ΦΕΒΡΟΥΑΡΙΟΣ 26!!
ΦΩΤΕΙΝΗ ΣΑΜΑΡΕΙΤΙΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Θέλων
ἐκλυτρώσασθαι, ἐκ τῶν χειρῶν τοῦ βελίαρ, ψυχὴν Σαμαρείτιδος, πανοικτίρμων Κύριε
καὶ μακρόθυμε, ἐν τῇ ἔκτῃ ὥρᾳ, ταχυδρόμος ὤφθης κεκμηκὼς δὲ ἐν τῷ φρέατι, ἐλθὼν
ἐκάθησας, ὕδωρ παρ’ αὐτῆς ἐξαιτούμενος, φθεγξάμενος τὰ ἄδηλα, ταύτης πάντα ὅσα
ἐποίησεν· ἡ δὲ ἐκπλαγεῖσα, Θεὸν Σὲ κρυπτογνώστην, πανταχοῦ πορευομένη
ἐκήρυττεν, ὑπὲρ Σοῦ ἀθλήσαντα.
Σαρκὸς
τὴν εὐπάθειαν, ἀρνησαμένη καὶ πάσαν, ψυχόλεθρον ἔφεσιν, τῷ Χριστῷ πανεύφημε
ἠκολούθησας, οὗ περ δι’ ἀγάπην, σεαυτὴν ἐθύσω, στεῤῥοψύχως πανσεβάσμιε, φρικτῶν
κολάσεων, πεῖραν ἀλγεινὴν καρτερήσασα, τὸν πῦρ καὶ φόνον πνέοντα, Νέρωνα εἰς
γῆν καταράξασα· νίκην ἀραμένη, κατὰ τοῦ ἀρχεκάκου πτερνιστοῦ, τοῦ πρὶν ἀσώτως
ἐν πράξεσιν, σὲ αἰχμαλωτίσαντος.
Νομίμως
ἀθλήσασα, καὶ τοὺς ἐχθροὺς καθελοῦσα, Φωτεινὴ θεόκλητε, φωτεινῷ κεκόσμησας
διαδήματι, ἀπροσίτῳ θρόνῳ, τῆς ὑπερούσιου τριλαμπούς, μιὰς θεότητος, ᾀεὶ
ἐγγίζουσα, πόνων διαμοιβὰς διεχομένη τε, ἐμπέπλησας μὲν Ὕδατος, ζωῆς αἰωνίου
τοῦ ῥέοντος, τρυφῆς ἐκ χειμάῤῥου, καθῶς σοι ἐπηγγείλατο Χριστός, ᾯ μὴ ἐλλίπῃς
πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἐπὶ
τὸ φράρ Χριστὲ καθήσας, εὑρὼν ἐν ῥύποις βεβυθισμένην, ὤκτειρας ῥημασί σου τὴν
ἄσεμνον πράττουσαν Φωτεινήν, καθαγνίσας δὲ αὐτὴν τῶν πταισμάτων, ἔδειξας
κάτοπτρον θεῖον, τῆς ἀπείρου εὐσπλαγχνίας Σου, κλέος Μαρτύρων καὶ καύχημα
στεῤῥόν· ἧς ταῖς εὐχαῖς οἰκτίρμων, καμφθεὶος ἐλέησον ἡμᾶς.
Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως,
εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν
Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν,
ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.
Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα
καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι
ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἐπὶ
τὴν πηγὴν ἐπέστης, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἔκτῃ ὥρᾳ τῆς Εὔας ζωγρῆσας
καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθε τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως, ἤγγικε
γὰρ ἡ Σαμαρείτις ἀντλοῦσα ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· δός μοι ὕδωρ πιεῖν κἀγὼ
ὕδατος ἁλλομένου ἐμπλήσω σε· καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις
ἀνήγγειλεν εὐθύς· δεῦτε ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Ἐπὶ
τὸ φρέαρ ὡς ἦλθεν ὁ Ἰησοῦς, ἡ Σαμαρείτις ἠρώτα τὸν εὔσπλαγχνον· παράσχου μοι τὸ
ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ
λύτρωσιν· ζωοδότα Κύριε δόξα Σοι.
Ὁ
αὐτός.
Ὁ
συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη ἡ πηγὴ
τῶν ἰαμάτων καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἣν ἰδὼν ἔφη ὁ
Σωτήρ· δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα· ἡ δὲ ὡς ἀνθρώπῳ
διαλεγομένη καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα· καὶ ὁ
Διδάσκαλος πρὸς αὐτήν· ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα, πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν
ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἡ δὲ ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα καὶ εἰς τὴν πόλιν
δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· δεῦτε ἴδετε Χριστόν, Ὃς δωρεῖται τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος γ΄.
Ἀγαλλιάσθω
σήμερον, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται σαρκούμενος ὡς ἄνθρωπος,
ἵνα τὸν Ἀδὰμ ἐξάρη ἐκ τῆς κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν
Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλαις ὕδασι
περιβαλλόμενος. Διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι’ ἡμᾶς ἑκουσίως
πτωχεύσαντα, εὐσπλάγχνῷ βουλῇ.
Καὶ
νῦν. Θεοτοκίον
Πῶς μὴ θαυμάσωμεν, τὸν
θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε,
ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα,
μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν
ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς
ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ῥεῖθρον
ἄλλο ζωήῤῥυτον, οὐρανίου ἐκ φρέατος, Φωτεινὴ σὺ ἤντλησας ἐπὶ φρέατος, τοῦτο
εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχες σύνηθες ἀντλεῖν, ὕδωρ ἄλλο τὸ
χθόνιον , ὃ ἁλλόμενον, ἐν σεπτῇ σου καρδίᾳ ἀνεδείχθη, ὡς πηγή τις ἄλλη νέα,
παθῶν δροσίζουσα καύσωνα.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχές μου καὶ εἰσήκουσε τῆς
φωνῆς τῆς δεήσεώς μου.
Ποίοις
λόγοις φωτώνυμε, ἐγκωμίων σε στέψωμεν, τὴν στεῤῥῶς ἀθλήσασαν ὑπὲρ ἄνθρωπον,
ἱλιγγιῶμεν γὰρ φθέγξασθε, τὸ πλῆθος τὸ ἄπειρον, τῶν ἀστέκτων αἰκισμῶν, τὰ
λαμπρὰ προτερήματα, τῶν ἀγώνων σου, ὑπὲρ ὧν διεδέξω θεῖα γέρα, ἐκ χειρὸς τοῦ
στεφοδότου, καὶ Ποιητοῦ πάσης κτίσεως.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Οὔτε
πόσις καλχάζουσα, ἐκ μολύβδου καὶ θείου τε, οὔτε δηλητήρια Μάρτυς φάρμακα, οὔτε
ὀμμάτων ὑστέρησις, οὐ κρούσματα πάνσεμνε, τῶν σφυρῶν καὶ τῶν ξιφῶν, οὔτε
τμήσεις τῶν νεύρων σου, φλὸξ καμίνου τε, οὐ δὲ ἀφαίρεσις δέρματος σαρκός σου, ἠδυνήθησαν
χωρῖσαι, σὲ τῆς Χριστοῦ ἀγαπήσεως.
Δόξα.
Ἦχος πλ. δ΄.
Μετὰ
τὸ λαλῆσαί σοι Χριστὸς ἐν τῷ φρέατι, ἐπανῆλθες τοῖς λαοῖς βοῶσα· δεῦτε πάντες
γνῶτε τὸν Θεάνθρωπον ψυχοσώστην καὶ κρυφιογνώστην, Ὃνπερ καὶ ἐπ’ ἐθνῶν
εὐφημοῦσα, πικρὰς καὶ δριμμὰς βασάνους εἴληφας, οἱ οὐράνιοι Νόες ἐξέστησαν,
ὁρῶντες ψυχῆς σου τὸ εὔτονον, καὶ καρτερίαν· διὸ πάνσεμνε, καὶ πολύαθλε Μάρτυς
Φωτεινή, πρὸς πάντερπνον λῆξιν ἀρθεῖσα θείου φωτός, σῶζε λιταῖς σου ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ
Πνεύματι, καταυγασθεῖσα, καὶ τοῖς νάμασι, καταρδευθεῖσα, παρὰ Χριστοῦ τοῦ
Σωτῆρος πανεύφημε, τῆς σωτηρίας τὸ ὕδωρ κατέπιες, καὶ τοῖς διψῶσι ἀφθόνως
μετέδωκας, Μεγαλομάρτυς καὶ Ἰσαπόστολε Φωτεινή, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τῆς Ἁγίας Φωτίδος. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Λαμπρότατον
δοχεῖον τοῦ Πνεύματος ἐδείχθης, μαθήτρια τοῦ Λόγου, Φωτίδα θεοκήρυξ· παρεῖδες
τὰ πρόσκαιρα σοφῶς, Χριστῷ ἀκολουθήσασα θερμῶς, παρ’ Αὐτοῦ γὰρ ἐδιδάχθης· ὅθεν
καὶ τούτου σφάγιον ἐγένου· δόξα τῷ σὲ φωτίσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι,
δόξα τῷ δωρουμένῳ διά σου πᾶσιν ἰάματα.
Καὶ
νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου.
Ὡς
τῇ πίστει σου Φωτεινῇ Σαμαρείτιδι Κύριε, τῆς θεότητος τῆς σῆς τὴν πηγὴν
ἠνέωξας, καὶ ἔβλυσας θεογνωσίαν, ἀρδεύων πόμα θεόληπτον, καὶ νῦν πᾶσιν ἡμῖν
κατάπεμψον, πταισμάτων ἱλασμὸν ὑπεράγαθε.
Δόξα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐν
κάλλει τὴν ψυχήν, ἀρεταῖς κοσμουμένη, καὶ πόθῳ τοῦ Χριστοῦ, ὦ Φωτὶς τετρωμένη,
τὰ γήϊνα ἅπαντα, ὥσπερ ὅναρ κατέλειπες, καὶ ἐδίωξας, τὴν τῶν εἰδώλων λατρείαν,
ὅθεν μέλπομεν, τὴν σὴν σεπτῶς προσκυνοῦντες, ἐν πίστει πανήγυριν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας
ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε,
εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετὰ
τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Φωτεινὴ
Μάρτυς Χριστοῦ, ἀνευφημοῦμεν σὲ πιστῶς, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει
τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία
πίστεως, πᾶσαν τοῦ ἐχθροῦ πατοῦσαν δύναμιν, καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον,
τῇ κορυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας τοὺς ἐκτελοῦντας, τὴν
θείαν μνήμην σου.
Δόξα.
Ὁ αὐτός. Ὀ ὑψωθείς.
Ἀγαλλιάσθω
οὐρανὸς χορευέτω, τὰ ἐπὶ γῆς ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεὶς ὡς ἄνθρωπος,
ἐῤῥύσατο φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάψας δέ,
γυναικὶ Σαμαρείτιδι, ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος
ἀθάνατος.
Καὶ νῦν.
Σταυροθεοτοκίον.
Κατεπλάγη Ἰωσήφ
Παρεστῶσα τῷ
Σταυρῷ, ἡ Πανάμώμητος ἀμνάς,
τοῦ ἀμνοῦ καὶ
λυτρωτοῦ, θρήνοις ἐκόπτετο δεινοῖς, καὶ
ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη. Τί τοῦτο τὸ
καινόν, καὶ
ξένον θέαμα;
γλυκύτατε
Υἱέ,
πῶς φέρεις ταῦτα ἑκών,
ὑπομένεις σταύρωσιν,
πῶς ἑκούσιον,
καὶ τὸν ἐπώδυνον θάνατον; Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον,
πλαστουργὲ συγκατάβασιν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐπέστη
φιλέορτοι λαμπρὰ πανήγυρις, ἡ μνήμη ἡ ἔνδοξος Φώτιδος θείας Χριστοῦ,
εὐφραίνουσα τὰ σύμπαντα, λάμπουσα ταῖς ἀκτίσι, τῶν θαυμάτων τῶν ἐν κόσμῳ,
φέρουσα τοῖς ἀνθρώποις, τὴν ἀέναον χάριν, αὐτοῖς ταῖς ἱκεσίαις Σωτήρ, σῶσον τὸν
κόσμον Σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν
δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε
σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν
πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.
Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχές
μου καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον: Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ
Ἰησοῦ ὄχλος πολύς... (Ζήτει τῇ β΄ τῆς ΙΕ΄
ἑβδομάδος)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τάδε
λέγει Κύριος τῇ Σαμαρείτιδι· εἰ ἤδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὶς ἐστὶν ὁ
λέγων σοι δός μοι ὕδωρ πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας.
ᾨδὴ
α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Τῷ
θύλη ἀῤῥενωθὲν τῇ χάριτι, τὴν ἐπηρμένην ὀφρὺν καὶ καυχωμένην ἄμετρα τὸ πρίν,
ἐξαλείφειν τὴν θάλασσαν, δι’ ἀσθενείας σώματος, θείᾳ δυνάμει καταβέβληκε.
Σταυρῷ
σε ἀναρτηθέντα Δέσποτα, κατανοήσασα, ἡ εὐκλεής Σου Μάρτυς Φωτεινή, καρτερεῖ τὰ
μαρτύρια, δυναμουμένη σθένει Σου, τοῦ τὴν ἡμῶν φύσιν νευρώσαντος.
Ταῖς
θεῖαις τῶν Ἀσωμάτων τάξεσι, νῦν συγχορεύουσα, περὶ τῶν πάντων αἴτιον Χριστὸν ὢ
Φωτὶς ἀπολαύνουσα, θεαρχικῆς ἐλλάμψεως, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.
Θεοτοκίον.
Ἀσπόρως
τῷ τοῦ Πατρός βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ
σαρκὶ ἀπεκήυσας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.
ᾨδὴ
γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ἀνάψας
σου τὴν ψυχήν, ἔρως ὁ θεῖος τῆς σαρκὸς ἔρωτα, καὶ χαλεπὰ βράσματα, Μάρτυς
Φωτεινὴ ἐναπέσβεσεν.
Αἱμάτων
σου οἱ κρουνοί, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσαν, τοὺς δὲ πιστοὺς ἤρδευσαν, τῆς
θεοσεβείας τοῖς νάμασι.
Ἰσχύϊ
παντουργικῇ, τὴν κεφαλὴν τοῦ δυσμενοῦς ἔθλασας, τῆς κεφαλῆς φέρουσα, Μάρτυς ὦ
Φωτὶς τὴν ἀφαίρεσιν.
Θεοτοκίον.
Σὺ
μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοὶ
τὸ χαῖρε προσάγομεν.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τοῦ
ἡλίου ἀκτίνων μᾶλλον σεμνή, καλλιμάρτυς σὺ ἅπαντα λαμπρυνεῖς, τοῦ κόσμου τὰ
πέρατα, ἐν τῷ φέγγει τῶν ἄθλων σου, τὸν τῆς πλάνης ζόφον, ἐκ μέσου διώκουσα,
εὐσεβείας φάος πυρσεύουσα ἅπασιν, ὅθεν εὐσχημόνως, ὡς ἐν φαύσει ἡμέρας, τὴν
τρίβον τῆς πίστεως, ἀπλανῶς διοδεύουσα, Φωτεινὴ παναοίδιμε· πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὑπὲρ
Τριάδος καρτερῶς ἐναθλήσασαι, τὸν πολυμήχανον ἐχθρὸν ἐτροπώσασθε, ἀδελφικῶς
δυνδούμεναι τὰ πνεύματα, ὅθεν εἰσωκίσθητε, σὺν ταῖς πέντε παρθένοι, πρὸς τὸν
ἐπουράνιον, Ἀθλοφόροι νυμφῶνα, καὶ σὺν Ἀγγέλοις τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ
ἀπαύστως παρίσταστε.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε,
βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ
Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ
τόκον, πάλιν μένει παρθένος.
ᾨδὴ
δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Σὲ
τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς Φωτεινὴ
ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεῷ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.
Ἡ
καρδία σου τῷ ἔρωτι τοῦ Νυμφίου, πυρπολουμένη ἄνθρακας πλάνης γενναιόφρον,
λύθρῳ ἐναπέσβεσεν, αἱμάτων καὶ θάλασσαν τῆς πολυθεΐας ἐξήρανεν.
Τὸν
πτερνίσαντα ἀπάτη τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες,
δείξασα ἀνίσχυρον, Χριστῷ Φωτὶς ἀναμέλπουσα, δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Ἀπειρογάμως
ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσαν πάλιν· ὅθεν ἀσιγήτοις
φωναῖς, τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ
ε΄. Σὺ Κύριέ μου φῶς.
Τῷ
κάλλει τὴν ψυχὴν τετρωμένη παρέδραμεν, ὦ Δέσποτα Φωτεινὴ ἡ Μάρτυς, τὰ ὁρώμενα
κάλλη ἀθλήσει ὑπερλάμπουσα.
Μύρων
ἐκκενωθέν, τὸν Χριστὸν ἀγαπήσασα, ἡ γενναιόφρων Φωτίς, ἠκολούθησε τούτῳ ἐν
ᾄσμασι δοξάζουσα.
Πολύφωτε
λαμπάς, πολυόροφον οἴκημα, τὸ σκήνωμα τῆς Τριάδος, εὐφημείσθωσαν ὕμνοις,
Μάρτυρες αἱ θεόφρονες.
Θεοτοκίον.
Σὲ
μόνην ἐκλεκτήν, καὶ καλὴν καὶ ἀμώμητον, εὑράμενος σωματοῦται, ὁ ὑπέρθεος Λόγος,
ἐκ Σοῦ θεοχαρίτωτε.
ᾨδὴ
στ΄. Θύσω σοι μετὰ φωνῆς.
Ἀνδρεῖον,
ἐν γυναικείῳ σώματι φρόνημα Φωτεινὴ ἀναλαβοῦσα πρὸς πάλην, ἐπεξῆλθες Μάρτυς τῶν
τυραννούντων· καὶ ῥομφαίᾳ ὑπομονῆς αὐτοὺς ἐθανάτωσας.
Εἰσέτι,
σταζομένη τῷ σώματι πάνσεμνε, τῷ σῷ Νυμφίῳ παρέστης Φωτίδα, καλλοναῖς παντοίαις
ὡραϊσαμένη, καὶ τῇ τούτου ἐντρυφᾷς ὡραιότητι.
Νυμφίον
τὸν ἀθάνατον μόνον ποθήσασαι, τοῦ ὁρωμένου θανάτου, ἀοράτῳ σθένει νευρούμεναι,
ἀριδήλως οὐκ ἐφρόντισαν αἱ καλλιμάρτυρες.
Θεοτοκίον.
Ἅγιος
ὁ σκηνώσας ἐν μήτρᾳ Σου Κύριος, Ἁγιωτέραν εὑρών Σε, καὶ καθαρωτέραν κτίσεως
πάσης, Θεομῆτορ, κυριώνυμε ἄχραντε Δέσποινα.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν
Μαρτύρων σήμερον, ἡ κορωνὶς καὶ τὸ κλέος, Φωτεινὴ ἡ ἔνδοξος, εἰς οὐρανοὺς
ἀνελθοῦσα, ἅπαντας συγκαλεῖται πρὸς ὑμνῳδίαν, ταύτης τῶν χαρισμάτων
ἀπολαβόντας· διὰ τοῦτο παρὰ πάντων, τιμαῖς αἰσίαις ἀνευφημείσθω πιστῶς.
Ἕτερον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ
φωσφόρος μνήμη σου, τῇ οἰκουμένῃ, φρυκτωρεῖ ἐνθαύμασι, Μεγαλομάρτυς Φωτεινή,
τὴν ἀβλεψίαν διώκουσα, τῶν ἀδιστάκτῳ ψυχῇ προσιόντων σοι.
Ὁ
Οἶκος.
Ἑορτῆς
σεβασμίας ἡ ἔλαμψις, ὑπερλάμπει φαιδρῶς ὑπὲρ ἥλιον, μαρμαρυγὰς φωτὸς
ἀπαστράπτουσα, τοῖς πιστῶς ὀφθαλμοῖς ἐνοπτρίζουσι· διὸ Ἀγγέλοις συγχορεύοντες,
τῷ Σωτῆρι Θεῷ ἀλαλάξωμεν, πάντες βοῶντες Αὐτῷ· ἐμεγάλυνας Σῶτερ τὰ ἐλέη Σου,
δωρησάμενος δώρημα τέλειον τὴν πολύαθλον, ἀδιστάκτῳ ψυχῇ προσιόντων σοι.
Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς
Σαμαρείτιδος, τῶν πέντε ἀδελφῶν της· Ἀνατολῆς, Φωτώς, Φωτίδος, Παρασκευῆς καὶ
Κυριακῆ, καὶ τῶν δύο ὑιῶν της· Φωτεινοῦ καὶ Ἰωσῆ.
Ῥίπτουσι τὴν
σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Ἀνατολὴν
εὕρηκε τὴν νοουμένην,
Ἀνατολὴ τμηθεῖσα γενναιοφρόνως.
Ἀνατολὴ τμηθεῖσα γενναιοφρόνως.
Φερνὴν
ταλάντων μυρίων ἀνταξίαν,
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ
Δώσεις
ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Ἡ Παρασκευὴ
πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Ἐκ Κυριακῆς
οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τὶς οὗτος
ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Τομεὺς
τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεβαστιανὸς ὁ δούξ, ξίφει
τελειοῦται.
Σεβαστιανῷ
τοῦτον εἴπω τὸν λόγον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Θεόκλητος ὁ φαρμακός, ξίφει τελειοῦται.
Κληθεὶς ὁ
Θεόκλητος πρὸς θείαν γνῶσιν,
Τὸν καλέσαντα
ὡς ἀθλητὴς δοξαζει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πορφυρίου, ἐπισκόπου Γάζης.
Ὤ τὶς
παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;
Οὗτος
ὥρμητο ἐκ τῆς Θεσσαλονικέων πόλεως, υἱὸς ὑπάρχων γονέων εὐσεβῶν καὶ πλουσίων.
Ἀπάρας δὲ ἐκ τῆς ἐνεγκαμένης, εἰς Αἴγυπτον ἔρχεται· κακεῖσε εἰς σκῆτιν
εἰσελθών, τὸν μονήρη βίον ὑποδύεται· καὶ μετὰ πέντε χρόνους, εἰς Ἱεροσόλυμα
παραγίνεται, πολλοὺς τῷ λόγῳ καταφωτίσας. Διὸ χειροτονεῖται Πρεσβύτερος ὑπὸ
Πραϋλίου Πατριάρχου Ἱεροσολύμων· εἶτα, ὑπὸ Ἰωάννου Ἐπισκόπου Καισαρείας τῆς
Παλαιστίνης, Ἐπίσκοπος Γάζης χειροτονεῖται. Ἔνθα πολλὰς δυνάμεις θαυμάτων
τελέσας, στηρίζει μὲν τοὺς πιστούς, καὶ πολλοὺς τῶν ἀπίστων ἐπιστρέφει πρὸς
θεογνωσίαν. Ἀπαίρει δὲ πρὸς Κωνσταντινούπολιν, ὑπὸ τῶν κρατούντων τῆς χώρας
τοὺς πιστοὺς ἀδικουμένους ὁρῶν· καὶ ἐντυχὼν τῷ Ἁγίῳ Ἰωάννῃ τῷ Χρυσοστόμῳ, καὶ
διηγησάμενος τὰ κατ’ αὐτόν, δι’ ὃ παρῆν, παραδίδοται ὑπ’ αὐτοῦ Ἀμαντίῳ τῷ
Κουβικουλαρίῳ.
Ἐκ
τούτου δέ, ἀναδιδαχθεῖσα τὰ περὶ αὐτοῦ ἡ βασιλίς, ἐδέξατο αὐτὸν εὐμενῶς, καὶ
ἀναφέρει τῷ βασιλεῖ τὴν τούτου ἐνδημίαν, καὶ πρόῤῥηησιν περὶ τοῦ μέλλοντος
παιδὸς ἄῤῥενος τίκτεσθαι. Ὁ δὲ ἀγασθεὶς ἐπὶ τούτῳ, τὰ εἰκότα τῷ Θεῷ
ηὐχαρίστησεν. Εἶτα τίκτει ἡ βασίλισσα τὸν νέον Θεοδόσιον, καὶ προσκαλεσαμένη
τὸν Ὅσιον, εὐλογεῖται παρ’ αὐτοῦ καὶ ὑποτίθεται τῷ βασιλεῖ πάντα πληροῦν κατὰ
τὴν τοῦ Ὁσίου θέλησιν. Ὁ δὲ βασιλεὺς συνταξάμενος, καὶ ἀναγνούς, ἐδυσχέραινε
λέγων· διωχθῆναι τοὺς εἰδωλολάτρας οὐ δυνατόν, διὰ τὴν πολλὴν τούτων
συντέλειαν. Ἡ δὲ πρὸς τὸν βασιλέα φησί: Βαρεία μὲν ἡ αἴτησις, Δέσποτα, βαρυτέρα
δὲ ἡ παραίτησις. Διὸ καὶ ἐπινεύει ὁ βασιλεύς, εἰς πέρας ἐκβῆναι τὰ αἰτούμενα·
καὶ ἐκπέμπεται γράμματα κατὰ τῶν αἱρετικῶν, κελεύοντα τούτους ἐκδιωχθῆναι ἀπὸ
Γάζης.
Ὁ
δὲ Πορφύριος κομίζεται παρὰ Αὐγούστης χρυσοῦ κεντηνάρια δύω, χάριν κτίσεως
ἐκκλησίας, καὶ λόγῳ δαπάνης νομίσματα διακόσια. Καὶ καταλαβὼν τὴν αὐτοῦ
ἐκκλησίαν, τοὺς μὲν ἄλλους πάντας ναοὺς τῶν εἰδώλων κατέστρεψε, καὶ τοὺς
αἱρετικοὺς ἀπήλασε· τὸν δὲ ναὸν τοῦ Μαρνᾶ πυρὶ κατακαύσας, ἀνήγειρεν ἐκκλησίαν
κατὰ τὸ σχῆμα, ὃ διετάξατο ἡ βασίλισσα Εὐδοξία. Διαπρέψας οὖν ὁσίως ἐν τῇ αὐτῇ
ἐκκλησίᾳ, καὶ θαύματα πλείστα ἐργασάμενος, ἐν ἔτεσιν εἰκοσιτέσσαρσι, καὶ μησὶν
ἕνδεκα, καὶ ἡμέραις ὀκτώ, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βίκτωρ, ξίφει τελειοῦται.
Bίκτωρ ἐπ’
ὤμοις τὴν κεφαλὴν οὐκ ἔχων,
Kεῖται πρὸ τῆς γῆς ἐκταθεὶς μέγας μέγα.
Kεῖται πρὸ τῆς γῆς ἐκταθεὶς μέγας μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χριστόδουλος, ξίφει τελειοῦται.
Kλῆσις
διδάσκει τίς συ, καὶ δοῦλος τίνος,
Σπάθη δὲ Xριστόδουλε, ποῖόν σοι τέλος.
Σπάθη δὲ Xριστόδουλε, ποῖόν σοι τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου τοῦ Κατοπινοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Καλφάς, ἐν Γαλατᾷ, ἐν
ἔτει 1575, ξίφει τελειοῦται.
Πληγὰς
ἀριθμεῖν μὴ Ἰωάννη θέλε,
Σκηνάς δε μᾶλλον, ἃς ἔχει ἔνδον πόλος.
Σκηνάς δε μᾶλλον, ἃς ἔχει ἔνδον πόλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβαστιανοῦ τοῦ Ποσεσόνε, τοῦ
Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σίλβεστρος ὁ Ὀλσχένσκι ὁ
Ῥώσσος, ἐν εἱρκτῇ, ὑπὸ τῶν ἀθέων κομμουνιστῶν, ἐν ἔτει 1920, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ Ὁμολογητῆς, Μάρκος ὁ Κάλτσιου ὁ
Ῥουμάνος, ἐν ἔτει 1999, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἐν τῇ καμίνῳ.
Σὺ
τῷ Νυμφίῳ, καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς Χριστόν,
τὴν τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου θαυματουργίαις, Φωτεινὴ
ἐναποκρούουσα.
Μετὰ
παρθένων, λαμπαδηφόρος εἰς οὐράνια, πέλεις τοῦ πυρὸς λαμπάδας καρτερικῶς, ἐν τῷ
ψάλλειν ὦ Φωτὶς ὑπομείνασα· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Οὐ
δειλιῶσαι ἀνδρειοφρόνως δὲ μᾶλλον πάνσεμνοι, Μάρτυρες τῇ πυρᾷ, προσέρχεσθε
ἀναψυχὴν αἰσθόμεναι, καὶ κραυγάζουσαι· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου
Κύριε.
Θεοτοκίον.
Τὸ
τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε διὰ Σοῦ γὰρ δέδοται ἡ χαρά,
Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη Σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε
Δέσποινα.
ᾨδὴ
η΄. Λυτρωτά τοῦ παντός.
Στομωθεῖσαι
ἀγάπῃ τοῦ κτίσαντος, ἀπημβλύνατε κέντρα τοῦ ὄφεως, ἐν γυναικείῳ σώματι ἀνδρικῶς
διανύουσαι, τοὺς ἀγῶνας καὶ στεφάνους ἐνθέοις κοσμούμεναι.
Συμπλακεῖσαι
ἐν μέσῳ τοῦ σκάμματος, ἀοράτοις ἐχθροῖς μετὰ σώματος, τοὺς ἀσωμάτους ἔτρεψαν αἱ
θεόφρονες κόραι ἀναβοῶσαι· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Βασιλείας
τὴν ἄνωθεν ἐτύχετε, σὺν Χριστῷ Ἰησοῦ βασιλεύουσαι, πεποικιλμέναι στίγματι καὶ
βασάνων τῷ κάλλει, διηνθισμέναι, ἀξιάγαστοι κόραι νεάνιδες.
Θεοτοκίον.
Ὡς
Θεοῦ ἀκηλίδωτον ἔσοπτρον, ὑπεδέξω Αὐτὸν σωματούμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι γνωριζόμενον
Κόρη, ᾯ μελῳδοῦμεν· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Ἔνδον
τῆς ἀφθάρτου παστάδος, κατασκηνώσασα Φωτεινὴ θεόφρον, ταῖς ἐκπεμπομέναις
ἀστραπαῖς, τοῦ σοῦ Νυμφίου φαιδρυνομένη ἀεὶ ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν εὐσεβῶς
ἀνευφημούντων σε.
Σὲ
τὴν νοητὴν χελιδόνα καὶ ἀδιάφθορον τρυγόνα, περιστερὰν κεχρυσωμένας, τῷ
μαρτυρίῳ ἔχουσαν πτέρυγας· καὶ πρὸς Θεὸν ὦ Φωτὶς πετάσασαν, καὶ καταπαύσασαν
γεραίρομεν.
Ἰδεῖν
ἐφιέμεναι κάλλος, τὸ τοῦ Νυμφίου ὁλοτρόπως νεύσει πρὸς Αὐτὸν θεοφόροι,
ἀθανασίαν ἐμελετήσατε, ἐν τῷ θνητῷ τοῦ σώματος· ὅθεν ἀξίως μακαρίζεσθε.
Θεοτοκίον.
Ἵνα
Σε δοξάζω Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι καὶ
ἁμαρτίας, καὶ δόξης μέτοχον, ἐπουρανίου ποίησον, τὸν προσφυγόντα τῷ ἐλέει Σου.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Κοσμολαμπεῖς
θεόφωτε, γενναῖα Ἀθληφόρε, τὸ μέγα περιήχημα, ἀθλουσῶν τῶν ἐνδόξων, χείλεσι νῷ
καὶ καρδίᾳ, σὲ πιστῶς δυσωποῦμεν, ἁμαρτημάτων ἄφεσιν, καὶ εἰρήνην δοθῆναι,
πᾶσιν ἡμῖν, λιτανεύουσα μὴ ἐλλίπῃς, ὡς παῤῥησίαν ἄπλετον, πρὸς Θεὸν κεκτημένη.
Ἕτερον.
Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Σοῦ
τὴν ἐτήσιον μνήμην, φωτὸς φερώνυμε Μάρτυς, ὦ Φωτὶς τρισολβία, νῦν συνελθόντες
ὑμνοῦμεν, σὺ δὲ ὑψόθεν μὴ παύσῃ, ἡμᾶς ᾀεὶ συντηροῦσα.
Θεοτοκίον.
Καὶ
Σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον
τῶν Ἀγγέλων· παρακαλῶ Σε Παρθένε, βοήθησόν μοι ἐν τάχει.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὁ
δυσμενέστατος Νέρων Μάρτυς ἀήττητε, σὰ προσβαλῶν ἠσχύνθη, τῆς αὐτοῦ γὰρ
φαρέτρας, βέλη αἰκισμῶν τε πάντα πρὸς σέ, ἐκκενώσας πικρότατα, καταβαλεῖν οὐ
κατίσχυσε σῆς ψυχῆς, θεῖον φίλτρον καὶ στεῤῥότητα.
Τοῦ
σοῦ σεπτοῦ μαρτυρίου λαβοῦσα πτέρυγας, περιφανῶς ἀνῆλθες, Φωτεινὴ πρὸς Χριστόν
σου, ὥσπερ χρυσαυγεστάτη φέγγους τρυγών, ἱξευτῶν διαδράσασα, τὰς νοουμένας
παγίδας καὶ καλιάν, ἐν λειμῶνι θείῳ πήξασα.
Φωστήρος
δίκην ἐκλάμπει ἡ θεία μνήμη σου, δαιμονικῆς ἀπάτης, τὴν ἀχλὺν ἐκμειοῦσα, χάριν
καὶ εἰρήνην παρὰ Θεοῦ, τοῖς πιστῶς σε γεραίρουσι, παρεχομένη πρεσβείαις σου ὦ
Φωτίς, Ἀθληφόρε θεοδόξαστε.
Ὁ
Ποιητὴς τῶν ἁπάντων καὶ Λυτρωτὴς τῶν βροτῶν, ὁ τῷ Πατρὶ τῷ θείῳ, συναΐδιος
Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀῤῥήτου
σοφίας ὡς ἀγαθός, ὦ Φωτίς σοι ἐδωρήσατο.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
φίλαθλοι τῶν ἠθληκότων τὸ θαῦμα, τὴν Χριστοκάλεστον Φωτεινήν, ἐν ὕμνοις
τιμήσωμεν· αὕτη γὰρ κατεπάτησε τοῦ ἐχθροῦ τὰ παλαίσματα, καὶ τὴν νίκην ἄρασα,
ἀξίως ἐστεφανώθη. Διὸ δυσωπεῖ ἡ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων, καὶ τῆς
μελλούσης κρίσεως, τοὺς ἐν πίστει καὶ πόθῳ τελοῦντας τὴν μνήμην αὐτῆς.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Μάρτυρες
Κυρίου καὶ Ἀθληταί, ὦ Φωτὶς Ἁγία, σὺν ὁμαίμωνι τῇ σεπτῇ, Φωτεινὴ πρεσβείαις, ὑμῶν
πρὸς τὸν Σωτῆρα, δεινῶν ἡμῶν τὴν λύσιν, τάχος αἰτήσασθε.
Χαίροις
τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν Ἀποστόλων ἡ ὁμότροπος ξυνωρίς, χαίροις
αὐταδέλφων, δυᾶς ἁγία χαίροις, σὺν Φωτεινὴ Φωτίδα, αἱ Χριστοκήρυκες.
Τὴν
λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς Ἐκκλησίας τὸν ἀσύλητον θησαυρόν, τὴν νύμφην
Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Φωτίδα τὴν Ἁγίαν, πάντες τιμήσωμεν.
Νάμα
σου τὸ θεῖον τὸ ἐκῤῥέων, τῇ θείᾳ σου κλήσει νοσημάτων παντοδαπῶν, πάθη
ἀπελαύνεις, καὶ τὴν ἀμβλυωπίαν, Φωτίδα θεοκήρυξ, διὸ τιμῶμέν σε.
Φωτεινὴν
Φωτίδα Παρασκευήν, σὺν Φωτῷ τῇ θείᾳ, ὁμηγύρει Ἀνατολήν, τῇ κυριωνύμῳ, τὸν
Φωτεινὸν ἐν πίστει, καὶ Ἰωσῆν τιμῶντες, νῦν μεγαλύνομεν.
ΠΑΡΑΚΛΗΣΙΣ
(Μητροπολίτου Ῥόδου
Κυρίλλου Κογεράκη)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ῥεῖθρα
ἀντλήσασα ζωῆς αἰωνίου, ἐκ τῆς πηγῆς τοῦ δι’ ἡμᾶς σαρκωθέντος, ἐδείχθης
Ἰσαπόστολος καὶ Μάρτυς ἀκλινής· ὅθεν τὴν ἀντάμειψιν, ἐν ὑψίστοις εὑροῦσα,
παῤῥησίᾳ πρέσβευε, τῇ Ἁγίᾳ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως Φωτεινή, ἵνα ῥυσθῶμεν,
παντοίων κακώσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Δέχου Φωτεινή, τὴν δέησιν Κυρί(λ)λου. Ἀμήν.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῶν θείων σου
πρεσβειῶν, στήριζε καὶ σκέπε, Ἰσαπόστολε Φωτεινή, τοὺς προσερχομένους τῷ ναῷ
σου, καὶ εὐφημοῦντας ἀξίως τὴν δόξαν σου.
Ἐν ἔργοις τῆς πίστεως
Φωτεινή, ἐκλάμψασα κόσμῳ, φερωνύμως φῶς νοητόν, ἀκτῖσι τῆς θείας χάριτός σου,
τὰς διανοίας ἡμῶν καταλάμπρυνον.
Χριστὸν ἀγαπήσασα μανικῶς,
Αὐτῷ συνετάγης, διὰ τέλους μαρτυρικοῦ, ᾯ πρέσβευε πάντοτε διδοῦναι, ἁμαρτιῶν
Φωτεινὴ ἡμῶν ἄφεσιν.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ,
ὑπάρχουσα Μῆτερ, τῷ ἀφθάρτῳ Σου τοκετῷ, φθορᾶς τῶν παθῶν ἀπάλλαξόν με, τῇ
ἐνεργείᾳ τῆς θείας Σου χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεῖδες
πανσόφως τὴν κοσμικὴν μέριμναν, ὡς συνετισθεῖσα Κυρίου τοῖς λόγοις ἔνδοξε· ὅθεν
συνέτισον, ὦ Φωτεινὴ τὰς καρδίας, τῶν ἀνευφημούντων σε, ὡς Ἰσαπόστολον.
Φωτεινὴ
εὐφρανθεῖσα θείοις Χριστοῦ ῥήμασι, ἀποστολικοῖς ἐν τῷ κόσμῳ, τρόποις διέπρεψας·
ὅθεν κατεύθυνον, πρὸς τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ἡμᾶς προστρέχοντας, τῇ ἀντιλήψει
σου.
Ὡραιώθης
ἐν ἄθλοις μαρτυρικοῖς ἔνδοξε, καὶ τοῦ οὐρανίου νυμφῶνος μέτοχος γέγονας· ὅθεν
οὐράνωσον, σῶν προσευχῶν προμηθείᾳ, καὶ ἡμῶν τὸ φρόνημα, ἀειμακάριστε.
Θεοτοκίον.
Τοῦ
Θεοῦ ἀνεδείχθης θρόνος ἁγνὴ ἔμψυχος, τοῦτον ἀγαθότητος πλούτῳ, κυοφορήσασα, Ὃν
καθικέτευε, χειρῶν ἀδίκων ῥυσθῆναι, τοῦ δολίου δράκοντος, Μῆτερ τὴν ποίμνην
Σου.
Διάσωσον,
ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Φωτεινὴ Ἰσαπόστολε, τοὺς
προσφοιτῶντας ναῷ σου τῷ παναγίῳ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεὸν εὑροῦσα ἐν
τῷ φρέατι, ζωῆς παρ’ Αὐτοῦ ἐξήντλησας τὰ νάματα, Φωτεινὴ πανένδοξε, ὧν μετάδος
ἡμῖν τὴν γλυκύτητα, τοῖς εὐφημοῦσι ὕμνοις σε πιστῶς, ὡς κρήνην θεόβρυτον τῆς
χάριτος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐσυμπάθητον πέλουσα,
εὔφρανον δεόμεθα σῇ χρηστότητι, τὰς καρδίας τῶν προσφύγων σου, Φωτεινὴ θεόφρον
Ἰσαπόστολε.
Ἰαμάτων χαρίσματα, Φωτεινὴ
ἀνάβλυσον Ἰσαπόστολε, νοσημάτων τὴν κατήφειαν, ἐκ τῶν ὑμνολόγων σου ἐξαίρουσα.
Νόμῳ θείῳ ἐνίσχυσον, πάντας
πολιτεύεσθαι τοὺς βοῶντάς σοι· χαῖρε Μάρτυς Ἰσαπόστολε, ἡ ἐχθροῦ τὸ θράσος
καταισχύνασα.
Θεοτοκίον.
Ἡ τεκοῦσα τὸν Κύριον,
πτῶσιν ἀνορθούμενον τοῦ Προπάτορος, πεπτωκότα με ἀνόρθωσον, ἐκ βυθοῦ μεγίστων
παραπτώσεων.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἀῤῥαγές, ἡ πρεσβεία
σου γενέσθω μοι, τὰς ἐφόδους τοῦ ἐχθροῦ τοῦ πονηροῦ, Φωτεινὴ θεομακάριστε
ἀπείργουσα.
Ἤρθης πρὸς ζωήν, Φωτεινὴ τῷ
μαρτυρίῳ σου· ἀλλ’ ἀνύψωσον γηΐνων ἐννοιῶν, τὰς ψυχὰς ἡμῶν θερμῇ ἐπιστασίᾳ σου.
Νᾶμα νοητόν, τοῖς ἱκέταις
σου ἀνάβλυσον, ὡς πλησθεῖσα τῶν ναμάτων τῆς τρυφῆς, Φωτεινὴ ἐν τοῖς θαλάμοις
τῆς θεώσεως.
Θεοτοκίον.
Δρόσον μυστικήν, τῇ καρδίᾳ
μου ἐπίσταξον, μητρικῆς Σου συμπαθείας Μαριάμ, ἵνα ᾄδω εὐσεβῶς τὰ μεγαλεῖά Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐξέδραμες, ὡς ἀκτὶς τῆς
χάριτος, Φωτεινὴ ἐκ Σαμαρείας τῷ κόσμῳ, καὶ διεσκέδας σκότος εἰδώλων, τῇ διδαχῇ
τῶν ἁγίων χειλέων σου· ὅθεν καταύγασον ἡμᾶς, τῷ φωτὶ τῆς Χριστοῦ ἐπιγνώσεως.
Ἠξίωσαι, τοῦ νυμφῶνος
ἔνδοξε, τῆς ζωῆς σὺν τοῖς φιλτάτοις οἰκείοις, τοῦ μαρτυρίου ἀνδρείως τὸν
δρόμον, ὦ Φωτεινὴ ἐν τῇ Ῥώμῃ τελέσασα· ὅθεν ἀνδρείαν ψυχικήν, καὶ ἡμῖν
ἱκετεύομεν πάροχε.
Σὺ ἔφορος, καὶ φρουρὸς
ἀκοίμητος, Φωτεινὴ τῶν ἱκετῶν σου ὑπάρχεις, περὶ αὐτῶν, προνοοῦσα ἀπαύστως, τῆ
δωρεᾷ τῆς πολλῆς σου χρηστότητος· ὅθεν τιμῶμέν σε πιστῶς, παρεστῶτες ναῷ τῷ ἁγίῳ
σου.
Θεοτοκίον.
Ἱλέωσαι, δυσωποῦμεν
Δέσποινα, τὸν ἐκ Σοῦ σωματωθέντα Δεσπότην, ἵνα χαρᾶς, ἐντρυφήσωμεν θείας, δι’
ἀληθοῦς μετανοίας οἱ δοῦλοί Σου, οἱ μακαρίζοντες πιστῶς, ὡς Θεοῦ Σε Μητέρα
ἀμόλυντον.
Διάσωσον,
ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Φωτεινὴ Ἰσαπόστολε, τοὺς
προσφοιτῶντας ναῷ σου τῷ παναγίῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐκ τοῦ Κυρίου τὸ ὕδωρ
ἐξήντλησας, τῆς αἰωνίου ζωῆς Ἰσαπόστολε· διό σε πιστῶς ἱκετεύομεν, θείου ἐλέους
ἀνάβλυσον νάματα, ἡμῖν Φωτεινὴ τοῖς τιμῶσί σε.
Προκείμενον: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Στ.: Οἱ οὐρανοὶ
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Ἰωάννου (Κεφ. δ΄, 5-42)
Τῷ
καιρῷ ἐκείνῳ, ἔρχεται οὖν Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ,
πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ.
ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν
ὡσεὶ ἕκτη. ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς·
Δός μοι πεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς
ἀγοράσωσι. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ
πεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος ; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι
Σαμαρείταις. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ
τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ
ζῶν. λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ·
πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς
ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα
αὐτοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει
πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν
αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς
ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ
διψῶ μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε φώνησον τὸν ἄνδρα
σου καὶ ἐλθὲ ἐνθάδε. ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ
Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις
οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι
προφήτης εἶ σύ. οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε
ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς·
Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν
Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς
προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ἀλλ' ἔρχεται ὥρα,
καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι
καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ
Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ
ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. καὶ
ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει·
οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἤ τί λαλεῖς μετ' αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν
αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε
ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; ἐξῆλθον οὖν
ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ
λέγοντες· Ραββί, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ
οἴδατε. ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει
αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ
τελειώσω αὐτοῦ τὸ ἔργον. οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ
θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς
χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. ἤδη. καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ
συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν
γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ
θερίζων. ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι
κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ἐκ δὲ τῆς πόλεως
ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς,
μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ
Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ
πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι
διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν
ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Κλῆσιν τὴν φωτώνυμον, παρὰ
Κυρίου λαβοῦσα, φερωνύμως ἔλαμψας, τῷ φωτὶ τῆς χάριτος γῆς τοῖς πέρασι, καὶ
κατεφώτισας, πρὸς θεογνωσίαν, διδαχῶν σου τῇ λαμπρότητι, καὶ ἀπαυγάσμασι, τῆς
μαρτυρικῆς σου ἐνστάσεως, ἀνθρώπων πλῆθος μέγιστον, Μάρτυς Φωτεινὴ Ἰσαπόστολε·
ὅθεν νῦν τρυφῶσα, θεώσεως ἐν πόλῳ τοῦ φωτός, τὸν φωτισμὸν αἴτει πάντοτε, τοῖς
προσερχομένοις σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νυσταγμὸν ἁμαρτίας τοῦ
Κυρίου τῷ λόγῳ ἀποτινάξασα, ἐν πάσῃ σωφροσύνῃ, τῆς πίστεως τῷ νόμῳ, καταλλήλως
ἐδούλευσας, ᾧ καὶ ἡμῶν Φωτεινή, στοιχείωσον τὰς φρένας.
Καταλλήλως τῇ κλήσει
Φωτεινὴ τὴν ζωήν σου ἐπιτελέσασα, ἐπλήσθης ἐν ὑψίστοις, τῆς θείας φωταυγείας,
ἧς ἐξαίτει τὴν ἔλλαμψιν, ὡς συμαπθὴς ταῖς ψυχαῖς, τῶν σὲ προσκαλουμένων.
Ὕδωρ ἤντλησας θεῖον Φωτεινὴ
ἐκ Κυρίου πηγῆς τῆς κρείττονος· διὸ ἐξηραμμένην, δι’ ἔργων ἀνομίας, τὴν ψυχήν
μου κατάρδευσον, καὶ καρποφόρον αὐτήν, τῇ μετανοίᾳ δεῖξον.
Θεοτοκίον.
Ῥεῖθροις ἄχραντε Μῆτερ
μητρικοῦ Σου ἐλέους δεῦρο καθαίρουσα, τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ σῶσόν με
Παρθένε, γηθοσύνως Σοι ψάλλοντα· χαῖρε τὸ θαῦμα ἁγνή, Θεοῦ τῆς εὐσπλαγχνίας
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύν μοι δίδου, ἐν ταῖς
ἀνάγκαις τοῦ βίου, καὶ ἀντίληψιν ἐν πάσαις ἐπηρείας, Φωτεινὴ θεόφρον, Χριστοῦ
μεγαλομάρτυς.
Λυπούντων Μάρτυς, τῆς
συστροφῆς λύτρωσαί με, καὶ πρυτάνευσον εἰρήνην τῇ ψυχῇ μου, ταῖς γαληνοδώροις,
λιταῖς σου πρὸς τὸν Κτίστην.
Ὅλῃ καρδίᾳ, προσπίπτομέν
σοι βοῶντες· Φωτεινὴ Μεγαλομάρτυς τοῦ Κυρίου, νέκρωσον ψυχῆς μου, τὰς ἐμπαθεῖς
ἐφέσεις.
Θεοτοκίον.
Ὑπέρτερόν με, τῶν ἐπιγείων
φροντίδων, δεῖξον ἄχραντε τῇ Σῇ κηδεμονίᾳ, ἵνα Βασιλείαν, Θεοῦ κληρονομήσω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίων ταῖς χορείαις,
συνευφραινομένη, ἐν οὐρανοῖς Φωτεινὴ Ἰσαπόστολε, πρὸς ἀρετῶν ἐπιδόσεις ἡμᾶς
κυβέρνησον.
Μεγίστης παῤῥησίας,
κατηξιωμένη, πρὸς τὸν Θεὸν Φωτεινὴ παμμακάριστε, Αὐτὸν δυσώπει οἰκτεῖραι τοὺς
προσιόντας σοι.
Ἡ θεία σου πρεσβεία,
πάντοτε παρέχει, τὸν γλυκασμὸν Φωτεινὴ τοῖς ὑμνοῦσί σε, ὡς τοῦ Χριστοῦ
Ἀθληφόρον καὶ Ἰσαπόστολον.
Θεοτοκίον.
Ναὲ ἡγιασμένε, δόξης τοῦ
Κυρίου, ἁγίασόν με ψυχῇ τε καὶ σώματι, Θεοκυῆτορ τῷ πλούτῳ τῆς εὐσπλαγχνίας
Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Ἰσαπόστολε Φωτεινή,
ἡ παρὰ τὸ φρέαρ, συλλαλήσασα τῷ Χριστῷ· χαίροις ἡ Μαρτύρων, τελέσασα τὸν
δρόμον, καὶ στέφανον λαβοῦσα, δόξης τὸν ἄφθαρτον.
Γνῶσιν δεξαμένη τὴν θεϊκήν,
παρὰ τοῦ Κυρίου, παμμακάριστε Φωτεινή, ἀνέτειλας κόσμῳ, τὸ φῶς τῆς εὐσεβείας,
τὴν κλῆσίν σου τοῖς ἔργοις, λαμπρῶς σημαίνουσα.
Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν,
ἀπαρυσαμένη, τοῦ Σωτῆρος ἐκ τῆς πηγῆς, ἀφθόνως ἐκ τούτου, μετέδωκας τῷ κόσμῳ,
ὡς Ἀποστόλων σύμπνους, Μάρτυς φωτώνυμε.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί,
Φωτεινὴν τὴν θείαν, Ἰσαπόστολον τοῦ Χριστοῦ· Αὐτῷ γὰρ πρεσβεύει, ὑπὲρ ἡμῶν
ἀπαύστως, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως.
Θείου πληρωθεῖσα Μάρτυς
φωτός, ἔλαμψας τῷ κόσμῳ, εὐσεβείας τὸν φωτισμόν· ὅθεν παρεστῶσα, Φωτὶ τῷ
ἀνεσπέρῳ, τὸν φωτισμὸν ἐξαίτει, ἡμῖν τῆς πίστεως.
Φύλαττε καὶ σκέπε ἐν
πειρασμοῖς, τοὺς προσερχομένους, τῷ ναῷ σου τῷ εὐαγεῖ, καὶ τούτους ὁδήγει, ζωῆς
πρὸς τὸν λιμένα, ὦ Φωτεινὴ θεόφρον, τῇ ἀντιλήψει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Κλῆσιν, τὴν φερώνυμον
σαφῶς, λόγων σου καὶ ἔργων τῇ αἴγλῃ, ἐπισφραγίσασα, φῶς τῆς θείας γνώσεως, τῷ
κόσμῳ ἔλαμψας, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῆς δόξης Κυρίου, Φωτεινὴ ἀνέδραμες,
σὺν τοῖς οἰκείοις σου· ὅθεν, μετ’ αὐτῶν μὴ ἐλλίπῃς, πάντων μνημονεύουσα Μάρτυς,
τῶν καταφευγόντων τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου