Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 19. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΑΤΡΙΚΙΟΣ ΠΡΟΥΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΘ΄!!
ΠΑΤΡΙΚΙΟΣ ΠΡΟΥΣΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βίον ἐνθεώτατον, πολιτευσάμενος Ὅσιε, Ἱεράρχης θεόληπτος, φωτὸς ὢν ἀνάπλεως, Πατρίκιε ὤφθης, καὶ Μαρτύρων πόνοις, ὡμίλησας καρτερικῶς, καὶ τὴν εἰδώλων πλάνην κατήσχυνας· ἐντεῦθεν διπλοῦν στέφανον, παρὰ Χριστοῦ κομισάμενος, ὑπὲρ πάντων ἱκέτευε, τῶν τιμώντων τὴν μνήμην σου.

Ἔστης ἀκατάπληκτος, ὁμολογῶν τὴν εὐσέβειαν, πρὸ τυράννων Πατρίκιε, καὶ λόγῳ τῆς χάριτος, τὸν Χριστὸν κηρύττεις, κτίστην τῶν ἁπάντων, σάρκα λαβόντα δι’ ἡμᾶς, καὶ πρὸς τὴν πρώην δόξαν ὑψώσαντα· δι’ ἄκραν ἀγαθότητα, τὸν πεπτωκότα πρὶν ἄνθρωπον, καὶ Σταυρῷ ἀναβλύσαντα, τὴν ζωὴν τὴν ἀθάνατον.

Πόνοις τῆς ἀθλήσεως, ὡς Ἱεράρχης θεόληπτος, τὴν στολήν σου τὴν ἔνθεον, λαμπροτέραν ἔδειξας· μεθ’ ἧς καὶ ἀνῆλθες, τελέσας τὸν δρόμον, τοῦ μαρτυρίου ἀκλινῶς, πρὸς τὴν ἀγήρω μακαριότητα, καὶ ἔστηκας Πατρίκιε, πρὸ τοῦ Σωτῆρος τοῦ βήματος, ὑπὲρ πάντων δεόμενος, τῶν πιστῶς εὐφημούντων σε.

Λόγοις θείας πίστεως, καὶ τῇ σοφίᾳ τῆς χάριτος, ὡς ποιμὴν ἐνθεώτατος, ἐποίμανας Ὅσιε, τὴν τῶν Προσσαέων, θείαν Ἐκκλησίαν, ἐπὶ νομὰς τὰς μυστικάς, καὶ μαρτυρίου δρόμον διήνυσας, καὶ θάνατον ἐζήλωσας, ὑπὲρ Σωτῆρος Πατρίκιε, καὶ ζωὴν πρὸς ἀθάνατον, γηθοσύνως ἀνέδραμες.

Δόξα. Ἦχος α΄.
Τοῦ Σωτῆρος τὸν Σταυρὸν ἀράμενος Ὅσιε, ἱερωσύνῃ ἀμέμπτως διέπρεψας, καὶ μαρτυρικοῖς ἄθλοις ὑπέδειξας, τῆς εὐσεβείας τὴν λαμπρότητα, ὡς Ἱεράρχης θεόσοφος. Καὶ νῦν Ἱερομάρτυς Πατρίκιε, Χριστοῦ τῷ θρόνῳ παρεστώς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θύων τὴν μυστικήν, θυσίαν τῷ Κυρίῳ, ὡς θεῖος Ἱεράρχης, Πατρίκιε προσήχθης, ἀθλητικῶς τῷ Κτίσαντι.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Αἵμασιν ἱεροῖς, Χριστοῦ τὴν Ἐκκλησίαν, Πατρίκιε ἀρδεύσας, κατέσβεσας τῆς πλάνης, τὴν φλόγα θείῳ Πνεύματι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ὤφθης θεῖος ποιμήν, Πατρίκιε ἐν Προύσσῃ, καὶ ἤθλησας νομίμως, καὶ ἔδειξας τοῖς πᾶσι, τῆς πίστεως τὴν δύναμιν.

Δόξα. Τριαδικόν.
Ἔχων ἐν τῇ ψυχῇ, Τριάδος τῆς Ἁγίας, ὡς θεῖος Ἱεράρχης, Πατρίκιε τὴν χάριν, ἀθλητικῶς ἠγώνισαι.

Καὶ νῦν. Θεοτοκίον.
Λόγος ὁ τοῦ Θεοῦ, ἐκ Σοῦ τεχθεὶς Παρθένε, ἐῤῥύσατο τὸν κόσμον, παθῶν τῆς ἀλογίας, δι’ ἄκραν ἀγαθότητα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Φοινίξας ἐν αἵματι τὴν ἱεράν σου στολήν, Πατρίκιε ἔνδοξε ὡς Ἱεράρχης Χριστοῦ, ἀξίως δεδόξασαι· σὺ γὰρ Ἱερομάρτυς, μαρτυρίου τὸν δρόμον, ἤνυσας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες· καὶ νῦν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ὅμοιον. Τῶν Ἁγίων.
Τετράς θεοφόρητος Ἱεραρχῶν ἱερῶν, Τριάδα τὴν ἄκτιστον κατ’ ἐναντίον ἐχθρῶν, πανσόφως ἐκήρυξε, Πατρίκιος ὁ τῆς Προύσης, θεηγόρος ποιμάντωρ, Ἀκάκιος σὺν Μενάνδρῳ, καὶ Πολύαινος ἅμα· διὸ καὶ ὡς ἀθλήσαντες, δόξης ἠξιώθησαν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν Ἁγίων γ'. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου.
Θεία, τετρακτὺς Ἱεραρχῶν, δέδεικται πληθὺς ὥσπερ στύλων, ἀμεταθέτων Χριστοῦ, ὧν τῇ ἑδραιότητι, Σοφία οἶκτον ὑψοῖ, τῶν δογμάτων τὰ θύματα, προτίθησι πᾶσιν, οἶνον τὸν εὐφρόσυνον, κιρνᾷ κρατῆρι σεπτῷ, νέμει τὴν τροφὴν καὶ τὴν χάριν, τοῖς πιστῶς τελοῦσι τὴν μνήμην, τῶν Ἱεραρχῶν καὶ ἀθλοφόρων Χριστοῦ.

Μύσται, καὶ θεράποντες Χριστοῦ, καὶ Ἱερομάρτυρες θεῖοι, κόσμον φρουρήσατε, μέγιστε Πατρίκιε, σὺν Ἀκακίῳ ὁμοῦ, ἱερώτατε Μένανδρε, Πολύαινε μάκαρ, στῖφος ἰσοστάσιον, τῶν τετραμόρφων νοῶν, θείαν, ὡς τελοῦντες χορείαν, καὶ Θεοῦ παρόντες τῷ θρόνῳ, συντηρεῖτε πίστει τοὺς τιμῶντας ὑμᾶς.

Ὄντως, ὦ Πατρίκιε ποθῶν, ἐπὶ θαλασσῶν τὸν ἀφράστως, θεμελιώσαντα γῆν, καὶ τὸν ποταμοῖς αὐτὴν προετοιμάσαντα, σοῦ τοῖς θείοις προσρήμασι, διδάσκεις ὑδάτων, τῶν θερμῶν μυστήριον, τὸ ὑπερθαύμαστον, οὗπερ, προχοαῖς νῦν ἐνθέοις, δίδου καὶ ἡμῖν σαῖς πρεσβείαις, ἰαμάτων ἄνωθεν τὰ νάματα.

Καὶ τοῦ Ἁγίου. Ὅμοια.
Ἔχων, τῆς σοφίας τὴν πηγήν, τῇ καθαροτάτῃ ζωῇ σου, οἷα θεράπων Χριστοῦ, Ἅγιε Πατρίκιε, ἐν τῇ καρδίᾳ σου, Ἱεράρχης θεόσοφος, σαφῶς ἀνεδείχθης, καὶ Μαρτύρων στάδιον, χαίρων διήνυσας· ὅθεν, διπλοῦν εἴληφας γέρας, ὡς Ἱερομάρτυς Κυρίου, παρὰ τοῦ τῶν ὅλων βασιλεύοντος.

Ὅτε, εὐσεβείας τοῖς θεσμοῖς, Πάτερ τὴν ἐν Προύσσῃ ποιμαίνων, καὶ ὁδηγῶν ἀσφαλῶς, Ἐκκλησίαν Ἅγιε, ἐπὶ νομὰς τῆς ζωῆς, τότε χαίρων ὡμίλησας, ἀθλήσεως πόνοις, τοῦ Χριστοῦ τὸν θάνατον ζηλώσας Ὅσιε· πᾶσαν γὰρ τὴν πλάνην καθεῖλες, τῇ σῇ στεῤῥοτάτῃ ἐνστάσει, καὶ Χριστὸν Πατρίκιε ἐδόξασας.

Ξίφει, ἐκτμηθεὶς τὴν κεφαλήν, ἔτεμες τῆς πλάνης τὸ κράτος, Πάτερ Πατρίκιε, καὶ τοῖς τῶν αἱμάτων σου, ῥείθροις ἀπέπνιξας, τὸν ἀρχέκακον δράκοντα, πιστῶς τὰς καρδίας, πίστεως τοῖς δόγμασι, στηρίξας Ἅγιε· ὅθεν ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἄγουσα τὴν θείαν σου μνήμην, ὡς Ἱερομάρτυρα γεραίρει σε.


Δόξα. Ἦχος πλ. β΄.
Τῶν ἀρετῶν τῷ φωτί, κατευθύνων τὸν βίον, Ἱεράρχης ὅσιος καὶ δίκαιος, κατὰ Παῦλον ὤφθης θεοφόρε Πατρίκιε· ἱερουργῶν γὰρ πιστῶς τὸ θεῖον Εὐαγγέλιον, τῷ οἰκείῳ αἵματι ἐσφράγισας τὴν καλὴν ὁμολογίαν Πάτερ, μαρτυρικῶς ἀγωνισάμενος. Καὶ διπλῶν στεφάνων παρὰ Χριστοῦ ἀξιωθείς, τῆς ἄνω Βασιλείας κληρονόμος ἐγένου, καὶ τῆς ζωῆς τῷ ξύλῳ ἀποκατέστης. Ἀλλ’ ὦ Ἱερομάρτυς ἔνδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνεται πάλι, ἡ ἐν Προύσσῃ Ἐκκλησία τοῦ Θεοῦ, ποιμαινομένη τῇ σῇ ἐπιστήμῃ, καὶ ὁδηγουμένη ἀσφαλῶς, Ἱεράρχα Πατρίκιε. Νῦν δὲ πᾶσα ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν σὴν μνήμην τελοῦσα, ὑμνεῖ τὰ σὰ προτερήματα, καὶ μακαρίζει τοὺς ἄθλους σου· δι’ ὧν Χριστὸν ἐδόξασας. Αὐτὸν ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ἱερωσύνης τὴν στολὴν ἠμφιεσμένος, ὡς Ἱεράρχης ὅσιος, ὁσίως καὶ ἀμέμπτως Θεῷ ἱεράτευσας, θεοφόρε Πατρίκιε. Καὶ τὸ σὸν αἷμα Πάτερ, ὡς θυσίαν εὐπρόσδεκτον ἔθυσας Χριστῷ, ἀθλητικοῖς διαλάμψας πόνοις. Καὶ τῆς πλάνης καθελῶν τὸ φρύαγμα, Ἀγγέλοις συνήφθης· μεθ’ ὧν πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Ὡς αἰτίαν καὶ ἀρχήν, καὶ πηγὴν παντὸς ἀγαθοῦ ἐκήρυξας, τὸν Σωτῆρα Χριστόν, ἐπὶ ἀπίστων πανσόφως, ἱερομύστα Πατρίκιε. Καὶ τῶν θερμῶν ὑδάτων τὴν ἔκβλυσιν, τῇ προνοίᾳ αὐτοῦ ἀπέδωκας, ὡς εἶδεν ἡ σοφία αὐτοῦ. Καὶ βουλῇ ἀνόμῳ, ἐν αὐτοῖς ἄφλεκτος μένεις, τῆς ἀπάτης φλέγεις τὴν ἀπόνοιαν, καὶ τὸν τῆς ἀθλήσεως δρόμον τετέλεκας· διό σε μακαρίζομεν, ὡς Χριστοῦ Ἱερομάρτυρα, καὶ πρεσβευτὴν ἡμῶν θερμότατον Ἅγιε

Δόξα. Ἦχος δ΄.
Ποιμαντικῶς διαπρέπων, μαρτυρικοῖς καμάτοις ἐλάμπρυνας, τὴν σὴν ἱερουργίαν, Ἱερομάρτυς Πάτερ Πατρίκιε. Καὶ δι’ ἀμφοτέρων Χριστὸν δοξάσας, τῆς αἰωνίου δόξης ἠξίωσαι, ἡμῖν ἱλεούμενος, τὸν μόνον ἐλεήμονα Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Προυσσαέων ποιμήν, τῶν Ἀποστόλων μιμητὴς καὶ ὁμότροπος, ἁπάσης τῆς Ἐκκλησίας, ὁ φωτοφόρος ἀστήρ, τοῦ Εὐαγγελίου στόμα ἔνθεον, Πατρίκιε Ἅγιε, εὐσεβούντων διδάσκαλε, ὁ τῆς ἀπάτης, καθελὼν τὰ φρυάγματα, τῇ στεῤῥότητι, τῶν ἁγίων καμάτων σου· ὅθεν σὲ μακαρίζομεν, νομίμως ἀθλήσαντα, Ἱερομάρτυς Κυρίου, καὶ τὸν Χριστὸν μεγαλύναντα. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίρων, τῇ ἀγαπήσει Χριστοῦ, καὶ ἀρετῶν ταῖς φωταυγείαις λαμπόμενος, ποιμαίνεις λόγῳ ἁγίῳ, τὸν σὸν λαὸν εὐσεβῶς, ὡς Χριστοῦ θεράπων ἐνθεώτατος, Πατρίκιε Ὅσιε, Ἱεράρχα μακάριε, καὶ μαρτυρίου, διανύεις τὸν στάδιον, μὴ φεισάμενος, τῆς σαρκὸς τὰ ἐπίπονα· σὺ γὰρ καθάπερ ἄσαρκος, ἀνδρείως ἠγώνισαι, καὶ τῶν ἀνόμων τυράννων, τὰς ἐπινοίας κατήργησας· Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πόνους, ὑπεριδὼν τῆς σαρκός, ἐν τῇ ἑνώσει τῆς ἀγάπης τοῦ Κτίσαντος, ὑπέμεινας ἀνενδότως, ἀπεριτρέπτῳ νοΐ, τῶν βασάνων Πάτερ τὰ ἐπώδυνα, καὶ πᾶσαν διήλεγξας, τοῦ ἐχθροῦ τὴν ἀπόνοιαν, καὶ τὸν Σωτῆρα, τοῖς σοῖς ἄθλοις ἐδόξασας, τὸν τὴν δύναμιν, παρασχόντα σοι Ἅγιε· ὅθεν Αὐτὸν ἱκέτευε, Πατρίκιε ἔνδοξε, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν παναοίδιμον μνήμην σου, ὡς ἂν τῆς ἀλήκτου, εὐφροσύνης καὶ χαρᾶ τε, ἀξιωθείημεν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ οἰκείῳ αἵματι, τὴν καλὴν ὁμολογίαν ἐσφράγισας, ἀγωνισάμενος νομίμως, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, Ἱερομάρτυς Πατρίκιε· ἀνδρικῶς γὰρ ἀντικατέστης τῷ διώκοντι ἐχθρῷ, καὶ τὸ βραβεῖον τῆς νίκης ἐκομίσω, παρὰ τῆς δεξιᾶς τοῦ Σωτῆρος, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Φοινίξας ἐν αἵματι τὴν ἱεράν σου στολήν, Πατρίκιε ἔνδοξε ὡς Ἱεράρχης Χριστοῦ, ἀξίως δεδόξασαι· σὺ γὰρ Ἱερομάρτυς, μαρτυρίου τὸν δρόμον, ἤνυσας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες· καὶ νῦν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ὅμοιον. Τῶν Ἁγίων.
Τετράς θεοφόρητος Ἱεραρχῶν ἱερῶν, Τριάδα τὴν ἄκτιστον κατ’ ἐναντίον ἐχθρῶν, πανσόφως ἐκήρυξε, Πατρίκιος ὁ τῆς Προύσης, θεηγόρος ποιμάντωρ, Ἀκάκιος σὺν Μενάνδρῳ, καὶ Πολύαινος ἅμα· διὸ καὶ ὡς ἀθλήσαντες, δόξης ἠξιώθησαν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσεως πυρί, τῆς ἀπάτης τὴν ὕλην, κατέφλεξας στεῤῥῶς, Ἱεράρχα Κυρίου, πιστῶν δὲ τὰ φρονήματα, διεθέρμανας Ὅσιε, πρὸς ἀγάπησιν, τοῦ Βασιλέως τῆς δόξης· Ὃν ἱκέτευε, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, παμμάκαρ Πατρίκιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἱεράρχης ἱερός, Πνεύματι θείῳ πεφηνώς, ἱεράτευσας Χριστῷ, ἀγγελικῶς ἐπὶ τῆς γῆς, ταῖς ἀρεταῖς λαμπρυνόμενος· ὅθεν καὶ καλῶς ἀθλήσας Ὅσιε, ὤφθης κοινωνός, τῶν ὑπὲρ ἔννοιαν, ὑπὲρ ἡμῶν πρεσβεύων Πατρίκιε, τῷ Βασιλεῖ πάσης κτίσεως, ὡς ἂν πταισμάτων λάβωμεν λύσιν, καὶ παθῶν ἀπολύτρωσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ τοῦ Πνεύματος αἴγλῃ καταυγασθείς, Ἱεράρχης ἐδείχθης θεοσεβής, καὶ πίστεως δόγμασιν, ὀρθοδόξως ἐποίμανας, τὴν σοὶ λαχοῦσαν ποίμνην, καὶ χαίρων ἐνήθλησας, ἀπεριτρέπτῳ γνώμῃ, ὑπὲρ τοῦ παντάνακτος· ὅθεν ἐπαξίως, τῆς Αὐτοῦ Βασιλείας, ἐδέξω τὸν στέφανον, καὶ Ἀγγέλοις ἠρίθμησαι, Ἱεράρχα Πατρίκιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱεραρχίας τὴν στολήν, ἀξίως ἐνδυσάμενος, ἀποστολικῶς αὐτὴν ἐφαίδρυνας, Πάτερ Ἱεράρχα Πατρίκιε. Καὶ μαρτυρικοῖς ἀγῶσι διαπρέψας, οὐρανίων ἀμοιβῶν ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.



Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Πατρίκιον τὸν ἄριστον ἐν ἀθλοφόροισιν ἀείδω. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Παντοδαπαῖς κεκοσμημένην χάρισιν, ἱερωσύνης στολήν, καὶ ταῖς βαφαῖς αὖθις, μαρτυρίου αἵματος, ὡραϊσθεῖσαν Ἔνδοξοι περιθέμενοι πάντες, τῆς εὐσεβείας ἐδείχθητε, πρόμαχοι στεῤῥοὶ καὶ τῆς πίστεως.
Ἀγωνοθέτης ὁ Χριστὸς καθήμενος, ἐν δεξιᾷ τοῦ Πατρός, τοῖς Ἀθληταῖς πᾶσι, τῶν ἀγώνων στάδιον, ἀναπετάσας ἤθροισε, προσφυῶς ἡρμοσμένον, χορὸν Μαρτύρων τετράριθμον, ᾄσμασιν αὐτὸν μεγαλύνοντα.
Τῆς Ἐκκλησίας προεστὼς Πατρίκιε, οἷα ποιμὴν ἀγαθός, ὑπὲρ αὐτῆς μάκαρ, τὴν ψυχήν σου τέθεικας, σὺν Ἀκακίῳ Μένανδρον, Πολύαινόν τε τὸν θεῖον, σοφοὺς πλουτήσας συλλήπτορας, ᾆσμα τῷ Θεῷ ἀναπέμποντας.
Θεοτοκίον
Ῥήσεσι θείων Προφητῶν ἑπόμενοι, καθωμολόγησαν, τὸν τοῦ Θεοῦ Λόγον, σάρκα προσλαβόμενον, οἱ θεηγόροι Μάρτυρες, ἐξ ἀχράντου Παρθένου, ἣν Θεοτόκον δοξάζοντες, ᾄσμασιν ἀεὶ μακαρίζομεν.

ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς
Τοὺς πορευθέντας ἀνδρικῶς, τὴν τρίβον τοῦ μαρτυρίου, καὶ τελέσαντας τὸν κάλλιστον δρόμον, μακαρίσωμεν πιστοί, ὡς νικηφόρους μάρτυρας, καὶ στεφανίτας θείους, καὶ ἱεράρχας θεόφρονας.
Ὁ θεηγόρος πυρωθείς, τῷ ζήλῳ τῆς εὐσεβείας, κατεμάρανε τὴν φλόγα τῆς πλάνης, ῥητορεύων ἀσφαλῶς, θεολογίας δόγματα, καὶ συνετίζων πάντας, πρὸς θείαν ὄντως ἐπίγνωσιν.
Νενεκρωμένον καθορῶν, τῷ κάρῳ τῆς ἀσεβείας, ὁ Πατρίκιος δεινὸν ἡγεμόνα, εἰσεπήδησε βοῶν, θεογνωσίας ῥήματα, καὶ διασπείρων πᾶσι, τὸν θεῖον λόγον τῆς πίστεως.
Θεοτοκίον
Ἀπειρογάμως τοῦ Θεοῦ, τὸν Λόγον ὦ Θεοτόκε, ἀπεγέννησας ἐκ σοῦ σαρκωθέντα, ὃν οἱ Μάρτυρες Θεοῦ, ἀνδρείως ὡμολόγησαν, ὡς στρατιῶται τούτου, καὶ στεφανῖται γενόμενοι.
Κάθισμα τῶν Ἁγίων. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Σὺν Μενάνδρῳ Ἀκάκιον τὸν σοφόν, καὶ Πολύαινον πίστει τὸν Ἱερόν, τιμήσωμεν ᾄσμασι, καὶ τὸν μέγαν Πατρίκιον· Ἱερεῖς γὰρ οὗτοι, Θεοῦ παντοκράτορος, γεγονότες πίστει, αὐτῷ εὐηρέστησαν· ὅθεν μαρτυρίου, ἐπὶ τέλει τοῦ βίου, λαμπρῶς ἠξιώθησαν, καὶ Ἀγγέλοις συνήφθησαν, οἷς ἐκ πόθου βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.


ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε
Ῥώμην Χριστοῦ, περιεβάλου Πατρίκιε· Ἱερεὺς γάρ, τούτου ἐχρημάτισας, καὶ τοῖς αὐτοῦ, ἴχνεσι σαφῶς, κατακολουθήσας, διὰ βασάνων προσήνεξαι, τῷ μόνῳ εὐεργέτῃ, εὐσεβῶς ἀνακράζων, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ἱερουργός, θεῖος ἐδείχθης Ἀκάκιε, θείας αἴγλης, Πάτερ ἐμφορούμενος, καὶ τοῦ Χριστοῦ, Μάρτυς ἀληθής, ἀναδεδειγμένος, εἰδώλων πλάνην κατέπτυσας· διὸ καὶ γεγηθότι, συνειδότι κραυγάζεις· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Στίφει Χριστέ, τῶν σῶν Μαρτύρων ὁ Μένανδρος, συγχορεύων, καὶ συναγαλλόμενος, μαρμαρυγαῖς, λάμπει νῦν ταῖς σαῖς, καὶ φωτοχυσίαις, ὡραίαις ἀγλαϊζόμενος, κακεῖ σοι τῷ Δεσπότῃ, γεγηθὼς ἀνακράζει· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Τῆς ἱερᾶς, στάσεως Σῶτερ Πολύαινος, ἠξιώθη ὡς ἀκαταγώνιστος, Μάρτυς φανείς· ὅθεν καὶ φωτός, νῦν τοῦ ἀκηράτου, ἀξίως ἀναπιμπλάμενος, βοᾷ σοι τῷ Δεσπότῃ, τῶν ἁπάντων καὶ κτίστῃ· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Ὅπλον Χριστέ, τὴν σὲ τεκοῦσαν Πανάμωμον, κεκτημένοι, πλάνης ἐτροπώσαντο, τὰς μηχανάς, Μάρτυρες οἱ σοί, καὶ τὰς τῶν τυράννων, θωπείας σαφῶς διέλυσαν, καὶ νῦν στεφανηφόροι, δεδειγμένοι βοῶσι· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ᾨδὴ ε'. Ἵνα τὶ με ἀπώσω.
Νεκρωθέντες τῷ κόσμῳ, Μάρτυρες θεόφρονες πόνοις ἀσκήσεως, τῷ Χριστῷ προθύμως, προσηνέγκατε θύματα τέλεια, ἑαυτοὺς τυθέντες, ὥσπερ ἀμνοὶ τοῖς τοῦ Δεσπότου, πειθαρχοῦντες ἐνθέοις προστάγμασιν.
Ἐναθλοῦντες νομίμως, Μάρτυρες πανεύφημοι ἐστεφανώθητε· καρτερήσαντες γάρ, τὰς πικρὰς ἀλγηδόνας καὶ μάστιγας, τὰς τῶν παρανόμων, ἐν οὐρανοῖς κατατρυφῆσαι, τῆς ἀφθάρτου ζωῆς ἠξιώθητε.
Νοερῶς σὺν Ἀγγέλοις, νῦν ἐνδιαιτώμενος μάκαρ Πατρίκιε, τῶν ἐπιτελουντων, τὴν σεβάσμιον μνήμην σου μέμνησο, πρὸς τὸν σὸν Δεσπότην, ἐν προσευχαῖς καθικετεύων, ἐκ κινδύνων ῥυσθῆναι πανεύφημε.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε Μάρτυρες ἔνδοξοι, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες ἐκήρυξαν, πρὸς τὴν ἁμαρτίαν, νεανικῶς μέχρι θανάτου, ἀνθιστάμενοι Κόρη πανύμνητε.





ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτιῶν.
Θίασον ἀθλητικόν, ἐκ τεσσάρων συνεστῶτα Μαρτύρων ἱεραρχῶν ἀξίως, εὐπρεπῶς φαιδρυνόμενον, ὁ λαὸς ὁ εὐσεβής, νῦν συστησάμενοι τὰς χορείας, χαρμονικῶς ἀνευφημήσωμεν.
Λύουσι σωματικῶν, ἀλγηδόνας οἱ στεῤῥοὶ νοσημάτων, ταῖς τῶν θερμῶν ὑδάτων, αὐτομάτοις ἐκβλύσεσι, καὶ παθῶν τῶν ψυχικῶν, θείαις ἐντεύξεσι, τοὺς ἐν πίστει, προσερχομένους ἀπαλλάττουσιν.
Ὄρθρον μοι τὸν νοητόν, τῷ ἐν σκότει τῶν πταισμάτων κειμένῳ καὶ μοχθηρῶς ἐντεῦθεν, τὴν ζωὴν διανύοντι, προσευχαῖς μάκαρ ταῖς σαῖς, νῦν ἐξανάτειλον, ἱκετεύων, τὸν Λυτρωτὴν Χριστὸν Πατρίκιε.
Θεοτοκίον
Φώτισόν μου τὴν ψυχήν, ἡ τεκοῦσα τὸ ἀπαύγασμα δόξης, τῆς τοῦ Πατρὸς Παρθένε, Θεοτόκε πανύμνητε· τὴν σὴν γὰρ οἱ ἀθληταί, χάριν κατέχοντες, τῶν τυράννων, τὰς γλωσσαλγίας ἀπεκρουσαντο.

Κοντάκιον τῶν Ἁγίων. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἱερὸν κειμήλιον, τοῦ Ἰησοῦ Πατρίκιε, ἡ Ἐκκλησία λαβοῦσα τὸ σῶμά σου, ἀγαλλομένη κράζει σοι· Διὰ σοῦ ἅπας κόσμος, ἐν εἰρήνῃ βαθείᾳ διαφυλάττεται, ἐξ αἱρέσεως πάσης ἀλώβητος καὶ ἀήττητος.
Κοντάκιον, τοῦ Ἁγίου. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Μαρτυρίου σκάμμασιν, ἱεραρχίας τὴν χλαῖναν, ἱερὲ Πατρίκιε, ἱερωτέραν τελέσας, ᾔσχυνας τῆς ἀνομίας Πάτερ τὸ θράσος, ἔδειξας, τῆς εὐσεβείας πᾶσι τὸ κράτος· διὰ τοῦτό σε τιμῶμεν, Ἱερομάρτυς ἀξιοθαύμαστε.
Ὁ Οἶκος.
Ἀνατεθεὶς τῷ Βασιλεῖ τῶν ὅλων, τῶν ἀρετῶν ἐργάτης δόκιμος ὤφθης, ἀνακαθάρας σεαυτόν, δι’ ἐναρέτου ἀγωγῆς, παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Καὶ ἀποστολικοῖς προτερήμασι καλλωπιζόμενος, ποιμὴν θεῖος ἀνεδείχθης, καὶ Ἱεράρχης θεοσεβής, τῆς ἐν Προύσσῃ ἁγίας Ἐκκλησίας, παμμακάριστε Πάτερ. Καὶ μαρτυρικοῖς ὁμιλήσας πόνοις, ὑπὲρ ἡλίου αὐγὰς ἔλαμψας, τῆς ἀσεβείας διασκεδάζων τὴν σκοτόμαιναν, καὶ τῶν εὐσεβῶν στηρίζων τὸ φρόνημα ἐν τῇ πίστει τοῦ Σωτῆρος, ὑπὲρ Οὗ τὰ πάντα ἀνδρείως ὑπήνεγκας· διὰ τοῦτό σε τιμῶμεν, Ἱερομάρτυς ἀξιοθαύμαστε.









Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου ἐπισκόπου Προύσσης, καὶ τῶν σὺν αὐτῷ· Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου
Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος,
ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων.
Kαλοῦ μετέσχες Ἀκάκιε τοῦ τέλους,
ἀθλητικὸν γὰρ τοῦτό σοι διὰ ξίφους.
Πολύαινος Mένανδρος ἐκτετμημένοι,
πολλῶν ἐπαίνων ἀξιούσθων ἀξίως.
Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξὺ.
Ὁ μὲν Πατρίκιος, διὰ τὴν εἰς Χριστὸν πίστιν ἐγκληθείς, παρέστη Ἰουλίῳ τῷ ἐπάρχῳ. Καὶ τούτου πειθεὶν αὐτὸν παντοίως ἐπιχειροῦντος, καὶ τὴν τῶν θερμῶν ὑδάτων προβαλλομένου ἀνάδοσιν, ὡς προνοίᾳ τῶν θεῶν ἐκπυροῦνται, καὶ ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἐκχέονται, ὁ Ἅγιος Μάρτυς ἀντέφησεν, ἐπ’ εὐεργεσίᾳ μὲν τὰ θερμὰ ἀναδίδοσθαι ὕδατα, τῇ δὲ δυνάμει τοῦ Χριστοῦ, τάξαντος δύω τόπους, τὸν μὲν ἀγαθῶν ἔμπλεων ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὸν δὲ σκότους καὶ πυρὸς ἔνθα κατακριθήσονται οἱ ἁμαρτωλοί, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Καὶ ὅτι τὸ πῦρ εἰς πᾶσαν τὴν κτίσιν ἐνέθηκεν ὁ Θεός, καὶ τοῖς ἄλλοις στοιχείοις ἀνέμιξε, καὶ ἔστι μὲν ὑπεράνω τοῦ στερεώματος πῦρ καὶ ὕδωρ, ἔστι δὲ καὶ ὑποκάτω τῆς γῆς, ἐξ οὗ ἀναδιδόασιν αἱ πηγαί, αἱ μὲν πλησιάζουσαι τῷ πυρί, θερμόν, αἱ δὲ πολὺ τούτου ἀπέχουσαι ψυχρόν. Καὶ τοιαῦτα πολλὰ ἕτερα εἰπών, προστάξαντος τοῦ ἄρχοντος, μέσον τῶν ἀναδιδομένων ἐβλήθη θερμῶν, τῶν δὲ τοὺς βάλλοντας μᾶλλον ἢ τὸν βληθέντα βλαψάντων, ἐξῆλθεν ὁ Ἅγιος ἀβλαβής. Καὶ τὴν διὰ ξίφους ἀπόφασιν δεξάμενος μετὰ Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μέμνωνος τοῦ θαυματουργοῦ
Ὑπνοῖ τι μικρὸν ἁρπαγὴν τὴν ἐσχάτην,
τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ Mέμνων μένων.
Οὗτος, ἀποταξάμενος τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, δικαίως καὶ εὐαρέστως διήνυσε τὴν ζωήν του μὲ ὑπακοὴν καὶ ὑποταγήν, διὸ ἔγινε καὶ ἡγούμενος μοναχῶν. Ἀποκτήσας δὲ πραότητα καὶ ἀγάπην, ἔγινε καὶ θαυματουργός, διότι μίαν φορὰν ἔπεσον ἀκρίδες εἰς τὰ χωράφια τοῦ μοναστηρίου, ὅθεν ποιήσας εὐχὴν ὁ Ἅγιος, τὰς ἐδίωξεν ὅλας ὡς ἂν ἦτο πῦρ, καὶ τὰς ἔπνιξεν εἰς τὸν ποταμόν. Οὗτος, ἀνέβλυσε νερὸν διὰ προσευχῆς του εἰς τόπον ἅνυδρον, τὸ ὁποῖον ἕως τῆς σήμερον ἀναβρύει εἰς δόξαν Χριστοῦ. Οὗτος ἐφάνη μίαν φορὰν εἴς τινα ναύτας, ἐν καιρῷ τρικυμίας ἐπικαλεσθέντας καὶ ζητοῦντας τὴν βοήθειάν του, καὶ ἐπιστὰς εἰς αὐτούς, ἐκυβέρνα τὸ πλοῖον αὐτῶν καὶ ἐπροθυμοποίει τοὺς ναύτας, ὅθεν εἰς ὀλίγην ὥραν ἀβλαβεῖς αὐτοὺς εἰς τὸν λιμένα διέσωσε. Μὲ τοιαῦτα θαυμάσια διανύσας ὁ ἀοίδιμος τὴν ζωήν του, ἐχάριζε σωτηρίαν εἰς ὅσους τὸν ἀπεκαλοῦντο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Mάρτυρος Ἀκολούθου
Ὁ Mάρτυς Ἀκόλουθος ὡς πρὸς παστάδα,
ἐπηκολούθει τοῖς ἄγουσι πρὸς φλόγα.
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ ἐν ἔτει 200, καταγόμενος ἀπὸ τὴν Θηβαΐδα τῆς Αἰγύπτου, τῆς ἐν Ἑρμουπόλει. Διὰ δὲ τὴν πίστιν καὶ ὁμολογίαν τοῦ Χριστοῦ, προσαχθεὶς εἰς τὸν ἐκεῖ εὑρισκόμενον ἡγεμόνα, οὔτε μὲ κολακείας ἐδελεάσθη, οὔτε μὲ φοβερισμοὺς ἐδειλίασε. Διὰ τοῦτο πρῶτον μὲν ἐκρέμασαν ἀπὸ τὸν λαιμόν του πέτραν βαρεῖαν, ἔπειτα δὲ ἔλαβον ἀπόφασιν νὰ θανατωθῇ διὰ πυρός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Κυριακή, καὶ οἱ σὺν αὐτῇ 6 παρθένες, ἐν Νικομηδείᾳ, ἐν ἔτει 307, πυρὶ τελειοῦνται.
Aἰώνιον φεύγουσα πῦρ ἐχεφρόνως,
Kυριακὴ πρόσκαιρον ἡδέως φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεοτίμη, ξίφει τελειοῦται.
Tιμὴ Θεὸς πέφυκε τῇ Θεοτίμῃ,
ἥν τιμίαν τίθησι Mάρτυρα ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πούδη, του Ῥωμαίου συγκλητικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν ἱερῶν λειψάνων τῶν Ἁγίων Ἰουλίου Πρεσβυτέρου καὶ Ἰουλιανοῦ Διακόνου τῶν ἐξ Αἰγίνης
Δυὰς αὐταδέλφων πυρπολουμένη ζήλῳ,
ἐξ Ἐώας εἰς Δύσιν Χριστὸν καταγγέλλει.
Οὗτοι, ἕλκουσι τὴν καταγωγὴν ἐκ τῆς νήσου Αἰγίνης. Ἐγεννήθησαν· ὁ μὲν Ἰουλιανὸς τῷ 319 μ. Χ, ὁ δὲ Ἰούλιος τῷ 330 μ. Χ., ἐξ εὐπόρων καὶ εὐσεβῶν γονέων, ἀνατραφέντες ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἔτυχον ἐπιμελημένης παιδείας, σπουδάσαντες ἐν Αἰγίνῃ καὶ ἐν συνεχείᾳ ἐν Ἀθήναις, ὁμοῦ μετὰ τῶν Ἁγίων Βασιλείου καὶ Γρηγορίου. Ἐπανακάμψαντες εἰς Αἴγιναν, τρωθέντες ἐξ ἱεροῦ πόθου, ἀπεφάσισαν ὅπως, κηρύξωσι τὸν Χριστὸν τοῖς ἔθνεσιν. Ὅθεν, λαβόντες ἀποστολικὰς ῥάβδους, παρέδοσαν ἑαυτοὺς τῷ Κυρίῳ, δι’ Οὗ ὡδηγήθησαν εἰς τὸ τῶν Ἀθηνῶν κλεινὸν ἄστυ. Ὁ τῆς πόλεως ἐπίσκοπος, ἐχειροτόνησε, τὸν μὲν Ἰούλιον πρεσβύτερον, τὸν δὲ Ἰουλιανὸν διάκονον. Κεκοσμημένοι τῇ τῆς ἱερωσύνης χάριτι ἐξῆλθον εἰς ἄγραν ψυχῶν. Ἐν Κορίνθῳ κηρύττοντες ἐν δυνάμει προὐκάλεσαν τὴν μῆνιν τῶν ἀρειανῶν, οἵτινες ἐπεδίωξαν τὴν θανάτωσιν τούτων. Οἱ Ἅγιοι, χάριτι θείᾳ διαφυλαχθέντες ἐν ἐρήμῳ τόπῳ, ἐσχόλαζον ἐν ἀσκήσει καὶ προσευχῇ. Τῷ 377 μ. Χ. ἀνεχώρησαν ἐκ Κορίνθου διὰ τὴν Ἰταλίαν. Ὁ Κύριος ὅμως ᾠκονόμησεν ἄλλως, καὶ κατ’ ἄγνωστον τρόπον, εὑρέθησαν οὗτοι εἰς τὰς παραδουναβίους χώρας κηρύττοντες Χριστὸν ἐν Βοημίᾳ, Πολωνίᾳ καὶ Οὐγγαρίᾳ. Ἔν τινι κώμῃ ἠλευθέρωσαν νέον τινὰ ἐκ δαιμονίου, ὁδηγήσαντες πλήθη εἰδωλολατρῶν εἰς τὴν τοῦ Χριστοῦ πίστιν. Τῷ 379, ἐπὶ αὐτοκράτορος τοῦ ὀρθοδόξου Θεοδοσίου τοῦ μεγάλου, οἱ αὐτάδελφοι ἔρχονται εἰς τὴν Ῥώμην, ἔνθα προσκυνήσαντες τοὺς τῶν Μαρτύρων ἐν κατακόμβαις τάφους, ἔλαβον γραπτὴν ἄδειαν παρὰ τοῦ Θεοδοσίου καὶ τὴν τοῦ Ἁγίου Δαμάσου Ῥώμης εὐχὴν καὶ εὐλογίαν, ὅπως ἐλευθέρως περιοδεύωσι τὴν αὐτοκρατορίαν, κηρύττοντες τὸν Χριστόν. Ἐπεδόθησαν εἰς τὴν ἵδρυσιν Ἐκκλησιῶν καὶ ἀνέγερσιν ναῶν ἐν τῇ περιοχῇ τῆς Ναβάρας, τῆς Λομβαρδίας, τῆς Ἐλβετίας καὶ τοῦ Βορείου Τιρόλου. Εἰς τὴν Μπρέμιαν τῆς λίμνης Ματζόρε οἱ Ἅγιοι ἐτέλεσαν θαῦμα συγκολλήσαντες ἀποκοπὲν δάκτυλον ξυλουργοῦ τινός. Συνολικὰ ἐκτίσθησαν ὑπὸ αὐτῶν ἑκατὸν ἐκκλησίαι. Περὶ τὰς δυσμὰς τοῦ βίου αὐτῶν, οἱ Ἅγιοι ἤχθησαν εἰς τὴν ἀπόφασιν ὅπως διέλθωσι τὸ ὑπόλοιπον τῆς ζωῆς των ἐν ἡσυχαστικῇ μονώσῃ. Διὸ καὶ ἀνεχώρησαν· ὁ μὲν Ἰουλιανὸς εἰς τὸ Γκοτσάνο τῆς λίμνης Ματζόρε, ὁ δὲ Ἰούλιος εἰς τὸ Κούσιον τῆς λίμνης Ὄρτα. Εἰς τὸ ἀκρωτήριον Κάζαρι, τῇ προσευχῇ ἐν κλίνῃ γονάτων, ἐπὶ σκληροῦ βράχου τοῦ Ἁγίου Ἰουλίου ἀνέβλυσε πηγὴ ὕδατος, φέρουσα τὸ τοῦ Ἁγίου ὄνομα ἄχρι τοῦ νῦν. Ἕτερον θαῦμα ἐτέλεσεν, περιπατήσας ἐπὶ τῶν ὑδάτων, ὡς ἐπὶ ξηράν, ἐπὶ τῷ σκοπῷ, ὅπως ἐγκατασταθῇ εἰς ἐρημικὴν βραχονησίδα, ἥτις κατῳκεῖτο ὑπὸ ποικίλων θηρίων, ἑρπετῶν καὶ ὀφέων, ἅτινα θαυμαστῶς ἐξεδιώχθησαν ὑπὸ τοῦ Ἁγίου, τῇ χρήσει τῆς ῥάβδου του.
Οἱ Ἅγιοι ἐκοιμήθησαν ἐν εἰρήνῃ· ὁ μὲν Ἰουλιανὸς τῇ 7ῃ Ἰανουαρίου τοῦ 391, εἰς ἡλικίαν 72 ἐτῶν, ὁ δὲ Ἰούλιος τῇ 31ῃ Ἰανουαρίου τοῦ 401, εἰς ἡλικίαν 71 ἐτῶν. Τὰ δὲ λείψανά των ἀπόκεινται τεθησαυρισμένα ἐν Ἰταλίᾳ, μέρος δὲ τούτων ἐδωρήθη τῇ νήσῳ Αἰγίνης, εἰς τὸν Ναὸν τῶν Αἰγινητῶν Ἁγίων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δουνστάνου, ἀρχιεπισκόπου Καντουαρίας τῆς Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δεκατρεῖς Ὁσιομάρτυρες καὶ Ὁμολογητές, τῆς Μονῆς Καντάρας Κύπρου· Ἰωάννης, Κόνων, Ἱερεμίας, Μᾶρκος, Κύριλλος, Θεόκτιστος, Βαρνάβας, Μάξιμος, Θεόγνωστος, Ἰωσήφ, Γεννάδιος, Γεράσιμος καὶ Γερμανός, ἐν ἔτει 1231, ὑπὸ τῶν Λατίνων, πυρὶ τελειοῦνται.
Ὅμιλος σεπτόν, Πατέρων Ἀθλοφόρων,
ἤθλησε λαμπρῶς, κατὰ Λατινοφρόνων.
Τὸν 12ο αἰῶνα, ὅτε ἡ νῆσος Κύπρος ἐστέναζεν ὑπὸ την δουλείαν τῶν Λατίνων, καὶ ἠπειλεῖτο ἡ πίστις τῶν Ὀρθοδόξων, δύο θεοφόροι ἀσκηταί, ὁ Ἰωάννης καὶ ὁ Κόνων, προερχόμενοι ἐκ τῆς Παμφυλίας τῆς Μικρᾶς Ἀσίας· θεόθεν κινούμενοι ἦλθον ἐν Κύπρῳ, καὶ ἐνώκησαν τὸ πρῶτον εις τὴν Μονὴν τοῦ Μαχαιρᾶ, καὶ εἶτα εἰς τὴν ἐγκαταλελειμένην Μονὴν τοῦ Πενταδακτύλου ὄρους τῆς Θεοτόκου τῆς Καντάρας, ἀγωνιζόμενοι ἀσκητικῶς καὶ εὐλαβῶς, καὶ ἐπιδεικνύμενοι ἔργα φιλανθρωπίας πρὸς πάντας. Ἀκολούθως εἰς τὴν τιμίαν συνοδείαν τους προσετέθησαν καὶ ἕτεροι μοναχοί. Ὁ Λατῖνος ἀρχιεπίσκοπος τῆς νήσου Εὐστόργιος, (λαϊκῶς ἀποκαλούμενος Στόργγος), ἀποστείλας δύο ἀντιπροσώπους του, τὸν ῥαδιοῦργον καρδινάλιον Ἀνδρέαν, ἔχοντα τὸ προσωνύμιον Κήρυξ, καὶ τὸν Ἡλίερμον, ἐπειρᾶτο διαλογικῶς, ἵνα πείσῃ τοὺς μοναχούς, ἐᾶσαι τὴν Ὀρθοδοξίαν, ἀρχικῶς ταῖς κολακείαις καὶ ὑποσχέσεις μετερχόμενος, καὶ μετέπειτα ταῖς ἀπειλαῖς καὶ σκληραῖς τιμωρίαις, ἐφόσον ἐπροτάθη ἀπὸ τὸν ἡγούμενον Ἰωάννη, ἡ τέλεσις κοινῆς λειτουργίας μὲ ἔνζυμο τοῖς Ὀρθοδόξοις, καὶ ἄζυμο ἄρτο χρήσασθαι τοῖς Λατίνοις, ἀλλ’ ἐν συνεχείᾳ, μετὰ τὸ πέρας ταύτης, εἰσέλθωσιν ἅπαντες οἱ ἱερουργοὶ ἐντὸς πυρᾶς, μετὰ τῶν Τιμίων Δώρων, οἱ δ’ ἀβλαβεῖς τῷ πυρί, ὀρθῶς φρονοῦσιν. Ὅμως οὐκ ἐδέξαντο τοῦτο οἱ Λατῖνοι, καὶ ἀπελθόντες ἤγγειλαν πάντα τὰ γεγονότα. Διὸ ἐκέλευσεν ὁ Λατῖνος ἀρχιεπίσκοπος, καὶ ἤγαγον τούτους ἁλύσεσι δεδεμένους πρὸς ἀπολογίαν.
Οἱ δεκατρεῖς Ὁμολογηταὶ μοναχοί, τελέσαντες ἀγρυπνίαν, καὶ κοινωνήσαντες, ἦλθον εἰς τὴν Λευκωσίαν, ᾄδοντες μετὰ θρησκευτικῆς κατανύξεως τὸ τοῦ Δαβίδ· μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν Νόμῳ Κυρίου, ἔνθα ἐμαστιγώθησαν σφοδρῶς, μὴ στέρξαντες προδοῦνται τὴν Ὀρθόδοξον πίστιν, ἣν παῤῥησίᾳ ὡμολόγησαν, ἐνεκλείσθησαν τρισσὶν ἔτεσιν ἐν τῇ φυλακῇ, βασανιζόμενοι ἀνηλεῶς, ὁ δὲ Θεόγνωστος μὴ ἀντέξας, παρέδωκε τὸ πνεῦμα. Οἱ Λατῖνοι, ἵνα κάμψωσι τὸ φρόνημα τῶν λοιπῶν μοναχῶν, διηπόμπευσαν ἐν ταῖς ὁδοῖς τὸ νεκρὸν σκῆνος τοῦ μοναχοῦ, παραδώσαντες εἶτα εἰς τὸ πῦρ. Ἡ δὲ τελικὴ ἀπόφασις ἦν ὁ θάνατος τῶν δώδεκα ὑπολοίπων ἀπειθάρχων καὶ ἀνυποτάκτων, κατ’ αὐτοὺς μοναχῶν, πρὸς κατατρόμαξιν τοῦ λαοῦ. Ὅθεν ἔδεσαν πάντας ὄπισθεν ἀλόγων ζώων, οὓς ἔσυρον ἐπὶ γῆς καλπάζοντες οἱ ἵπποι, ὥστε διεμελίζοντο τὰ σώματά των, καὶ ψυχοῤῥαγοῦντας ἔτυπτον βάκλοις, καὶ τέλος ἔῤῥιψαν αὐτοὺς ἐντὸς ἀνημμένης πυρᾶς, ἀρνουμένης θεοσημείᾳ, ἵνα καύσῃ τὰ ἅγια σώματα τῶν Ὁμολογητῶν Πατέρων. Ὁ δ’ Ἰωάννης ὄρθιος ἱστέμενος προσηύχετο, τυφθεὶς δ’ ὑπὸ Λατίνου τὴν κεφαλὴν ἐφονεύθη, τὸ δὲ τίμιον αἷμά του ἔσβησε τὴν πυράν.
Ἐτελειώθησαν δ’ ἐν Κυρίῳ ἅπαντες τὴν !9ην Μαΐου τοῦ ἔτους 1231, λαβὼν ἕκαστος διπλοῦν στέφος ἀσκήσεως καὶ ἀθλήσεως, παρὰ τοῦ δωρεοδότου Θεοῦ. Τὰ λείψανα τῶν Ὁσιοάθλων Πατέρων τῆς Καντάρας Μονῆς, (ἐξ ὧν, ὑπῆρξαν καὶ ἓξ μοναχοὶ τῆς Μονῆς τοῦ Μαχαιρᾶ, οἱ Ἰωάννης, Κόνον, Μᾶρκος, Θεόκτιστος, Γεννάδιος καὶ Γεράσιμος), οἱ Λατῖνοι ἠθέλησαν ἵνα ἀφανίσωσι. Τὸ μαρτύριον τῶν ἀοιδίμων Πατέρων, τῆς ὑπὸ Τουρκικῆς κατοχῆς τελούσης σήμερον Καντάρας, ἐτόνωσε τὸ φρόνημα τοῦ ὑπόδουλου λαοῦ τῆς Κύπρου, καὶ ἐστερεώσε τὴν πίστιν αὐτοῦ εἰς τὴν Ὀρθοδοξίαν. Μαθὼν τὸ μαρτύριον τῶν Ὁμολογητῶν Πατέρων ὁ ἐξόριστος εἰς τὴν Νίκαιαν τῆς Βιθυνίας Πατριάρχης Κωνσταντινουπόλεως Γερμανὸς ὁ Β’, ἀπέστειλεν ἱεροσφράγιστον ἐπιστολὴν διαμαρτυρίας πρὸς τὸν ἀλαζόντα Πάπα Ῥώμης Γρηγόριο τὸν Θ’, διὰ τὰ φρικτὰ ἐγκλήματα ἐν Κύπρῳ τῶν Λατίνων τυραννικῶν χριστιανομάχων κατ’ Ὀρθοδόξων, ἅτινα ἀπέφερον εἰς τὴν Ἐκκλησίαν νέους Μάρτυρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου Ἀρναούτου τοῦ Δραγάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εἰσόδου τῆς Ἁγίας Ἰσαποστόλου Νίνας ἐν τῇ Γεωργίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου τοῦ Ντονσκόι τοῦ μεγάλου Πρίγκιπος τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσιων Ῥωμύλου, Ῥωμανοῦ, Νέστωρος, Σισώη, Γρηγορίου, Νικοδήμου καὶ Κυρίλλου τῶν Σιναϊτῶν

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κορνηλίου τοῦ Παλεοστρὸβ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Όσίου Κορνηλίου τοῦ Κόμελ τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεργίου τῆς Σουχτόμα τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐν Σλομπόντσκαγια Οὐκρανίας, κατὰ τὰ ἔτη 1937-1941.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ὀνουφρίου τοῦ ἐπισκόπου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσόν ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.
Οἱ ἔνδοξοι Μάρτυρες, ἱερωσύνης κεκοσμημένοι στολῇ, τῷ σφῶν αἵματι ταύτην, ἱερωτέραν ἀπεργασάμενοι, ἐν θεοπτίᾳ χορεύοντες ψάλλουσιν· Εὐλογητὸς ὁ Θεος ὁ τῶν Πατέρων ἡμῶν.
Ῥητόρων δεινότητας, φωτὶ τῷ θείῳ καταυγαζόμενος, ἐξεφαύλισας μάκαρ, ὡς ἐν καμίνῳ τοῖς αὐτομάτοις θερμοῖς, οἷς οὐκ ἐφλέχθης βληθείς, ἀλλ' ἐκραύγαζες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Οὐ φέρει Πατρίκιε, σοφούς σου λόγους, οἷς ἐθριάμβευσας, Ἡγεμὼν ὁ ἀλάστωρ, μιαρωτάτους καὶ ψευδωνύμους θεούς, ὧν καταπτύσας ἐβόας γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰδοὺ νῦν πεπλήρωται, Δαυῒδ τοῦ θείου ἡ θεία πρόῤῥησις· λιτανεύει γὰρ πόθῳ, τετρὰς Μαρτύρων τῷ σῷ προσώπῳ Ἁγνή, τῷ σαρκωθέντι ἐκ σοῦ ἀνακράζουσα· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Στεφανηφόρους Μάρτυρας, Ἱεράρχας θεόφρονας, δεῦτε γεγηθότες, οἱ πιστοὶ τιμήσωμεν, Χριστὸν μεγαλύνοντες, τὸν παρασχόντα τούτοις ἰσχύν, τὰς τῶν δυσμενῶν, μὴ δεδοικέναι βασάνους, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἱερωσύνης χρίσματι, μαρτυρίου τε αἵματι, ἡ τῶν καλλινίκων, τετρακτὺς κεκόσμηται, καὶ λάμπει τοῖς θαύμασι, δι' ἑκατέρων μάλα λαμπρῶς, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἐκβοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νενικηκότες ἔνδοξοι, τῶν δαιμόνων τὰς φάλαγγας, καὶ τὰς τῶν τυράννων, ἀπειλὰς μὴ πτήξαντες, στεφάνους ἐδέξασθε, παρὰ Χριστοῦ πανεύφημοι, καὶ ὡς νικηφόροι ἀθληταὶ μελῳδεῖτε· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεις ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀγαλλιάσθω Μένανδρος, εὐφημείσθω Ἀκάκιος, καὶ σὺν Πολυαίνῳ, ὁ φαιδρὸς Πατρίκιος, χορείαν στησάμενοι, τὸν σαρκωθέντα Λόγον Πατρός, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, ὑμνείτωσαν ἀπαύστως, ἱερεῖς δεδειγμένοι, αὐτὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Ἐξέστησαν ὁρῶντες τοὺς ἀθλητάς, κεφαλὰς τεμνομένους οἱ τύραννοι, καὶ τὰς ψυχάς, πόθῳ προδιδόντας καρτερικῶς, ὁ δὲ Χριστὸς ἐδέξατο, τούτους καταπαύσας ἐν ἑαυτῷ, δι' ὧν καὶ τὰς ἰάσεις, πηγάζει ὡς ἐκ κρήνης, ἀδιαλείπτως τοῖς προστρέχουσιν.
Ἰδεῖν ἐσπουδακότες τῶν ὀρεκτῶν, τὴν πηγὴν Ἱεράρχαι καὶ Μάρτυρες, ἐν οὐρανοῖς, πάσας εὐκληρίας τὰς ἐν τῇ γῇ, καταλιπόντες ἤρθητε, πρὸς ὑψηλοτάτην περιωπήν, τῆς θείας βασιλείας, τρυφᾶν ἀξιωθέντες, τῆς ὑπὲρ νοῦν μακαριότητος.
Διήλθετε τὸ ὕδωρ τῶν πειρασμῶν, καὶ τὸ πῦρ τῶν βασάνων διέβητε, καὶ νῦν τρανῶς, τὴν διαιωνίζουσαν, Ἀθληταί, ἀναψυχὴν εἰλήφατε, τῶν ἐπουρανίων ἐν ταῖς σκηναῖς, ἐν αἷς στεφανηφόροι, χορεύοντες ἀπαύστως, ἐκ τῶν κινδύνων ὑμᾶς ῥύσασθε.
Θεοτοκίον
Ὡς ἥλιος ἡ μνήμη τῶν ἀθλητῶν, τους πιστοὺς περιλάμπει τοῖς θαύμασιν· ὁ γὰρ ἐκ σοῦ, ἄχραντε Παρθένε τεχθεὶς Θεός, ὃν εὐσεβῶς ἐκήρυξαν, τούτους κατελάμπρυνεν ἐμφανῶς, δοξάζων τοὺς ἐν πίστει, αὐτοῦ τὴν παρουσίαν, τετιμηκότας ὡς ὑπέσχετο.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν ἱερὸν Πατρίκιον, καὶ πρόεδρον πανάριστον, τῆς ἐν τῇ Προύσσῃ ἁγίας, ὡς ἀληθῶς Ἐκκλησίας, συμφώνως εὐφημήσωμεν, νομίμως γὰρ ἐνήθλησε, καὶ τὸν Χριστὸν ἐδόξασεν· ᾯ ὑπὲρ πάντων πρεσβεύει, ὡς θεῖος Ἱερομάρτυς.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παρακλήτου τὴν χάριν Πάτερ δεξάμενος, τῇ καθαρᾷ ζωῇ σου, Ἱεράρχης θεόφρον, Πατρίκιε ἐδέιχθης, καὶ τῷ Χριστῷ εὐσεβῶς ἱεράτευσας, καὶ δι’ ἀθλήσεως πόνων τούτῳ σαφῶς, προσηνέχθης ἱερώτατε.

Τὴν ἱερὰν ἀμπεχόνην περιβαλλόμενος, μαρτυρικοὺς ἀγῶνας, ὡς σοφὸς ἱεράρχης, διήνυσας νομίμως καὶ τὸν ἐχθρόν, καταβέβληκας Ὅσιε· διὸ ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ διάδημα.

Πηγὴν ζωῆς τὸν Σωτῆρα Χριστὸν ἐκήρυξας, καὶ τῶν θερμῶν ὑδάτων, τὴν ἀνάβλυσιν Πάτερ, τῷ κόσμῳ γενομένην, τῇ παρ’ Αὐτοῦ, προμηθείᾳ Πατρίκιε· ὅθεν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σου τὴν ἄθλησιν.

Ὡς Ἱεράρχης Κυρίου καὶ Μάρτυς ἔνθεος, διπλοῦν ἐδέξω στέφος, τὸν ἀγῶνα τελέσας, Πατρίκιε παμμάκαρ καὶ τῷ Χριστῷ, μετὰ δόξης παρέστηκας· Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητικοῖς παλαίσμασι, τῆς εὐσεβείας ὑπέδειξας τὸ κράτος, Ἱερομάρτυς Πατρίκιε. Χριστῷ γὰρ ἑπόμενος, τὸν Σταυρὸν Αὐτοῦ ἐβάστασας, καὶ τῶν παθῶν Αὐτοῦ μιμητὴς ἐγένου. Καὶ τῆς ἀθανάτου ζωῆς ἐπιτυχῶν, συμβασιλεύεις Αὐτῷ ἐν δόξῃ, καὶ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Προύσσης θεῖος ποιμήν, Πατρίκιε Πάτερ, καὶ θεράπων ὁ τοῦ Χριστοῦ· χαίροις ὁ Μαρτύρων, τὸ στάδιον ἀνύσας, σοφὲ Ἱερομάρτυς, ὡς ἐνθεώτατος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου