Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 16. ΑΓΙΟΣ ΤΥΧΩΝ ΑΜΑΘΟΥΝΤΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΣΤ΄!!

ΤΥΧΩΝ ΑΜΑΘΟΥΝΤΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν.

Ἔχων πολιτείαν ἰσάγγελον, ἀποχῇ τῶν ἡδονῶν, σκεῦος ἐδείχθης τοῦ Θεοῦ· διὰ τοῦτο σὲ σοφέ, Ἀρχιερέα τοῦ λαοῦ, τὸ Θεῖον ἁρμοζόντως προχειρίζεται, καὶ στῦλον, καὶ ἑδραίωμα τῆς πίστεως, Τύχων δεικνύει θεόπνευστε, ὀρθοδοξίας ἐφ᾿ ὕδατα, ποιμαίνοντα, σοῦ τὴν ποίμνην ἱερώτατε. (δίς)

Θείας πεπλησμένος συνέσεως, ποίμνης ὤφθης λογικῆς, ταύτην ἐκτρέφων λογικῶς, ἐπὶ χλόην ἀληθῶν, δογμάτων πάνσοφε ποιμήν· διό σου, τὴν ἁγίαν νῦν πανήγυριν, τιμῶμεν τὸν δοξάσαντά σε Κύριον, μεγαλοφώνως δοξάζοντες. Τύχων θεόφρον πανόλβιε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (δίς)

Θαύμασι Θεός σε ἐδόξασεν, ὁ δοξάζων τοὺς αὐτόν, Πάτερ δοξάζοντας πιστῶς, ἐν καιρῷ γὰρ τῆς σεπτῆς, καὶ θείας μνήμης σου σοφέ, ὁρᾶται, βότρυς πέπειρος γενόμενος, ὑμνούντων, τῶν παρόντων τὰ παράδοξα, ἐξ οὗ πίστει οἱ μετέχοντες, ἁγιασμὸν καὶ ὠφέλειαν, εἰσδέχονται, ἐπαξίως σε γεραίροντες.

Τί σε Τύχων εἴπωμεν Ἅγιε; ἐπαινέτην τῶν Μαρτύρων, τῶν Ἁγίων ἀψευδῆ, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσέβειας στηριγμόν, τῆς Κύπρου, Ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, ἀστέρα φωτοειδέστατον, τὴν Ἐκκλησίαν λαμπρύνοντα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος δ´.

Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Ἱεράρχα Τύχων παμμακαριστε· το γὰρ ὅπλον τοῦ σταυροῦ, ἐπ᾿ ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς ἀληθείας. Δι᾿ ἧς τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθης διαπρύσιος.

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.(ι´ 7, γ´ 13-16, ἐκλογή).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατωπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, ταῖς διδαχαῖς κόσμον κατεπλούτισας. Πάτερ ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Τύχων Ἱεράρχα πανεύφημε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών, Τύχων μακάριε, ὡς θεῖὸν θησαυρὸν ἡ τῶν Ἀμαθουσίων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β´.

Ἱεραρχῶν τὴν καλλονὴν καὶ τῶν Ὁσίων κλέος, τὴν βρύσην τῶν θαυμάτων καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ἀναδήσωμεν διαδήμασιν ἐγκωμίων, καὶ τούτῳ προσείπωμεν· Χαίροις ὁ τῶν Κυπρίων φρουρὸς καὶ ἔρεισμα σεπτὸν καὶ στῦλος ἀδιάπτωτος· χαίροις τῆς Ἀμαθοῦντος βλαστός, καὶ τῆς Ἐκκλησίας κοσμήτωρ καὶ ὥσπερ ἀστὴρ διαλάμπων τοῖς θαύμασιν. Χαίροις τῶν θλιβομένων μεγίστη χαρμονὴ καὶ ἀδικούμενων θερμότατος προστάτης. Καὶ νῦν Τύχων πατὴρ ἡμῶν μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν τῷ Χριστῷ, τῶν ἐν πίστει καὶ πόθῳ, τιμώντων ἀεὶ τὴν πάνσεπτον καὶ πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Μέγας ἀνεδείχθης ἀληθῶς, σὺ Ἀρχιερεὺς τοῦ Ὑψίστου, τῆς Ἐκκλησίας φωστήρ, ἔρεισμα τῆς πίστεως καὶ πύργος ἄσειστος, εὐσεβῶν περιτείχισμα, ἀκλόνητος στῦλος, κανὼν ἀκριβέστατος, ἀρχιερέων Χριστοῦ. Ὅθεν εὐσεβῶς σὲ τιμῶμεν, καὶ τὴν σὴν πανίερον μνήμην, Τύχων νῦν μακάριε γεραίρομεν.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Ἄγει κατὰ χρέος ἡ σεπτή, Πάτερ Ἐκκλησία αἰσίως, πανευκλεῆ ἑορτήν, ἐν τῇ θείᾳ μνήμῃ σου πιστοὺς εὐφραίνουσα, καὶ λαοὺς διεγείρουσα, πρὸς δόξαν Κυρίου, ὕμνον τε καὶ αἴνεσιν, τοῦ σὲ δοξάσαντος, Λόγου καὶ Θεοῦ ὃν δυσώπει, ἐκ παντὸς κινδύνου λυτροῦσθαι, τούς αὐτὴν τελοῦντας, Τύχων ὅσιε.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Ἔζης ἔξω κόσμου καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα πάντα, ὡς τὴν ἀόρατον, δόξαν ἐνθυμούμενος, καὶ φωτιζόμενος, τῆς σκηνῆς τὴν εὐπρέπειαν, τῆς ἐπουρανίου, καὶ τὴν ὡραιότητα, τὴν ἀκατάληπτον, ἧς νῦν ἐμφορούμενος σώσαι, τοὺς πιστῶς τιμῶντας σε Τύχων, τὸν Χριστὸν δυσώπει παμμακάριστε.

Δόξα. Ἦχος πλ. δ´.

Πνεύματος Ἁγίου γενόμενος, Τύχων ὁ θύτης Κυρίου, τὰς τῶν δαιμόνων στρατιὰς κατήργησε τῷ σταυρῷ, καὶ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαῤῥών, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ μαλακίαν. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος διὰ τὸ μέγα σοῦ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Των Κυπρίων τὸ κλέος, Ἀμαθοῦντος ὁ πρόεδρος, καὶ θαυματουργὸς ἀνεδείχθης, Τύχων πατὴρ ἡμῶν ὅσιε. Διὸ ἐνδεέσι σου χειρί, τὸν σῖτον ἐνεδίδως δαψιλῶς· οὐκ ἐλαττοῦτο δὲ οὗτος, ἀλλ᾿ ἐκ Θεοῦ προνοίᾳ ἐπληθύνετο. Δόξα τῷ οὕτως εὐδοκήσαντι Θεῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ ἐνεργοῦντι διά σου πᾶσιν ἰάματα.

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἐγκρατείᾳ τὸν βίον σου κατεκοσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ τὰς προσβολάς, Τύχων Μακάριε, καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος. Διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὦ Ἀειπάρθενε, καὶ τοῦτο πλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾲ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ᾿ εἰκόνα Θεοῦ, Ἱερεῦ Τύχων Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τῆς σωφροσύνης, βότρυας δὲ ὡρίμους, ἀπονέμεις τοῖς πᾶσι· διὸ καὶ ἑορτάζομεν πόθῳ τὴν μνήμην σου.

Δόξα. Ὅμοιον.

Τυχεῖν ἐφιέμενος τῆς αἰωνίου ζωῆς, παθῶν ἀπεκάθηρας, τὴν σὴν ψυχὴν ἀληθῶς, θεόφρον πατὴρ ἡμῶν· ὅθεν ἱερωσύνης, διαλάμψας ἀκτῖσιν, χάριτας ἰαμάτων, ἀπαστράπτεις τοῖς πίστει, τῇ σκέπῃ σου προστρέχουσιν ἀεί, Τύχων μακάριε.

Καὶ νῦν. Θεοτοκίον.

Ἐπάκουσον Δέσποινα, ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σοῦ, καὶ τῶν πολλῶν μου κακῶν, παράσχου μοι ἄφεσιν σὲ γὰρ ἔχω προστάτιν, ἐν νυκτὶ καὶ ἡμέρα, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν μὲ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ σπάργανων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὠσαύτως καλοῦντός σε, τοῦ Κυρίου ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσι, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· Ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, τοῦ Κυρίου ἐκόσμησας, Θεῖε Τύχων μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὶς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη τοῦ κόσμου διάσωσμα.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 1-9).(Ζήτει τῇ ΙΓ´ Νοεμβρίου, εἰς τὸν Ὄρθρον).

Ὁ Ν´ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός…

Ὅσιε πάτερ, ἐκ βρέφους τῷ Θεῷ ἀνετέθης, ὡς ὁ πάλαι Σαμουήλ· ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς αὐτῷ εὐηρέστησας. Αὔθις δὲ Ἱερωσύνῃ κοσμηθείς, τὸ ἐμπιστευθέν σοι ποίμνιον, παντοίοις χαρίσμασι κατεποίκιλας. Ὅθεν καὶ στεφάνων ἠξιώθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκέτευε Τύχων παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

 

Οἱ Κανόνες· πρῶτον τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.

Ὁ α’ Κανών, οὖ ἡ ἀκροστιχίς· Τῷ θαυματουργῷ προσλαλήσω ποιμένι. Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος δ´. Τριστάτας κραταιούς.

Τῷ θρόνῳ τοῦ Θεοῦ, παρεστὼς στεφηφόρος, ὡς βιώσας ἐπὶ γῆς, ὁσίως καὶ φωτί, ἀνεσπέρῳ λαμπόμενος, φώτισόν μου τὴν καρδίαν, καὶ τὸν νοῦν ἀνυμνῆσαί σου, τὸν ἰσάγγελον βίον μακάριε.

Ὡράθης εὐκλεοῦς, μακαρίας τε ῥίζης, ἐκβλαστάνων ἱερῶς, ὡς κλάδος ἀληθῶς, εὐκαρπίας πληρούμενος πίστεώς τε καὶ ἐλπίδος, καὶ ἀγάπης καὶ χάριτος, παραδόξων θαυμάτων θεόπνευστε.

Θυσίαν σεαυτόν, καθαρὰν καὶ τελείαν, τῷ τυθέντι δι᾿ ἡμᾶς, προσήγαγες Χριστῷ, τὴν ψυχὴν ἀποκτείνοντα, πάθη ἐναπονεκρώσας, διὰ πόνων ἀσκήσεως, ἐπιμόνου τε Πάτερ δεήσεως.

Θεοτοκίον.

Ἀνώρθωσας ἡμᾶς, ἀπωλείας εἰς βάθη, πεπτωκότας τὸν Χριστόν, κυήσασα Ἁγνή, ἐξ ἀχράντων λαγόνων σου· τοῦτον οὖν ὡς παῤῥησίαν, κεκτημένη ἱκέτευε, λυτρωθῆναι κινδύνων τοὺς δούλους σου.

 

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοῦ τύχοιμι σαῖς δεήσεσιν, Τύχων. Ἐν δὲ τοῖς Θεοτοκίοις: Θεοφάνους.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Θεωριῶν τῶν ὑπὲρ νοῦν πληρούμενος, Τύχων μακάριε, καὶ τῆς αὐτόθεν θείας, αἴγλης ἐμφορούμενος, μετάδος τοῖς ὑμνοῦσί σε, τὴν τῆς χάριτος χύσιν, δι’ ἧς ὀφθείημεν ἄξιοι, σοῦ τὰς ἀρετὰς διηγήσασθαι.

Ἐπιλαβόμενος ὁδοῦ τῆς κρείττονος, ἐκ βρέφους ἅπασαν, προγονικὴν ὕλην, ὥσπερ χοῦν παρέδραμες, καὶ πένησι δωρούμενος, τὴν ἀντάμειψιν εὗρες, μυριοπλάσιον ῥήμασιν, μάκαρ πειθαρχῶν τοῦ Κυρίου σου.

Ὁ ἐν Ὑψίστοις ἐπαναπαυόμενος, καὶ τὴν καρδίαν τὴν σήν, τῶν ἀρετῶν οἶκον, εὑρηκὼς ἐσκήνωσε, καὶ σοὶ ἐπανεπαύσατο· σὺν πατρὶ γὰρ ὡς ἔφη, μονὴν παρὰ σοι πεποίηται, προκεκαθαρμένῳ τῷ Πνεύματι.

Θεοτοκίον.

Θεὸς ἀνθρώποις ἐκ γαστρός Σου πάναγνε, παρθενικῆς προελθών, ὁμοιωθεὶς ὤφθη, καὶ παρθένον πάλιν Σε, μετὰ τὸν τόκον ἔσωσεν· τὴν δὲ φύσιν θεώσας, τὸ καθ’ ὁμοίωσιν ἔμπαλιν, δέδωκεν ἀρχαῖον ἀξίωμα.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ γ´. Οὐκ ἐν σοφίᾳ.

Ὕλην κακίας, ἐκτεμὼν τῆς καρδίας σου πρόῤῥιζον, τῇ δρεπάνῃ τῶν εὐχῶν, ὡς γῇ κατάκαρπος Ὅσιε, στάχυν ἐγεώργησας, ἑκατοστεύοντα.

Μόνα ποθήσας, τὰς πρὸς θείαν ζωὴν ὁδηγοῦντά σε, τρίβους Πάτερ δεξιάς, ἀνεπιστρόφως διώδευσας, ἔχων ὁδηγοῦσάν σε, χάριν τοῦ Πνεύματος.

Ἁγίων βίους, ἐμιμήσω θεόφρον ὡς Ἅγιος, καὶ ἀπάθειαν ψυχῆς, ἐκτήσω Τύχων θεόπνευστε, οἶκος θείου Πνεύματος, ἀποδεικνύμενος.

Θεοτοκίον.

Τὸν τῆς Τριάδος, ἀπεκύησας ἕνα Πανάμωμε, ἀναπλάττοντα ἡμᾶς, τοὺς συντριβέντας τὸ πρότερον, κακίᾳ τοῦ ὄφεως, τοῦ πολεμήτορος.

 

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Χρυσὸν καὶ ἄργυρον ὡς γῆν, τὴν πατουμένην ἡγήσω, καὶ ὡς σκύβαλα τοῦ κόσμου τὴν δόξαν· ἀκλινῶς γάρ σου τὸν νοῦν, ἀνῆψας πρὸς τὰ ἄφθαρτα, ὧν καὶ τυχὼν εὐφράινῃ, Τύχων θεόφρον πανόλβιε.

Ὅπως τῆς κρείττονος ζωῆς, καὶ δι’ αἰῶνος μενούσης, ἐπιτύχῃς ἱερώτατε Τύχων, κατεφρόνεις τῆς ζωῆς, τῆς ἐπικήρου Μάρτυρα, τῇ προαιρέσει πᾶσιν, ἔργῳ σαυτὸν παρεχόμενος.

Ἵστασο βήματος ποτέ, τυραννικοῦ προθεσπίζων, Βασιλέα τὸν Χριστὸν παῤῥησίᾳ, οὐ πτοούμενος πληγάς, οὐ θάνατον θεσπέσιε, καὶ τοὺς ἐχθροὺς ὀπίσω, τῶν σῶν ῥημάτων ἠγκίστρευσας.

Θεοτοκίον.

Οὐκ ἀπηξίωσας Χριστέ, φορέσαι τὸν ἀπωσμένον, καὶ μακράν σου γεγονότα τῇ ἁμαρτίᾳ, ἀλλ’ ἐκ μήτρας προσλαβών, παρθένου τὴν πτωχείαν μου, θεοποιεῖς καὶ σώζεις, διὰ πολλὴν ἀγαθότητα.

Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Τῷ θείῳ μύρῳ σε, ἔχρισεν Ὅσιε, Πνεῦμα τὸ Ἅγιον, Ἀρχιερέα σαφῶς, λαὸν ποιμάναντα καλῶς, ἐν πάσῃ ὁσιότητι· ὅθεν σε καὶ θαύμασιν, ἱερῶς κατεκόσμησε, νόσους γὰρ ἑκάστοτε, θεραπεύεις τῶν πίστει σου, τῷ ζῶντι προσιόντων λειψάνῳ, Τύχων ἀειμακάριστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν νεκρωθεῖσάν μου, ψυχὴν τοῖς πάθεσι, ζώωσον Πάναγνε, μόνη πανάμωμε, ὡς παῤῥησίαν μητρικήν, πρὸς τὸν Υἱόν σου ἔχουσα· σὺ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ζωὴν καὶ ἀφθαρσίαν, τῷ κόσμῳ διδόντα, ἀεὶ καὶ μέγα ἔλεος.

 

 

 

 

 

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.

Τὸν ἐνάρετόν σου βίον, τὰ περίδοξα θαύματα, τὴν βεβαίαν πίστιν, τὴν ὑπομονὴν τὴν πραότητα, οἱ εὐσεβεῖς καθορῶντες, ἱερέα σε, καὶ ποιμένα σαφῶς προχειρίζονται Ὅσιε.

Οὐκ ἠλάττωται ὁ σῖτος, ἐνδεέσι διδόμενος, τῇ χειρί σου μάκαρ, μᾶλλον δὲ πλειόνως ηὐλόγηται, τῶν κενωθέντων δοχείων, θείᾳ χάριτι, πληρουμένων σαφῶς παναοίδιμε.

Ὑπανοίγων τὴν καρδίαν, συμπαθῶς Τύχων ἔνδοξε, πενομένοις πλοῦτος, καὶ περιβολὴ γυμνητεύουσι, τῶν ὀρφανῶν τε προστάτης, ἐχρημάτισας, θεραπεύων ἐν τούτοις, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Θεοτοκίον.

Ῥαθυμίᾳ συσχεθέντα, καὶ παθῶν ἀμαυρότητι ὅλον σκοτισθέντα, καὶ τῇ ἁμαρτίᾳ δουλεύσαντα, τὸν ἀναμάρτητον Λόγον, ἡ κυήσασα, φωταγώγησον, καὶ πρὸς ζωὴν χειραγώγησον.

 

Ἕτερος. Σύ μου ἰσχύς.

Μεταλαβών, μάκαρ ἰσχύος τοῦ πνεύματος, ἀηττήτως, ὤφθης ἀκατάπληκτος, ἐπιῤῥωννύς, οἷα στρατηγός, τοὺς συστρατιώτας, καὶ πρὸς ὁρμὴν ἐκκαλούμενος· διὸ καὶ ἀναιμάκτως, σοῦ τὸ τρόπαιον στήσας, μαρτυρίου τὸ στέφος ἀπείληφας.

Ἱερωθείς, Τύχων Θεῷ καὶ τελούμενος, ἱερέων, νόμοις πεπολίτευσαι, οὐ μισθωτός, οἷάπερ ποιμήν, ἀλλ’ ὑπὲρ τῆς ποίμνης, ψυχὴν τὴν σὴν προϊέμενος· διὸ τοὺς λύκους κτείνας, πρὸς νομὴν ζωηφόρον, τοῦ Χριστοῦ καθωδήγεις τὸ ποίμνιον.

Σοῦ τὸ σεπτόν, ὄντως γεραίρει μνημόσυνον, ἡ Κυπρίων, νῆσος συγχορεύουσα, πάσῃ τῇ γῇ, καὶ τὴν ἐν αὐτῇ, χύσιν τῶν θαυμάτων, διηγουμένη προτίθησι, πρὸς θέναν νῦν εἰσέτι, τοῖς ορᾶν βουλομένοις, τοῦ φυτοῦ τὴν παράδοξον βλάστησιν.

Θεοτοκίον.

Φῶς ἐκ φωτός, λάμψας ἀχρόνως Υἱὲ τοῦ Πατρός, ἐπ’ ἐσχάτων, μήτρας προελήλυθας, παρθενικῆς, ὅλον τὸν Ἀδάμ, πάλαι νεκρωθέντα, ἐν ἑαυτῷ ἀνορθούμενος· διό Σου τὴν Μητέρα, Θεοτοκόν κυρίως, εὐσεβοῦντες πιστοὶ καταγγέλλομεν.

 

 

 

 

 

 

 

 



ᾨδὴ ε´. Ἀσεβεῖς οὐκ ὄψονται.

Γεωργὸς ὡς ἄριστος, ἐνέωσας ψυχάς, χερσωθείσας Πάτερ σοφέ, καὶ ὡς σπόρον ἄριστον, ἐνθεὶς τὸν λόγον σου, γεωργεῖν οὐράνια, παρεσκεύασας νοήματα.

Ὡς τοῦ θείου Πνεύματος, δοχεῖον γεγονώς, τῶν πνευμάτων τῶν πονηρῶν, Ἱεράρχα πέφυκας φυγαδευτήριον, καὶ παθῶν καθάρσιον, καὶ νοσούντων ἰατήριον.

Ποταμὸς πληρούμενος, ναμάτων μυστικῶν, ἐγνωρίσθης Ἱερουργέ, καὶ πηγὰς ἐξήρανας, παθῶν ἐν χάριτι, καὶ ψυχὰς κατήρδευσας, βλαστανούσας τὴν εὐσέβειαν.

Θεοτοκίον.

Ῥυομένη φάνηθι, ἐχθρῶν ἐπαγωγῆς, καὶ βαρβάρων ἐπιδρομῆς, τοὺς σοὺς δούλους Ἄχραντε, τοὺς κεκτημένους σε, κραταιὰν ἀντίληψιν, καὶ πρεσβείαν ἀκαταίσχυντον.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ἀληθοῦς θεωρίας, ἔνδοξε γενόμενος Τύχων ἀνάπλεως, τῆς κενῆς σοφίας, τοὺς ἐρῶντας τὴν λοίμην διήλεγχες, τῶν δαιμόνων πλάνην, ἀποβαλών, τοὺς μύθους πάντας, καὶ τὰ Κυπρίδος ἔργα τὰ ἄθεσμα.

Ἱερῶς διαπρέπων, καὶ τοῖς ὑπὲρ ἔννοιαν ἔργοις τελούμενος, πανιέρῳ τρόπῳ, τῇ τραπέζῃ τῇ θείᾳ παρίστασο, τοῦ Χριστοῦ· διόπερ, δαιμονικά, θεόφρον Τύχων, ταῖς εὐχαῖς σου τεμένῃ κατέστρεψας.

Σταυρωθεὶς κατὰ Παῦλον, κόσμῳ καὶ τὸν κόσμον σταυρώσας πανόλβιε, σεαυτῷ οὐκ ἔζης, τῇ σαρκὶ τῷ Θεῷ δὲ καὶ Πνεύματι, θεοφόρε Τύχων· διὸ τυχών, ὧν ἐπεπόθεις, καὶ ἡμῶν τῶν σῶν δούλων μνημόνευε.

Θεοτοκίον.

Ἀπειρόγαμος ὤφθης, Μήτηρ τὸ καινότατον ὑπὸ τὸν ἥλιον· τίς γὰρ ἐξ αἰῶνος, ἀκηκόει παρθένον θηλάζουσαν; ἐπὶ Σοὶ δὲ πάντα, θεοπρεπῶς, Παρθενομῆτορ, ἐκαινίσθη τεκούσῃ τὸν Κτίστην Σου.

ᾨδὴ στ´. Ἦλθον εἰς τὰ βάθη.

Οὐκ ἔσεισε Πάτερ τῆς ψυχῆς σου, ὁ πονηρὸς τὸν οἶκον· ἐν τῇ πέτρᾳ γὰρ τῆς ἀληθείας, ὡς ἀληθῶς ἵστασο θεόπνευστε, θείῳ σθένει κρατυνόμενος.

Σοφίᾳ Θεοῦ κεκοσμημένος, καὶ ἀρετῶν εἰς ὕψος Ἱερώτατε φθάσας καθεῖλες, τοῦ πονηροῦ τὰς ἐπάρσεις χάριτι, τὴν καρδίαν ταπεινούμενος.

Λειμὼν εὐανθὴς Τύχων ὡράθης, τῶν ἀρετῶν τά ἄνθη, τῶν θαυμάτων τε τὴν εὐωδίαν, πᾶσι πιστοῖς Ἱεράρχα ὅσιε, θεοκρίτως προβαλλόμενος.

Θεοτοκίον.

Ἁγία Παρθένε τὴν ψυχήν μου, ἣν ὁ ἐχθρὸς δολίως, κατεσπίλωσε τῇ ἁμαρτίᾳ, ὡς ἀγαθή, δυσωπῶ ἀγάθυνον, καὶ φωτί σου καταλάμπρυνον.

 

 

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.

Δαιμόνων σμήνης τῆς σῆς, ἐλαύνων ποίμνης θεσπέσιε, καὶ τῶν εἰδώλων σοβῶν, πλάνην τὴν πολύθεον, φοβερὸς ἐδείκνυσο, τοῖς ὑπεναντίοις, θεοῤῥῆμον Τύχων πάνσοφε.

Ἐδόξασέ σε Θεός, ὁ διὰ σοῦ δοξαζόμενος, ἐν τέρασι φοβερόν, ἐν θαύμασι μέγιστον, ἡμῖν δωρησάμενος, θεοφόρε Τύχων, τοῖς πιστῶς σε μακαρίζουσιν.

Ἡγίασάς σου σοφέ, καὶ ζῶν τὸ τίμιον ἔδαφος, καὶ μετελθὼν ἀπ’ αὐτοῦ, πρὸς λῆξιν οὐράνιον, θαύμασιν ἐδόξασας, παραδόξοις Τύχων, τοῦ Δεσπότου φίλε γνήσιε.

Θεοτοκίον.

Νεκρώσεώς μοι καρπόν, ὁ πάλαι φύει παράδεισος, ζωῆς δὲ Σὺ τὸν καρπόν, ὁ θεῖος Παράδεισος, Θεοτόκε ἤνθησας, οὗ τρυφῶν οὐκ ἔτι, τῷ θανάτῳ δουλωθήσομαι.

 

Κοντάκιον. Ἦχος δ´. Ὁ ὐψωθεὶς ἐν τῷ Σταυρῷ.

Θαυματουργὸν καὶ ἰατρὸν Τύχων κόσμῳ, σὲ ἔδειξεν ὁ θαμαστὸς ἐν Ἁγίοις, καὶ τῶν βροτῶν βαστάσας τὴν ἀσθένειαν, πάντων τῶν ἐν πίστει σοι, προσφευγόντων τρισμάκαρ, καὶ ἰκετευόντων σε, ἀδιστάκτῳ καρδίᾳ.

Ὁ Οἶκος.

Τῆς ἀσθενούσης μου ψυχῆς τὰ πάθη, καὶ τὰς νόσους τοῦ σώματος εὐχαῖς σου θεράπευσον ἐν τάχει, ὡς Ἱεράρχης Χριστοῦ ἔνδοξός τε καὶ θύτης, καὶ μυστηρίων τῶν σεπτῶν αὐτόπτης τε καὶ μύστης, παρέχεις τὴν ὑγείαν τοῖς χρήζουσιν ἀφθόνως. Καὶ βότρυας ὡρίμους ἐν τῇ θείᾳ μνήμῃ σου δώρησαι, ῥῶσιν ἥν μοι δίδου καὶ ἰσχύν, ὅπως ἀνυμνήσω τὴν ἱεράν σου μνήμην καὶ φωσφόρον. Αὐτὴν γὰρ ἡ Τριὰς ἐδόξασε σὺ ἐν ἔργῳ καὶ λόγῳ· πάντων γὰρ λιμὴν σωτήριος ἐπεφάνης, τῶν κατὰ χρέος σοφὲ δοξαζόντων σε.

Συναξάριον.

Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ´. Νέοι τρεῖς ἐν Βαβυλῶνι.

Λόγοις θείοις κατηρδεύθη, ἄμπελος ὡς ἀληθής, Τύχων ἡ καρδία σου, καὶ καρποφορήσασα βότρυν, θεογνωσίας ἔβλυσε, γλυκασμὸν ἰαμάτων ἡμῖν.

Ἤνθησας καθάπερ ῥόδον, ἔλλαμψας ὥσπερ ἀστήρ, ἔφανας ὡς ἥλιος Πάτερ, τοὺς βοῶντας φωτίζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στέφανος χαρίτων Πάτερ, σοῦ τῇ θείᾳ κορυφῇ, ἐτέθη ὡς γέγραπται, νίκην κατ᾿ ἐχθρῶν ἀραμένου, καὶ μελῳδοῦντος· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὤφθη σου τὸ θαῦμα μέγα, Τύχων πάτερ θαυμαστέ, χρόνοις λαμπρυνόμενον· ἄμπελος γὰρ σοῦ ἐν τῇ μνήμῃ, περκάζει βότρυν φέροντα, γλυκασμὸν εὐφροσύνης πιστοῖς.

Θεοτοκίον.

Πάντων ὤφθης ἀσωμάτων, οἷα Μήτηρ τοῦ Θεοῦ, ὄντως ὑπερέχουσα, ὃν ἐκδυσωποῦσα Παρθένε, ὑπέρτερόν μου δεῖξον, τὸν λογισμὸν σαρκικῶν ἡδονῶν.

Ἕτερος. Τῶν Χαλδαίων ἡ κάμινος.

Στόμα θεῖον γενόμενος, βροτοὺς ἐξ ἀναξίων, σὺ ἀξίους ἐτέλεσας, πολυθαύμαστε Τύχων· διό σε τοῖς θαύμασι, καὶ μετὰ τέλος Θεός, ὄντως ἐδόξασεν.

Ἐν ἐφέσει γενόμενος, τῶν ἐκεῖθεν ἐλπίδων, πᾶσαν κόσμου προσπάθειαν, ἐμφρόνως ἀπηρνήσω· διὸ καὶ προήγγειλας, οἷα Προφήτης σοφέ, Τύχων τὴν σὴν τελευτήν.

Συνελθόντες φιλέορτοι, μυστικαῖς θεωρίαις, τὴν Κυπρίων διέλθωμεν, καὶ φυτοῦ γεωργίαν, παράδοξον ἴδωμεν, ἐξ οὗ ὁ κόσμος τρυγᾷ, γλεῦκος σωτήριον.

Θεοτοκίον.

Ὁ καρπὸς τῆς κοιλίας Σου, Θεοτόκε Παρθένε, τοῖς ἐκείνου μετέχουσιν, ἀθανασίαν βρύει· τὸ τῆς Εὔας ὄφλημα, Σὺ γὰρ ἀπήτησας, Θεὸν κυήσασα.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η´. Λυτρωτὰ τοῦ παντός.

Οὐδαμῶς ἡδοναῖς ἀπενύσταξας· ἐγρηγόρως δὲ μᾶλλον παρέδραμες, νύκτα τοῦ βίου Ὅσιε· καὶ κοιμίσας τὰ πάθη σαρκός, πρὸς φέγγος ἀπαθείας, ἐνθέως κατήντησας.

Ἰατρεῖον παθῶν ἀναδέδεικται, ἡ σορὸς τῶν ἁγίων λειψάνων σου, ἥν περ κυκλοῦντες μέλπομεν, ἱερώτατε Τύχων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Μεγαλύνεις Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐπακούσας φωνῆς πρὸς τὰ ἄνω σε, περιφανῶς βασίλεια, παναοίδιμε Πάτερ, προσκαλουμένης, ὡς καλῶς καὶ ὁσίως βιώσαντα.

Ἐγνωρίσθη σοι Πάτερ ἡ ἔξοδος, ἡ τοῦ βίου· Θεὸς γὰρ ὁ δίκαιος, δικαιοσύνῃ λάμποντα, τοῖς δικαίοις σε πᾶσι, Τύχων συνάπτει, ὑπὲρ πάντα αὐτὸν ἱκετεύοντα.

Νηπιῶδες ἐξέκλινας φρόνημα, ἐκ παιδὸς καί τελείοις νοήμασι, τὸν παλαιὸν κατέβαλες εὑρετὴν τῆς κακίας, Τύχων κραυγάζων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον.

Ἱερεῖς καὶ λαοὶ εὐφημοῦσί σε, παντευλόγητε Κόρη πανάμωμε, τὴν εὐλογίαις ἅπαντας, στεφανώσασαν πίστει, τοὺς μελῳδοῦντας· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Ἱερωτέραν ὕφανας, τὴν στολήν σου πανόλβιε, Τύχων ἀρετῶν καταγλαΐσας κάλλεσιν· διὸ καὶ τὴν ἔμφασιν, ὡς ἐξ ἐφοὺδ μυούμενος, σοῦ τὴν τελευτὴν τοῖς περὶ σὲπροαγγέλλων, δοξάζειν τὸν Σωτῆρα, παρεσκεύαζες μάκαρ· Χριστὸν ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Νόμου σαρκὸς λαθόμενος, ὡς ἀσώματος ἔτρεχες, ἔνθα τὸ βραβεῖόν σοι τῆς ἄνω κλήσεως, θεόφρον ἡτοίμαστο· οὐ γὰρ σαρκὶ καὶ αἵματι, Τύχων προσανέθου βιοτεύειν· διόπερ, τὰ κάλλη κατοπτεύεις, τῆς Χριστοῦ Βασιλείας, Αὐτῷ συμβασιλεύων, εἰς πάντας τοὺς αἰῶνας.

Τροπαιοφόρος γέγονας, κατὰ πάντων ἐχθρῶν τοῦ Χριστοῦ, τῷ τοῦ συνειδότος μαρτυρίῳ χρώμενος, καὶ γνώμῃ θυόμενος, ἐθελουσίῳ Τύχων σοφέ, Χριστὸς Θεὸς ὑπάρχει, καὶ θεῶν ψευδωνύμων, ἡ μνήμη ἀπολέσθω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὑπεραγία Δέσποινα, ἡ τοῦ κόσμου βοήθεια, τὸ τῶν θλιβομένων κραταιὸν προσφύγιον, ἡ μόνη ἀντίληψις, τῶν ἐν ἀνάγκαις δούλων σου, σὴν κληρονομίαν ἐξελοῦ τῶν κινδύνων, καὶ θλίψεων ποικίλων, ἵνα πίστει βοῶμεν· χαῖρε ἡ τοῦ κόσμου, χαρὰ καὶ σωτηρία.

 

 

 

 

ᾨδὴ θ´. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Ἰδού σοι τὸν δρόμον τὸν καλὸν τελέσαντι, καὶ τὴν πίστιν νῦν τηρήσαντι, Πάτερ θεόφρον ἱεράρχα, οὐράνια ἠνοίχθη σκηνώματα, καὶ τόπος φωταυγής σε ἐδέξατο, ἁγιωσύνῃ διαλάμποντα.

Ὡς μύστης ὡς θεῖος ἱερεὺς ὡς ἄριστος, ποιμενάρχης ὡς ἑδραίωμα, τῆς Ἐκκλησίας ὡς θαυμάτων, Παμμάκαρ αὐτουργὸς μεμακάρισαι, καὶ δήμοις ἱεροῖς συνηρίθμησαι, πάντων ἁγίων ἀγαλλόμενος.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει ἐνθέων χαρισμάτων, φωτίζουσα πιστῶν τὴν διάνοιαν, καὶ σκότος τῶν παθῶν ἐκδιώκουσα, Τύχων θεόφρον ἱερώτατε.

Ἡ Κύπρος τὸ σῶμά σου σοφὲ τὸ ἅγιον, ἰαμάτων κρήνην κέκτηται· πᾶσα δὲ πόλις τε καὶ χώρα, κηρύττει σου τὸν βίον, τὰ θαύματα, καὶ τὴν πρὸς τόν Δεσπότην οἰκείωσιν, Τύχων παμμάκαρ ἀξιάγαστε.

Θεοτοκίον.

Φωτὸς οἰκητήριον ἡ σὴ πανάμωμε, Παναγία μήτρα γέγονεν, ᾧ φωτιζόμενοι τοῦ σκότους, λυτρούμεθα τῆς πλάνης ὑμνοῦντές σε, καὶ πόθῳ ἀληθεῖ μακαρίζοντες, μόνη ἀνθρώπων ἐπανόρθωσις.

 

Ἕτερος. Ἔφριξε, πᾶσα ἀκοή.

Ὕμνον σοι, Τύχων ἱερόν, ἐκ χειλέων ἀναξίως φερόμενον, προσδέχου ἄμειψιν, ἁμαρτημάτων, διδοὺς τὴν λύτρωσιν, ταῖς προσευχαῖς σου πρὸς Θεόν· μεσίτην γὰρ ἅπαντες, σὲ προβαλλόμεθα, οἱ τιμῶντές σου πιστῶς, τὰ μνημόσυνα.

Χρῖσάν σε, Πνεῦμα τὸ σεπτόν, καὶ πανάγιον ἐλαίῳ πανένδοξε, ἀγαλλιάσεως, χαρίτων πλήθεσι, κατεκόσμησε, καὶ βασιλεύειν σὺν αὐτῷ, ἐνδόξως ἠξίωσεν, Τύχων πανίερε, ἱερέων καλλονή, καὶ τὸ καύχημα.

Ὢ τῶν σῶν, Τύχων ἱερέ, καὶ χαρίτων καὶ θαυμάτων· οὐ σθένει γάρ, ἐκδιηγήσασθαι, βροτεία γλῶσσα, τὸ θεωρούμενον· ἐκ γὰρ ἀνίκμου σοι βλαστός, ἀμπέλου τὸ πρότερον, καὶ νῦν ἀθρόᾳ ῥοπῇ, παραδόξως γεωργεῖ, βότρυν πέπειρον.

Νίκας μοι, κατὰ τῶν παθῶν, ταῖς πρεσβείαις σου χορήγησον δέομαι, καὶ καταξίωσον, τυχεῖν με Τύχων, φιλανθρωπίας Θεοῦ, τῶν ἀγαθῶν τε τῆς τρυφῆς, καὶ τῆς ὡραιότητος, καταπολαῦσαι αὐτοῦ, τὸν ἐκ πόθου σε θερμῶς, μακαρίζοντα.

Θεοτοκίον.

Σώζοις με, Μήτηρ τοῦ Θεοῦ, ἡ τῷ κόσμῳ σωτηρίαν γεννήσασα, ταῖς ἱκεσίαις Σου, ἐκ πολυτρόπων, ἐπεμβαινόντων μοι, καὶ πολυπλόκων πειρασμῶν· εἰς Σὲ τὰς ἐλπίδας γάρ, τῆς σωτηρίας μου, ἀνατίθημι πιστῶς, ὁ οἰκέτης Σου.

 

 

 

 

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

Οἱ τῷ ναῷ σου Ἅγιε, καὶ ἑκάστην φοιτῶντες, καὶ τῇ σεπτῇ σου λάρνακι, προσιόντες ἐν πίστει, ὡς ἐκ πηγῆς ἀενάου, δαψιλῶς πρὸς ὑγείαν, ἀντλῇσαι μῦρον ἔντιμον, τῶν ψυχῶν καὶ σωμάτων, ἱκετικῶς, ὑμνῳδίας ταύτας ἱερομύστα, Τύχων σοφὲ πατὴρ ἡμῶν Ἀμαθοῦντος τὸ κλέος.

Αἶνοι. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!

Λόγῳ τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε· διό σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σοῦ, μνήμην ἑορτάζομεν, Τύχων σοφέ, αἴνεσιν προσάγοντες, τῷ πάντων Κτίστῃ Θεῷ.

Πᾶσαν ἱερῶ κηρύγματι, φωτίσασα τὴν γῆν, τὴν ἀχλὺν ἀπεδίωξας, τῆς ἀγνοίας πάνσοφε, καὶ πρὸς φῶς καθωδήγησας, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν ζόφῳ πάλαι, τῆς ἀθεότητος. Πάτερ θεόπνευστε, Τύχων ἀοίδιμε, οἷς παρεστώς, θρόνῳ τοῦ Παντάνακτος, μὴ ἐπιλάθου ἡμῶν.

Πόθω τῷ θείῳ τηρούμενος, ἐτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περιθέμενος, τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος· τῶν ἐπιγείων, μὲν ἀφιστάμενος, πρὸς οὐρανοὺς δέ, Πάτερ ὑψούμενος· ὅθεν ἐπέδραμες, ἔνθα φῶς τὸ ἄδυτον, Τύχων στεῤῥέ, θείαις ἀναβάσεσιν, ἐπεκτεινόμενος.

Δεῦτε εὐφημῆσαι σπεύσωμεν, οἱ ἀθροισθέντες αὐτοῦ, πανηγύρει τον Τύχωνα, Ἱερέων καύχημα, καὶ ὁσίων ἀγλάϊσμα, καὶ Ἀμαθοῦντος, μέγιστον ἔρεισμα, καὶ Λεμεσίων, τὸν ἀντιλήπτορα. Δράμωμεν ἅπαντες, ναῷ καὶ βοήσωμεν· Ταῖς σαῖς εὐχαῖς, πρέσβευε πρὸς Κύριον, οἰκτειρηθῆναι ἡμᾶς.

Δόξα. Ἦχος δ´.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἱεράρχην Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν Τύχωνα τὸν ἀοίδιμον. Σήμερον γὰρ ὡς πασιφανὴς ἀστήρ, ἀνατέταλκεν ἡμῖν καταφωτίζων τὰς διανοίας πάντων τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων αὐτοῦ τὴν σεβάσμιον πανήγυριν

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις τὸ δοχείον, τῶν τοῦ πνεύματος ἀγάμων· χαίροις ὁ τῆς Κύπρου, ἀνέσπερος φωστήρ τε, ὦ Τύχων Ἀμαθοῦντος, ποιμὴν μακάριε.

Χαίροις Ἱεράρχα τύχων σοφέ· χαίροις ἐλεῆμον, τῶν νοσούντων ὁ ἰατρός· χαίροις τῶν πενήτων, χηρῶν καὶ θλιβομένων, ὁ μέγιστος προστάτης, καὶ νήσου Κύπρου φρουρός.

Σαῖς πρεσβείαις Τύχων πρὸς τὸν Θεόν, ἕνωσον τὰς χεῖρας, ἱκετεύων ἡμᾶς τηρεῖν, ἐντολῶν μεγίστας, ἐν αἷς κρέμανται οἱ Νόμοι, καὶ πάντες οἱ προφῆται, θέλημα Αὐτοῦ τε ποιεῖν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου