Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 23. ΟΣΙΟΣ ΝΙΚΗΤΑΣ ΘΗΒΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΥ 23!!
ΝΙΚΗΤΑΣ ΟΣΙΟΣ ΘΗΒΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου Ἰερομονάχου Σιμωνοπετρίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τῶν ἑπταπύλων Θηβῶν σε ἔγνωμεν γέννημα, τῆς δὲ Σιὼν τῆς ἄνω, θεοφόρον πολίτην, ἐν ᾗ Πάτερ Νικήτα Χριστὸς ὁ Θεός, ὡς ἀστέρα σε ἔθετο, φωτοχυσίας μετέχειν τῆς ἐξ Αὐτοῦ, ὡς ἐνταῦθα προμετέσχηκας.

Υἱοθεσίας τῆς θείας διὰ βαπτίσματος, ἐγένου κληρονόμος, ὅτε Πάτερ Νικήτα, τὸ Πνεῦμα αισθητῶς σε προσημειοῦν, φανεροῖ τὰ ἐσόμενα, δι’ ὧν ἀρχαίοις πατράσι καὶ ἀσκηταῖς, ἴσος γέγονας τρισόλβιε.

Τὴν ἀρετὴν ἐνεδύσω Νικήτα πάντιμε, ἀπὸ παιδὸς εἰσέτι, πανοπλίαν τετράδος, ἀνδρείαν σὺν φρονήσει σώφρονα νοῦν, ἅμα δικαιοσύνῃ τε, δι’ ἧς ἐχθρὸν τὸν ἀρχαῖον καταβαλών, στέφος εἴληφας τὸ ἄφθαρτον.

Φιλερημίᾳ τρισμάκαρ καὶ θείῳ ἔρωτι, ὥσπερ ἐρημικός τις, νυκτικόραξ ηὐλίσθης, ἐν ὄρεσι οὗ ὕμνοις καὶ προσευχάς, τῷ Δεσπότῃ ἀνέπεμπες, μόνον τὸ Πρόσωπον θέλων τὸ φωταυγές, ᾯ τελείως ἐξωμοίωσαι.

Δόξα. Ὁ αὐτός.
Ἔχουσι μὲν ἐγκαλλώπισμα αἱ αἰγύπτιαι Θῆβαι, Παῦλον τὸν ἀρχηγὸν τῶν ἀσκητῶν, ἔχει δὲ καὶ ἡ ἡμετέρα περίκλυτος πόλις, κλέος μέγιστον, Νικήταν τὸν φωτοδρόμον ἀριστέα, ὅστις ὡς Σαμουήλ, παιδιόθεν ἑλκυσθεὶς τῷ Κυρίῳ, ἄχρι τέλους θαυμαστῶς, ὄπισθεν Αὐτοῦ ἐκολλήθη, καὶ ἀνεδείχθη στύλος χριστοφώτιστος, καὶ διδάσκαλος πρακτικός, ποτίζων ταῖς εὐχητικαῖς ῥοαῖς, τὴν γῆν τῆς Βοιωτίας. Αὐτὸν οὖν ἱκετεύσωμεν, ὑπερ ἡμῶν πρεσβεύειν πρὸς τὸν Φιλάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε...

Φῶς ἱλαρόν. Προκείμενον τῆς ἠμέρας. Καταξίωσον.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον εὐλαβῶς, Νικήτα σοι τιμῶμεν, Θηβαῖοι φαιδρὰν μνήμην, αἰτούμενοι πρεσβεύειν, ὐπὲρ ἡμῶν πρὸς Κύριον.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὄρος Θαβὼρ σοφέ, Νικήτα ἀναδείξας, εὐχῇ τὴν σὴν καρδίαν, φωτὶ τῷ ἀπροσίτῳ, ὅλος ηὐγάζου Ὅσιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Βίῳ σου τῷ σεπτῷ, Χριστὸν ηὐφράνθη Πάτερ, σοῖς δὲ γλυκέσι λόγοις, πλήθη πιστῶν Νικήτα, ἠνδρώθησαν τῷ πνεύματι.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς ἡ Παναγία, ἡ δοῦσα πρέσβυν μέγαν, ἡμῖν σεπτὸν Νικήταν, Σοῦ φωταυγὲς ἐκτύπωμα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Ἀγαθή, σὺν τῷ πατρὶ Νικήτα, ἱκέτευε ἀπαύστως, Δεσπότην ὐπὲρ πάντων, τῶν πίστει αἰτουμένων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ὀσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐκ παιδὸς τῷ Κυρίῳ ἠκολούθησας Ὅσιε, διὰ προσευχῆς ἀγρυπνίας καὶ παντοίας ἀσκήσεως, τηρῶν Αὐτοῦ προθύμως ἐντολάς, διὸ καὶ θεῖον σχῆμα εἰληφώς, τῷ φωτὶ ηὐγάζου πάντοτε αἰσθητῶς, ὡς εἶδε Θεόδωρός σε. Δόξα τῷ Σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ Σὲ θαυμαστώσαντι, δόξα Νικήτα τοῖς πιστοῖς Σὲ πρέσβυν θεῖον δείξαντι.
Ἕτερον τοῦ Ὀσίου. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νίκην ἐνίκησας, τὴν καλλιστέφανον, χάριτι Πνεύματος, Νικήτα Ὅσιε, κόσμον σαὐτὸν καὶ τὸν σατάν, τρικέφαλον τέρας Πάτερ, ὅθεν καὶ ὁ Κύριος, ἀγαπήσας τὸν βίον σου, ἥλιον ἀνέδειξε, ἔκλαμπρόν σε καὶ ἄδυτον, Θηβαίοις καὶ λοιποῖς χριστωνύμοις, ἐν ὕμνοις τὴν μνήμην Σου γεραίρουσι.
Δόξα. Τοῦ Ὀσίου μετὰ τῶν σὺν αὐτῷ. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν θεοφόρον τετρακτὺν τῶν Ὁσίων, δεῦτε Θηβαῖοι μεγαλύνωμεν ὕμνοις, Νικήταν τὸν θεσπέσιον, καὶ θεῖον Δανιήλ, ἅμα δε Γρηγόριον σὺν κλεινῷ Θεοδώρῳ, τοὺς Χριστὸν δοξάσαντας, διὰ βίου ἐνθέου, οὓς ἱκετεύσωμεν βοῶντες ἐκ ψυχῆς· ἡμᾶς Πατέρες, εὐχαῖς ἀεὶ σκέπετε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Νίκης σάλπιγγξιν ᾄδομεν, τὰ σεπτά σου παλαίσματα, τὸν Χριστὸν δοξάζοντες Ὅς σε ἔδειξε, Πάτερ Νικήτα πανάριστε, λαμπάδα τοῦ Πνεύματος, καὶ πυρσὸν θεοφεγγῆ, ἐξ ἀκτίστων ἐλλάμψεων, καὶ γεραίρομεν, σὴν πανέορτον μνήμην ἐξαιτοῦντες, τὴν συγχώρησιν πταισμάτων, καὶ σωτηρίας ἐπίτευξιν.

Θεοβλάστητον πέφυκας, δένδρον Πάτερ καὶ εὔκαρπον, εὐσεβῶν γονέων σου κληρωσάμενος, τὴν πατρικὴν θεοσέβειαν, διὸ ἐν βαπτίσματι, ἐπεφοίτησε σαφῶς, Παρακλήτου ἡ χάρις σοι, τὴν τοῦ μέλλοντος, φανεροῦσα χριστάρεστον πορείαν, δι’ ἧς πᾶσαν ὦ Νικήτα, τὴν Ἐκκλησίαν κατηύφρανας.

Ὡς Δαβὶδ περιέζωσαι, τὴν σφενδόνην τοῦ Πνεύματος, καὶ ἐξ ἄκρας Πάτερ σου τῆς νεότητος, πρὸς Γολιὰθ παρατέταξαι, ψυχῶν τὸν πολέμιον, ὃν εὐστόχως ταῖς βολαῖς, σῶν καμάτων κατέβαλες, στεφανούμενος, οὐ φθαρτῆς βασιλείας τῷ στεφάνῳ, ἀλλὰ τῆς αἰωνιζούσης, Νικήτα πρᾶγμα καὶ ὄνομα.

Θείᾳ κλήσει ἑπόμενος, Θεοκλήτου προσέδραμες, τῇ μονῇ θεσπέσιε ἔνθα εἴληφας, τῶν μοναστῶν περιβόλαιον, καὶ σχῆμα τὸ τίμιον, σὺν συγγόνῳ τῷ σεπτῷ, τῷ δὲ κέντρῳ βαλλόμενος, ἀγαπήσεως, ἡσυχίας Ἀγγέλου ὀπτασία, μέγας Πάτερ ἀνεδείχθης, ἐντρυφητὴς καὶ διδάσκαλος.

Παρακλήτου ἀνώγεων, ἀρεταῖς σου γενόμενος, ἱερέων κλήρῳ Πάτερ τετίμησαι, καὶ τῶν παθῶν καθαιρόμενος, θυσίαν σωσίκοσμον, προσενήνοχας Θεῷ, Σεραφεὶμ ὡς πυρίμορφον, προστιθέμενος, ἐνοικούσης σοι χάριτι τὴν χάριν, ἢ σὸν πρόσωπον Νικήτα, ἀγγελομόρφως ἐδόξαζε.

Ὡς ὁμοίῳ προσέδραμεν, σοὶ Νικήτα Θεόδωρος, ὁ τὸ φῶς τὸ λάμπον σε θεασάμενος, καὶ Δανιὴλ ὁ εὐτράπεζος, τῶν λόγων τρυφήσας σου, ὡς τροφὴν ἐξ οὐρανοῦ, μεθ’ ὧν πρέσβευε πάντοτε, ἱλεούμενος, τὸν Δεσπότην συνάμα Γρηγορίῳ, παρασχεῖν ἡμῖν εἰρήνην, καὶ σωτηρίαν αἰώνιον.

Δόξα. Ἦχος β΄.
Οὕς περ τὸ Πνεῦμα ἐσφράγισε, τούτους καὶ ἀνέδειξε φωστῆρας τῆς οἰκουμένης. Μεθ’ ὧν καὶ τὸ ἡμέτερον καύχημα, Νικήταν τὸν τρισμέγιστον, τῶν παλαιῶν Ὁσίων τὸν ἰσάξιον συναθλητήν, καὶ στεφηφόρον πανοπλίτην, ὃς παιδιόθεν τοῖς θαυμασίοις συνακολουθούμενος, ὅλος ἠλλοιώθη τὴν μακαρίαν τοῦ Σωτῆρος ἀλλοίωσιν, καὶ πλήθη συνήρμοσε πανσόφως τῷ οὐρανίῳ Πατρί. Αὐτὸν τιμῶντες σήμερον, ἱκετεύσωμεν λέγοντες· μνήσθητι Πάτερ Ἅγιε, τῶν τὴν σεβασμίαν μνήμην σου ἐπιτελούντων, καὶ πρέσβευε ἐκτενῶς ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Νικητικοῖς μέλεσιν ἡ ἐνεγκαμένη σε πόλις, θεοφόρε Νικήτα σήμερον γεραίρει, ὅτι πλουτεῖ πρὸς τὸν Θεὸν ἀκαταισχύντως ἱκετεύουσαν τὴν ὁσιακήν σου ψυχήν. καὶ τὴν χρυσόσειρον ἀρετήν σου θαυμάζουσα, ὡς στηρικτικὴν ἐν Χριστῷ, γηθοσύνως Αὐτῷ βοᾷ· ταῖς πρεσβείαις τοῦ τέκνου μου Δέσποτα, τείχισον καὶ ὀχύρωσόν με, εἰς εὐαρέστησίν σου σωτήριον.

Ἦχος β΄.
Τοῖς φυσικοῖς σου χαρίσμασι συγκεράσας, Ὅσιε Νικήτα τὴν χάριν τοῦ Θεοῦ, γέγονας ταύτης ὑπέρλαμπρον ἐργαστήριον. Καὶ παιδιόθεν σύνεσιν κτησάμενος, ὑπερηύξησας τὸ χάρισμα, σοφισθεὶς τῷ Ἁγίῳ Πνεύματι, ὅλος δὲ θεοδηγούμενος, τῇ ἀκλονήτῳ σου ἀσκήσει, τὸ θεϊκὸν πῦρ ἀκάματον διετήρησας. Καὶ πείρᾳ ἔμαθες τὴν τῶν οὐρανίων πραγμάτων οὐσίαν, ὧν νῦν τρανῶς κατατρυφῶν, μνήσθητι ἡμῶν τῶν τιμώντων σε.

Ἦχος γ΄.
Τῷ θεϊκῷ ἔρωτι συζῶν μακάριε, τῷ Ἰησοῦ συνηκολούθεις νοερῶς ἐν τῇ ζωῇ σου, ὅθεν καὶ Αὐτός σε ὑπεραξίως ἀγαπήσας, ἀνήγαγε σε εἰς τὴν τοῦ μυστικοῦ Θαβὼρ ἀΐδιον ἀκτινοχυσίαν, φαιδρῶς καταυγάζων τὸ χαροποιόν σου πρόσωπον, Νικήτα παμμακάριστε, ὅθεν καὶ ἡμᾶς ἀμαυρωμένους τοῖς ἁμαρτικοῖς παραπτώμασι, φώτισον δεόμεθα, ταῖς πατρικαῖς ἱκεσίαις σου.

Ἦχος δ΄.
Τὴν τοῦ παλαιοῦ Ἀδὰμ ἀπεκδυσάμενος θανατοῦσαν δοράν, τοῦ ζωοδότου Χριστοῦ ἐπενεδύθης Νικήτα χάριν, ὅθεν εὐωδία Αὐτοῦ γεγονώς, πάσῃ λογικῇ τε καὶ ἀλόγῳ φύσει ἐπέραστος γέγονας, ὡς φέρων ἐν σεαυτῷ τὴν σφραγῖδα τῆς ἀπολυτρώσεως, ἣν καὶ ἡμῖν Πάτερ ἐπανεγκαίνισον, ταῖς θεοδέκτοις ἱκεσίαις σου.

Δόξα. Ἦχος πλ. α΄.
Τῷ πνευματικῷ νόμῳ παιδιόθεν ὑποζευχθεὶς ἑκουσίως, Ὅσιε Νικήτα, τὸν ἀέρα ἀναπνέων τῆς ἐλευθερίας τῶν τέκνων τοῦ Θεοῦ, ἀπελεύθερος Χριστοῦ ἐγένου, ὅθεν πλείστοις χαρίσμασι κατακοσμηθείς, ἐστήριξας οὐ μόνον τὰ πλήθη τῶν συνόντων σοι μοναστῶν, ἀλλὰ τοῖς ἀποστολικοῖς σου λόγοις ἐδρόσισας καὶ πάντας τοὺς προσιόντας σοι, ὅθεν Πάτερ θεοχάριστε, ἐπεύφρανον καὶ νῦν ἡμᾶς τῇ τοῦ Πνεύματος δρόσῳ, τοὺς ἐν καμίνῳ πειρασμῶν ἐμπεσόντας, χεῖράς σου ὑψῶν ὡς Μωσῆς πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.










Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Νικήτα κλέος Θηβῶν, τῶν ἑπταπύλων πύλην ὄντως εὑράμενος, ζωῆς τε καὶ ἀφθαρσίας, Χριστὸν Ὃν πόθῳ πολλῷ, κατακολουθήσας, μέγας γέγονας, ἀσκήσει γὰρ Ὅσιε, τὴν ψυχὴν καθηράμενος, φωτὸς ἀκτίστου, τὰς ἀκτῖνας εἰσδέδεξαι, καὶ διδάσκαλος, ἀνεδείχθης θεώσεως, πλήθη δὲ καθωδήγησας, σοφαῖς εἰσηγήσεσι, πρὸς τὴν ζωὴν τοῦ Κυρίου, ὡς λογικὰ ἀναθήματα, πρεσβεύων ἀπαύστως, μὴ ἐλλίπης ουν παμμάκαρ, ὑπὲρ τιμώντων σε.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου Αὐτοῦ.
Ξίφει, τῆς νοερᾶς προσευχῆς, καὶ τῇ σφενδόνῃ τῆς ἀσκήσεως Ὅσιε, Νικήτα σατὰν καθεῖλες, καὶ τὸν Χριστὸν σῇ ψυχῇ, ὅλον εἰσοικήσας, πάθη ἔταμες, διὸ πᾶσι γέγονας, ἀρετῆς μύστης ἄριστος, σῇ πολιτείᾳ, πείθων μᾶλλον ἢ λόγοις σου, κόσμου ῥήσεσθαι, καὶ Κυρίῳ προσέρχεσθαι, ὅθεν πόλιν ἀνέδειξας, Ἀγγέλων τὴν ἔρημον, συναγαγὼν μαθητάς σου, καὶ μιμητὰς θείου βίου σου, μεθ’ ὧν ἱκετεύων, μὴ ἐλλίπῃς τὸν Δεσπότην, ὑπὲρ τιμώντων σε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Φῶς σε, περιαστράψαν λαμπρῶς, εἶδε Νικήτα ὁ πρεσβύτης Θεόδωρος, νυκτός σου ἐπευχομένου, τοὺς δὲ Ἀγγέλους Θεοῦ, φόβῳ παρεστῶτας κοιμωμένου σου, ὁ δὲ καθηγούμενος, ἄρτον θεῖον δεξάμενος, πᾶσαν τοῦ βίου, ἐπιῤῥίπτειν τὴν μέριμναν, Πάτερ ἔμαθε, τῷ ἡμᾶς διαπλάσαντι, νῆψιν δὲ καὶ ἐγρήγορσιν, ἐδίδαξας ἄριστα, τῷ Δανιὴλ προσελθόντι, καὶ ἐκζητήσαντι ῥῆμά σου, σὺν τούτοις μὴ παύση, ἱκετεύειν τὸν Δεσπότην, ὑπὲρ τιμώντων σε.

Δόξα. Ἦχος πλ. β΄.
Εἰ εὐλογία παντὸς Ὁσίου προσοικειοῖ τῷ Θεῷ, μᾶλλον ἡ σὴ χριστοειδής, καὶ θεοπειθὴς ἱκεσία, Πάτερ Νικήτα, τοὺς κατὰ σάρκα συμπολῖτας σου Θηβαίους, ἀναβιβάζει εἰς τὴν τοῦ Δεσπότου ἐκζήτησιν. Τέλειος γὰρ Αὐτῷ ἀναδειχθείς, πρὸς τὴν τελειότητα ὁδήγησον καὶ ἡμᾶς, θέλοντας μὲν ταύτην, ἀλλ’ ἑλκομένους φεῦ! Τῇ πονηρᾷ τῶν ἐπικήρων συνηθείᾳ. Νίκησον οὖν Ὅσιε, τὴν ῥαθυμίαν δεόμεθα, καὶ ἄνδρισον ἡμῶν τὰ φρονήματα, ὅπως γεραίρωμεν εὐγνωμόνως, τὴν χαρμόσυνον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ὀσίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐκ παιδὸς τῷ Κυρίῳ ἠκολούθησας Ὅσιε, διὰ προσευχῆς ἀγρυπνίας καὶ παντοίας ἀσκήσεως, τηρῶν Αὐτοῦ προθύμως ἐντολάς, διὸ καὶ θεῖον σχῆμα εἰληφώς, τῷ φωτὶ ηὐγάζου πάντοτε αἰσθητῶς, ὡς εἶδε Θεόδωρός σε. Δόξα τῷ Σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ Σὲ θαυμαστώσαντι, δόξα Νικήτα τοῖς πιστοῖς Σὲ πρέσβυν θεῖον δείξαντι.
Ἕτερον τοῦ Ὀσίου. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νίκην ἐνίκησας, τὴν καλλιστέφανον, χάριτι Πνεύματος, Νικήτα Ὅσιε, κόσμον σαὐτὸν καὶ τὸν σατάν, τρικέφαλον τέρας Πάτερ, ὅθεν καὶ ὁ Κύριος, ἀγαπήσας τὸν βίον σου, ἥλιον ἀνέδειξε, ἔκλαμπρόν σε καὶ ἄδυτον, Θηβαίοις καὶ λοιποῖς χριστωνύμοις, ἐν ὕμνοις τὴν μνήμην Σου γεραίρουσι.
Δόξα. Τοῦ Ὀσίου μετὰ τῶν σὺν αὐτῷ. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὴν θεοφόρον τετρακτὺν τῶν Ὁσίων, δεῦτε Θηβαῖοι μεγαλύνωμεν ὕμνοις, Νικήταν τὸν θεσπέσιον, καὶ θεῖον Δανιήλ, ἅμα δε Γρηγόριον σὺν κλεινῷ Θεοδώρῳ, τοὺς Χριστὸν δοξάσαντας, διὰ βίου ἐνθέου, οὓς ἱκετεύσωμεν βοῶντες ἐκ ψυχῆς· ἡμᾶς Πατέρες, εὐχαῖς ἀεὶ σκέπετε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀκτίστων δωρεῶν, ἠξιώθης παμμάκαρ, τηρήσας σεαυτόν, ὡς ναὸν τοῦ Κυρίου, διὸ καὶ κατηύγασας, Βοιωτίαν τῷ βίῳ σου, ἄλλος ἄγγελος, καὶ νοῦς θεόφρον ὑπάρξας, χάριν ἄφθονον, διδοὺς τοῖς πόθῳ τιμῶσι, Νικήτα τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλέησον ἡμᾶς, Θεοτόκε Παρθένε, τοὺς πταίσμασι πολλοῖς, τὸν Υἱόν Σου λυποῦντας, καὶ δὸς τὴν μετάνοιαν, ἀκλινῆ ταῖς πρεσβείαις Σου, ὅπως Δέσποινα, ὑπολειπόμενον βίον, διανύσωμεν, ἐν καθαρᾷ συνειδήσει, Θεῷ συμμορφούμενοι.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Παννυχίοις στάσεσι, καὶ ἀγρυπνίᾳ, προσευχῇ συντόνῳ τε, νοῦν ἐκκαθάρας τῶν παθῶν, ὤφθης Νικήτα ἰσάγγελε, ἄστρον φωτίζον, αὐγαῖς θείου βίου σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητρικάς Σου ὕψωσον, χεῖρας Παρθένε, καὶ Χριστὸν ἱλέωσαι, ὑπὲρ ἡμῶν τῶν ἀδεῶς, ἁμαρτανόντων ἐκάστοτε, καὶ φόβον τούτου, ἡμῖν δὸς σωτήριον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν τετράδα Ὁσίων πανευλαβῶς, εὐφημήσωμεν ὕμνοις πνευματικοῖς, Νικήταν τὸν πάντιμον, καὶ πρεσβύτην Θεόδωρον, Δανιὴλ τὸ θῦμα, ἀγάπης τοῦ Κτίσαντος, ἀσκητῶν τε κλέος, τὸν θεῖον Γρηγόριον, οὗτοι γὰρ ἐνθέοις, ἀρεταῖς καὶ τῷ βίῳ, ὡς ἄστρα ἐκλάμψαντες, τῷ Χριστῷ πλήθη ἤγαγον, καὶ πολίτας ἀνέδειξαν, τῆς ἄνω Βασιλείας διδαχαῖς, καὶ πρεσβεύουσι χάριν τοῦ Πνεύματος, τοῖς πιστοῖς δωρηθῆναι, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Χριστὸν παροργίζων Μῆτερ Ἁγνή, καθ’ ἑκαστην αἰσχύνῃ ἁμαρτιῶν, οὐ παύομαι Δέσποινα, τῶν παθῶν ξέειν πάντοτε, τὰς αἰτίας ὧνπερ, δεσμοῖς περικείμενος, ὡς δεσμώτης τούτων, ἀεὶ καταπείθομαι. Οἴμοι τί ποιήσω; Εἰ μὴ Σε μου προβάλλω, ὡς πρέσβυν εὐπρόσδεκτον, πρὸς Υἱόν Σου φιλάνθρωπον, καὶ αἰτήσομαι ἄφεσιν, πολλῶν ἁμαρτιῶν καὶ σταθεράν, τὴν πορείαν μετανοίας Ἄχραντε, ὅπως τύχω ἐλέους, ὁ τάλας καὶ χάριτος.

Οἱ Ἀναβαθμοί·  τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν (βλέπε εἰς τὸν Ὄρθρον τοῦ Ὁσίου Σάββα)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός...
Τὴν ματαιότητα τῶν φαινομένων, συνετῶς καταζυγίσας, Θεὸν προετίμησας ἐλλόγως, Οὗ οὐδὲν ἐρασμιώτερον, οὐδὲν ποθεινότερον καὶ ἐπιθυμητότερον, Ὅσιε Νικήτα πέφυκεν, ὅθεν τοῦ κάλλους τούτου παμπλουσίως ἐμφορηθείς, καταυγάζεις ὡς κομήτης οὐρανόθεν ἡμας, τοὺς τιμῶντας σήμερον τὴν μνήμην σου.





Εἷτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὀσίου, οὗ ἡ ἀκροστιχίς: Νικητικά σοι ᾄσματα, Πάτερ Νικήτα, ᾄσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νικητικὰ ἐμπρέπουσί σοι ᾄσματα ἀλλ’ ἡ φθογγὴ τῆς ἐμῆς, σάλπιγγος Νικήτα, δύσηχος καὶ ἄμουσον, τὸ μέλος ἀπεργάζεται, ἐκ πολλῆς ἀμελείας· ὅθεν κραυγάζω σὺ ἔμπνευσον, ὕμνον τὸν παρόντα μου Ὅσιε.
εριχοῦς παρόντος βίου Ὅσιε καθεῖλες τείχη σαφῶς, ἐκ τῆς ἑπταπύλου, πόλεως γεννώμενος, καὶ γέγονας συμμέτοχος, τῆς ὀγδόης ἡμέρας, τὰ ὑπὲρ φύσιν θηρώμενος, ταῖς ἀσκητικαῖς ἀναβάσεσι.
Κληρονομήσας γονικὴν εὐσέβειαν ὡς βάσιν ταύτην δὲ σχών, Ὅσιε Νικήτα, πλοῦτον ἐταμίευσας, τῇ συνεργίᾳ χάριτος, ἣν Θεὸς δέδωκέ σοι, καὶ ως σοφώτατος ἔμπορος, ταύτην συνετῶς ᾠκονόμησας.
Θεοτοκίον.
λέησέ με ὁ Χριστὸς Πανάμωμε καὶ εὐηργέτησε πάλιν καὶ πολλάκις, ὡς φιλανθρωπότατος, ἐγὼ δὲ ὁ ἀναίσθητος, ἁμαρτίαις ποικίλαις, τοῦτον λυπῶν ἱκετεύω Σοι· σῶσον δωρεάν με πρεσβείαις Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Τετρακτὺν ἐνεδύθης τῶν ἀρετῶν πάντιμε, φρόνησιν ψυχῆς τὴν ἀνδρείαν, δικαιοσύνην τε, καὶ σωφρονέστατον, ἦθος ἐν βίῳ σου ὅθεν, ἠμιλλήθης Ὅσιε, τοῖς πάλαι λάμψασι.
ερῶς προσημαίνων τὸν θαυμαστὸν βίον σου, Πνεύματος Ἁγίου τὴν χάριν, ἐν τῷ βαπτίσματι, σχήματι δέδειχε, περιστερᾶς τοῖς παροῦσι, ὁ υἱοθετήσας σε, Νικήτα Κύριος.
Κατ’ εὐχὴν γεννητόρων τὴν ἐκλεκτὴν Ὅσιε, τρίβον ἠκολούθησας ὅθεν, σχῆμα τὸ ἅγιον, ποθήσας εἴληφας, σὺν τῷ ὀμαίμονι Πάτερ, τρέχοντες ὡς ἔλαφοι, Κυρίου ὄπισθεν.
Θεοτοκίον.
γνὴ πέλουσα Νύμφη ἁμαρτιῶν κάθαρον, τὴν μεμολυσμένην ψυχήν μου καὶ ἐγκατοίκισον, Πνεῦμα τὸ Ἅγιον, τὸ πυρπολοῦν πάντα ῥύπον, καὶ καινῖζον Δέσποινα, ἅπασαν ὕπαρξιν.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἡ λαμπρά σου ἑορτή, ψυχὰς εὐφραίνει τῶν πιστῶν, οἰκειοῦσα τῷ Θεῷ, ταύτας πρεσβείαις σου σεπταῖς, Νικήτα κλέος Θηβῶν καὶ δόξα, ἀστὴρ γὰρ φαεινός, ἐδείχθης Πάτερ Βοιωτοῖς, ἐν ἔργοις θαυμαστοῖς, καὶ γλυκυτάταις διδαχαῖς· ὅθεν Κυρίῳ ἱστάμενος μὴ παύση, ὑπὲρ ἡμῶν ἱλεούμενος, δοθῆναι πᾶσι, τὴν σωτηρία, καὶ πταισμάτων τὴν συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ μεθόριον Σὺ εἶ, Κόρη ἀκτίστων καὶ κτιστῶν, ὡς μὲν σάρκα τὴν φθαρτήν, ἔχουσα δ’ ἄφθαρτον Θεόν, ἐκυοφόρησας κτίστην τοῦ κόσμου, μηδόλως τὴν φθοράν, γνοῦσα Παρθένος ἀληθής, πρὸ τόκου Σου φρικτοῦ, καὶ ἐν αὐτῷ καὶ μετ’ αὐτόν, μείνασα ὄντως χάριτι θείᾳ, ὅθεν παρθένων τὰ τάγματα, ὑμνολογοῦσι, τὴν ὑπὲρ λόγον, θεοτοκίαν Σου Πανύμνητε.






ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Σοῖς ὀφθαλμοῖς, Ὅσιε ὕπνον οὐ δέδωκας, καὶ κροτάφοις, πάλιν οὐκ ἀνάπαυσιν, ἐπιζητῶν τὸν σαββατισμόν, ὃν Χριστὸς παρέχει, τοῖς φοβουμένοις τὸ θέλημα, Αὐτοῦ ἐν χώρᾳ ζώντων, ἐν Σιὼν τῇ ἀφθάρτῳ, οὗ οἱ Ἅγιοι πάντες εὐφραίνονται.
κραταιός, ἔρως σε ὅλον κατέτρωσεν, ἡσυχίας, Ὅσιε φιλέρημε· διὸ Θεὸς Ἄγγελον Αὐτοῦ, γέροντί σου πέμψας, σὲ ἐπιτρέψαι προσέταξεν, ἐρήμῳ κατοικῆσαι, καὶ σχολάσαι ἐνθέως, εἰς εὐχὰς νυχθημέρους ὡς ἄσαρκος.
ριδισμούς, χάριτος Πάτερ ἑώρακας, ἐν Ὀστείᾳ, σπήλαιον εὑράμενος καὶ ἐν αὐτῷ, τὸν ἀσκητικὸν βίον ἐνεργήσας, ἀεὶ γονάτων ταῖς κλίσεσι, τῇ ἄκρᾳ χαυμενίᾳ, καὶ νηστείᾳ συντόνῳ, οἷς τὸ θεῖον Νικήτα μειλίσσεται.
Θεοτοκίον.
κηκοώς, Δέσποινα ὃ προεφήτευσας, ὅτι πᾶσαι, γενεαὶ δοξάζουσιν, εἰς γενεὰς ὄνομα τὸ Σόν, πόθῳ Σε δοξάζω, καὶ ἀνυμνῶ θείαν δόξαν Σου, ἐλπίζων ταῖς εὐχαῖς Σου, ἐφευρεῖν σωτηρίαν, καὶ φυγεῖν καταδίκην κολάσεως.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Συνετάγη δικαίως, ἱερεῦσι τῆς χάριτος ὑπεράξιε, τὴν ἁγνὴν θυσίαν, τῷ Δεσπότῃ προσάγων ἐν δάκρυσι, νύκτωρ δὲ τὰ ὄρη, περιπολεύων ηὔχου Πάτερ, Σεραφεὶμ ὥς τις ἄσαρκος Ἄγγελος.
Μόνον ἕνα χιτῶνα, ἐνδυόμενος ἄριστα διεφύλαξας, τῆς ἀκτημοσύνης, ὄρος τέλειον κατὰ τὸ λόγιον, οὐ γάρ σοι ὑπῆρχε, τῶν ὑλικῶν ἀγχώδης κτῆσις, ὡς Χριστοῦ μεριμνῶντός σου Ὅσιε.
πελαύνων σωφρόνως, ἀνθρωπάρεσκον οἴδημα ἐξ ἀσκήσεως, ἤσκεις τὴν νηστείαν, ἐν πολλῇ διακρίσει τρισόλβιε· ὅθεν ὁ Χριστός σοι, χάριν ἐξαίρετον πάρεσχε, ὡς παισὶ Βαβυλῶνος νηστεύσασι.
Θεοτοκίον.
Τάλαντά μοι Παρθένε, ὁ Χριστὸς ἐδεδώκει πρὸς σωτηρίαν μου, ἅπερ οἴμοι, κρύψας δειλιῶ πῶς Αὐτῷ παραστήσομαι, καὶ τὴν καταδίκην, ἐκφύγω Μῆτερ τὴν δικαίαν· ὅθεν ἵλεως φάνηθι Δέσποινα.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
πόστολος ἀληθής, τῇ γενεᾷ σου γεγένησαι, Νικήτα λόγοις ζωῆς, στηρίζων τοὺς πέλοντας, καὶ συνάπτων ἅπαντας, διὰ μετανοίας, τῷ Κυρίῳ Πάτερ ἄριστα.
Παθῶν τῶν σωματικῶν, καὶ ψυχικῶν ἄλγη ἤλασας, ἐλαίῳ χρίων πιστούς, Νικήτα φιλάνθρωπε, καὶ δαιμόνων τάγματα, δι’ εὐχῆς ἁγίας, τῶν πασχόντων ἐξεδίωξας.
νοίγων τὸ μελιχρόν, καὶ εὐωδέστατον στόμα σου, ἐν νήψει χριστοειδεῖ, ἐδίδασκες Ὅσιε, χαριέντως ἅπαντας, τὰ πρὸς σωτηρίαν, καὶ τὴν κάθαρσιν συντείνοντα.
Θεοτοκίον.
Τὸ μέγεθος ἀνυμνῶ, Σῆς μητρικῆς πρός με Δέσποινα, στοργῆς καὶ ὑμνολογῶ, τὴν ἁγίαν σκέπην Σου, ᾗ μὲ τὸν ἀχάριστον, πάντοτε φυλάττεις, καὶ δοξάζω τὴν ἀγάπην Σου.








Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Θῆβαι ἑπτάπυλοι οὐκ ἔτι τείχη ἔχουσιν, εἰ μὴ Ἁγίων τὴν πρεσβείαν τὴν ἀήττητον, πρὸς Χριστὸν Βασιλέα Σιὼν τῆς ἄνω, τοῦ Νικήτα ἐν ἀσκήσει διαλάμψαντος, Θεοδώρου Δανιὴλ καὶ Γρηγορίου τε, πρὸς οὓς κράζουσα· θεοφόρητοι χαίρετε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἀνεφάνης Νικήτα, Θηβῶν τῶν ἑπταπύλων προστάτα. Συναγείρων οὖν ἡμᾶς, προσδέχου νῦν τὴν χαρμόσυνον αἴνεσιν Ὅσιε, ἐπὶ τῇ μνήμῃ σου τῇ λαμπρᾷ βοῆσαι ἐκ ψυχῆς τοιάδε·
Χαῖρε, Θηβῶν ἑπταπύλων ὁ γόνος·
χαῖρε, Βοιωτῶν η χριστόδωρος δόσις.
Χαῖρε, γεννητόρων εὐλαβῶν θεῖον βλάστημα·
χαῖρε, τοῦ ὀγδόου αἰῶνος ἀπόκτημα.
Χαῖρε, ὅτι ἀπὸ βρέφους ἐκολλήθης τῷ Θεῷ·
χαῖρε, ὅτι ἐδείχθης μέγα κλέος ἀσκητῶν.
Χαῖρε, φωτὶ ἀπλέτῳ αὐγαζόμενος βίῳ·
χαῖρε, ζωῆς πηγάζων ῥήματα δεομένοις.
Χαῖρε, πλήθη ἄπειρα τῷ Χριστῷ προσαγαγών·
χαῖρε, πάθη σώματος ἰατρεύσας καὶ ψυχῶν.
Χαῖρε, σὺν τῇ τριάδι ἰσαγγέλων Πατέρων·
χαῖρε καὶ δέχου ὕμνον, σὺν αὐτοῖς ἐκ σῶν τέκνων.
Θεοφόρητοι χαίρετε.

Συναξάριον.

Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ ἐκ Θηβῶν, ὡς καὶ σύναξις τῶν ἀναφερομένων ἐν τῷ βίῳ αὐτοῦ Ὁσίων· Θεοδώρου τοῦ εὐλαβοῦς ἱερέως, Δανιὴλ τοῦ ἐν Κάστρῳ Πατρῶν, καὶ Γρηγορίου τοῦ ἐκ Μυστρᾷ.
Νίκην νικήσας ὁ Θήβηθεν Νικήτας,
Στέφος Ὁσίων εἴληφεν ἀφθαρσίας.
Τετρὰς Ὁσίων ἀρετῶν τὴν τετράδα,
ὑπενδυθεῖσα τῆς Ἐδὲμ ἔνδον ἔστη.
Δέρας ἑπταδικόν, Νικήτα, τήμερον ἐξεδύθης.
Οὗτος ὁ θαυμαστὸς Πατὴρ ἡμῶν Νικήτας, τὸ γέννημα καὶ κλέος τῶν ἑπταπύλων Θηβῶν, ἔφυ ἐκ γονέων πάνυ εὐλαβῶν, ἀφιερωσάντων τοῦτον ὡς ἀνάθημα ἱερὸν τῷ Κυρίῳ, ὡς αἰσθομένων τὴν ἀπὸ κοιλίας μητρὸς αὐτῷ δοθεῖσαν ἄνωθεν χάριν. Ὃς οὖν δεκαεξαετὴς γενόμενος τὴν μοναστικὴν ἐξελέξατο τρίβον μετὰ τοῦ αὐτοῦ συναίμονος καὶ εἶτα τὴν κατὰ μόνας ἀσκητικὴν ζωὴν ἐπιλεξάμενος, ἐν ᾗ πολλὰ τῷ Θεῷ εὐαρεστήσας ἐν ἀδιαλείπτῳ προσευχῇ, ἰσοβίῳ νηστείᾳ, παννύχοις στάσεσιν, ἀκαμάτοις γονυκλισίαις, εἰλικρινεῖ φιλανθρωπίᾳ καὶ καύσει καρδίας ὑπὲρ τῆς λογικῆς τε καὶ ἀλόγου φύσεως, μέγας διδάσκαλος ἐφάνη τῆς κατὰ Θεὸν ζωῆς. Ὅθεν τοῖς μελιχροῖς λόγοις, τὴν ὁσιακὴν βιοτὴν αὐτοῦ συνοδεύουσι, πολλοὺς ἐξ ἀναξίων ἀξίους τῷ Δεσπότῃ προσήγαγε καὶ ἀληθῆ χριστέκτυπα ἀνέδειξεν. Ἀξιωθεὶς δέ, καὶ τοῦ θαυματουργικοῦ πρὸς τοῖς λοιποῖς χαρίσματος, ἰατρὸς ἐφάνη ψυχῶν ἐμπειρότατος καὶ σωμάτων ἰαματικώτατος, θείῳ ἐλαίῳ ἐπιχρίων τοὺς πάσχοντας καὶ ἱλέως τούτοις ἐπευχόμενος. Τῷ ἀκτίστῳ δὲ φωτὶ ἀεί που περιλαμπόμενος, ὡς εἶδε τοῦτο καὶ εὐλαβής τις ἱερεὺς τὴν κλῆσιν Θεόδωρος, εἵλκυσεν ὡς ἡ μαγνῆτις τὸν σίδηρον πολλοὺς θεοφιλεῖς ἐγγύθεν καὶ πόῤῥωθεν, ἐν εἷς καὶ τὸν ἐκ Πατρῶν φιλόξενον μοναχὸν Δανιήλ, μεθ’ οὗ ἔσχε ψυχωφελεστάτην τὴν ἔντευξιν. Πλήρης δὲ ἡμερῶν γενόμενος καὶ τοῖς πνευματικοῖς φοιτηταῖς αὐτοῦ τὰ προσήκοντα διαθέμενος ἀπῆλθεν νικηφόρος πρὸς Ὃν ἠγάπησε Κύριον κατὰ τοὺς χρόνους τῆς βασιλείας Νικηφόρου τοῦ Βοτανειάτου ἐν ἔτει ᾳσθ΄ ἀπὸ Χριστοῦ. Τούτου τοῦ ἐξαισίου πατρὸς συνόμιλος ἐγένετο καὶ ὁ ἐν τῷ βίῳ ἀναφερόμενος μέγας Ὅσιος Γρηγόριος, ὁ ἐκ Μυστρᾶ μὲν καταγόμενος, ἐν νήσοις δὲ τῇ Εὐβοία προσκειμέναις ἐξασκήσας τὸν θεοφιλῆ καὶ ἀσκητικὸν αὐτοῦ δίαυλον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.
Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν μετέσχε στεμμάτων Ἀγριππίνα.
Αὕτη ἡ Ἁγία, γέννημα καὶ θρέμμα τῆς περιδόξου Ῥώμης ἦν, ἐξ ἁπαλῶν ὀνύχων, ὥσπερ ἐν λειμώνι ῥόδον εὔοσμον , κατευωδιάζουσα πιστῶν τὰς καρδίας, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀποδιώκουσα. Παρθενίᾳ γὰρ καὶ ἀνδρείᾳ τὴν ψυχὴν ὡραΐσασα, καὶ τῷ Θεῷ νυμφευθεῖσα, θαρσαλέως καὶ ἀνδρείως πρὸς τὸ μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι. Ῥάβδοις οὖν τὸ σῶμα τυπτομένη, τὰ ὀστᾶ τῆς ἀσεβείας συνέτριψε. Καὶ τοῦ χιτῶνος γυμνωθεῖσα, τοῦ ἐχθροῦ τὴν γύμνωσιν ἐστηλίτευσε. Καὶ δεσμοῖς πεδηθεῖσα, καὶ στρέβλαις καθυποδηθεῖσα, διὰ θείου τε Ἀγγέλου λυθεῖσα, πᾶσαν δυσέβειαν διέλυσεν. Ὅθεν καὶ ἐν αὐταῖς ταῖς βασάνοις τὴν ἑαυτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται.
Βάσσα δὲ καὶ Παῦλα καὶ Ἀγαθονίκη, λάθρα λαβοῦσαι τὸ σῶμα τῆς Μάρτυρος ἀπὸ τῆς Ῥωμαίων πόλεως καὶ τόπον ἐκ τόπου διαμείβουσαι καὶ μακρὰ πελάγη τὴν Σικελῶν ἐπαρχίαν καταλαμβάνουσι, κἀκεῖσε τοῦτο διαναπαύουσιν. Ἐπεὶ δὲ ἡ Σικελῶν τοῦτο ἐδέξατο, παραυτίκα τῆς ζοφώδους τῶν δαιμόνων λυτροῦται δεινότητος. Ἀγαρηνοὶ δὲ τολμήσαντες συλλῆσαι τὸ φρούριον τοῦ ταύτης ναοῦ, ἀπωλείᾳ παντελεῖ παρεδόθησαν. Ἔκτοτε δὲ καὶ μέχρι τῆς σήμερον, λεπροὶ καθαρίζονται προσερχόμενοι πίστει, καὶ λοιπὴ πᾶσα νόσος τῇ ταύτης πρεσβείᾳ δραπετεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἐνδόξων νέων ἱερομαρτύρων, Γερασίμου Κρήτης, Κνωσοῦ Νεοφύτου, Χεῤῥονήσου Ἰωακείμ, Λάμπης Ἱεροθέου, Σητείας Ζαχαρίου, Πέτρας Ἰωακείμ, Ῥεθύμνης Γερασίμου, Κυδωνίας Καλλινίκου, Κισάμου Μελχισεδέκ, Διοπόλεως Καλλινίκου καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων κληρικῶν καὶ λαϊκῶν ἐν ἔτεσιν ͵αωκα´ καὶ ͵αωκβ´.
Ποιμένες δέκα ἀθλήσαντες ἀρτίως,
Ἐχθροῦ καθεῖλον ὑψαύχενον κακίαν,
Σὺν τούτοις δέ γε Ἱερεῖς τε καὶ ἄλλοι,
Βασιλείας ἔτυχον τῆς αἰωνίου.
Εἰκάδι ἐν τριτάτῃ Ἱεροάθλων τιμάσθω παρεμβολή.
Ἀεὶ μέν, καὶ ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καὶ θαυμάζειν τῆς περὶ ἡμᾶς φιλανθρώπου προνοίας τὰ ἀνεξιχνίαστα κρίματα, οὐχ ἧττον δέ, καὶ ἐν τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου, τῇ τῶν Ὀθωμανῶν δηλονότι αἰχμαλωσίᾳ. Αὕτη καὶ γάρ, πλείστων τε ἄλλων κατὰ ψυχὴν ἀγαθῶν ἡμῖν τοῖς τυράννου μένοις παραίτιος γέγονε, καὶ ἐξαιρέτως, δι’ αὐτῆς καὶ ἐξ αὐτῆς ὁ εὐκλεὴς οὗτος, καὶ Χριστῷ πεφιλημένος, καὶ τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπὸς ἐβλάστησεν, οἱ νεοφανεῖς, λέγω, Μάρτυρες, οἱ νῦν εἰς εὐφημίαν προκείμενοι, ὡς ὁ τῶν Νεομαρτύρων ὑμνητὴς καὶ θεράπων Νικόδημος ὁ Ἁγιορείτης ἀποφαίνεται. Τούτοις δὲ καταλέγονται οὐχὶ μόνον ἰδιῶται ἀλλὰ καὶ κληρικοὶ παντὸς βαθμοῦ, ἰδίαν παράταξιν τὴν τῶν εὐκλεῶν Ἱερομαρτύρων ἀποτελοῦντες, ἀρχιχοροὶ δὲ τούτων οἱ τὴν ἀδιάσπαστον τῆς ἀποστολικῆς διαδοχῆς ἁλυσον προάγοντες, τουτέστιν οἱ Ἐπίσκοποι.
Οὗτοι, ἐν καιροῖς δυσχειμέροις, διά τε τὴν Ἐκκλησίαν καὶ τὸ Γένος ἡμῶν, τοὺς ὀρθοδόξους Χριστιανοὺς εἰς τὴν πίστιν διετήρησαν, διὸ καὶ ὑπὸ τῶν ἀλλοθρήσκων τυράννων στόχοι ἐγένοντο πολλῶν ἐπιθέσεων καὶ ἄχρι θανάτου ἐταστικῶν κολάσεων, παντοίων τε κακώσεων καὶ μαρτυρίων ἔτυχον.
Ὅτε δὲ ἐν τῇ μεγαλονήσῳ ἡμῶν, οἱ ἡρωϊκοὶ Κρῆτες, ἐν ὀνόματι τῆς Τρισυπόστατου Θεότητος, πλήρεις ὑψηλοῦ καὶ γενναίου τῆς ἐλευθερίας φρονήματος τὰ ὅπλα ἔλαβον ἐν ἔτει ͵αωκα´ (1821) κατὰ τῆς ὀθωμανικὴς τυραννίας, τότε ὁ ἐχθρὸς μετὰ βρυχηθμοῦ ὡς λέων ὠρυόμενος, ἐξύπνησας, ἀνηλεῶς ἐπέπεσε σπαράττων τοὺς Χριστιανούς, ἐκ τῶν πρώτων δὲ τοὺς Ἐπισκόπους, τοὺς Ἱερεῖς, τοὺς Μοναχούς, ὡς πρωταιτίους, τὰς δὲ Μονὰς ἐδῄουν καὶ ἐλεηλάτουν οἰκτρῶς. Τότε τὸν ἀοίδιμον Μελχισεδὲκ τὸν Κισάμου Ἀρχιερέα μετὰ πικροτάτας κολάσεις ἀπηγχόνισαν, ἀφοῦ πρῶτον τὸν περιτριγύρισαν εἰς τὰ σοκάκια τῆς πόλεως γυμνόν, τίλλοντες καὶ ἀνασπῶντες τὰς τρίχας τῶν γενείων του, κτυπῶντές τον κατὰ κεφαλῆς, τέλος κρεμάσαντες, ἐξώρυξαν καὶ τοὺς ὀφθαλμούς του, μεληδὸν κατακόψαντες τὸ μακάριον ἐκεῖνο σῶμά του, καίτοι νεκρόν. Τὰ ἴδια ταῦτα κατεπράξαντο καὶ εἰς τὸν Διάκονόν του Καλλίνικον τὸν ἐκ Βεῤῥοίας τὸν παρὰ τῆς τῶν Φιλικῶν Ἑταιρείας ἀποσταλέντα εἰς Κρήτην ὡς διδάσκαλον.
Συνέλαβον ὡσαύτως καὶ μετέφεραν ἀνυπόδητον εἰς τὴν φυλακήν, τὸν Ἐπίσκοπον Κυδωνίας Καλλίνικον, ὅστις μετὰ ἀνυποίστων βασάνων, ἂς καρτερῶς διὰ τὴν πίστιν τοῦ Χριστοῦ ὑπέμεινε, παρέδωκε τὴν ψυχὴν τοῦ εἰς τὸν Κύριον. Εἰς τὸ Ῥέθυμνον συνέλαβαν καὶ ἐφυλάκισαν τὸν Ἐπίσκοπον Ῥεθύμνης Γεράσιμον εἰς ἕνα καταφρονεμένον ὀσπίτιον τόσον δυσῶδες, ὕστερον δὲ κατόπιν πολλῶν βασάνων ἀπηγχόνισαν.
Ἀλλ᾿ ἡ μεγαλύτερα σφαγή, ἡ ἐν Κρήτῃ κατὰ τοὺς δυσχειμέρους χρόνους τῆς δουλείας διαπραχθεῖσα, γνωστὴ ὡς ὁ μεγάλος ἀρμπεντές, ἔλαβε χώραν εἰς τὸ Μεγάλον Κάστρον (νῦν δὲ Ἡράκλειον καλούμενον). Τῇ 23ῃ Ἰουνίου ͵αωκα´ (1821) ἐγένετο Σύνοδος εἰς τὴν τῆς Κρήτης Μητρόπολιν, ἐν τῷ ναῷ τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Μηνᾶ, παροτρυνθέντων καὶ τῶν Ἀρχιερέων καὶ Ἱερέων καί τινων Χριστιανῶν καὶ ὁ ἅγιος Κρήτης ἤρχισε νὰ ἀναγινώσκῃ ἓν πουγιουρτού, ἀπεσταλμένον παρὰ τοῦ Βεζίρη. Οἱ ἐχθροὶ καιροφυλακτοῦντες, ὥρμησαν ἐξαίφνης εἰς τὸν ναόν, καί, ἀποκλείσαντες τὰς θύρας τῆς αὐλῆς, εἰσέδησαν εἰς αὐτὸν μετ᾿ ἀλαλαγμοῦ καὶ ἐγείραντες τὰ ὅπλα αὐτῶν φονεύουσι πρῶτον τὸν εὐλογημένον γέροντα ἅγιον Κρήτης Γεράσιμον, χωρὶς νὰ εὐλαβηθῶσιν οἱ ἀλιτήριοι τὸ σεβάσμιον γῆράς του. Μετὰ ἐκεῖνον ἐφόνευσαν καὶ τὸν ἅγιον Κνωσοῦ Νεόφυτον, τὸν Χεῤῥονήσου Ἰωακείμ, τὸν Σητείας Ζαχαρίαν καὶ τὸν Διοπόλεως Καλλίνικον, δέκα καὶ ἑπτὰ Ἱερεῖς καὶ πέντε ἁγιορείτας πατέρας ἐκ τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου, προσκομίσαντας εἰς τὸ Μέγα Κάστρον πρὸς προσκύνησιν κατὰ τῆς ἐπιδημίας τῆς πανώλους τίμια λείψανα καὶ τὴν ἁγίαν Ζώνην τῆς Ὑπεραγίας Θεοτόκου. Ἐπίσης ἐφόνευσαν ὡς τριακοσίους παρευρεθέντας Χριστιανούς, ἐν οἷς ἔτυχε καὶ ὁ ἐν ἰατροῖς τὰ πρῶτα φέρων Ἰωάννης Λευθεραῖος, ὁ καὶ Λογοθέτης τῆς Ἐκκλησίας Κρήτης. Ἐκεῖθεν εἶτα διασπαρέντες εἰς τὴν πόλιν ἐδίωκον τοὺς λοιποὺς Χριστιανοὺς φονεύοντες ἀνηλεῶς ὅσους ἀπήντων εἰς τοὺς δρόμους, ὀποῦ ὑπήντησαν καὶ τὸν Ἐπίσκοπον Λάμπης Ἱερόθεον, καί, φονεύσαντες αὐτὸν μετὰ τοῦ Διακόνου του, ὥρμησαν καὶ εἰς τὸ ὀσπίτιον τοῦ Γεωργίου Παυλάκη, φονεύσαντες αὐτὸν καὶ ἄλλους ὀκτὼ τοῦ ὁσπιτίου του. Τὴν ἑπομένην εἰς τὸ χωρίον Ἐπάνω Φουρνή, ἔνθα ἡ ἕδρα τῆς Ἐπισκοπῆς Πέτρας, ἐτυφεκίσθη ὁ αὐτῆς Ἀρχιερεὺς Ἰωακεὶμ ἔξωθεν τοῦ ἱεροῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀριστοκλέους πρεσβυτέρου, Δημητριανοῦ (ἤ Δημητρίου) διακόνου, καὶ Ἀθανασίου ἀναγνώστου.
Ἀριστοκλῆς ἄριστος ὄντως ὁπλίτης,
Πάντως γὰρ ἠρίστευσεν τμηθεὶς τὴν κάραν.
Ἀθανάσιος εὗρεν ἀθανασίαν,
Δημητριανῷ συνθανῶν ἀπὸ ξίφους.
Ὁ Ἅγιος Ἀριστοκλῆς, ἦτο Κύπριος κατὰ τὸ γένος, καταγόμενος ἀπὸ τὴν πόλιν Ταμασόν, καὶ ἱερεὺς αὐτῆς ὑπάρχων. Ἐν ἔτει τβ΄ (302), κατὰ δε τους χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἀνέβη εἰς τὸ ἐκεῖ βουνόν, και εκρύφθη εἰς ἕν σπήλαιον, φοβούμενος τὸν διωγμόν, ὅστις ἐκινήθη κατὰ τῶν χριστιανῶν. Εἰς τὸ σπήλαιον δὲ προσευχόμενος, ἠστράφθη ἀπὸ ἕν φῶς, τὸ ὁποῖον ἦτο λαμπρὸν ὑπὲρ τὸν ἥλιον, καὶ φωνὴ ἦλθεν ἐκ τοῦ οὐρανοῦ παρακινοῦσα αὐτὸν νὰ ὑπάγῃ εἰς τὴν Μητρόπολιν τῆς Κύπρου Σαλαμῖνα, ἤτοι εἰς τὴν Ἀμμόχωστον, καὶ ἐκεῖ νὰ ὑπομείνη τὸ διὰ μαρτυρίου τέλος. Πορευθεὶς λοιπόν, ἔφθασεν εἰς τὸν ναὸν τοῦ Ἀποστόλου Βαρνάβα, καὶ ἐκεῖ εὗρε Δημητριανὸν τὸν διάκονον, καὶ Ἀθανάσιον τὸν ἀναγνώστην, καὶ ξενοδοχηθεὶς ὑπ’ αὐτῶν, ἐδιηγήθη τὴν ὀπτασία τὴν ὁποίαν εἶδε καὶ τὴν φωνὴν ἣν ἤκουσε. Καὶ ἔλαβεν αὐτοὺς συγκοινωνοὺς τοῦ μαρτυρίου του, καθόσον προθυμοποιήθησαν καὶ αὐτοὶ νὰ ἀποθάνωσι διὰ τὸν Χριστόν. Ἑλθόντες δὲ εἰς τὴν Ἀμμόχωστον καὶ οἱ τρεῖς, ἐστάθησαν πάνω εἰς ἕνα ὑψηλὸν καὶ ὁλοφάνερον τόπον. Τούτους δὲ βλέπων ὁ ἡγεμων, τοὺς προσκάλεσε, καὶ μαθὼν ἐκ τῶν ἰδίων ὅτι εἶναι χριστιανοί, πρῶτον μὲν ἔδειρε καὶ κατεξέσχισε τὸν Ἀριστοκλῆν, ἔπειτα ἀπεκεφάλισε αὐτόν.
Τοὺς δὲ Δημητριανόν, καὶ Ἀθανάσιον, βασάνισε πρῶτον μὲ διαφόρους τιμωρίας, ἔπειτα πρόσταξε νὰ βληθῶσιν εἰς τὸ πῦρ. Ἐπειδὴ δὲ ἐφυλάχθησαν ἀβλαβεῖς ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, πρόσταξε καὶ τοὺς ἀπεκεφάλισαν, καὶ οὕτως ἔλαβον οἱ ἀοίδιμοι της ἀθλήσεως τοὺς στεφάνους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ Μυροβλύτου.
Βάρβαρον οὐχί, εὐγενῆ δὲ δεικνύει,
ἡ μυρόβλυσις ἐκ τάφου τοῦ σοῦ Πάτερ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἐθελδρέδας (Etheldreda)

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ Βλαδιμήρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστοχίου πρεσβυτέρου, Γαΐου (ἤ Γαϊανοῦ) καὶ τῶν τέκνων αύτοῦ Λολλίας (ἤ Λουλώ), Πρόβης καὶ Οὐρβανοῦ (ἤ Οὐρβασίου).
Ἔνθους ὑπάρχων Εὐστόχιε πρὸς ξίφος,
Οἶμαι στοχάζη ποῖον ἔσται σοι στέφος.
Θείοις Γάϊος θυρεοῖς πεφραγμένοις,
Ψυχὴν ἄτμητον τῷ ξίφει τμηθεὶς μένει.
Χριστῷ προσῆλθες Λολλία διὰ ξίφους,
Φύκει βαφεῖσα νυμφικῶς σῶν αἱμάτων.
Ἐξ αὐχένος χέουσα κρουνοὺς αἱμάτων,
Χαίρουσά μοι πρόβαινε πρὸς Θεόν, Πρόβη.
Τμηθεὶς τράχηλον Μάρτυς Οὐρβανὲ ξίφει,
ἀφυπτιάζεις ὡς σπαραχθὲν ἀρνίον.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους τοῦ Μαξιμιανοῦ, καὶ Ἀγρίππα ἡγεμόνος ἐν ἔτει τ΄ (300).
Εὐστόχιος, ἦτο ἐκ τῆς πόλεως καλουμένης Οὔσαδα, πρότερον μὲν ἱερεὺς τῶν εἰδώλων, ὕστερον δέ, βλέπων τοὺς Ἁγίους μαρτυροῦντας διὰ τὸν Χριστόν, καὶ ποιοῦντας παράδοξα θαύματα, ἀπεστράφη τὴν θρησκείαν τῶν εἰδώλων, καὶ ἐλθὼν εἰς τὸν ἐπίσκοπον Ἀντιοχείας Εὐδόξιον, ἐβαπτίσθη καὶ ἔλαβε καὶ τὸ ἀξίωμα τοῦ πρεσβυτέρου. Μεταβὰς δέ, εἰς τὸ χωρίον Λύστραν τῆς Λυκαονίας, εὗρεν ἐκεῖ τὸν ἀνεψιόν του Γάϊον, ὁμοῦ καὶ τὰ τρία τέκνα του· Λολλίαν, Πρόβην καὶ Οὐρβανόν, καὶ διδάξας αὐτοὺς τὴν τοῦ Χριστοῦ πίστιν, ἐβάπτισεν αὐτούς, ὁμοῦ και ὅλους τοὺς συγγενεῖς του. Ὅθεν διὰ τοῦτο πιασθεὶς ἀπὸ τοὺς Ἕλληνας, ἐφέρθη εἰς τὸν ἡγεμόνα καὶ ἐκρέμασαν αὐτὸν πάνω εἰς ξύλον καὶ τὸν ξέσχισαν δυνατά. Ἔπειτα ὑπῆγεν ὁμοῦ μὲ τοὺς ἀνωτέρω εἰς τὸν ἡγεμόνα τῆς Ἄγκυρας Ἀγγριππῖνον. Ὅθεν, πρῶτον μέν, ἡ Λολλία καὶ ὁ Οὐρβανὸς ἐβλήθησαν ἀντίκρυ ὁ εἷς τοῦ ἄλλου, καὶ ἐξεσχίσθησαν εἰς τὰς παρειάς. Ἐπειδὴ δὲ ὁ Γάϊος, ἐδέχθη εὐλαβῶς τὸ αἷμά των εἰς τὰς χεῖράς του πρὸς ἁγιασμόν, ἐδάρη εἰς τὴν πλάτην καὶ τὴν κοιλίαν. Μετὰ δὲ ἡμέρας τινάς, ὁ Γάϊος καὶ τὰ τέκνα τοῦ Εὐστοχίου ἐδέθησαν εἰς ἕνα χαλκοῦν τροχόν, ἐφυλάχθησαν ὅμως ὑπὸ τοῦ Θεοῦ ἀβλαβεῖς, ἐστάθη ἦτοι ὁ τροχός, καὶ ἔσβεσεν ἡ φωτιὰ ἥτις ἔκαιεν ὑποκάτω τοῦ τροχοῦ. Διὰ τοῦτο ἐξύρισαν τὰς κεφαλάς των, καὶ διεπέρασαν αὐτὰς μὲ καρφία. Καὶ τῆς μὲν Πρόβης καὶ Λολλίας ἔκοψαν τοὺς μαστούς, τὸν Οὐρβανὸν ἔδειραν μὲ σπάθας ξυλίνας. Τελευταῖον δέ, ἀπεκεφαλίσθησαν οἱ μακάριοι, καὶ ἀνέβησαν στεφανηφόροι εἰς τὰ οὐράνια.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
λυσας στείρωσιν γυναίων, τῇ ἐντεύξει σου Νικήτα θεοφόρε, καὶ ἀγόνους ψυχάς, τὸ πρώην ὑπαρχούσας, καλλικαρπούσας ἔδειξας, πατρικῇ ἐπιστασίᾳ.
ήμασι θείοις μὴ πεισθείς σου, καθηγούμενος τῷ ἔργῳ κατεξέστη, ἄρτον Πάτερ ἰδών, πεμφθέντα οὐρανόθεν, σὺν βρώμασι τοὺς λόγους σου, βεβαιοῦσιν ἐξαισίως.
Νόας κατεῖδεν ἀσωμάτους, ὁ Θεόδωρος, φυλάττοντάς σε Πάτερ, καὶ νεφέλην φωτός, ἀκτίστου σκέπουσάν σε, ὡς ἐν Θαβὼρ ἐκάλυψεν, Ἀποστόλους ἀποῤῥήτως.
Θεοτοκίον.
δοιμη γῆν ἐπαγγελίας, Παναμώμητε εὐχαῖς Σου παναγίαις, καὶ νυμφῶνος Χριστοῦ, ἀξιωθείην Κόρη, ὁ ἔργοις θεῖον κάλλος μου, ἀμαυρώσας ἀνοήτως.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Κλίνῃ Πάτερ χρυσοειδεῖ ἐφάνης, κοιταζόμενος ἐν μέσῳ τῶν Ἀγγέλων, οἳ τὸ σεμνόν σου σῶμα περιέσκεπον, βίον φανεροῦντες, Ὅσιε Νικήτα, ὁμότροπόν σου τούτοις.
μὲν νύξ σε εὐχόμενον ἑώρα, καὶ ὁ ὄρθρος πυρός, ὡς στῦλον εἶχε Πάτερ, ὑπὲρ σαὐτοῦ καὶ κόσμου ἱλεούμενον, τὸν καλὸν Δεσπότην, πάντιμε Νικήτα, ἀκαταπαύστοις πόνοις.
Τὰς σὰς χεῖρας ἐκτείνων ἱκεσίως, κάτω εἵλκυες, τῆς χάριτος τοὺς ὄμβρους, καὶ ὡς ἀσώματος ἐκρέμασο τρισόλβιε, πλήρης θείας αἴγλης, καὶ φωτὸς ἀπείρου, Νικήτα χριστευχέτα.
Θεοτοκίον.
χωρίστως Πατρὸς εἰς γῆν κατῆλθεν, ὁ Φιλάνθρωπος Υἱός Σου Θεομῆτορ, καὶ τὸν πλανώμενόν με ὄρεσι συνήγαγε, πάλιν εἰς τὴν μάνδραν, θείας Βασιλείας, Σταυροῦ τῇ βακτηρίᾳ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
χρεῖον δοῦλον ἔχων Πάτερ σαὐτόν, τοῦ Κυρίου ἐποίεις τὸ θέλημα, ἀπὸ ψυχῆς· ὅθεν καὶ τὸ Πνεῦμα τὸ ἀγαθόν, κατώκησε καρδίᾳ σου, τεταπεινωμένῃ καὶ καθαρᾷ, καὶ ἔῤῥευσαν ὡς μέλι, αἱ θεῖαι ἀρεταί σου, δι’ ὧν γλυκαίνεις τοὺς τιμῶντάς σε.
Συνόμιλος ἐφάνη ταῖς ἀρεταῖς, καὶ Γρηγόριος Πάτερ ὁ μέγιστος, ὃν ὁ Χριστός, ὧδε ἐθαυμάστωσε τοῖς πιστοῖς, ἐν πόλῳ τῷ ἁγίῳ δέ, δέδωκε βραβεῖα τὰ ἀσινῆ, καὶ ἔχει μελωδοῦντα, σὺν σοὶ Νικήτα μέλος, τὸ τῶν Ἀγγέλων Ἀλληλούϊα.
τετταροχριστόφωτε λαμπηδών, ὦ Ὁσίων Πατέρων ἀγλάϊσμα, λύχνοι φαιδροί, θεῖον ἐγκαλλώπισμα τῶν πιστῶν, ἱκέται ἀκαταίσχυντοι, πάντιμε Νικήτα σὺν Δανιήλ,  Θεόδωρε λευῖτα, Γρηγόριε τρισμάκαρ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.
Θεοτοκίον.
νύμφευτε Πανάμωμε Ἀγαθή, Θεοτόκε Κυρία Βασίλισσα, λόγοις φθαρτοῖς, οὔποτε δυνήσομαι ἐξειπεῖν, τὰ θεῖα μεγαλεῖά Σου, καὶ τὴν μητρικήν Σου συναρωγήν, ὡς ὄρνις γὰρ στρουθία, ὑπὸ τὰς πτέρυγάς Σου, ἡμᾶς φυλάττεις Πολυώνυμε.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Πύλας Χριστὸς ὑπήνοιξε, τῆς Αὐτοῦ Βασιλείας, σοὶ Πάτερ καὶ εἰσήγαγεν, ὡς νικήσαντα πάθη, μετὰ σαρκὸς γὰρ ἀσκήσας, ὑπὲρ φύσιν τὸν νοῦν σου, εἰς οὐρανοὺς μετέστησας, ἔνθα νῦν ἐπαγάλλῃ, πλήρης φωτός, πλήρης παῤῥησίας θεῖε Νικήτα, ὑπὲρ ἡμῶν οὖν πρέσβευε, σὺν τριάδι Ὁσίων.
Θεοτοκίον.
Σὲ ἀνυμνοῦσι Δέσποινα, οὐρανῶν αἱ δυνάμεις, Σὲ προσκυνοῦσιν ἄνθρωποι, καὶ ἡ κτίσις δοξάζει, ὅτι γαστρί Σου ἁγίᾳ, κόσμου Κτίστην ὡς βρέφος, ὄντως ἐκυοφόρησας, καὶ ἐθήλασας Κόρη, μητροπρεπῶς, τὸν ἀνακαινίσαντα πᾶσαν φύσιν, ἐκ τῆς φθορᾶς δι’ Αἵματος, καὶ θανάτου τιμίου.










Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ, Νικήτα πανόσιε, ἐκ τῶν σπαργάνων Χριστός, τὴν ψυχήν σου ἠγάπησε, καὶ Αὐτῷ προσείλκυσε, προϊδών σου τὴν πρόθεσιν, ἐν τῷ λουτρῷ γάρ, θείου βαπτίσματος, περιστερά τις Πνεῦμα τὸ Ἅγιον, ἐξεικονίζουσα, ὑπερέπτη ἄνωθεν σῆς κεφαλῆς, προδηλοῦσα βίου σου, τὴν καθαρότητα.

Πάτερ, Νικήτα τρισόλβιε, πυρὶ ἀγάπης Θεοῦ, ὁλικῶς καταπέφλεξαι, καὶ ὡς μανικώτατος, τὰς ἐρήμους κατέλαβες, εὐχῇ συντόνῳ, παννύχοις στάσεσι, νοὸς τηρήσεις, καύσει καρδίας τε, ὡς νύμφη ᾌσματος κράζων πόθῳ ἔλεγες, ποῦ αἱ σκηναί, Σοῦ Χριστὲ γλυκύτατε, κἀκεῖ ἐλεύσομαι.

Πάτερ, Νικήτα μακάριε, φωτὸς ἀκτίστου πλησθείς, ποταμὸς θείας χάριτος, ὤφθης ὑποθήκαις σου, τοὺς πιστοὺς πρὸς ἀγάπησιν, Χριστοῦ ὡδήγεις, ἐν ᾯ ἡ ἄφεσις, ἁμαρτημάτων καὶ ἡ συγχώρησις, ἐν ᾯ τὸ πέλαγος, τῆς εἰρήνης πέφυκεν καὶ τῆς χαρᾶς, ὧν ἀξιωθείημεν, ταῖς ἱκεσίαις σου.

Πάτερ, Νικήτα θεσπέσιε, θαυματουργίαις πολλαῖς, τὴν συνοῦσάν σοι δύναμιν, προσιοῦσι πάσχουσι, τοῦ Χριστοῦ ἐφανέρωσας, ὅθεν Ἀγγέλοις συναμιλλώμενος, μεσίτης ὤφθης χεῖρας ἐκτείνων σου, πρὸς τὸν Φιλάνθρωπον, υπὲρ πάντων Ὅσιε τῶν εὐλαβῶς, ἐπικαλουμένων σε, πρέσβυν εὐπρόσδεκτον.

Δόξα. Ἦχος ὁ αὐτός.
Τοῦ πρὸ αἰώνων ἐκ τῶν κόλπων τοῦ Πατρὸς ἐξελθόντος, ἵνα νικῶν νικήση νικητοῦ Ἰησοῦ, τὴν ἐπωνυμίαν προφητικῶς Ὅσιε λαβών, νίκην ἐνίκησας καὶ σὺ μεγίστην, τὴν χάριν τοῦ Πνεύματος, ὡς πανοπλίαν θαυμαστῶς, διὸ καὶ ὑπὲρ σκῦλα πολύτιμα ζωῆς, ἀφῆκας ἡμῖν τὰ κατορθώματα τῆς χριστοφώτου πολιτείας σου, ἐξ ἧς φωτιζόμενοι, πόθῳ δοξάζομεν Χριστόν, Νικήτα Θηβῶν τὸ καύχημα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

















Εἰς τὴν Θείαν Λειτουργίαν.

Τὰ τυπικά, καὶ εἰς τοὺς Μακαρισμούς, ἡ γ΄ καὶ στ΄ ᾠδὴ τοῦ κανόνος του Ὁσίου.
Ἀποστολοευάγγελον ὁσιακὰ τῆς Ε’ Δεκεμβρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.
Ἐκ παιδὸς ἐξέλαμψας ὡς φωστήρ, θείᾳ ἀγαπήσει, μέγα κλέος κλεινῶν Θηβών, πάντιμε Νικήτα, Ὁσίων ἡ λαμπρότης, διό σε ὁ Δεσπότης, ὑπερτίμησεν.
Πόθῳ καταφεύγοντες πρὸς τὴν σήν, Ὅσιε Νικήτα, μεσιτείαν ἱκετικῶς, κράζομεν ἁπάντων, αἰτήματα ἐκπλήρου, Θηβαίων τὴν σὴν μνήμην, τελούντων σήμερον.
Χαίροις χριστοφόρητε τετρακτύς, Ἁγίων Πατέρων, ὁ Νικήτας καὶ Δανιήλ, ἅμα Θεοδώρῳ, Γρηγόριε οἱ Θήβας, φωτίζοντες ἀκτῖσι, τῆς θείας χάριτος.

Στίχοι:
Νικᾶν τὴν νίκην ἁπασῶν τὴν ἀρίστην,
Δίδου Νικήτα τοῖς τιμῶσί σε πόθῳ.







2 σχόλια: