ΑΥΓΟΥΣΤΟΣ
ΙΣΤ΄.
ΔΑΝΙΗΛ
ΟΣΙΟΣ ΜΕΤΕΩΡΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεωργίου
Μηλίτση)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς τῆς Θεοτόκου γ΄.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν·
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς
Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν
παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ
παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν
Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς
ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ
πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι
ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα
βαστάσασα, τάφῳ κατατίθεται, καὶ ἀγγέλων δῆμοι, σὺν τοῖς ἀποστόλοις, φόβῳ
κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς
οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Ἁγίου προσόμοια γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τσιοτίου
ἐκβλάστημα, καὶ σεμνὸν ἐγκαλλώπισμα, Μετεώρων μέγιστον ὄντως καύχημα, καὶ
μοναστῶν σὺ τὸ πρότυπον, καὶ ἅγιον κλέϊσμα, τῶν χαρίτων ἡ πηγή, καὶ κρουνὸς τῶν
ἰάσεων, πανσεβάσμιε· διὸ τοῦτο πιστοὶ σὲ ἀνυμνῦσι, Δανιὴλ Πνευματοφόρε, καὶ σοὶ
προστρέχουσι πάντιμε.
Τῆς
Ἑλλάδος τὸ καύχημα, καὶ πιστῶν καταφύγιον, Μετεώρων ὄντως σὺ τὸ θησαύρισμα, καὶ
Τσιοτίου τὸ γέννημα, καὶ ἔκθρεμμα ἅγιον, Ὀρθοδόξων χαρμονή, καὶ πηγὴ πάσης
χάριτος, τρισμακάριστε· διὰ τοῦτο πληθὺς τῶν Ὀρθοδόξων, Δανιὴλ χαρισματοῦχε, σοὶ
καταφεύγουσι Ὅσιε.
Τὸν
Χριστὸν σὺ ἠγάπησας, καὶ Αὐτῷ ἠκολούθησας, καὶ δοχεῖον γέγονας θείου Πνεύματος,
καὶ ἀρετῶν ἐνδιαίτημα, ἀγάπῃ κοσμούμενος, καὶ φρονήσει σοφῇ, καὶ πλουσίᾳ
χρηστότητι, καὶ πραότητι· διὰ τοῦτο χοροὶ τῶν μοναζόντων, Δανιὴλ ἀκαταπαύστως, ᾠδὰς
καὶ ὕμνους σοι μέλπωσι.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν
τῆς Ἐκκλησίας μέγαν κήρυκα, ἅπαντες ἐν ὕμνοις τιμήσωμεν προφρόνως, τοῦ
Πνεύματος δοχεῖον καὶ ταμεῖον, καὶ τῶν Μετεώρων καρπὸν τὸν εὔχυμον καὶ Τσιοτίου
φύλακα, καὶ φρουρὸν ἀκοίμητον· διὸ σεμνοπρεπῶς πιστοί, πίστει καὶ πόθῳ
προστρέχουσι, πρὸς σὲ θαυματουργέ.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου
ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς
θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ
φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ
τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ
σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.
Εἴσοδος· Φῶς ἱλαρόν· Προκείμενον·
καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (γ΄ 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται.
Κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενούσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος
α΄.
Ἀνέτειλεν
ἡμῖν σήμερον, ἐν τῷ τῆς Ἐκκλησίας νοερῷ στερεώματι, ὁ ἐκ Τσιοτίου ἀστὴρ ὁ
λαμπρότατος, Δανιὴλ ὁ θεσπέσιος. Δεῦτε οὖν Ὀρθόδοξοι, τὴν ἐτήσιον αὐτοῦ μνήμην,
ᾠδαῖς ἀνυμνήσωμεν, ὡς ἰατροῦ τῶν σωμάτων, καὶ πρεσβευτοῦ ἡμῶν θερμοτάτου πρὸς
Κύριον.
Ἦχος β΄.
Ἡ
ἀπειρόδωρος χάρις τοῦ Πνεύματος, ἐν τῇ σῇ κάρᾳ ἐνοικοῦσα, ὀσμῆς θείας ταύτην ἔπλησε,
καὶ δύναμιν παρέσχεν, ἐνεργεῖν τὰς ἰάσεις. Χριστὸν γὰρ Ὃν ἠγάπησας, ἐξ ὅλης
καρδίας, θαυμαστῶς σε ἐδόξασεν, ἐν τοῖς ἐσχάτοις χρόνοις, Δανιὴλ Πάτερ Ὅσιε. ᾯ
πρέσβευε δεόμεθα, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ’.
Ἐν
τῷ βράχῳ τοῦ Μετεώρου κατώκησας Ἅγιε, νεκρὸς τῷ κόσμῳ γενόμενος, καὶ ἐν Χριστῷ
ζῶν καὶ κινούμενος, καὶ ἐγκρατείᾳ πολλῇ ὑποπιάσας τὸ σῶμα, θεωριῶν θείων ἠξιώθης,
καὶ ἀμάραντους στεφάνους ἔλαβες θεόφρον, παρὰ τοῦ Πατρός· ὅθεν αἰδέσιμος ὤφθης
πᾶσι, καὶ ἐχθροῖς φοβερός, ἐνεργείᾳ κρείττονι. Καὶ νῦν ἐν τῷ Παραδείσῳ τρυφῶν τῆς
μακαρίας δόξης, ὑπὲρ ἡμῶν Χριστὸν δυσώπει, Δανιὴλ Ὅσιε.
Δόξα. Ἦχος πλ. α΄.
ᾌσατε
πιστοί, Δανιὴλ τὸν μακάριον ᾄσατε, καὶ δοξάσατε αὐτὸν Ὀρθοδόξων χοροί, καὶ
μοναζόντων αἱ τάξεις, τὴν ἱερὰν αὐτοῦ μνήμην, ὕμνους καὶ ᾠδαῖς τιμήσατε. Αὐτὸς
γὰρ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τοῖς Ὀρθοδόξοις, εἰρήνη καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς
ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Πύλας,
τοῦ Παραδείσου σεμνέ, τῇ προσευχῇ καὶ τῇ ἀσκήσει ἠνέωξας, Ἀγγέλοις τε καὶ Ὁσίοις,
ὡς καὶ Μαρτύρων σοφέ, ἀνεδείχθης Πάτερ ἰσοστάσιος, καὶ δόξης τῆς κρείττονος,
κοινωνὸς καὶ συμμέτοχος, καὶ τῆς ἀλήκτου, εὐφροσύνης ὁ μέτοχος, μάκαρ ἔνδοξε, ἀληθῶς
ἀναδέδειξαι. Ῥῦσαι οὖν πλάνης Ἅγιε, ἡμᾶς τοὺς προστρέχοντας, πίστει καὶ πόθῳ
θεόφρον, πρὸ τῆς ἁγίας εἰκόνος σου, τὸν Κύριον ἔτι, Δανιὴλ σὺ ἐκδυσώπει, σωθῆναι
ἅπαντας.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Μάκαρ,
θαυματουργὲ Δανιήλ, τῶν ὀρθοδόξων σὺ θεόφρον τὸ ἔρεισμα, Ἑλλάδος ἁπάσης δόξα,
καὶ Τσιοτίου βλαστός, καὶ τῶν Μετεώρων ἄνθος εὔοσμον, ἡμῶν τὸ ὑπόδειγμα,
μοναζόντων τὸ σέμνωμα, καὶ τῶν ἐν θλίψει, παραμύθιον ἄριστον, ὁδηγὸς ἔτι, τῆς
νεότητος γέγονας· ὅθεν τὴν θείαν κάραν σου, σεμνῶς λιτανεύουσι, τῶν Ὀρθοδόξων τὰ
πλήθη, καὶ μετὰ πίστεως δέονται, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις,
ὁ Τσιοτίου βλαστός, καὶ Μετεώρων ὁ καρπὸς ὁ εὐφρόσυνος, ἁπάσης τῆς Θεσσαλίας,
καὶ τῆς Ἑλλάδος σεμνέ, καὶ τῶν Ὀρθοδόξων καταφύγιον, δοχεῖον τοῦ Πνεύματος,
ποταμὸς ὁ ἀείῤῥοος, ὡς καὶ ἀδάμας, καθαρώτατος Ἅγιε, καὶ πολύτιμος, ἀνεδείχθης
τρισόλβιε. Σκέπε καὶ φρούρει Ὅσιε, τοὺς σὲ καταφεύγοντας, καὶ προσκυνοῦντας ἐν
πόθῳ, τὴν χαριτόβρυτον κάραν σου, Χριστὸν σὺ δυσώπει, Δανιὴλ πνευματοφόρε, σωθῆναι
ἅπαντας.
Δόξα. Ἦχος πλ. δ΄.
Χριστὸν
ἐπόθησας ἀληθῶς, ἐξ ἀγκαλῶν σοφέ, καὶ Αὐτῷ παρεδόθης, τὴν γονικὴν ἀγάπην ἀνεπιστρόφως
καταλιπών, καὶ ἐν ὑψηλῷ βράχῳ ἀνελθών, στεῤῥῶς ἐπεδόθης τὴν ἄσκησιν. Παρθενίαν
καὶ νηστείαν καὶ προσευχὴν ἠγάπησας, καὶ ἰατρὸς ἀνεδέιχθης ἀλάνθαστος τοῦ καρκίνου,
ὡς καὶ τῶν ὀρφανῶν θερμῶν καταφύγιον· διό σου, Ὅσιε Δανιήλ, ἐν κατανύξει
δεόμεθα, εἰρήνην, πίστιν καὶ ῥώμην, παράσχου ἡμῖν Ἅγιε.
Καὶ νῦν. Ταῆς Ἑορτῆς.
Παρθενικαὶ
χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται,
καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν
παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι·
πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι
λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς
κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν
συμφώνως μακαρίζοντες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Ταῆς ἐρήμου πολίτης.
Τσιοτίου
τὸν γόνον καὶ Τρικκαίων τὸ καύχημα, Μονῆς Μετεώρου τὸ κλέος, καὶ Ἑλλάδος τὸ
σέμνωμα, Δανιὴλ εὐφημήσωμεν πιστοί, τὸν μέγαν τοῦ Σωτῆρος Ἀθλητήν, τὸν
παρέχοντα ἰάσεις παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν
τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ἀνεδείχθης
ἀληθῶς, τῆς Ἐκκλησίας ἀετός, μοναστῶν ἡ καλλονή, καὶ ἰαμάτων ἡ πηγή, τῶν Ὀρθοδόξων
τὸ σέμνωμα θεοφόρε· ὅθεν ἱερῶς, κόσμῳ διέπρεψας, γνώσει ἀληθεῖ, καὶ λόγῳ
κρείττονι, σοφὲ καὶ εὐσεβείας Ἅγιε, θεράπων Δανιήλ, ἀνεδείχθης τρισμέγιστος, καὶ
νῦν δυσώπει πᾶσι δοθῆναι πταισμάτων Πάτερ συγχώρησιν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Ἀναβόησον
Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς
θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς
ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες
καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ἐν
τῷ βράχῳ ἀνελθών, τοῦ Μετεώρου ἀγαθέ, τὴν νηστείαν ἐνδυθείς, ὡς πανοπλίαν ἰσχυράν,
τὰ τῶν δαιμόνων κατέβαλες μάκαρ στίφη· διὸ θαυματουργέ, τῶν μοναζόντων χοροί, ἀγάλλονται
ἀεί, καὶ σὲ τιμῶσι σοφέ, καὶ διὰ τοῦτο χαίρουσι μητέρες καὶ θυγατέρες καὶ
νύμφαι Χριστοῦ βοῶσαι· Χαῖρε τῶν Ὀρθοδόξων δόξα καὶ κλέος πάντιμε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Ἐν
χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός
σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην· ὅθεν σε σεπτῶς μακαρίζομεν,
τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες
κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὸν πολυέλεον,
κάθισμα, ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὸν Χριστὸν ἠκολούθησας
ἀκλινῶς, ἐν τῷ βίῳ σου μάκαρ θαυματουργέ, καὶ ἔλαμψας ἅπασιν, Δανιὴλ
τρισμακάριστε, καὶ χηρῶν παραμύθιον καὶ πρόμαχος γέγονας, καὶ ὀρφανῶν βοηθός τε
καὶ φύλαξ ἀκοίμητος· ὅθεν ἐπαξίως, ἀγαθὲ ἀνεδείχθης, Πατέρων ἰσότιμος, καὶ
Ἁγίων συνόμιλος, διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἡ Θεὸν
συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι,
ἀφθαρσίαν τοῦ πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν
ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον. Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη
πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομήτωρ Πανάμωμε, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὴν σεπτήν σου
μετάστασιν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ
Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀπὸ
παιδὸς τοῦ Χριστοῦ θαυματουργέ, τὰ ἴχνη ἠκολούθησας ἀσμένως, καὶ ἐν τῷ βράχῳ ἀνῆλθες
ποδὶ ἀγαλλομένῳ, σχῆμα ποθῶν τὸ ἀγγελικὸν καὶ βιοτὴν Ἁγίων, ἃ δ’ ἀγώνων ὑψηλῶν ἀπέλαβες,
Πάτερ Δανιὴλ θεόφρον· ὅθεν πάντες ἡμεῖς ἐν ταπεινώσει καὶ πίστει σὲ ἱκετεύομεν,
πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Χριστὸν
καθικέτευε, Δανιὴλ Ὅσιε πάντιμε, καὶ φύλαττε ἅπαντας τοὺς σὲ γεραίροντας, ἐκ
παθῶν τε καὶ κινδύνων θεοφόρε, καὶ ἐκ παγίδων τοῦ ὄφεως εὔσπλαγχνε.
Τὸν
Κτίστην τοῦ σύμπαντος, Δανιὴλ τάχος ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε, καὶ ἀνυμνούντων
σε, καὶ παράσχου μοι, μετάνοιαν θεόφρον, καὶ ζῆλον τὸν ἔνθεον, Πάτερ μακάριε.
Διέλυσας
Ὅσιε, Δανιὴλ Τρίκκης τὸ καύχημα, παγίδας τοῦ δράκοντος, καὶ κατεπόντισας, τῇ ἀσκήσει
σου, τὰ στίφει τῶν δαιμόνων· διὸ μακαρίζομεν, σὲ πάντες Ἅγιε.
Θεοτοκίον.
Παρθένε
Θεόνυμφε, Σὲ μακαρίζομεν ἅπαντες, καὶ τάχος προσπίπτωμεν, καὶ ἀνακράζομεν·
καθικέτευε, τὸν Κύριον τοῦ κόσμου, καὶ σῶσον τοὺς δούλους Σου, Νύμφη ἀνύμφευτε.
ᾨδὴ γ΄ Τοὺς Σοὺς ὑμνολόγους.
Τοῖς
σοῖς ὑμνολόγοις θεοφόρε, παράσχου βοήθειαν τὴν σήν, καὶ σῶσον Δανιὴλ σοφέ, ἐκ
πάσης βλάβης Ὅσιε, καὶ τοὺς ἐν θλίψει Ἅγιε, σὺ παραμύθησον τάχειον.
Τὸν
Πλάστην ἠγάπησας τρισμάκαρ· διὸ καὶ ἀνῆλθες θαυμαστέ, ἐν Μετεώροις ἔνδοξε, καὶ ἀνεδείχθης
Ὅσιε, τῶν Ὀρθοδόξων καύχημα, καὶ μοναζόντων τὸ σέμνωμα.
Τοὺς
σοὶ καταφεύγοντας τρισμάκαρ, βοήθει ἀπαύστως Δανιήλ, καὶ χάριζε πανάριστε, τὴν
σκέπην σου πανθαύμαστε, ὡς καὶ τὰ τέλη Ὅσιε, ἡμῶν ἁπάντων ἀνώδυνα.
Θεοτοκίον.
Δίδου
ὑγείαν Θεοτόκε, τοῖς Σοὶ καταφεύγουσι θερμῶς, καὶ χάριζε Παντάνασσα, τοῖς Ὀρθοδόξοις
ἅπασι, φόβον Θεοῦ καὶ δάκρυα, ὡς καὶ ταπείνωσιν Δέσποινα.
Κάθισμα Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον
Τοὺς
ἀγῶνάς σου Πάτερ καὶ κατορθώματα, τῶν Ὀρθοδόξων τὰ πλήθη τιμῶσιν σήμερον, καὶ Ἀγγέλων
οἱ χοροὶ τούτους ἐθαύμασαν, καὶ τῶν Ὁσίων ἡ πληθύς, κατεπλάγη ἀγαθέ· διό σοι βοῶμεν
πάντες· μάκαρ Ὅσιε Δανιήλ, ῥῦσαι ἐκ κινδύνων χαλεπῶν ἅπαντας.
Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς
Τῶν
Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς ὑμνοῦμέν σε, ὅτι
μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ σου καὶ Θεῷ, ῥυσθῆναι
ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν Παρθένε Μετάστασιν.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Τῶν
δαιμόνων τὰ στίφη κατετρόπωσας Ὅσιε, ἐν τοῖς Μετεώροις, μάκαρ Δανιὴλ
τρισμακάριστε· τῇ τοῦ Θεοῦ βοήθειᾳ τοῖς προστρέχουσι πιστῶς Ἅγιε, πᾶσι παρέχεις
ἰάματα.
Ῥώμῃ
θείᾳ θεοφόρε ἱερῶς κυβερνώμενος, ἐν τοῖς Μετεώροις, χαίρων παρεγένου μακάριε· ἔνθα
ὁσίως ἠρίστευσας παλαίσματι, καὶ κατέβαλες, τὸν πολυμήχανον δράκοντα.
Ἀνενδότῳ
διανοίᾳ καὶ τελείῳ φρονήματι, ἐκζητῶν θεόφρον, τοῦ Χριστοῦ τὴν δόξαν τὴν ἄῤῥητον,
ἐκ Τσιοτίου ἀπῆλθες καὶ ἐν τῷ βράχῳ κατεσκήνωσας, διδασκαλίᾳ κοσμούμενος.
Θεοτοκίον.
Δανιὴλ
ὁ τροπαιοῦχος σοὶ ἐβόα πανύμνητε· χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι·
χαῖρε λυχνία καὶ στάμνε, Μάνα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησαν
ἅπαντες ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Πάτερ Δανιὴλ Πνευματοφόρε, καὶ ἀνακράζουσι·
τρισμακάριστε, παράσχου μετάνοιαν σοφέ, πᾶσι τοῖς ὑμνοῦσί σε, καὶ πιστῶς
δεομένοις σου.
Ἐμέθυσας
ἔρωτι τοῦ Νυμφίου σου πάντιμε, σὺ γὰρ τὴν εὐσέβειαν κηρύξας, καὶ ἠγωνίσθης διὰ τὴν
πίστιν σου, παράδειγμα μένων ἐν ἡμῖν, τῶν μακαριζόντων σε, Δανιὴλ
τρισμακάριστε.
Ἰσχὺς
καὶ ὀχύρωμα τῶν ὀρθοδόξων Ὅσιε, Πάτερ Δανιὴλ σὺ ἀνεδείχθης, σὲ μακαρίζουσι,
μοναστῶν οἱ χοροί, καὶ μέλπουσιν ᾄσματα ᾀεί, πάντες οἱ προσπίπτοντες, πρὸ τῆς
κάρας σου πάντιμε.
Θεοτοκίον.
Λυχνία
ἑπτάφωτος ἐδείχθης πανακήρατε Μῆτερ τοῦ Θεοῦ ἡγιασμένη· τὸν γὰρ Σωτῆρα καὶ τοῦ
παντὸς Ποιητήν, ἀσπόρως ἐκύησας ἁγνή, καὶ ἔσωσας ἅπαντας, ἡμᾶς ἐκ πλάνης ἄχραντε.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Νοσήσας
ἐκ πάντων Ἅγιε, πρὸς σὲ νῦν καταφεύγω ὁ ἄθλιος, καὶ ἀνακράζω σοι· μάκαρ
βοήθειαν δίδου μοι, καὶ ῥῦσαί με ἐκ πλάνης ταχέως Ὅσιε.
Δεχθεὶς
ἐπίθεσιν Ὅσιε, παρὰ τοῦ ἀρχεκάκου ἀλάστορος· διὸ προστρέχω σοι, δός μοι βοήθειαν
Ἅγιε, καὶ τὸν Δεσπότην πάντων θερμῶς ἱκέτευε.
Ὁσίως
μάκαρ ἐβίωσας, καὶ φῶς τοῖς Ὀρθοδόξοις σὺ γέγονας, καὶ καταφύγιον, τῶν ἐν
πελάγει τῶν θλίψεων, καὶ τῶν τυραννουμένων ὑπὸ τοῦ δαίμονος.
Θεοτοκίον.
Χριστὸν
καὶ Λόγον ἀμόλυντε, πανάχραντε καὶ πάγκαλε Δέσποινα, Σὺ καθικέτευε, καὶ δίδου
Κόρη τοῖς δούλοις Σου, φῶς καὶ γαλήνην τάχος Μαρία ἔνδοξε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς
ἀστὴρ ἀνέτειλας ἐκ Τσιοτίου, καὶ πιστοὺς ἐδίδαξας, διὰ τοῦ βίου σου σοφέ, ὑπομονὴν
καὶ ἐγκράτειαν· Χαίροις θεόφρον, Δανιὴλ
μακάριε.
Ὁ Οἶκος.
Ὁ
χορὸς τῶν πιστῶν συναγάλλεται, Δανιὴλ τὴν μνήμην γεραίροντες, μοναχοί,
Θετταλοί, πανέλληνες καὶ Ὀρθόδοξοι, πτωχοὶ καὶ αὐτόχθονες, ἐπὶ τῷ βράχῳ τῷ ὑψηλῷ
πάντες δράμετε· ἡ σεπτὴ γὰρ αὐτοῦ κάρα νέμει ἰάσεις, καὶ πιστῶς οἱ λαοὶ ἀπαρύονται,
καὶ Θεὸν ἀνυμνοῦσι τρανῶς βοῶντες· Χαίροις
θεόφρον, Δανιὴλ μακάριε.
Συναξάριον.
Τῇ ΙΣΤ΄
Αὐγούστου, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου
(Φαρκαδόνα) καταγόμενος, καὶ ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν
εἰρήνῃ τελειοῦται.
Ἐκ Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε,
ἔνθα θεοφιλῶς ἠσκήθης ἀπαύστως·
διό συ ἔλαβες στεφάνους ἐσχάτως.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ,
καὶ προστάτου Κεφαλληνίας.
Γέρα πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ τοῖς γέρασι τῶν παλαιῶν
στεφθέντι.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου χαῖρε, Χαιρήμων
μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει
Μωσῆς ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν
ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στεῤῥὸς στρατός τε καὶ συνασπισμὸς
μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων
πρέπει.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου
Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν
πόλεως, εἰς ταύτην τὴν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ
μου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ
μεγίστης καὶ ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μετ'
αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου,
καὶ ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις
τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν
ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ'
ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς
τῆς μονῆς τοῦ Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου,
καὶ κτίτορος τῆς Ἱ. Μ. Πεντέλης.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου
τοῦ ἐκ Μετεώρων, μαρτυρήσαντος ἐν ἔτει ᾳφνα΄ (1551).
Τί δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς
κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686.
Ἀπῆρας ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ
ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ᾳχπ΄ (1680) ξίφει τελειοῦται.
Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων
τῶν Ἁγίων Μαρτύρων ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου,
Βασιλείου, καὶ Σαράντου.
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ
ἐλάτρευσαν.
Ἀνυμνοῦμέν
σε οἱ δοῦλοί Σου τρισόλβιε καὶ ἀνακράζομεν· παράσχου θαυματουργέ, βοήθειαν ἅπασι
τοῖς σοὶ προστρέχουσι, καὶ χορήγει συ, τὰ τέλη ἀνεπαίσχυντα, καὶ χαρὰν τοῖς
θλιβομένοις.
Ὑπερένδοξος
καὶ καύχημα θεσπέσιε σὲ ὀνομάζουσι, τῶν Ὀρθοδόξων πληθύς, διὰ τοὺς ἀγῶνάς σου οὓς
σὺ ἐπήνεγκας· διὸ ᾄδουσι· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὁ
περίδοξος καὶ φωτοφόρος βίος σου διαβεβόηται, εἰς πᾶσαν χώραν σοφέ· ἐντεῦθέν σοι
ἔσπευδον καὶ πάντες ψάλλουσι· τρισμακάριστε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Μὴ
παρίδῃς με τὸν ἄθλιον πανάχραντε Μαρία ἄσπιλε, τὸν προσφευγόντα ταῖς Σαῖς εὐχαῖς,
καὶ ἐν ᾄσμασι θείοις ὑμνοῦντάς σε ἀειπάρθενε, φωτολαμπὲς παλάτιον, τοῦ παγκάλου
Βασιλέως.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Μάκαρ
Δανιὴλ πνευματοφόρε, σὺ δίδως εἰρήνην πᾶσι τοῖς προστρέχουσι, πίστει πρὸ τῆς χάρας
σου, Ὅσιε τρισόλβιε, καὶ διὰ τοῦτο ᾄδωμεν ἀγαλλιώμενοι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥῶσιν
καὶ ὑγείαν θεοφόρε, κομίζονται οἱ προστρέχοντες τῇ σκέπῃ σου· βρύει γὰρ ἰάματα,
καὶ διώκεις πνεύματα, ἀκάθαρτα τῇ χάριτι τοῦ θείου Πνεύματος, ὡς μέγας, τῶν
πιστῶν ἀντιλήπτωρ, καὶ τῶν ἐν ἀνάγκαις, προστάτης θεηγόρε.
Ἅπασα
ἡ Τρίκκη μακαρίζει, τὰ θεῖά σου θεοφόρε προτερήματα, καὶ πιστῶς προστρέχουσα, τῇ
ἁγίᾳ κάρᾳ σου, γεραίρει σὰ ἀθλήματα συμφώνως κράζουσα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Πανάχραντε
Κόρη Θεοτόκε, τὸν νοῦν μου καταύγασον σεμνή, καὶ τοῦτον ἀποκάθαρον, ἐκ τῶν
παραπτώσεων, καὶ δίδου ἡμῖν δύναμιν ὡς πάντες μέλψωμεν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Στῶμεν
εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν καὶ ἐκβοήσωμεν· χαῖρε Δανιὴλ σοφέ, τῶν Μετεώρων
καύχημα ἔνδοξον· χαῖρε τοῦ Τσιοτίου ἐκβλάστημα ἅγιον· χαῖρε Ὀρθοδόξων νέον ἔρεισμα,
καὶ ἡμῶν τῶν πιστῶν καταφύγιον.
Μέγαν
σε φρουρόν, καὶ ἄγρυπνον φύλακα πιστοί σε ἔχομεν· χαῖρε Δανιὴλ σοφέ, τῶν Ὀρθοδόξων
καύχημα ἅγιον· χαῖρε τοῦ Μετεώρου ἄνθος τὸ πανεύοσμον· χαῖρε μάκαρ, τῆς Ἑλλάδος
σέμνωμα, καὶ ἡμῶν τῶν πιστῶν καταφύγιον.
Σπεῦσον
Δανιήλ, καὶ ἔκτεινον Ἅγιε, τὰς θείας χεῖράς σου, τοῖς πλέουσιν σύμπλευσον, καὶ τοῖς
ὁδοιποροῦσι συνόδευσον, τοὺς δὲ νοσούντας ἴασαι τάχος ἀνάργυρε, καὶ τὴν κώμην, τὴν
ἐνεγκαμένη σε, πειρασμῶν καὶ κινδύνων διάσωζε.
Θεοτοκίον.
Δεῦτε
ἀδελφοί, οἱ καταποντούμενοι ὑπὸ τῶν θλίψεων, καὶ ἐν μιᾷ τῇ φωνῇ,
συναθροισθέντες ἀναβοήσωμεν· χαῖρε Μαρία ἔνδοξε, τῶν γυναικῶν χαρμονή· χαῖρε
Παρθένε, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν Σὺ καταφύγιον.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν
πτωχῶν τὸν προστάτην, καὶ μοναζόντων τὴν δόξαν, ἀξιοχρέως ἐν ὕμνοις, τιμῶμεν ἀδιαλείπτως,
καὶ ἱκετεύομεν πάντες, ῥῦσαι ἐκ πλάνης θεόφρον.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ
περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ
σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς τοῦ
Χριστοῦ Ἐκκλησίας ἄνθος τὸ εὔοσμον, σὺ άληθῶς ἐδείχθης καὶ Τρικκαίων τὸ κλέος,
καὶ πάντων Ὀρθοδόξων ὁ ἀρωγός, ὡς καὶ μέγα προπύργιον· σκέπε καὶ φρούρει
ἀπαύστως θαυματουργέ, τοὺς πιστῶς σοι καταφεύγοντας.
Τῶν Μετεώρων
τὸ κλέος καὶ θεῖον καύχημα, σὺ Πάτερ ἀνεδείχθης, τῇ ἀσκήσει θεόφρον, καὶ πάντας
ὑπερέβης θαυματουργέ, τοῖς ἀγῶσί σου Ἅγιε· διὸ Τριὰς σὲ ἀνέδειξεν ἀληθῶς, τοῦ
Παραδείσου οἰκήτορα.
Σὺ Τσιοτίου
ἐδείχθης ἄνθος μυρίπνοον, τῶν Μετεώρων δόξαν, καὶ πανάγιον σκεῦος, τῆς πίστεως
θεμέλιον ἀῤῥαγές, ἀρετῶν ἐνδιαίτημα, καὶ Ὀρθοδόξων ἁπάντων καταφυγή, Δανιὴλ ὡς
καὶ ὑπόδειγμα.
Τῶν
μοναζόντων τὸ ῥόδον καὶ μέγα πρότυπον, σὺ ἀληθῶς ἐφάνης, Δανιὴλ θεοφόρε,
παρέχεις τὰς ἰάσεις θαυματουργέ, τοὺς ἐν πίστει προστρέχουσι, πρὸ τῆς ἁγίας σου
κάρας γονυκλινῶς, Πάτερ Ὅσιε καὶ πάντιμε.
Δόξα. Ἦχος α΄.
Σὺν
Ἀγγέλοις Ὀρθόδοξοι σήμερον ἀγάλλονται, καὶ ἐν ὕμνοις τιμῶσιν εὐλαβῶς πάντες,
Δανιὴλ ταὸ πάγχρυσον στόμα καὶ λυχνίαν ἑπτάφωτον, τὸ δοχεῖον τοῦ Πνεύματος, καὶ
ταμεῖον τῆς χάριτος, τὸ μέγαν ἐραστὴν τῆς
νηστείας, καὶ δι’ ἀθλητικῶν πόνων εὐαρεστήσαντα τὸν Κύριον, αὐτοῦ δεόμεθα ἅπαντες,
τὸν Κύριον ἀπαύστως δυσώπει μάκαρ, ὑπὲρ τῶν γεραιρόντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἔπρεπε
τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, την Κοίμησιν
ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ
Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι.
Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν
ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς
προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἐκκλησίας ὁ ἀριστεύς· χαίροις Τσιοτίου, ὁ ἀκοίμητος ὀφθαλμός· χαίροις Μετεώρων,
ἀγλάϊσμα τὸ θεῖον. Ὦ Δανιὴλ παμμάκαρ, πιστῶν τὸ στήριγμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου