντας Χριστὸν τὸν Θεόν.

Τυπούμενος ὁ θεῖος καὶ ἄχραντος Σταυρός, ἐν καρδίαις θάλασσαν κατευνάζει τῶν παθῶν, καὶ καταπαύει κινδύνων τὰς τρικυμίας, καὶ εἰς γαλήνην μεταφέρει εὐθυμίας, πάντας τοὺς πόθῳ ἐκτυποῦντας αὐτόν.

Ὡς ἄνθρακας ἐκπέμπων, ὁ τίμιος Σταυρός, ἐνέργειαν ἅπασαν φλογίζει τοῦ ἐχθροῦ, καὶ ἀπελαύνει τὴν δύναμιν, καὶ κουφίζει τοὺς πολλῇ τῇ πίστει, καὶ αἰνοῦντας καὶ ὑμνοῦντας, πόθῳ τὸν ἐν τούτῳ, παγέντα Χριστόν.

Θεοτοκίον.

ς πάντων βασιλίδα καὶ Δέσποινα ἡμῶν, Σε πόθῳ δοξάζομεν πανάχραντε ἁγνή, οἱ φωτισθέντες τοῖς πάθεσι τοῦ Υἱοῦ Σου, καὶ ἐπιγνόντες τοῦτον πάντων εὐεργέτην, δόξα τῇ Αὐτοῦ ἀγαθότητι.

 

Τοῦ Ἁγίου. Ἐλήλυθας ἐκ Παρθένου

Τὰ δόγματα τῶν Πατέρων φυλάττων ἀλώβητα, ὀρθόδοξον φρόνημα, σὺ ἐκ νεότητος ἔσχηκας, βίον ἀκηλίδωτον, καὶ εὐσυμπάθητον γνώμην ἀξιάγαστε.

Οὐ σύγχυσις κοσμικὴ οὐκ ἀρχῆς ἐπικράτεια, οὐ δόξα ἐπίκηρος, σοῦ τὸν πρὸς Κύριον ἔρωτα, ἤμβλυνεν Εὐδόκιμε, ἀλλ' εὐδοκίμησας ὄντως θείαις πράξεσιν.

ψούμενος ταῖς ἐνθέοις μελέταις ἑκάστοτε, ἐχθρὸν ἐταπείνωσας, καὶ ἰαμάτων ἐνέργειαν, εἴληφας Εὐδόκιμε, κρίσει δικαίᾳ τοῦ πάντα διευθύνοντος.

Σταλάζουσα γλυκασμὸν ἡ σορός, τῶν λειψάνων σου, πλουσίων ἰάσεων, πάθη καθαίρει Εὐδόκιμε, πίστει τῶν τιμώντων σε, καὶ καταφλέγει δαιμόνων πάσας φάλαγγας.

Θεοτοκίον

Πανύμνητε στρατηγίαις τὸν ἄνω ὑμνούμενον, Θεὸν ἀπεκύησας, ἄνθρωπον ὄντως γενόμενον, ὃν ὑπὲρ τῶν δούλων σου, ἐκδυσωποῦσα μὴ παύσῃ ἀειπάρθενε.

 

 

 

 

 

ᾨδὴ ε΄. Τοῦ Σταυροῦ. Τὸ φαεινὸν ἡμῖν.

Τὸ κραταιὸν ἡμῶν καὶ ἀνίκητον ὅπλον, προκείμενον νῦν προσκυνοῦντες, τὸν πανάγιον Σταυρὸν ἐν πίστει, δύναμιν ἀήττητον, κατ’ ἐχθρῶν δεχόμεθα.

Τὸν ἐκτυπούμενον καὶ ἀκρότομον, πέτραν ποιήσαντα, ὕδωρ πηγᾶσαι νῦν κατέχοντες, καὶ προσκυνοῦντες τίμιον Σταυρόν, πηγὴν χαρίτων δεχόμεθα.

Ὁ ἀνελὼν ἐχθρὸν τὸν πολέμιον, νῦν προσκυνούμενος Σταυρός, ζωοῖ τῇ θείᾳ χάριτι, τοὺς προσκυνοῦντας τοῦτον, καὶ δοξάζοντας Χριστὸν τὸν Θεὸν ἡμῶν.

Θεοτοκίον.

άβδον δυνάμεως Θεονύμφευτε, πίστει κατέχοντες τὸν τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν, Σταυρὸν ὑμνοῦμεν, τοῦτον βασιλίδα Σε, πάντων μακαρίζοντες.

 

Τοῦ Ἁγίου. Ὁ φωτισμὸς

Αἴγλῃ σεπτῇ, τῆς ἁγνείας θεόφρον λελαμπρυσμένος, νόμῳ, τε τῷ ταύτης συμπεφραγμένος, νύκτα τοῦ βίου ἀπροσκόπτως διέβης, θεωρίαις θείαις πτερούμενος, μάκαρ καὶ πρὸς θείαν, ζωὴν κατεσκήνωσας.

Νῦν ἐπὶ σοί, θαῦμα μέγα ὁρᾶται, καὶ θάμβους πλῆρες, πῶς μετὰ κηδείαν ὄντως χρονίαν, διατηρεῖται ἀδιάλυτον μάκαρ, σοῦ τὸ σῶμα ἐν τάφῳ κείμενον, κρίμασιν οἷς οἶδε, Θεὸς ὁ δοξάζων σε.

Εὖγε τῆς σῆς, πρὸς Θεὸν παῤῥησίας, εὖγε τοῦ πόθου, οὗπερ ἐκ καρδίας πρὸς τοῦτον ἔσχες, εὐδοκιμήσας φερωνύμως, καὶ λάμψας παραδόξως θείαις λαμπρότησι, καὶ καταφαιδρύνας, πιστῶν τὰ συστήματα.

Θεοτοκίον

πὲρ ἡμῶν, τὸν ἐκ σοῦ σαρκωθέντα Παρθενομῆτορ, πάντοτε δυσώπει τῶν σὲ ὑμνούντων, τοῦ λυτρωθῆναι ἐκ παθῶν, καὶ κινδύνων, ψυχοφθόρων κακῶν καὶ θλίψεων, καὶ αἰωνιζούσης, φλογὸς καὶ κολάσεως.

ᾨδὴ στ΄. Τοῦ Σταυροῦ. Τὸν προφήτην Ἰωνᾶν.

Ὁ σεβάσμιος Σταυρός, προσκυνούμενος νυνί, ἀναστάσιμον χαράν, προμηνύει τοῦ Χριστοῦ, καὶ θάνατον τοῦ ἀρχεκάκου εὐαγγελίζεται.

Ὁ ἐν μέσῳ φυτευθείς, γῆς σεβάσμιος Σταυρός, νῦν τοὺς κλάδους ἐφαπλοῖ, τῶν χαρίτων ἐν αὐτῇ, καὶ ἅπαντας σκέπει σιάζει, τοὺς προσκυνοῦντας αὐτόν.

Ὁ τεμὼν τὴν Ἑρυθράν, προγραφόμενος Σταυρός, προσκυνούμενος νυνί, τῶν κινδύνων καὶ παθῶν, τὴν θάλασσαν τέμνει καὶ σώζει, τοὺς προσκυνοῦντας αὐτόν.

                                              Θεοτοκίον.      

Γῆθεν εἵλκυσεν ἡμᾶς, ὁ Υἱός Σου καὶ Θεός, πρὸς οὐράνιον ζωήν, ἀναβὰς ἐν τῷ Σταυρῷ, τοῖς πόθῳ Σε Μητέρα τούτου, κυρίως σέβουσιν.

Τοῦ Ἁγίου. Ἐν ἀβύσσῳ πταισμάτων

Σταλαγμοὺς γλυκυτάτους ἐστάλαξαν, μάκαρ οἱ ἱδρῶτές σου, καὶ ἀγαλλίασιν, καὶ ἰαμάτων ἔλλαμψιν, εἰς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν αἴνεσιν.

ν αὐλαῖς τοῦ Θεοῦ ἀνεβλάστησας, ἄμπελος πολύφορος, εὐκληματήσασα, καὶ ἀρετῶν τοὺς βότρυας, γεωργῷ τῶν ψυχῶν ἐθησαύρισας.

Βασιλείαν Θεοῦ ἐπεπόθησας, καὶ κατὰ παθῶν βασιλεύσας Ἀοίδιμε, κατ' εὐδοκίαν κρείττονα, τῆς χαρᾶς τῶν Δικαίων ἐπέτυχες.

Θεοτοκίον

κλεκτὴ τῷ Θεῷ ἐχρημάτισας, ὡς ὡραιοτάτη χωρίον εὐρύχωρον, τούτου Παρθένε γέγονας, καὶ παστὰς καὶ λυχνία καὶ τράπεζα.

 

Κοντάκιον. Τοῦ Σταυροῦ. Ἦχος δ΄.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Κοντάκιον Τοῦ Ἁγίου. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Ἡ σεπτή σου σήμερον, ἡμᾶς συνήθροισε μνήμη, ἐν τῇ θείᾳ λάρνακι, τῶν ἱερῶν σου λειψάνων· πάντες οὖν, οἱ προσιόντες καὶ προσκυνοῦντες, ἅπασαν, δαιμόνων βλάβην ἀποσοβοῦνται, καὶ ποικίλων νοσημάτων, λυτροῦνται τάχος μάκαρ Εὐδόκιμε.

Ὁ Οἶκος.

Ῥάδαμνος ὤφθης εὐκλεής, ἐκ ῥίζης μακαρίας, καὶ ἤρθης πρὸς περιωπήν, ἀγάπης τῆς ἁγίας, καὶ ἀρετῶν παντοδαπῶν, ἀνεπιλήπτῳ σου ζωῇ, ἣν ἔζησας ἐν κόσμῳ. Σὺ γὰρ τῷ θείῳ φόβῳ, στοιχειούμενος, καὶ ἀξιωμάτων ὄγκῳ, περιβλέπτων διαπρέπων, ἀντὶ πάντων τὸ κατὰ Χριστὸν ζῆν πανσόφως ᾐρετίσω. Ἔνθεν σωφρόνως καὶ δικαίως καὶ ὁσίως τὸν σὸν βίον περαιούμενος, τύπον καλῶν ἔργων σαυτὸν παρέστησας, εὐδοκιμήσας ἐν πάσῃ ἀγαθοεργίᾳ· διό σου πιστοὶ τὴν μνήμην ἑορτάζοντες, τῇ τοῦ λειψάνου σου θήκῃ, προστρέχουσι. Καὶ παντοίων δεινῶν καὶ ποικίλων νοσημάτων, λυτροῦνται τάχος μάκαρ Εὐδόκιμε.

 

Συναξάριον.

Τῇ ΛΑ΄ τοῦ αὐτοῦ Μηνός, τὰ Προεόρτια τῆς Προόδου τοῦ Τιμίου Σταυροῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐδοκίμου τοῦ Δικαίου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Τοῦ Σταυροῦ. Τοὺς ἐν καμίνῳ παῖδας.

Ὁ τῷ τιμίῳ αἵματι Χριστοῦ, Σταυρὸς Αὐτοῦ ἀρδευθείς, πηγάζει ποταμούς, τῶν διαυγῶν καὶ νοητῶν τούτων χαρίτων, καὶ ποτίζει ἅπαντας, τοὺς προσκυνοῦντας αὐτόν, καὶ ἀνυμνοῦντας πιστῶς.

Ὁ τοῦ θανάτου πύλας καθελών, Σταυρὸς Χριστοῦ, καὶ μοχλοὺς συντρίψας νοητούς, νῦν τοῖς αὐτὸν εἰλικρινεῖ πίστει καὶ πόθῳ προσκυνοῦσιν ἅπασι, πύλας ἀνοίγει ζωῆς, καὶ ἀκηράτου τρυφῆς.

Οἱ προσκυνοῦντες πόθῳ τὸν Σταυρόν, τειχίζοντας τῇ δυνάμει τούτου, καὶ ἐχθροὺς τοὺς νοητοὺς καὶ ὁρατοὺς ἀποσοβοῦσι, καὶ ἀδιαλώβητοι διαφυλάττονται, ὑμνολογοῦντες Χριστόν.

Θεοτοκίον.

σχὺς ἡμῖν καὶ κράτος κατ’ ἐχθρῶν δεδώρηται, ὁ Σταυρὸς Χριστοῦ τοῦ Σοῦ Υἱοῦ, τῇ δεκτικῇ καὶ μητρικῇ Σου παῤῥησίᾳ, διὸ Θεονύμφευτε, τὰς προσβολὰς τῶν ἐχθρῶν κατατροπούμεθα.

 

Τοῦ Ἁγίου. Ἀντίθεον πρόσταγμα

σχύϊ ῥωννύμενος, τοῦ Ζωοδότου, σαρκὸς κατεκράτησας, ὀρέξεων πανόλβιε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συντονώτατα, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Σαυτὸν ἐξευγένισας, εὐγενεστάτους, τοὺς τρόπους κτησάμενος, νοὸς ἀκεραιότητι, μελέτῃ σχολάζων δέ, τῶν θεοπνεύστων Γραφῶν, ὅλην σου τὴν ἔφεσιν Θεῷ, τῷ παντεπόπτῃ μάκαρ ἀνέτεινας.

Τὰ ἄνω βασίλεια, τὴν ἄνω πόλιν, Θεοῦ τὸν Παράδεισον, Δικαίων τὴν ἀπόλαυσιν, τρυφὴν τὴν ἀνόθευτον, ὄλβον τὸν ἄσυλον, φέγγος τὸ ἀνέσπερον εὑρεῖν, κατηξιώθης μάκαρ Εὐδόκιμε.

εόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα σοφέ, ἀνεμποδίστως ὄντως παρέδραμες.

Θεοτοκίον

ν ἔτεκες Δέσποινα ἀεὶ δυσώπει, δουλείας ῥυσθῆναί με, παθῶν, καὶ κατακρίσεως, καὶ τῆς συνεχούσης με δεινῆς πωρώσεως, καὶ τῆς τῶν θλιβόντων με ἀεί, ἐπικρατείας θεοχαρίτωτε.

ᾨδὴ η΄. Τοῦ Σταυροῦ. Ὃν φρίττουσιν.

Ὃν ἔπτηξε θάνατος, πηγνύμενον Σταυρόν, νυνὶ προσκυνούμενος, ὁρῶσαι νοηταὶ ἐχθροῦ παρατάξεις, δύνουσιν ὑπὸ γῆν, καὶ οἱ προσκυνοῦντες αὐτὸν νεοποιοῦνται.

Ὃν πάλαι προτυπούμενος, ἐν ὕψει οὐρανοῦ, Χριστὸς καθυπέδειξεν, ὑπέρφωτον Σταυρόν, νυνὶ προσκυνοῦντες, εὐσεβῶς οἱ πιστοί, ὑψοῦνται καὶ τούτου, φαιδρύνονται ἀκτῖσι.

Ὂν πάλαι ἐκήρυξαν Προφῆται ἀψευδεῖς Χριστοῦ τὸ ὑποπόδιον, ὀφθῆναι τὸν Σταυρόν, ἡμεῖς ἀληθείᾳ προσκυνοῦντες πιστῶς, τῶν αὐτοῦ πλουσίων χαρίτων ἐντρυφῶμεν.

Θεοτοκίον.

πάθει ἀπάθειαν πηγάσας τοῖς βροτοῖς, Υἱός Σου καὶ Κύριος, Παρθένε διὰ Σοῦ, ἡμᾶς τοὺς Σὲ πόθῳ ἀνυμνοῦντας ἀεί, νεουργεῖ καθαίρει ὡς μόνος εὐεργέτης.

 

Τοῦ Ἁγίου. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Πῦρ ἐννοῶν τὸ φοβερόν, πρὸ τοῦ θρόνου τοῦ Θεοῦ μέλλον ἐκχεῖσθαι, κατανύξει καρδίας, θερμοὺς ἐκχέεις κρουνούς, δακρύων ἐναποτεφροῦντάς σοι, τῶν παθῶν καμίνους, Εὐδόκιμε θεόφρον.

λον μετέθηκας σαυτοῦ, πρὸς τὸν Κύριον Σοφὲ ψυχῆς τὸν πόθον, καὶ αὐτῷ ἐκολλήθης ἀναβοῶν ψαλμικῶς· Χριστέ μου, ἰλύος με λύτρωσαι, τῶν θανατηφόρων παθῶν εἰς τοὺς αἰῶνας.

πομονῇ καρτερικός, καὶ καρδίᾳ ταπεινός, σὺ καθωράθης, συμπαθὴς δεομένοις, ἦθος προσφέρων χρηστόν, καὶ τρόπους ἐναρέτους Πάντιμε, οἷς εὐδοκιμήσας, θαυμάτων βρύεις χάριν.

Σύνεσιν ἔχων θεϊκήν, πληρωτὴς Δεσποτικῶν ὤφθης λογίων, δεξιὰς στέργων τρίβους, τὰς εὐωνύμους σαφῶς, ἐκκλίνας ὡς ἔννους καὶ φρόνιμος, ὑπερευλογῶν τὸν Χριστόν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

τοῦ Ἀδὰμ Δημιουργός, ἐξ αἱμάτων σου ἁγνῶν δημιουργεῖται, καὶ γαλακτοτροφεῖται ὁ διατρέφων πνοήν, Παρθένε Θεοτόκε ἅπασαν· ὅθεν ὡς Θεοῦ σε δοξάζομεν Μητέρα.

 

ᾨδὴ θ΄ Τοῦ Σταυροῦ. Τὴν φωτοφόρον νεφέλην.

Ἀθανασίας πηγάζει καὶ ἀφθαρσίας, ἀφθόνους κρουνοὺς ὁ τίμιος Σταυρός, τοῖς αὐτὸν προσκυνοῦσι, ζωοῖ καθαίρει νεουργεῖ, καὶ δόξης τῆς κρείττονος καὶ χάριτος, ἀξιοῖ προσκυνοῦντας, τὸν ἐν τούτῳ προσπαγέντα Ἰησοῦν.

Τὰς ἐνεργείας ἐκπέμπων, ὡς ὑπερφώτους ἀκτῖνας, ὁ πανσεβάσμιος Σταυρός, τοὺς αὐτὸν προσκυνοῦντας, πόθῳ καὶ πίστει καθαρᾷ, πρὸς φῶς τὸ ἀπρόσιτον καὶ ἄϋλον, καταυγάζων ἰθύνει, ἀνυμνοῦντας τὸν τῶν ὅλων Ποιητήν.

Ὁ ἁγιάσας τὸ ξύλον, τοῦ παναγίου Σταυροῦ Σου, τιμίῳ αἵματι τῷ Σῷ ὑπεράγαθε Λόγε, τῇ ἐνεργείᾳ τῇ αὐτοῦ ἡμᾶς καταλάμπρυνον, ἁγίασον τοὺς αὐτὸν προσκυνοῦντας καὶ ὑμνοῦντας, τὸν Δεσπότην τοῦ παντός.

Θεοτοκίον.

πὲρ τὸν ἥλιον πᾶσιν ἡ Σὴ ἐκλάμπουσα χάρις, νέφη κινδύνων καὶ παθῶν ἀπελαύνει Παρθένε, καὶ εὐθυμίας τῷ φωτί, φαιδρύνει τοὺς πόθῳ Σε, δοξάζοντας καὶ ὑμνοῦντας ἀπαύστως, τὸν Υἱόν Σου ὡς Δεσπότην τοῦ παντός.

 

 

 

Τοῦ Ἁγίου. Ἀνάρχου Γεννήτορος

δεῖν ἐφιέμενος, τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, ἀρετῶν εὐμορφίᾳ σαυτὸν ἐκάλλυνας, καὶ λαμπαδηφόρος εἰσῆλθες εἰς φωτεινούς, νυμφῶνας Ἀγγέλων, συνὼν τῷ Δεσπότῃ σου, ἀπολαύων τῆς θεώσεως.

ς ὄρθρος ὡς ἥλιος, ἀνέτειλεν ἡ μνήμη σου, τὰς ἐν ζόφῳ καρδίας καταφωτίζουσα· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, ὡς ἀληθῶς υἱὸς ἐγνωρίσθης, θεόφρον Εὐδόκιμε· διὰ τοῦτό σε γεραίρομεν.

Σοφίᾳ κοσμούμενος, καὶ γνώσει λαμπρυνόμενος, ταπεινώσει καρδίας ὡραϊζόμενος, ὕψει πολιτείας ἐμπρέπων, πρὸς νοητάς, ἐπέβης ἐπαύλεις, μεθ' ὧν ἡμῶν μνήσθητι, τῶν τιμώντων σε Εὐδόκιμε.

μέραν ἑόρτιον, καὶ ὠφελείας πρόξενον, τὴν σεπτήν σου τελοῦμεν ἐκ γῆς μετάστασιν· σὺ γὰρ τοῦ Κυρίου θεράπων, καὶ τῶν αὐτοῦ, ἐντολῶν ἐργάτης, ὤφθης ἀνεπαίσχυντος, ἀξιάγαστε Εὐδόκιμε.

Θεοτοκίον

Φωτὸς ἐνδιαίτημα, τοῦ πάντας καταυγάσαντος, καὶ σκηνὴ καθωράθης θεοχαρίτωτε· γέφυρα καὶ κλῖμαξ πρὸς ὕψος τοὺς γηγενεῖς, ἀνάγουσα Κόρη· διὸ σε γεραίρομεν, καὶ πιστῶς σε μακαρίζομεν.

 

Ἐξαποστειλάριον. Τοῦ Ἁγίου. Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις

Καὶ ζῶν Εὐδόκιμος ὤφθης, κατὰ παθῶν παντοδαπῶν, καὶ νῦν εἰσέτι ὑπάρχεις, πηγὴ θαυμάτων τηλαυγής, ἐξ ἧς καθαίρονται πάθη, ψυχῶν ὁμοῦ καὶ σωμάτων.

Ἐξαποστειλάριον τοῦ Σταυροῦ Ἦχος β' Γυναῖκες ἀκουτίσθητε

Σταυρὸς προεορτάζεται, καὶ κόσμος ἁγιάζεται, τάξεις Ἀγγέλων ὑμνοῦσι, τὸν δι' ἡμᾶς σταυρωθέντα, καὶ συμπανηγυρίζουσιν, ἡμῖν καὶ συναγάλλονται, δαυϊτικῶς κραυγάζοντες· Εἰργάσατο σωτηρίαν, ἐν μέσῳ γῆς ὁ Δεσπότης.

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ Ευδόκιμε τὸ σόν, φρόνημα ἀνύψωσας, πρὸς τὸν Θεὸν διὰ πίστεως, καὶ βίον ἄμεμπτον, ἐν μέσῳ τοῦ κόσμου, εὐσεβῶς διήνυσας, ἐκ δόξης πρὸς ὑπέρτερον εὔκλειαν, προβαίνων χάριτι, διὰ τοῦτο ἰσοστάσιος, τῶν Ἁγίων ἐνδόξως γεγένησαι.

 

Θεόφρον Εὐδόκιμε Χριστοῦ, ῥήσεσιν ἑπόμενος, γνώμην ἐκτήσω φιλάνθρωπον, καὶ ἐλεήμονα, καὶ τῶν δεομένων, καὶ πασχόντων γέγονας, τροφεὺς καὶ ἀρωγὸς εὐμενέστατος, καὶ περιβόλαιον καὶ ἀνάψυξις ἀοίδιμε, διὰ τοῦτο ἀξίως δεδόξασαι.

 

Εἰς χεῖρας Θεοῦ τὸ καθαρόν, πνεῦμά σου ἀπέδωκας, τελέσας μάκαρ τὸν δρόμον σου, τὸν ἱερώτατον, καὶ τοῖς τῶν Ὁσίων, δήμοις συνηρίθμησαι, θεούμενος ἀΰλοις μεθέξεσι, καὶ τὸν τρισάγιον ἀναμέλπων ὕμνον πάντοτε, σὺν Ἀγγέλοις Θεῷ τῷ παντάνακτι.

Ἐξέστησαν πάντες οἱ πιστοί, ὡς εἶδον τὸ σῶμά σου, μετὰ τὴν θείαν σου κήδευσιν, σῶον καὶ ἄφθαρτον, καὶ δεδοξασμένον, ἐν ἁγίῳ Πνεύματι, καὶ ἔκθαμβοι Θεὸν ἐμεγάλυναν, τὸν μεγαλύναντα, τῆς ἁγίας πολιτείας σου, ἐργασίαν τὴν κρυπτὴν Εὐδόκιμε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν Ἁγίων ἁπάντων οἱ χοροί, τὴν καθαρωτάτην σου καὶ ἄμωμον ψυχήν, ἐν φωνῇ ἀγαλλιάσεως ἀῤῥήτως, ἐν πόλει Θεοῦ ζῶντος, ὑπεδέξαντο Εὐδόκιμε, τὸ δὲ σῶμά σου τὸ ἡγιασμένον, ἡμῖν δεδώρηται παρὰ Κυρίου. Ὃ ἐν πίστει περικυκλοῦντες, ἀνυμνοῦμέν σε λέγοντες· ὦ ἄνθρωπε τοῦ Θεοῦ, θεοφόρε θεράπον τοῦ Ζωοδότου Λόγου, ταμεῖον ἀκένωτον, θεοειδοῦς χρηστότητος, τῆς ἐν Χριστῷ ζωῆς ὁ δοκιμώτατος ἐργάτης, ὁ θεόφωτος λύχνος τῆς σωφροσύνης, ἡ ἄφθονος κρήνη τῆς εὐποιΐας. Δικαίων ὁμόσκηνε, Ἁγίων ἰσοστάσιε, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ ἐνάρετον βιοτήν, ἐν μέσῳ θορύβων, διανύσας τῶν κοσμικῶν· ὅθεν ἐδοξάσθης, παρὰ Θεοῦ ἀξίως, Εὐδόκιμε παμμάκαρ, δικαίων καύχημα.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου