Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 13. ΟΣΙΟΣ ΣΥΜΕΩΝ ΜΥΡΟΒΛΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΓ΄!!
ΣΥΜΕΩΝ ΟΣΙΟΣ ΜΥΡΟΒΛΥΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἄναξ ἐνθεώτατος, τῷ Βασιλεῖ τῶν Δυνάμεων, εὐσεβείας ταῖς πράξεσι, καὶ βίου σεμνότητι, λατρεύων ὡράθης, Συμεὼν θεόφρον, τὴν ἁλουργίδα τῷ φωτί, καταλαμπρύνων τῆς πολιτείας σου, καὶ τύπον παρεχόμενος, ἔργων καλῶν σαυτὸν Ἅγιε, τῷ λαῷ σου μακάριε· διὰ τοῦτο δεδόξασαι.

Πᾶσαν καταλέλοιπας, βασιλικὴν ὑπερηφάνειαν, καὶ εὐμάραντον εὔκλειαν, καὶ βίου λαμπρότητα, καὶ δόξαν ματαίαν, Συμεὼν θεόφρον, καὶ ἠκολούθησας Χριστῷ, ἀσχέτῳ πόθῳ ἐν ταπεινότητι, καὶ πόνοις τῆς ἀσκήσεως, καὶ ἐν πτωχείᾳ καὶ δάκρυσι· διὰ τοῦτο τῆς ἄνω σε, Βασιλείας ἠξίωσε.

Ἄθω  τὸν περίβλεπτον, καταλαβὼν πόθῳ κρείττονι, Συμεὼν παμμακάριστε, τῷ σῷ ἀγαλλόμενος, συνήντησας τέκνῳ, καθηγιασμένῳ, ἀσκητικαῖς διαγωγαῖς, παρ’ οὗ τὸ ἅγιον Σχῆμα ἔλαβες, μεθ’ οὗ καὶ περιβόητον, Μονὴν ἀνήγειρας Ὅσιε, ἐν ᾗ χαίρων διήνυσας, τῆς ζωῆς σου τὸν δίαυλον.

Μύρον εὐωδέστατον, ἀπὸ τοῦ τάφου σου ἔβλυσεν, ἐπομβρίᾳ τῆς χάριτος, ἐμφαῖνον τοῖς ἅπασι, τὴν σὴν θείαν δόξαν, Συμεὼν τρισμάκαρ, ἐξ οὗ καὶ κλῆμα ἐκφυέν, μέχρι τῆς δεύρο διατηρούμενον, δεσμὰ λύει στειρώσεως, τῇ δεδομένῃ σοι χάριτι, τῶν καρπῶν τούτου Ὅσιε, μετεχόντων ἐκ πίστεως.

Δόξα. Ἦχος β΄.
Τῆς βασιλικῆς πορφύρας, τὸν ἀσκητικὸν ἀνταλλαξάμενος τρίβωνα, μοναστὴς θεοφόρος, καὶ ἀσκητὴς θεοειδής, ἀληθῶς ἀναδέδειξαι, Συμεὼν Πάτερ Ὅσιε· ἐν ἐγκρατείᾳ γὰρ πάσῃ, καὶ πτωχείᾳ ἀληθεῖ, καὶ προσευχῇ καὶ νηστείᾳ, τὴν ζωὴν διελήλυθας· διὸ ἡ οὐράνιος Βασιλεία, ἐπαξίως σοι δέδοται, καὶ τῶν αἰωνίων ἀγαθῶν ἡ ἀπόλαυσις· ὧν καὶ ἡμεῖς τύχοιμεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος του Ἐφραθᾶ.
Ἔρωτι θεϊκῷ, φλεχθείς σου τὴν καρδίαν, τοῦ κόσμου τὴν ἀπάτην, κατέλιπες ἐμφρόνως, ὦ Συμεὼν μακάριε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Μύρου τοῦ νοητοῦ, γενόμενος δοχεῖον, εὐώδη βλύζειν μύρα, ἠξίωσαι θεόφρον, μετὰ τὸ θεῖον τέλος σου.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρει ἡ σὴ Μονή, πλουτοῦσά σου τὸν τάφον, ἐξ οὗ ἐφύη κλῆμα, τοῖς βότρυσι παρέχον, τέκνα τοῖς πρὶν στειρεύουσι.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ἡ μία Θεαρχία, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου Σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἄνωθεν Συμεών, ἐγνώρισα Παρθένε, βουλήν Σου τὴν ἁγίαν· διὸ Μονήν Σοι θείαν, ἀνήγειρεν ἐν Ἄθῳ.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν ἄσκησιν, ἐπιποθήσας, τὴν βασίλειον, ἔλιπες δόξαν, Συμεὼν καὶ ἰσαγγέλως ἐβίωσας, τῶν ἐν τῷ Ἄθῳ Ὁσίων ὡράϊσμα, καὶ τῆς Σερβίας κλεινὸν σεμνολόγημα· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.


                






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Μακάριος ἀνήρ, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ θεόφρον Συμεών, ἀγαπήσει κρείττονι, καταυγασθεὶς τὴν διάνοιαν, σοφῶς κατέλιπες, βασιλείου δόξαν, καὶ σκήπτρου λαμπρότητα, καὶ χαίρων τῷ Χριστῷ ἠκολούθησας, βίον ἰσάγγελον, βιωσάμενος ὡς ἄσαρκος· διὰ τοῦτο ἀξίως δεδόξασαι.

Πάτερ παμμάκαρ Συμεών, ἐν τῷ Ἄθῳ ἔλαμψας, ἀσκητικοῖς ἀγωνίσμασιν, οἷαπερ ἄγγελος, καὶ τῇ Θεοτόκῳ, Μονὴν θείαν ἵδρυσας, ἐν ᾗ μύρον εὐῶδες ὁ τάφος σου, ἔβλυσεν Ὅσιε, προπιστούμενος ἣν εὕρηκας, οὐρανίαν δόξαν καὶ λαμπρότητα.

Πάτερ τρισμάκαρ Συμεών, τῇ λαμπρᾷ ἀσκήσει σου, καὶ ἀρετῶν σου ταῖς χάρισι, χαίρει καὶ γάνυται, ἡ σεπτὴ Μονή σου, καὶ τῇ εὐκληρίᾳ σου, Σερβία ἠ πατρίς σου εὐφραίνεται, καὶ ἄμφω Ἅγιε, τὴν σὴν μνήμην ἑορτάζουσαι, ἀνυμνοῦσι τὸν σὲ θαυμαστώσαντα.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Βασιλείας διάδημα, τῆς φθαρτῆς ἀποθέμενος, Βασιλεῖ τῆς κτίσεως ἠκολούθησας, οὗ τὸν Σταυρὸν φέρων Ὅσιε, παθῶν ἐβασίλευσας, δι’ ἀγώνων ἱερῶν, καὶ τῆς ἄνω συμμέτοχος, ἀναδέδειξαι, Βασιλείας καὶ θεῖος κληρονόμος, Συμεὼν ἀεὶ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Τοὺς ὁσίους ἱδρῶτάς σου, καὶ δακρύων τὰ χεύματα, ὥσπερ δῶρα εὔοσμα προσδεξάμενος, Χριστὸς ὁ Κύριος Ὅσιε, τὴν χάριν σοι δέδωκε, μύρα βλύζειν θαυμαστῶς, μετὰ τέλος τὸ ἅγιον, ἐκ τοῦ μνήματος, τὴν ὀσμὴν Συμεὼν τῆς θείας δόξης, διαπνεόντα τοῖς πίστει, προσερχομένοις τῷ τάφῳ σου.

Τῆς Σερβίας τὸ καύχημα, τὸ τοῦ Ἄθωνος σέμνωμα, τῶν ἀνάκτων ἔνθεον ἐγκαλλώπισμα, τὸ ταπεινώσεως σκήνωμα, Ὁσίων ὡράϊσμα, Συμεὼν τὸν θαυμαστόν, μυροβλύτην τιμήσωμεν, τὸν εὐφραίνοντα, τῇ ὀσμῇ τοῦ ἁγίου αὐτοῦ μύρου, τὰς ψυχὰς καὶ τὰς καρδίας, τῶν εὐσεβῶν θείῳ Πνεύματι.






Δόξα. Ἦχος πλ. β΄.
Τῆς βασιλείας τὸ σκῆπτρον, τῷ Βασιλεῖ τῶν ὅλων ὑποτάξας, ἐν εὐσεβείᾳ διέπρεψας, Συμεὼν παμμακάριστε· καὶ ὅλον τὸν πόθον πρὸς αὐτὸν ἀνυψώσας, πάντων κατεφρόνησας, καὶ πρὸς ἀσκητικοὺς ἀπεδύσω ἀγῶνας, ἐν ταπεινώσει πολλῇ, καὶ ἀπαρνήσει τῆς σαρκός, νεκρωθεὶς τοῖς ἐν κόσμῳ· ὅθεν ὁ Ἄθως κηρύττει σου τὰ σκάμματα, ἡ οἰκεία Μονὴ τοῦ μύρου τὴν χάριν, καὶ οἱ ἐν Σερβία πιστοί, τῶν προτερημάτων σου τὸν πλοῦτον. Ἀλλ’ ὡς τοῖς ἄνω συνὼν χοροῖς, καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.










Λιτή. Ἦχος α΄.
Εὐφράνθης τὴν ἐν Θεῷ εὐφροσύνην, ἡνίκα ἐν Ἄθῳ τεθέασαι, τὸν θεοφόρον υἱόν σου, πεπληρωμένον θείας χάριτος, δι’ ἀγώνων εὐαγῶν, ἡγιασμένε Συμεών· καὶ ταῖς τιμίαις αὐτοῦ χερσί, τελεσθεὶς τὰ κρείττονα, τοῦ πληρώματος αὐτοῦ μετέσχες, ὡς ἐν πόνοις σύμψυχος, καὶ ἐν ταῖς θείαις ἀναβάσεσι κοινωνός. Ἀλλ’ ὡς ἐν ἀσκήσει στεῤῥός, καὶ ἐν πᾶσιν οὐρανόφρων, τῶν θείων δωρεῶν κατετρύφησας· ἐξ  ὧν καὶ ἡμῖν μετάδος ῥανίδα, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.

Ἦχος β΄.
Τὴν ἐν ἀσκήσει πολιτείαν σου, καὶ τὸ ἐν πᾶσιν ἀνένδοτον, οἱ ἐν Ἄθῳ μονασταὶ ἠγάσθησαν, θεοφόρε Πάτερ Συμεών· ὁλικῶς γὰρ σαὐτὸν ἀρνησάμενος, ἄγγελος ἐν σώματι ὤφθης, ὑπακοὴν τελείαν εχων, ἐγκράτειαν σύντονον, καὶ ταπείνωσιν βαθεῖαν· δι’ ἧς εἰς ὕψος τελειότητος, ἀνελθὼν ἐκ πράξεως, εἰς θεωρίας ἔλλαμψιν, εἰσέδυς μακάριε· καὶ θεωθεὶς ἐν μεθέξει, ἐπλήσθης θείων ἀγαθῶν, πᾶσιν ἐξαιτούμενος, φωτισμὸν καὶ θεῖον ἔλεος.

Ἦχος γ΄.
Τῶν ἀρετῶν τὰ ἄνθη, συλλεξάμενος Πάτερ, γεωργίᾳ τοῦ κρείττονος, εὐωδία Χριστοῦ γέγονας, κατὰ Παῦλον τὸν μέγαν, τῇ καθαρότητι τοῦ βίου σου· καὶ ὡς θυμίαμα εὐπρόσδεκτον, προσενεχθεὶς τῇ Τριάδι, εὐωδίας θείας ἔπλησας, τῶν Ἀγγέλων τὰ τάγματα· ὅθεν μύρον εὔοσμον, ἀπὸ τοῦ τάφου σου ἔβλυσας, ἀρωματίζον ἡμῶν τὴν διάνοιαν, καὶ τῶν παθῶν διῶκον, δυσωδίαν τὴν ψυχόλεθρον. Ἀλλ’ ᾧ Μυροβλύτα Συμεὼν Ὅσιε, τῆς τοῦ δυσώδους ἐχθροῦ ἐπηρείας λύτρωσαι, τοὺς κροτοῦντας ἐν ᾄσμασι, τὴν χάριν τῶν μύρων σου.

Δόξα. Ἦχος δ΄.
Τοῦ νοὸς τὸ ὀπτικὸν ἀποκαθάρας, καὶ τὴν καρδίαν ναὸν Θεοῦ καὶ μονὴν ἑτοιμάσας, ἀσκητικοῖς καμάτοις, θεοειδὴς ὤφθης ταῖς ἀρεταῖς, καὶ τῆς θείας ἐνεργείας πολύτιμον ὄργανον, Συμεὼν μακάριε· καὶ ὀμφῇ τῇ ἄνωθεν χρηματισθείς, Μονὴν ἁγίαν ᾠκοδόμησας, καὶ τῇ πανάγνῳ Θεοτόκῳ, ταύτην ἀνέθου· ἐν ᾗ τῶν μοναστῶν χορεῖαι, τῷ μυροδόχῳ τάφῳ σου, ἑστῶτες βοῶσι. Μὴ διαλίπῃς Πάτερ ἁγιώτατε, περιέπειν ταύτην σου τὴν μάνδραν, καὶ παρέχει ἀεὶ αὐτῇ τὴν εὐλογίαν σου, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.






Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Πάτερ σοφὲ Συμεών, τῶν ἐν τῷ Ἄθῳ μοναστῶν ἐγκαλλώπισμα, Σερβίας κλέος καὶ δόξα, τῶν βασιλέων εἰκών, ταπεινοφροσύνης ἐνδιαίτημα, πραότητος σκήνωμα, ἀπαθείας θησαύρισμα, ἔμψυχος στήλη, μακαρίας ἁπλότητος, δι’ ἧς ἔμπλεως, θείας χάριτος γέγονας· ὅθεν σε μακαρίζομεν, ὁσίως βιώσαντα, καὶ τὴν ἁγίαν σου μνήμην, περιχαρῶς ἑορτάζομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Πάτερ σοφὲ Συμεών, τῆς ἀπαθείας ὁ λειμὼν ὁ μυρίπνοος, ἀλάβαστρον πανευῶδες, τῶν ἱερῶν ἀρετῶν, μυροθήκη θείων διαδόσεων, τὸ μύρον τὸ εὔοσμον, ἰσαγγέλου ἀσκήσεως, νάρδον καὶ ῥόδον, καὶ κιννάμωμον τίμιον, ὧν ἠγώνισαι, παλαισμάτων ὡς ἄσαρκος· ὅθεν ὡς μυροβλύτην σε, λαμπρὸν μακαρίζομεν, καὶ τῆς Μονῆς ἡμῶν ταύτης, προστάτην θεῖον καὶ πρόβολον· ᾗ δίδου ἀπαύστως, φωτισμὸν καὶ σωτηρίαν, ταῖς ἱκεσίαις σου.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, Πάτερ σοφὲ Συμεών, τῆς ἄνω δόξης κοινωνὸς καὶ συμμέτοχος, Κυρίου ὁ παραστάτης, δι’ ὃν τὰ πάντα λιπών, ἀσκητῶν ὑπῆλθες τὰ παλαίσματα, παρ’ οὗ καὶ δεδόξασαι, οὐρανίοις χαρίσμασι, καὶ μύρα βλύζειν, ἐκ τοῦ τάφου σου εὔοσμα, κατηξίωσαι, μετὰ τέλος τὸ ἅγιον· ὅθεν ὀσμῆς τῆς χείρονος, παθῶν ἡμᾶς λύτρωσαι, καὶ τὴν ὀσμὴν ἀποπνέειν, τῶν ἀρετῶν καταξίωσον, τὴν θείαν θεόφρον, τοὺς τελοῦντάς σου τὴν μνήμην, τὴν ἀεισέβαστον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ἀσκήσει ἀρετῶν ἀσκητικῶν ἐδοξάσθης, τὴν ταπείνωσιν Κυρίου μιμησάμενος Ὅσιε· διὸ Χριστός σε ὕψωσεν, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς οἰκεῖον θεράποντα, καὶ πηγὴν μύρου εὐώδους, τὸν σὸν τάφον ἔδειξεν, ὁ δοξάζων τοὺς Αὐτὸν δοξάζοντας· Ὃν ἱκέτευε, δεδοξασμένε Πάτερ Συμεών, τυχεῖν τῆς ἄνω δόξης, τοὺς πιστῶς σε γεραίροντας.


Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν ἄσκησιν, ἐπιποθήσας, τὴν βασίλειον, ἔλιπες δόξαν, Συμεὼν καὶ ἰσαγγέλως ἐβίωσας, τῶν ἐν τῷ Ἄθῳ Ὁσίων ὡράϊσμα, καὶ τῆς Σερβίας κλεινὸν σεμνολόγημα· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τῷ πάντων Βασιλεῖ, σεαυτὸν ὑποτάξας, πιστῶς καὶ εὐσεβῶς, τὴν ἐν γῇ βασιλείαν, παμμάκαρ διεξήγαγες, Συμεὼν ὡς φιλόθεος, καὶ μονάσας δέ, δι’ ἐναρέτων ἀγώνων, σκεῦος τίμιον, τοῦ Παρακλήτου ἐδείχθης, τοῦ σὲ μεγαλύνατος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα αὐτόν, μὴ τραπέντα οὐδόλως, Ἀγγέλων ὑπερέχουσα, ἀσυγκρίτως γεγένησαι· διὸ δέομαι, τὴν πεπτωκυῖαν ψυχήν μου, ἐξανάστησον, ἀπὸ βυθοῦ ἁμαρτίας, καὶ σῶσόν με δέομαι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς τετρωμένος τοῦ Χριστοῦ τῇ ἀγάπῃ, ἁπαντα σκύβαλα ἡγήσω θεόφρον, καὶ τοῖς αὐτοῦ διδάγμασιν ἑπόμενος, σάρκα μὲν ἐνέκρωσας, ἐγκρατείᾳ συντόνῳ, χάριν ἀπαθείας δέ, μυστικῶς ἠμφιάσω, ὡς ἀφθαρσίας πάμφωτον στολήν, Συμεὼν Πάτερ, ὡς κόσμον βασίλειον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σωματικῶς τὸν Ποιητὴν τῶν ἁπάντων, δι’ εὐσπλαγχνίας ἀνεξάντλητον πλοῦτον, ὑπὲρ ἡμῶν ἀφράστως ἀπεκύησας, ἄχραντε πανάμωμε, ἀειπάρθενε Κόρη, ᾧ ἀπαύστως πρέσβευε, μητρικῇ παῤῥησίᾳ, πάσης ἀνάγκης ῥύεσθαι ἡμᾶς, καὶ οὐρανίου, τυχεῖν ἀπολαύσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ἀλάβαστρον ἔμπνουν βίου σεμνότητος, μυροθήκη ἐδείχθης τοῦ θείου Πνεύματος, θεοφόρε Συμεὼν ἤσκησας ἄριστα· οθεν πηγάζειν θαυμαστῶς, μύρα εὔοσμα ἡμῖν, ἠξίωσαι μετὰ τέλος, εὐωδιάζοντα Πάτερ, ἡμῶν ψυχῆς τὰ αἰσθητήρια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν ἀπερίληπτον, ὁμοιωθέντα δι’ οἶκτον ὃν πρὶν διέπλασεν, ἀνεμόρφωσεν ἡμᾶς δι’ ἀγαθότητα, καὶ ἀνύψωσεν ἁγνή, πρὸς τὴν ἀρχαίαν καλλονήν, ὁ μόνος παντελεήμων· διό Σε ὡς σωτηρίας, ἡμῶν αἰτίαν μεγαλύνομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, τὴν καλὴν μερίδα ἐκλεξάμενος, ὁλοσχερῶς Χριστῷ ἀνετέθης, ῥεούσης δόξης, ὑπεριδὼν τὸ ἄστατον· καὶ ἐν ταπεινώσει πολλῇ, καὶ νηστείᾳ καὶ ἀσκήσει, καθάρας τὸν νοῦν, τῶν ἐφετῶν τὸ ἄκρον κατείληφας, μεταστὰς τῶν τῇδε. Ἀλλ’ ὡς Χριστοῦ τὴν δόξαν ὁρῶν, Μυροβλύτα Πάτερ Συμεών, μὴ παύσῃ δεόμενος ὑπὲρ τῶν τιμώντων σε.


Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τῷ μυροβλύτῃ Συμεών, ὕμνος. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς τῆς Τριάδος μυστικαῖς ἐλλάμψεσι καταλαμπόμενος, καὶ χαρᾶς ἀῤῥήτου, Πάτερ ἀξιούμενος, φωτὸς ἀκτῖνα αἴτησαι, τῷ νοΐ μου παμμάκαρ, ὅπως ὑμνήσω ἐν ᾄσμασι, Συμεὼν τοὺς θείους ἀγῶνάς σου.
ς τὸν Θεὸν ἀπὸ ψυχῆς φοβούμενος καὶ θεαρέστως αὐτῷ, καὶ πιστῶς λατρεύων, ἐναρέτοις πράξεσιν, ὡς Βασιλεῖ τῆς κτίσεως, βασιλεὺς θεοφόρος, ὡς ἀληθῶς ἐχρημάτισας, Συμεὼν καρδίας εὐθύτητι.
Μεγαλοφρόνως Συμεὼν μακάριε καταλιπὼν τὴν ἐν γῇ, βασιλείαν Πάτερ, οὐρανίῳ ἔρωτι, Χριστῷ τῷ πάντων ἄνακτι, ἠκολούθησας χαίρων, ἀσκητικοῖς ἀγωνίσμασι, καὶ Ἀγγέλων ὤφθης συνόμιλος.
Θεοτοκίον.
περφυῶς δίχα τροπῆς καὶ φύρσεως τὸν Βασιλέα Χριστόν, Κόρη τετοκυῖα, κόσμον ἀναπλάττοντα, βασίλισσα τῆς κτίσεως, καὶ Ἀγγέλων κυρία, ὡς ἀληθῶς ὤφθης Δέσποινα, οἷα τοῦ Θεοῦ Μήτηρ ἄχραντος.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
άβδῳ τῶν θείων ἐντολῶν, τὸν σὸν λαὸν κατευθύνων, πρὸς νομὰς τῆς εὐσεβείας θεόφρον, εὐηρέστησας Χριστῷ, τῷ Βασιλεῖ τῆς κτίσεως, ὦ Συμεὼν τὸν νόμον, τούτου πληρῶν τὸν σωτήριον.
λοσχερῶς ἐπιποθῶν, τὴν Βασιλείαν τὴν ἄνω, καταλέλοιπας τὴν κάτω ἐμφρόνως, Συμεὼν καὶ τὸν Σταυρόν, τὸν τοῦ Χριστοῦ ἀράμενος, ἀσκητικοὺς ἀγῶνας, καθάπερ ἄσαρκος ἤνυσας.
Βίον ἀνύσας ἱερόν, ἐν ἐγκρατείᾳ συντόνῳ, ταπεινώσει καὶ πτωχείᾳ θεόφρον, ἀπαθείας Συμεών, ἐδείχθης ἐνδιαίτημα, καὶ μύρον ἀναβλύζειν, μετὰ τὸ τέλος ἠξίωσαι.
Θεοτοκίον.
Λελαμπρυσμένη καλλοναῖς, τῆς ὑπερκάλου ἁγνείας, ἀπεκύησας ἁγνὴ ὑπὲρ λόγον, τὸν τῶν ὅλων Ποιητήν, ἐκ Σοῦ ἐνανθρωπήσαντα, καὶ τῶν βροτῶν τὴν φύσιν, Θεογεννῆτορ θεώσαντα.




Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς θείας λαμπρότητος ἐν τῇ ψυχῇ σου τὸ φῶς, ἐδέξω τὸ ἄϋλον ἀνακαθάρας σ’ αὐτόν, πολλοῖς ἀγωνίσμασιν· ὅθεν Μονὴν ἁγίαν, ἐν τῷ Ἄθῳ δομήσας, χαίρων πρὸς τὰς ἀΰλους, μετετέθης σκηνώσεις, πρεσβεύων πᾶσι δοθῆναι, Συμεὼν πταισμάτων ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεκοῦσα ἐν σώματι τὸν ἐπὶ πάντων Θεόν, Παρθένε πανάμωμε δι’ εὐσπλαγχνίαν πολλήν, Ἀδὰμ τὸν πρωτόπλαστον, ἔλυσας ἐκ τῆς πάλαι, κατακρίσεως Κόρη· ὅθεν Σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμεν Θεοτόκε, καὶ πίστει δοξάζομεν.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
πὸ Θεοῦ, ὁδηγηθεὶς Πάτερ Ὅσιε, χαίρων ἧκες, Ὄρει τὸ τοῦ Ἄθωνος, καὶ τῶ υἱῷ σου τῷ ἱερῷ, Σάββᾳ συναντήσας, καὶ γνοὺς τὴν τούτου λαμπρότητα, ἐπλήσθης εὐφροσύνης, Συμεὼν ἀνακράζων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Τῶν ἀρετῶν, ὁδὸν τὴν λίαν ἐπίπονον, θείᾳ ζήλῳ, Πάτερ πυρπολούμενος, σὺν τῷ υἱῷ σου τῷ θαυμαστῷ, πίστει διανύων, ἐν Ὄρει χαίρων τοῦ Ἄθωνος, ἐλάμπρυνας τὸν νοῦν σου, καὶ σαρκὸς φθειρομένης, Συμεὼν τὰς ὀρέξεις ἐμάρανας.
ρθης σοφέ, πρὸς ἀρετῶν τελειότητα, ὡς ἐδέξω, σχῆμα τὸ πανάγιον, τῶν μοναχῶν, ταῖς τοῦ σοῦ υἱοῦ Συμεὼν παλάμαις, ἀπαρνησάμενος ἅπαντα, καὶ μόνῳ τῷ Σωτῆρι, ἀτενίζων καὶ ψάλλων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Θεοτοκίον.
Σάρκα ἐκ Σοῦ, ὁ ὑπερούσιος Κύριος, δίχα ῥύπου, καὶ τροπῆς δι’ ἔλεος, ἀναλαβὼν ὤφθη τοῖς ἐν γῇ, διπλοῦς Θεοτόκε, μίαν δὲ φέρων ὑπόστασιν, καὶ ἔσωσε τὸν κόσμον, τῆς ἀρχαίας κατάρας· διὰ τοῦτο ὑμνοῦμεν τὴν δόξαν Σου.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
περόπτης ἐδείχθης, πάντων τῶν γηΐνων τὰ ἄνω καὶ μόνιμα, ὅλῃ διανοίᾳ, ἐκζητῶν καὶ ποθῶν ἀξιάγαστε· ὅθεν καταλλήλως, τὴν πολιτείαν διανύων, μετὰ σώματος ἄγγελος πέφηνας.
Μύρον εὔοσμον Πάτερ, θείᾳ ἐπομβρίᾳ τοῦ Πνεύματος ἔβλυσεν, ὁ σὸς θεῖος τάφος, ὡς λειμὼν ἀφθαρσίας μυρίπνοος, κατευωδιάζον, τῶν εὐσεβῶν τὰς διανοίας, Συμεὼν καὶ διῶκον τοὺς δαίμονας.
κ Θεοῦ δεδεγμένος, Συμεὼν μακάριε ὡς ἐνθεώτατος, μύησιν ἁγίαν, περιβόητον Μάνδραν ἀνήγειρας, καὶ ταύτην ἀνέθου, τῇ παναχράντῳ Θετόκῳ· ἣν ἀπήμαντον φύλαττε πάντοτε.
Θεοτοκίον.
ς τεκοῦσα ἀφράστως, τὸν ἀπεριόριστον φύσει θεότητος, βροτωθέντα Λόγον, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως, Κεχαριτωμένη, τῆς τῶν παθῶν με ἀλογίας, ἀποκάθαρον Κόρη καὶ σῶσόν με.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ναὸν Θεοῦ λογικόν, τὴν σὴν καρδίαν ἐτέλεσας, ἀγῶσιν ἀσκητικοῖς, Συμεὼν μακάριε· ὅθεν πρὸς οὐράνιον, ναὸν μετετέθης, σὺν Ἀγγέλοις εὐφραινόμενος.
γάλλεται Συμεών, ἡ σὴ Μονὴ τῇ σῇ χάριτι, κατέχουσα τὸ σεπτόν, καὶ ἅγιον τάφον σου, ἐξ οὗ πάλαι ἔβλυζε, μύρον πανευῶδες, εὐσεβῶν εἰς περιποίησιν.
σχὺν ταῖς σαῖς προσευχαῖς, καὶ εὐφροσύνην οὐράνιον, Σερβία ἡ σὴ πατρίς, Συμεὼν λαμβάνουσα, φαιδρῶς μεγαλύνει σε, ὡς ἔνθεον γέρας, καὶ διάδημα πολύτιμον.
Θεοτοκίον.
Ναμάτων ζωοποιῶν, πηγὴ θεόβρυτος Δέσποινα, βλῦσον σταγόνα ζωῆς, καὶ ὕδωρ ἀθάνατον, τοῖς παθῶν τοῖς ἄνθραξι, καταφλεγομένοις, ἐπηρείᾳ τοῦ ἀλάστορος.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Βασιλείαν πρόσκαιρον, λιπὼν ἐμφρόνως, Συμεὼν ὡς ἄγγελος, ἐπολιτεύσω ἐπὶ γῆς· διὸ καὶ βλύζειν ἠξίωσαι, ἀπὸ τοῦ τάφου σου μύρα πανεύοσμα.
Ὁ Οἶκος.
Τῷ Βασιλεῖ τῶν οὐρανῶν, εὐαρεστῶν θεόφρον, δι’ εὐσεβείας ἀληθοῦς, καὶ πολιτείας εὐαγοῦς, καὶ τρόπων ἐναρέτων, καὶ πάσῃ δικαιοσύνῃ, βασιλεὺς πιστὸς καὶ θεοφιλὴς ὤφθης, καὶ καλῶς διήγαγες, τὴν ἐν Σερβίᾳ βασιλείαν· θείῳ δὲ τρωθεὶς πόθῳ τῶν τῆς μελλούσης βασιλείας ἀγαθῶν, πάντα ὡς ὄναρ καὶ σκύβαλα ἐλογίσω· καὶ τὸν Σταυρόν σου ἄρας, συνεσταυρώθης τῷ Χριστῷ, καὶ τῆς ἐν αὐτῷ ζωῆς τοὺς καρποὺς ἐγεώργησας, ἀσκητικῶς ἐν Ἄθῳ ἀγωνισάμενος, καὶ χαριτωθεὶς ταῖς θείαις ἐλλάμψεσι· καὶ Μονῆς ἁγίας καὶ ἱερᾶς δομήτωρ γεγονώς, εὐδοκίᾳ θείᾳ, τῶν ἄνω μονῶν κληρονόμος ἐδείχθης, Συμεὼν Μυροβλύτα, δεδοξασμένε Πάτερ· διὸ καὶ βλύζειν ἠξίωσαι ἀπὸ τοῦ τάφου σου μύρα πανεύοσμα.








Συναξάριον
Tίς οὐκ ἐπαινέσειε, Συμεὼν πάτερ,
σὲ τὸν βλύσαντα, μύρον ἐκ τοῦ σοῦ τάφου;
Συμεώνης δεκάτῃ τριτάτῃ ἔνθεν γηθέων ἤρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτινιανοῦ
Μαρτινιανός, σαρκικὴν σβέσας φλόγα,
Φεύγει τελευτῶν μὴ τελευτῶσαν φλόγα.

Τμηθὲν γύναιον, Ἀκύλας φησί, βλέπων,
Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας;

Ψυχὴν δίδωσιν Εὐλόγιος Κυρίῳ
Βοῶν πρὸς αὐτήν, Κύριον σὸν εὐλόγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Πατὴρ καὶ Υἱός, σταυρωθέντες τελειοῦνται.
Πατὴρ σὺν Υἱῷ σταυρικὸν πάσχει πάθος,
Ὑπὲρ Πατρός, τοῦ δόντος Υἱὸν εἰς πάθος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαϋουμ


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σεραφείμας ἐκ Ῥωσίας
Ταῖς τῶν σῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
βίος σου Ὅσιε, κανὼν καὶ τύπος ὤφθης μονάζουσι· ταπεινώσει γὰρ Πάτερ, ὑποταγῇ τε καὶ ἐγκρατείᾳ στεῤῥᾷ, θερμῶς ἐβιους βοᾶν προτρεπόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σερβία ἀγάλλεται, ἐγκαυχωμένη Πάτερ τῷ σκήπτρῳ σου, καὶ τῇ σῇ πολιτείᾳ, καὶ τῇ ἀσκήσει καὶ ἁγιότητι, καὶ τὴν σὴν μνήμην τιμῶσα κραυγάζει σοι· χαῖρε κλεινὲ Συμεών, γέρας ἐμοῦ καὶ χαρά.
Γευσάμενος Ὅσιε, τῆς τοῦ Κυρίου θείας χρηστότητος, τὴν ψυχὴν καταστήσας, ἐπιτηδείαν πρὸς θείαν ἕνωσιν, ἔνθους ὡρᾶσο ἐν Ἄθῳ ἔψαλλες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
κ Σοῦ ἀνατέταλκε, δικαιοσύνης Κόρη ὁ Ἥλιος, ἐν μορφῇ βροτείᾳ, καὶ τῆς ἀπάτης τὸν ζόφον ἔλυσεν· οὗ ταῖς ἀκτῖσι τὸν νοῦν μου καταύγασον, ἵνα προσβλέψω ἁγνή, τὸ φῶς τὸ ἄδυτον.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
είθροις τοῦ θείου μύρου σου, τὴν ῥυπῶσαν καρδία μου, Συμεὼν τρισμάκαρ Μυροβλύτα Ὅσιε, ἀπόπλυνον δέομαι, καὶ ταύτην εὐωδίασον, τῇ μυρεψικῇ, τῶν σῶν χαρίτων εὐπνοίᾳ, μακρὰν ἀποδιώκων, τὸν ἐχθρὸν τὸν δυσώδη, καὶ ἄφεσιν πταισμάτων, θεόθεν μοι ἐξαίτει.
γγελικῶς ἐν Ἄθωνι, τὴν ζωήν σου ἐτέλεσας, καὶ ταῖς τῶν Ἀγγέλων ἠριθμήθης τάξεσι, τὸ θεῖον δὲ σῶμά σου, ὡς μυροθήκην Ἅγιε, μύρου ἱεροῦ, πηγὴν πηγάζουσαν ῥεῖθρα, ἀνέδειξας παμμάκαρ, θεϊκῇ χορηγίᾳ, εἰς αἴνεσιν καὶ δόξαν, τοῦ πάντων Βασιλέως.
Σῶμα τὸ σὸν καθήγνισας, καὶ ψυχὴν καθηγίασας, καὶ ὅλος δοχεῖον καθαρὸν καὶ ἄμωμον, τοῦ Πνεύματος γέγονας, τοῦ Παναγίου Ἅγιε· ὅθεν μυροβλύτης θαυμαστὸς ἀνεδείχθης, πηγάζων θεῖον μύρον, ἐκ τοῦ τάφου σου Πάτερ· δι’ οὗ καθαγιάζεις, ἡμῶν τὰς διανοίας.
Θεοτοκίον.
ερωτέρα πέφηνας, Θεοτόκε πανύμνητε, τῆς ὑπερκοσμίου τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐξ ἀπειρογάμου, ὑπὲρ φύσιν νηδύος· Αὐτὸν οὖν ἐκδυσώπει, τὴν ψυχήν μου καθάραι, καὶ κτῆσιν μετανοίας, δοθῆναι μοι γνησίας.










ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μυρίζει σου ὁ τάφος ὡς ἀληθῶς, ἐνεργείᾳ τοῦ Πνεύματος Ὅσιε, μύρα ζωῆς· σὺ γὰρ διὰ βίου εἰλικρινοῦς, τὰ ἄνθη ἐγεώργησας, Συμεὼν θεόφρον τῶν ἀρετῶν· διὸ καὶ μετὰ τέλος, μύρον εὐῶδες βλύζεις, καθαγιάζον τὰς ψυχὰς ἡμῶν.
σίως διανύσας σου τὴν ζωήν, καὶ δοξάσας Θεὸν ἐν τοῖς πόνοις σου, ἐν οὐρανοῖς, μέτοχος Ὁσίων πανευκλεῶν, καὶ δόξης καὶ λαμπρότητος, ὤφθης τῆς Τριάδος θεουργικῶς· ᾗ πρέσβευε ἀπαύστως, θεόφρον μυροβλύτα, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.
ψόθεν ἴδε Πάτερ ὡς συμπαθής, ἐπὶ ταύτην τὴν Μάνδραν σου Ὅσιε, δίδους αὐτῇ, τὴν σὴν εὐλογίαν τὴν πατρικήν, καὶ τὴν Σερβίαν ἅπασαν, πάσης δυσπραγίας ῥύου ἀεί, κἀμοὶ δὲ τῷ τοὺς ὕμνους, πλέξαντι Μυροβλύτα, τὴν εὐωδίαν τῆς σῆς χάριτος.
Θεοτοκίον.
ψίστου ἐνδιαίτημα χρυσαυγές, Βασιλέως τῆς δόξης παλάτιον, περιφανές, μόνη παντευλόγητε Μαριάμ, ἀπὸ παθῶν κοπρίας με, ἔγειρον πρὸς βίον εἰλικρινῇ, καὶ λάμπρυνον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, ἵνα ὑμνῶ Σε τὴν πανύμνητον.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῶν ἀρετῶν δοχεῖον ὤφθης, ἀσκητικῶς νεκρώσας σαρκὸς τὰ πάθη· ἔνθεν μυροβλύτης θεῖος πέφηνας, ὦ Συμεὼν μακάριε, δόξαν πλουτήσας τὴν θείαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον.
Θεὸν ἀφράστως τέξασα Θεοτόκε, ἐκ τῆς φθορᾶς ῥυόμενον τοὺς ἀνθρώπους, φθοροποιῶν με πόνων, καὶ θλίψεων, ῥῦσαι τῇ προστασίᾳ Σου, καὶ ἴθυνον τὴν ψυχήν μου, πρὸς μετανοίας εἰσόδους.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοῦ Βασιλέως τῆς δόξης Συμεὼν Ὅσιε, ποθήσας τὴν πτωχείαν, βασιλείας τὰ σκῆπτρα, ἐμφρόνως ἀπήρνησω καὶ τὸν ζυγόν, τοῦ Σωτῆρος ἀράμενος, ἀσκητικῶς ἠγωνίσω ἐπὶ τῆς γῆς, καὶ πλουσίας δόξης ἔτυχες.

Ἀγαλλιᾶται ἐνθέως Χιλανδαρίου Μονή, τὸν τάφον σου πλουτοῦσα, τὸν μυρόβλυτον Πάτερ, καὶ πᾶσα δὲ Σερβία ἡ σὴ πατρίς, ἐγκαυχᾶται τῇ δόξῃ σου, ὑοπὲρ ὧν πάντοτε πρέσβευε τῷ Χριστῷ, Συμεὼν θεομακάριστε.

Τὴν μυροθήκην τὴν θείαν βίου τοῦ κρείττονος, τὸ πανευῶδες σκεῦος, τῶν ἀΰλων χαρίτων, τοῦ Ἄθωνος τὸ ἄνθος τὸ εὐθαλές, Συμεὼν τὸν πανεύφημον, ὡς Μυροβλύτην ὑμνήσωμεν θαυμαστόν, καὶ Θεοῦ θεῖον θεράποντα.

Ταῖς οὐρανίαις ἀκτῖσι νῦν ἐλλαμπόμενος, μετὰ τοῦ θείου Σάββα, τοῦ κλεινοῦ ἱεράρχου, σὺν τούτῳ ἐκδυσώπει ὑπὲρ ἡμῶν, Συμεὼν παμμακάριστε, ὡς ἂν ῥυσθείημεν πάσης ἐπιφορᾶς, καὶ μανίας τοῦ ἀλάστορος.

Δόξα. Ἦχος πλ. α΄.
Τῶ φωτὶ τῶν ἀρετῶν, τὴν ζωὴν κατευθύνων, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, ἀσφαλῶς ἔφθασας, Συμεὼν θεοφόρε· τὸ γὰρ θεῖον θέλημα, ἐν παντὶ μελέτην ποιούμενος, πρὸς θείαν εὐαρέστησιν, τὰς τῆς ψυχῆς δυνάμεις, ἐν σοφίᾳ ἰθύνεις· καὶ ἐν ἀσκητικῇ πολιτείᾳ ἀριστεύσας, ἐπαξίων ἐπάθλων ἔτυχες, οὐρανῶν Βασιλείας οἰκήτωρ γενόμενος. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Μυροβλύτα Πάτερ Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μυροβλύτα Ὅσιε Συμεών, σκέπε τὴν Μονήν σου, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ τοῖς ἐν Σερβίᾳ, Χριστιανοῖς βοήθει, παρέχων αὐτοῖς Πάτερ, τὴν εὐλογίαν σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου