Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 14. ΟΣΙΟΣ ΙΛΑΡΙΩΝ ΑΘΩΝΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΔ΄!!
ΙΛΑΡΙΩΝ ΟΣΙΟΣ ΑΘΩΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Νικοδήμου ἀρχιμ. Ἀεράκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Ἱλαρίωνα ὕμνοις ἀνευφημήσωμεν, τὸν γόνον Γεωργίας, καὶ τοῦ Ἄθω τὸ κλέος, πάντων τῶν Ὁσίων ὑπογραμμόν, καὶ ἐγκλείστων τὸ πρότυπον, καὶ τῆς ἀσκήσεως μέγαν ὑφηγητήν, ταπεινώσεως τὸ ἄγαλμα.

Τῶν μοναστῶν αἱ χορεῖαι λαμπρῶς εὐφραίνονται, τιμῶσαι ἐπαξίως, Ἱλαρίωνος μνήμην· ἄσκησιν ἐν βίᾳ καὶ ἀρετάς, καὶ σημεῖα καὶ θαύματα, διακηρύττουσι πᾶσι καὶ ἐγκλεισμόν, ἐν τῷ πύργῳ Νέας Σκήτεως.

Τοῦ Ἱλαρίωνος μνήμην ἐγκωμιάσωμεν, φιλεόρτων τὰ πλήθη, ἀσκητῶν τε οἱ δῆμοι· οὗτος γὰρ ἐν Ἄθῳ περιχαρῶς, ἐγκλεισμὸν ἀπεδέξατο, ἀντιπαλαίων γενναίως τῷ Σατανᾷ, τῇ δυνάμει θείου Πνεύματος.

Τῶν βιαστῶν τὸ ὑπόδειγμα ἐπαινέσωμεν, τὸν Γεωργίας γόνον, καὶ τοῦ Ἄθω φωστῆρα, πάντων ἀθλουμένων τὸν στολισμόν, μοναχῶν ἐγκαλλώπισμα, τὸν ἐγκλεισθέντα ἐν πύργῳ πανθαυμαστῶς, Νέας Σκήτεως τὸ κλέϊσμα.

Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν μοναστῶν οἱ δῆμοι, τὴν τοῦ Ὁσίου Ἱλαρίωνος ἑόρτιον μνήμην, λαμπρῶς πανηγυρίσωμεν· οὗτος γὰρ τὰ τῆς γῆς ἐφήμερα καὶ μάταια καταλιπών, καὶ τὴν μοναχικὴν ζωὴν μανικῶς ἀγαπήσας, ἐν τῷ Ἁγίῳ Ὄρει ἠσκήτευσε, καὶ έγκλεισθεὶς ἐν τῷ τῆς Νέας Σκήτες πύργῳ, τῶν βιαστῶν τῆς φύσεως θεοειδὲς πρότυπον ἐγένετο. Αὐτοῦ ταῖς ἱκεσίαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε θεοπρεπῶς, ἐν ὕμνοις ἐγκωμίων, τιμήσωμεν τοῦ Ἄθω, τὸν βιαστὴν τῶν ἄνω, τὸν θεῖον Ἱλαρίωνα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸν Γεωργιανόν, ἐνθέως εὐφημοῦμεν, τῶν λογικῶν προβάτων, ποιμένα θεοφόρον, καὶ ἔγκλειστον ἐν Πνεύματι.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὸν μέγαν ἀσκητήν, τὸν γόνον Γεωργίας, τοῦ Ἄθωνος τὸ κλέος, καὶ κρήνην τῶν θαυμάτων, λαμπρῶς ἐγκωμιάσωμεν.

Δόξα. Τριαδικόν.
Πάντες πανευλαβῶς, Τριάδα ἐν Μονάδι, Δημιουργὸν τοῦ κόσμου, καὶ Κύριον τῶν ὅλων, λατρευτικῶς τιμήσωμεν,

Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Μαριάμ, ὑπὲρ τῶν Σὲ τιμώντων, πρὸς τὸν Υἱόν Σου ὅπως, ῥυσθῶμεν τῆς γεέννης, καὶ σκότους τῆς κολάσεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Πύργῳ τῆς Σκήτεως ἐν ἡσυχίᾳ πολλῇ, ἀσκήσας φλεγόμενος θείᾳ ἀγάπῃ Χριστοῦ, πληροῖς τὸ κεφάλαιον, Ὅσιε Ἱλαρίων, ἐντολῶν τοῦ Κυρίου, πρώην φυλακισμένους, συμπαθῶς βοηθήσας, Θεῷ σὺν Ἀγγέλοις ἄδοις δὲ νῦν· Ἅγιος Ἅγιος Ἅγιος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱλαρίωνα ᾄσμασιν, ἀνυμνήσωμεν ἅπαντες, συνελθόντες σήμερον ὦ φιλέορτοι· ὅτι καὶ γάμον ἐτίμησε, καὶ βίον ἀσκήσεως, ἐγκλεισθεὶς θεοφιλῶς, ἐν τῷ πύργῳ τῆς Σκήτεως, καὶ ἰσάγγελος, γεγονὼς ὑποφήτης μοναζόντων, ὁδηγὸς τῶν ἐν ἀσκήσει, καὶ ἀρετῆς ἀκροθίνιον.

Γεωργίας τὸ βλάστημα, καὶ τοῦ Ἄθω τὸ κλέϊσμα, τῆς ἐρήμου μέγιστον ἐγκαλλώπισμα, τῶν ἀσκητῶν τὸ ὑπόδειγμα, ἐγκλειστῶν τὸ ἄγαλμα, ἀρετῆς ὑπογραμμόν, καὶ τῆς νήψεως πρότυπον, καὶ ἀγλάϊσμα, βιαστῶν τὸν κανόνα καὶ τοῦ πύργου, Νέας Σκήτεως τὸ κλέος, ἐγκωμιάσωμεν ᾄσμασιν.

Θεοδώρητον γέροντα, βασιλέως θεόφρονος, ἱερέων ἔνθεον ἐγκαλλώπισμα, τὸ τοῦ Χριστοῦ ἀφομοίωμα, λαμπρῶς ἑορτάσωμεν, τῶν ἀῤῥήτων ἐραστήν, ἐγκλεισμοῦ τὸ ὑπόδειγμα, καὶ τὸ κλέϊσμα, τῶν θαυμάτων τὴν κρήνην καὶ σημείων, τὸν κρουνὸν τῶν χαρισμάτων, Ἁγίου Ὄρους τὸ καύχημα.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον οἱ τοῦ Ἄθωνος οἰκισταί, τὴν τοῦ Ὁσίου Ἱλαρίωνος μνήμην, ἐν θεοτερπέσιν ᾠδαῖς πανηγυρίζοντες, ἐγκωμιαστικῶς βοῶσι πρὸς αὐτὸν λέγοντες· χαίροις τῶν ἐρημιτῶν ὁ μέγας ὑφηγητής, καὶ τῆς ἀγγελικῆς πολιτείας ὁ ἔνθεος καθηγητής· χαίροις, τῆς ἀσκήσεως τὸ ὑπόδειγμα, καὶ τοῦ ἐγκλεισμοῦ τὸ πανθαύμαστον ἄγαλμα· χαίροις, τὸ τῶν δαιμόνων νῖκος καὶ τὸ τῆς ἀσκήσεως τρόπαιον· χαίροις, τῶν πειρασμῶν ἡ ὑπέρλογος ὑπέρβασις, καὶ τῆς προσευχῆς ἡ θεοδώρητος ὑποτύπωσις. Πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ Ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.




Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Λιτή. Ἦχος α΄.
Χαῖρε καὶ ἀγάλλου ἡ τοῦ Ἄθωνος πολιτεία, εὐφραίνου καὶ χόρευε ὁ τῶν ἀσκητῶν ἱερώτατος σύλλογος. Σήμερον, ὁ τῆς Γεωργίας γόνος, καὶ τῶν βασιλέων πνευματικὸς ὁδηγός, ὁ τῆς ἐρήμου οἰκιστὴς καὶ τῆς οὐρανίου Βασιλείας βιαστής, Ἱλαρίων ὁ ἐν τῷ τῆς Νέας Σκήτεως πύργῳ ἔγκλειστος, πάντας τοὺς τιμῶντας τὴν ἱερὰν αὐτοῦ μνήμην, εἰς πνευματικὴν ἑστίασιν συγκαλεῖ. Δεῦτε οὖν ἀδελφοί, ἐν χαρᾷ ἐμμελετῶντες τὰ αὐτοῦ ἀθλήματα, πνευματικῶς εὐωχηθῶμεν, αἰτούμενοι τὰς λιτὰς αὐτοῦ, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Ἦχος β΄.
Δεῦτε πιστοί, τὸ τῆς ἀγγελικῆς πολιτείας ἀγλάϊσμα, Ἱλαρίωνα, τὸ τῆς Γεωργίας ἐγκαλλώπισμα, καὶ τὸ τοῦ Ἄθω καύχημα, ἐν ᾠδαῖς ἐγκωμίων ἐνθεαστικῶς εὐφημήσωμεν. Οὗτος γάρ, τὰ τῆς γῆς καταλιπῶν, τὰ τοῦ μένοντος αἰῶνος μανικῶς ἠγάπησεν· ἐκ βασιλικῶν δωμάτων ἀποπηδήσας, καὶ εν Ἄθῳ τῷ μονήρει βίῳ ἀκολουθήσας, ὡς ἔγκλειστος ἐν τῷ τῆς Νέας Σκήτεως πύργῳ, τὸν βελίαρ κατέβαλεν· ὅθεν, τῶν ἀῤῥήτων δωρεῶν ἐν τῇ τῶν οὐρανῶν Βασιλείᾳ καταξιωθείς, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἱλαρίωνα τὸν θεόφρονα, ἐν ἐγκωμίων ὕμνοις, θεοπρεπῶς μεγαλύνωμεν. Οὗτος γὰρ βασιλικὰς ἀνέσεις καὶ τιμὰς καταλιπών, καὶ τὰ ἀχειροποίητα Ἅγια ἐπιποθῶν, τὸν μονήρη βίον, καὶ τὴν τῶν σπηλαίων τραχύτητα, ἐν χαρᾷ καὶ καιομένῃ καρδίᾳ ἠσπάσατο. Τῇ τῶν ἐγκελίστων μακαρίᾳ ζωὴ κατηκολούθησας, τὸν νοητὸν δράοντα νικηφόρως κατεπάλαισε, καὶ τῶν τῆς μοναχικῆς ζωῆς ἀῤῥήτων δωρημάτων, καὶ αἰωνίου σαββατισμοῦ καταξιωθείς, πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.






Ἦχος δ΄.
Τὸν θεοδώρητον ποιμένα καὶ ἀσκητήν, τὸν Γεωργιανὸν θεῖον Ἱλαρίωνα, ἐνθαστικὼς ἀδελφοὶ εὐφημήσωμεν. Οὗτος γάρ, ἐν Πνεύματι πορευόμενος, τῶν τῆς χάριτος εὐχύμων καὶ πλουσιοδώρων καρπῶν ἐγεύσατο, καὶ τὰ τοῦ κόσμου τερπνά, καὶ τὴν ἐν βασιλείοις διαμονὴν καταλιπών, ὡς ἄσαρκος ἐν τῷ Ἄθῳ ἠρίστευσεν. Αὐτοῦ τὴν θαυμαστὴν καὶ ὑπέρλογον ἄσκησιν ἐμμελετῶντες, φύγωμεν τὰ τῆς ματαιότητος, καὶ τὰ τοῦ ἀντιδίκου ἔνεδρα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ἐρωδιοὶ τῆς ἐρήμου, δεῦτε μοναχῶν τὰ συστήματα, ἐν χαρᾷ χορείαν συστήσωμεν, ἐν τῇ ἐνδόξῳ πανηγύρει τοῦ ἐγκλείστου Ἱλαρίωνος, καὶ ἐνθεαστικῶς αὐτῷ προσείπωμεν· χαῖρε, τῆς ἀληθοῦς πρὸς τὸν Θεάνθρωπον Χριστὸν ἀγάπης τὸ ὑπόδειγμα, καὶ τῆς ἀγγελικῆς πολιτείας τὸ παντέλειον ἄγαλμα· χαῖρε, τῶν βιαστῶν ὁ ἀψευδὴς κανών, καὶ τῶν μοναχῶν ὁ πανάριστος ὑπογραμμός· χαῖρε, τὸ τῆ ἀσκήσεως ἄγαλμα, καὶ ἡ τῶν θαυμάτων ἀέναος πηγή· χαῖρε, τὸ τῆς Γεωργίας κόσμημα, καὶ τὸ τοῦ Ἄθω ἐγκαλλώπισμα· σαῖς λιταῖς καὶ ἡμᾶς ἐκ τῶν ποικίλων παγίδων καὶ πειρασμῶν περίσωζε Ὅσιε δεόμεθα.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Γεωργίας βλαστός, τῶνἱερέων θαυμαστὸν ἀκροθίνιον, ἀσκήσεως ὁ ἐκφάντωρ, καὶ μοναστῶν ὁ φωστήρ, τῶν ἐνασκουμένων τὸ ὑπόδειγμα, τοῦ πύργου ὁ ἔγκλειστος, τῶν δαιμόνων ἀντίπαλος, καὶ τῶν θαυμάτων, ὁ κρουνὸς ὁ θεόσδοτος, ὁ ὑπέρλογος, ἀθλητῆς τελειώσεως· ὅθεν Ὁσίων σύσκηνε, τιμῶντες τὴν μνήμην σου, ᾄσμασι θείοις καὶ λόγοις, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν Ἱλαρίων, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα καὶ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς Γεωργίας καρπός, καὶ ἀσκητὴς ἐν ὄρει Ἄθῳ πανάριστος, κρατὴρ τῆς Χριστοῦ ἀγάπης, καὶ ἀρετῆς ἀληθοῦς, σεαυτὸν τῷ Λόγῳ ἀναθέμενος, παθῶν τὸ χαμαίζηλον, καὶ γηΐνων ἐπίκηρον, τῷ ἐγκλεισμῷ, καὶ τῇ ἀσκήσει ἐνίκησας, καὶ ἀντίδικον, ἐταπείνωσας δράκοντα· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες θεσπέσιε, ὕμνοις ἐνθέοις καὶ λόγοις, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν Ἱλαρίων, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα, καὶ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἀσκητῶν ὁ φρουρός, καὶ βιαστῶν τὸ θαυμαστὸν ἀκροθίνιον, ἐγκλείστων κανὼν καὶ τύπος, καὶ μοναχῶν χαρμονή, τῶν προσευχπμένων τὸ ὑποδείγμα, πειραζομένων, τὸ πανάριστον ἔρεισμα, καὶ τὸ ἄγαλμα, τῆς Χριστοῦ ἀγαπήσεως· ὅθεν τὴν σῆν πανήγυριν, τελοῦντες πανένδοξε, λόγοις σεπτῶν ἐγκωμίων, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν Ἱλαρίων, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Οἱ τοῦ Ἄθωνος πολισταί, καὶ οἱ τῆς Γεωργίας πιστοὶ πολῖται, τὴν τοῦ θεοφόρου Πατρὸς ἡμῶν Ἱλαρίωνος ἑόρτιον πανήγυριν ἐπιτελοῦντες, γηθοσύνως βοῶσι πρὸς αὐτόν· Χαίροις, τῆς ἁγιοπατερικῆς βιοτῆς ὁ κανών, καὶ τῆς ἀσκητικῆς ζωῆς τὸ ἀκροθίνιον· χαίροις, τῶν μοναστῶν ἡ καλλονή, καὶ τῶν ἐρημιτῶν ἡ παράκλησις· χαίροις, Βασιλείας βιαστὴς τῆς οὐρανίου, καὶ τοῦ ὑπὲρ Χριστοῦ ἐγκλεισμοῦ τὸ πρότυπον· χαίροις, ὁ τοῦ ἀντιδίκου νικηφόρος ἀντίπαλος, καὶ τοῦ αἰωνίου σαββατισμοῦ ὁ μέτοχος. Πρέσβευε δεόμεθα Πάτερ Ἱλαρίων τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων ἐνθέως τὴν θείαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου ὁ ἔρως ἰσαγγέλων τὰ τάγματα, καὶ τῆς προσευχῆς ἡ γλυκύτης, Ἱλαρίων κατατιτρώσκει σὴν ψυχήν· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, ἐγγάμου βιοτὴν καταλιπών, ἀνεδέιχθης μοναζόντων ἐρημιτῶν ἐγκλείστων ἰσοστάσιος· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ δυναμώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν πρότυπον ἔνθεον.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Πύργῳ τῆς Σκήτεως ἐν ἡσυχίᾳ πολλῇ, ἀσκήσας φλεγόμενος θείᾳ ἀγάπῃ Χριστοῦ, πληροῖς τὸ κεφάλαιον, Ὅσιε Ἱλαρίων, ἐντολῶν τοῦ Κυρίου, πρώην φυλακισμένους, συμπαθῶς βοηθήσας, Θεῷ σὺν Ἀγγέλοις ἄδοις δὲ νῦν· Ἅγιος Ἅγιος Ἅγιος.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν ἔγκλειστον πιστοί, Ἱλαρίωνα θεῖον, νικήσαντα δεινόν, πολεμήτορα πάντων, τιμήσωμεν ἐν ᾄσμασι, Γεωργίας τὸ καύχημα, καὶ τοῦ Ἄθωνος, τῶν μοναζόντων τὸ κλέος, ταπεινώσεως, καὶ ἀρετῆς ὑποφήτην, Ὁσίων ἐφάμιλλον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄ Τὴν ὡραιότητα.
Ζωὴν τὴν μένουσαν, καὶ ἀτελεύτητον, ἀγγελομίμητον, καὶ θεοδόξαστον, τῆς ἁγιότητος ποθῶν, πανένδοξε ἀπηρνήθης, κόσμου ματαιότητα, καὶ ἐπίκηρα ἅπαντα, ἄνεσιν ἐφήμερον, καὶ σαρκὸς τὴν εὐπάθειαν· διὸ σὺν τοῖς Ἀγγέλοις ἀγάλλῃ, Ὅσιε Πάτερ Ἱλαρίων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἐν σοί, τῶν μοναζόντων οἱ χοροί, καθορῶντες ἐν χαρᾷ, ὦ Ἱλαρίων σὴν ζωήν, τὴν ἐν ἀσκήσει νηστείᾳ καὶ ἀγρυπνίᾳ, ἔγκλειστον σκληρὰν καὶ ὑπέρλογον, ὄντως θεϊκὴν καὶ πανθαύμαστον· δι’ ἧς σατὰν ἡττήθη καὶ ἐκραύγαζε, κατετροπώθην ὁ δείλαιος. Ὁσίων κλέος, σκέπε τοὺς σὲ τιμῶντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, τῶν μοναχῶν αἱ χορεῖαι, ἐν χαρᾷ καὶ ἀγαλλιάσει, τὸν τῆς ταπεινώσεως ἐραστήν, καὶ τῆς ἀσκητικῆς ζωῆς ἔμπρακτον διδάσκαλον, Ἱλαρίωνα τὸν Γεωργιανόν, ἐν ἐγκωμίων ὕμνοις, ἐνθεαστικῶς ἐπευφημοῦσιν· οὗτος γὰρ ὡς ἄσαρκος, ἐν τῷ πύργῳ τῆς Νέας Σκήτεως ἐγκλεισθείς, καὶ ὡς ἰσάγγελος πολιτευσάμενος, τὸν ἀντίδικον ἐχθρὸν ἐταπείνωσε, καὶ ὡς οἱ πάλαι τῆς ἐρήμου ἀσκηταί, τὰ οὐράνια δώματα κατέλαβε. Ταῖς αὐτοῦ ἱκεσίαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ἐγκλείστρῳ Ἱλαρίωνι ὁ πῦργος εὖχος. Νικ(οδήμου)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον δέομαι Ἰησοῦ, καὶ πέμψον μοι χάριν, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, τοῦ Ἄθωνος ὄντως μέγα κλέος, τὸν Ἱλαρίωνα πύργῳ τὸν ἔγκλειστον.
Γονέων ὡς γόνος θεοσεβῶν, ἐγκλείστου Στεφάνου, μαθητής τε και συγγενής, ὄντως ἠξιώθης Ἱλαρίων, ἐν τῇ καρδίᾳ μορφῶσαι τὸν Κύριον.
Καρδίαν ἀρδεύσας τῇ προσευχῇ, καὶ τήξας τὸ σῶμα, ἐν νηστείᾳ ἀσκητικῇ, ἀνῆλθες εἰς ὕψος Ἱλαρίων, ἱερωσύνης ἀξίως θεόμορφε.
Θεοτοκίον.
Λιταῖς Σου Παρθένε πρὸς Σὸν Υἱόν, περισκέπεις πάντας, ἐκ παγίδων τοῦ πειρασμοῦ, καὶ χάριν παρέχεις τοῖς τιμῶσι, τὰ μεγαλεῖά Σου Κόρη Θεόνυμφε.













ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εἰρηνεύεις καρδίας ἐν συμφοραῖς ἔνθεε, τῶν τῆς Γεωργίας ἀνάκτων, χάριτι Πνεύματος, ὦ Ἱλαρίων σεπτέ, τῆς Ἐκκλησίας τὸ κλέος, καὶ τοῦ Ἄθω σέμνωμα, ἡμῶν δὲ πρόμαχε.
Ἱλασμὸν ἐκ Κυρίου ἐπιποθῶν ἔνδοξε, δόξας καὶ τιμὰς ἀπηρνήθης, καὶ τὰ βασίλεια, ὦ Ἱλαρίων σεπτέ, καὶ πρὸς ἐρήμους ἀπέπτης, καὶ ζωῇ ἀσκήσεως, κατηκολούθησας.
Σὺ τῆς βίας ἐδείχθης περιφανὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, τῶν δὲ ἐγκλείστων πυρσός, καὶ ἀσκητῶν ἡ ἀκρότης, καὶ δαιμόνων φόβητρον, Πάτερ τρισόλβιε.
Θεοτοκίον.
Ταπεινῶς ἀνυμνοῦμεν τὸν Σὸν Υἱὸν Δέσποινα, καὶ λατρευτικῶς προσκυνοῦμεν, Αὐτὸν ὡς Κύριον, καὶ Λυτρωτὴν τῶν βροτῶν, καὶ κεφαλὴν Ἐκκλησίας, Ὃν δυσώπει ἄχραντε, ὑπὲρ τῶν δούλων Σου.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὸν Ἱλαρίωνα τὸν ἀληθῆ ἀσκητήν, ἐν ὕμνοις τιμήσωμεν τὸν Γεωργίας βλαστόν, καὶ Ἄθωνος καύχημα, ἄγαλμα ἐρημία, ἐγκλεισμοῦ δὲ τὸν τύπον, φόβητρον τῶν δαιμόνων, μοναχῶν τὸν ἀλείπτην, ἱκέτην ὑπὲρ τοῦ κόσμου, πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ Τόκῳ Σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου βελίαρ· στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραΐσας τὸν βίον σου, Ἱλαρίων χάριτι καὶ ἀσκήσεσι, ἐν νηστείαις καὶ δεήσεσι, τὸν φθαρτόν σου σῶμα ἀπεμάρανας.
Ἱκεσίαις πρὸς Κύριον, καὶ παννύχοις στάσεσι κατηξίωσαι, τοῦ νικῆσαι τὸν ἀντίδικον, Ἱλαρίων ἔγκλειστε ἐν Πνεύματι.
Λαμπρυνθεὶς θείᾳ χάριτι, Ἱλαρίων θαύματα ἐπετέλεσας, καὶ τὰ μέλλοντα προέβλεπες, ὡς Θεοῦ πρεσβύτερος τρισόλβιε.
Θεοτοκίον.
Ἀειπάρθενε Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ πανάχραντε.







ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥήμασι Θεοῦ, Ἱλαρίων καθυπέταξας, τὴν σὴν καρδίαν Πάτερ θεοπρεπῶς· διὸ ἠρνήθης τοῦ κόσμου τὴν ματαιότητα.
Ἵνα τῶν παθῶν, Ἱλαρίων γένῃ κύριος, τὴν τῶν ἐγκλείστωων βίαν Πάτερ ἐπιποθῶν, σφοδρῶς εἰς πύργον, εἰσῆλθες τῆς Νέας Σκήτες.
Ὦ τῶν ὑπὲρ νοῦν, Ἱλαρίων παλαισμάτων σου, καὶ τῆς σκληρᾶς ἀσκήσεώς σου καὶ θαυμαστῆς, δι’ ἧς ἐτρώθη ἡ κάρα τοῦ πολεμήτορος.
Θεοτοκίον.
Νοῦν θεοειδῆ, τοῖς ἱκέταις Σου ὦ πάναγνε, Παρθενομῆτορ δώρησαι Μαριάμ, ὡς τετοκυῖα, τὸν Λόγον ἐν γῇ ὡς ἄνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, τῆς ψυχῆς τὰ πταίσματα, σαῖς πρεσβείαις Ἱλαρίων πρὸς Λόγον, καὶ ἐκ παθῶν, καὶ πταισμάτων πληθύος, καὶ πειρασμῶν τοῦ σατᾶν διαφύλαξον, καὶ πάσης θλίψεως ἡμᾶς, ὡς πιστῶν πρεσβευτὴς θεοδώρητος.
Οὐράνιος, Ἱλαρίων γέγονας, καὶ Χριστῷ συμβασιλεύεις ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ σαββατίζεις πανένδοξε· ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Περίσῳζε, ἀσκητῶν συστήματα, Ἱλαρίων τῶν ἐγκλείστων τὸ κλέος, ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου Πάτερ, καὶ μοναχῶν τὰς καρδίας στερέωσον, ἐν πνεύματι ὑπακοῆς, ταπεινώσεώς τε καὶ ἀσκήσεως.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου, τὸν Υἱὸν Θεόνυμφε, καὶ αἰτούμεθα λιτάς Σου ἁγίας, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, Ἱλαρίωνος πάνυ θεόφρονος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Γεωργίας τὸν βλαστὸν τὸν θεοτίμητον, καὶ τὸν τοῦ Ἄθω ἐρημίτην θεοφώτιστον, εὐφημοῦμεν οἱ πιστοὶ θείοις ἐγκωμίοις· ἀγαπήσας Ἱλαρίων βίαν ἔνθεον, ἐνεκλείσθη ἐν τῷ πύργῳ εὐφραινόμενος, τούτῳ κράζομεν· χαῖρε Πάτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Τὸν τῆς Γεωργίας βλαστόν, καὶ τὸ τοῦ Ἄθωνος ὑπερήδιστον νέκταρ, τὸ τῆς Νέας Σκήτεως κλέϊσμα, καὶ τὸ τοῦ πύργου ταύτης ἔγκλειστον σεμνολόγημα, Ἱλαρίωνα τὸν ἐν πρεσβυτέροις ἔνθεον καὶ ἐν μοναχοῖς περίβλεπτον, τὸ τῶν ἀσκητῶν σύστημα, ἑορτίως ἐν ὕμνοις καὶ ᾠδαῖς λαμπρῶς ἐγκωμιάζει. Οὗτος γὰρ τῇ θεοδιδάκτῳ βίᾳ, καὶ τῷ ὑπὲρ λόγον ἐγκλεισμῷ, τῷ Κυρίῳ εὐαρεστήσας, ἐν οὐρανίοις δώμασι σαββατίζει, καὶ σὺν τοῖς Ἀγγέλοις καὶ Ὁσίοις τὴν καινὴν ᾠδὴν τῷ ἐσφαγμένῳ Ἀρνίῳ ἀκαταπαύστως ψάλλει· ὅθεν γέγονε θεοδώρητος ὁδηγὸς τῶν τῆς ἐρήμου βιαστῶν, καὶ θεοτίμητος ἐμπνευστὴς τῶν διὰ Χριστὸν ἐγκλείστων. Πάντες οὖν ἐν χαρᾷ τιμῶντες τὴν ἀεισέβαστον μνήμην αὐτοῦ κράζομεν· χαῖρε Πάτερ ἰσάγγελε.

Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ νέου τοῦ Γεωργιανοῦ, τοῦ Ἀθωνίτου.
Ἱλαρίωνι ὁ Πύργος εὖχος·
ἐν ᾧ δαιμόνων συνέθλασε κάρας.
Ναίει Σιὼν δεκάτῃ Ἱλαρίων ἠδὲ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Ὀ Βουνός, ὡς Κάρμηλος ἦν Αὐξεντίῳ,
Φανέντι τ’ ἄλλα πλὴν τελευτῆς Ἠλίᾳ.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ὁρμώμενος τῶν ἀφ’ ἡλίου Ἀνατολῶν, Σχολαστικὸς γεγονώς. Μετῆλθε δὲ τὸν μονήρη βίον, καὶ τὸ ὄρος ἀνελθών, τὸ κατ’ ἀντίκρυ τῆς Ὀξείας κείμενον, ἦν τὴν ἄσκησιν καρτερικώτατος, τὴν πίστιν ὀρθοδοξότατος. Πολλὰ δὲ φαυλίσας τὴν Εὐτυχοῦς καὶ Νεστορίου κακοδοξίαν, καὶ ἀποδεξάμενος τὴν ἐν Χαλκηδόνι τετάρτην Σύνοδον, γέγονε καὶ βασιλεῦσιν αἰδέσιμος, καὶ πᾶσι τοῖς ἐντυγχάνουσι, θείᾳ χάριτι, τὴν ὄψιν ἠγλαϊσμένος, καὶ πηγὰς θαυμάτων καὶ ἰάσεων τοῖς προσιοῦσι βρύων ἑκάστοτε. Ἐν εἰρήνῃ δὲ ἀναπαυσάμενος, κατετέθη ἐν τῷ αὐτοῦ ἀνοικοδομηθέντι εὐκτηρίῳ. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ Μονῇ τοῦ Καλλιστράτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρωνος.
Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Οὗτος ὁ Ὅσιος, τὸν ὕπαιθρον ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὄρους, ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην. Καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ Θεῷ καθιερώσας, ἐν αὐτῷ διέτριβε, σκηνήν τινα βραχεῖαν πηξάμενος. Πόνοις δὲ οὐ τοῖς τυχοῦσιν ἐκέχρητο μόνοις, ἀλλὰ καὶ ἐπενόει ἑτέροις, ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐπεμέτρησεν, ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ τούτου προσευχῇ, καὶ φρίκην παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα εὐχῇ μόνῳ θεραπευόμενα. Ἀλλὰ καὶ πολλὰ κατασκευάσας Μοναστήρια, πολλοὺς δι’ ἀσκήσεως τῷ Θεῷ προσῆγεν. Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος, καὶ ψυχὰς ὁμοῦ καὶ σώματα, καὶ ἀῤῥώστιαν ὑπομείνας βραχεῖαν, ὑπεξῆλθε τοῦ βίου ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀβραάμ.
Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου, ἐκ πόλεως Κύρου· ἐν ᾗ καὶ τεχθείς, τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνελέξατο. Τοσαύτῃ γὰρ ἀγρυπνίᾳ καὶ στάσει τὸ σῶμα κατεδάμασεν, ὡς ἀκίνητος ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, μηδαμῶς βαδίζειν δυνάμενος. Μεμαθηκὼς δὲ κώμην τινά, πρὸς τῷ ὄρει τῷ Λιβάνῳ κειμένην, κατείδωλον εἶναι, ταύτην καταλαμβάνει. Καὶ οἰκίαν μισθωσάμενος, ἐπὶ τρεῖς μὲν ἡμέρας διετέλεσεν ἡσυχάζων, ἐπὶ δὲ τῇ τετάρτῃ ἡσύχως προσερχόμενος, πρῶτον μὲν ὑπ’ αὐτῶν τῶν δυσσεβῶν χοὶ πολλῷ καταχώννυται· εἶτα πόῤῥῳ αὐτῶν ἐκελεύετο ἀναγκαστικῶς ἀπιέναι. Ἀλλὰ πράκτορες εὐθὺς ἀφικόμενοι, τοὺς ἐν τῇ κώμῃ δεινῶς ᾔκιζον, τὰς εἰσφορὰς ἀπαιτοῦντες. Ὁ δὲ θεῖος οὗτος, τὰς ὑπὲρ αὐτῶν εἰσφορὰς τοῖς πράκτορσι δεδωκώς, τοὺς ὑβριστὰς τῶν βασάνων ἠλευθέρωσεν. Οἱ δέ, τὴν τοῦ Ὁσίου φιλανθρωπίαν ὑπερθαυμάσαντες, Ἐκκλησίαν ἐδομήσαντο, Χριστιανοὶ γεγονότες, καὶ αὐτὸν ἱερέα γενέσθαι καταναγκάζουσιν. Ὁ δέ, τρία συγγενόμενος αὐτοῖς ἔτη, καὶ καλῶς πρὸς τὴν εὐσέβειαν αὐτοὺς ὁδηγήσας, πάλιν τὸ μοναχικὸν καταγώγιον κατέλαβε, ἕτερον αὐτοῖς ἀντὶ αὐτοῦ ἱερέα καταλιπών.
Ἐν τούτοις διαλάμψας, τὴν Καρῶν ὑποδέχεσθαι προεδρείαν· πόλις δὲ αὕτη τῆς Παλαιστίνης κατείδωλος. Ἀλλὰ καὶ ταύτην πόνοις μυρίοις, καὶ θεοπνεύστοις διδασκαλίαις, Θεῷ ἐν ὀλίγῳ χρόνῳ παρέστησεν. Οὔτε γὰρ ἄρτου κατὰ τὸν χρόνον τῆς ἱερωσύνης μετέλαβεν, οὔτε ὀσπρίων, οὔτε λαχάνων, ὁμιλησάντων πυρί, οὐχ ὕδατος, ἀλλὰ θριδακίνας καὶ πικρίδας και ὅσα τοιαῦτα τροφὴν ἅμα καὶ ποτὸν ἐποιεῖτο. Τούτου τὴν φήμην καὶ ὁ βασιλεὺς ἀκούσας, πρὸς ἑαυτὸν μετεκαλέσατο, καὶ ὀλίγον χρόνον ἔκτοτε ἐπιβιοὺς ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Τὸ δὲ σῶμα αὐτοῦ ὁ εὐσεβέστατος καὶ μέγας βασιλεὺς Θεοδόσιος ἐν τῇ τῶν Καρῶν μετὰ τιμῆς ὅτι πλείστης παρέπεμψεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλήμονος (ἤ Φιλίππου) ἐπισκόπου Γάζης.
Φιλήμων Ἀποστόλου ζηλώσας τὴν δόξαν,
ὑπὲρ Χριστοῦ θανεῖν ἠθέλησεν ἀξίως.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνθίμου τοῦ ἐν Ῥώμῃ.
Παύλου καὶ Πέτρου τὴν πίστιν ἐμιμήθη·
Εἰς Ῥώμην πνοὴν ἀφῆκε ἐν μαρτυρίοις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος  Οὐαλεντίνου τοῦ Πρεσβυτέρου, ἐν τῇ Ῥώμῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόκλου, Ἀπολλωνίου καὶ Ἐφηβίου, τῶν ἐν τῇ Ῥώμῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Οὐαλεντίνου, ἐπισκόπου Τέρνι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀγάθωνος, τοῦ Πρεσβυτέρου ἐν τῇ Ἀλεξανδρείᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Βάσσιος, Ἀντώνιος καὶ Πρωτόλικος οἱ ἐν Ἀλεξανδρείᾳ, βληθέντες ἐν τῇ θαλάσσῃ, τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐξ Ἰχθύος τῆς Κορινθίας καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1554.
Πῦρ ὑπενεγκὼν Νικόλαε τρισμάκαρ,
Γῆθεν μετέστης πρὸς Μονὰς αἰωνίους.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δαμιανοῦ τοῦ νέου, τοῦ καὶ κτήτορος τῆς κατὰ τὸν ἐν Δημητριάδι Κίσσαβον σεβασμίας Μονῆς τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου.
Δαμιανὸν γ’ ἄλκιμος ὤν φερωνύμως,
Δάμασι σαρκὸς τὰ πάθη ῥωμαλέως.
Οὗτος, πατρίδα εἶχε τὸ Ῥίχοβον τῶν Ἀγράφων, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, κατὰ τὰς ἀρχὰς τοῦ ΙΣΤ΄ αἰῶνος. Ἐκ νεαρᾶς ἡλικίας ἠγάπησε τὴν μοναχικὴν ζωήν, καὶ ἐλθὼν εἰς τὸ Ἁγιώνυμον Ὄρος τοῦ Ἄθωνος, ἐκάρη μοναχὸς εἰς τὴν ἐκεῖσε Μονὴν τοῦ Φιλοθέου, ἀπαρνησάμενος κόσμον καὶ ἑαυτόν. Τὴν ἡσυχαστικὴν καὶ τιμιωτέραν ἐπιθυμήσας ζωήν, ἀπεχώρησε τῆς Μονῆς, καὶ προσῆλθεν εἴς τινα ἡσυχαστὴν ἄνδρα σημειοφόρον, Δομέτιον ὀνομαζόμενον, μετὰ τοῦ ὁποίου παρέμεινε ἀσκούμενος καὶ τελειοποιούμενος, εἰς τὴν κατὰ Χριστὸν φιλοσοφίαν, ἐπὶ τρεῖς χρόνους. Ἐνταῦθα ἡσυχάζων ἤκουσεν ἄνωθεν θείας φωνῆς λεγούσης: Δαμιανέ, δὲν πρέπεις νὰ ζητῇς μόνον τὸ ἰδικόν σου συμφέρον, ἀλλὰ καὶ τὸ τῶν ἑτέρων. Τότε, ἐγκαταλείψας τὴν ἡσυχίαν, καὶ ἐξελθὼν τοῦ Ἁγίου Ὄρους, ἀπῆλθεν εἰς τὰ μέρη τοῦ Ὀλύμπου  καὶ ἐκήρυττεν εἰς τὰ ἐκεῖ χωρία τὸν λόγον τοῦ Θεοῦ, παρακινῶν τοὺς χριστιανοὺς νὰ μετανοοῦν, νὰ ἀπέχουν ἀπὸ κάθε κακόν, καὶ νὰ ἐπιδίδωνται εἰς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν λοιπῶν θεαρέστων ἔργων. Ἀλλ’ ὁ μισόκαλος ἐχθρός, ἐφθόνησε τὸ σωτήριον ἔργον τοῦ Ἁγίου καὶ παρακινήσας τινὰς ψευδοχριστιανούς, διέβαλον τὸν Ἅγιον εἰς τοὺς κρατοῦντας Ἀγαρηνούς, ὡς πλάνον καὶ ἀπατεῶνα, ἐπιβουλευόμενοι καὶ αὐτὴν τὴν ζωήν του. Τότε ὁ μακάριος Δαμιανός, δίδων τόπον τῇ ὀργῇ ὡς χριστομίμητος, ἀνεχώρησεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου καὶ τῆς Λαρίσης κηρύττων καὶ ὧδε τὸν θεῖον λόγον. Ἀλλὰ καὶ ἐνταῦθα τὰ ἴδια παθών, ἀνεχώρησεν εἰς τὰ ὑψηλὰ μέρη τῶν Ἀγράφων, καὶ ἐδίδασκε καὶ ἐκεῖ τοὺς χριστιανούς, νὰ μένουν στερεοὶ εἰς τὴν πίστιν, καὶ νὰ φυλάττουν τὰς ἐντολὰς τοῦ Θεοῦ. Ὁ διάβολος ὅμως, ὁ ἀεὶ φθονῶν τὸ καλόν, μὴ θέλων τὴν σωτηρίαν τῶν ἀνθρώπων ἐκ τῆς παρουσίας τοῦ ἁγίου, ἐδημιούργησε καὶ ἐδῶ τὰ ἴδια δι’ ἐργατῶν τοῦ ψεύδους, οἵτινες κατηγόρησαν τὸν ἄνθρωπον τοῦ Θεοῦ ὡς πλάνον καὶ ψευδοκαλόγηρον, ὅστις ἀναχωρήσας ἐντεῦθεν ἐπανῆλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου, ὅπου ᾠκοδόμησε Μονὴν ἐπ’ ὀνόματι τοῦ Τιμίου Προδρόμου καὶ ἡσύχαζε μετὰ ἄλλων πατέρων, ἀποχωρῶν ἐνίοτε ταύτης, ἔναντι σπηλαίου πρὸς νότον παρὰ τῷ παραῤῥέοντι χειμάῤῥῳ, μόνος μόνῳ Θεῷ ἑνούμενος, καὶ δεχόμενος τὰς θείας ἐλλάμψεις ἐν ἄκρᾳ ἡσυχίᾳ καὶ θείῳ μυστηρίῳ.
Ἡμέραν τινά, μεταβὰς εἴς τι χωρίον ὀνομαζόμενον Βουλγαρίνην δι’ ὑπόθεσιν τῆς Μονῆς, πολὺ δὲ περισσότερον δι’ ὠφέλειαν τῶν χριστιανῶν, συνελήφθη ὑπὸ τῶν Ἀγαρηνῶν καὶ παρεδόθη εἰς τὸν ἐξουσιαστὴν τῆς Λαρίσης, οἵτινες καὶ εἶπον αὐτῷ, ὅτι οὗτος ἐμποδίζει τοὺς Χριστιανοὺς ἀπὸ τὰς ἀγοραπωλησίας κατὰ τὰς Κυριακάς, καὶ τοὺς διδάσκει νὰ μένουν στερεοὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ταῦτα βεβαιώσας ὁ ἅγιος, ἐδάρη σφοδρῶς κατὰ διαταγὴν τοῦ ἐξουσιαστοῦ καὶ ἐκλείσθη εἰς φυλακήν, δεθεὶς χεῖρας καὶ πόδας μὲ βαρείας ἁλύσεις. Ἐπὶ δέκα πέντε καὶ πλέον ἡμέρας ἔμεινεν ἐγκάθειρκτος καὶ καθ’ ἑκάστην ἐλάμβανε πληγάς, καὶ ἀπειλάς, καὶ ἄλλα σκληρὰ παιδευτήρια, διὰ νὰ ἀρνηθῇ τὸν Χριστόν. Πεισθεὶς ὁ ἡγεμών, ὅτι δὲν ἦτον δυνατὸν νὰ μεταβάλῃ τὸν Ἅγιον, μένοντα ἀμετακίνητον καὶ ὁμολογοῦντα διαπρυσίως τὸν Σωτῆρα, διέταξε νὰ θανατωθῇ δι’ ἀγχόνης καὶ κατόπιν νὰ ῥιφθῇ εἰς τὸ πῦρ.
Λαβόντες αὐτὸν οἱ δήμιοι τὸν ἐκρέμασαν, εἷς δὲ αὐτῶν ἐκτύπησε τὸν Μάρτυρα κρεμάμενον, εἰς τὴν κεφαλήν, διὰ πελέκεως. Τὸ σχοινίον τῆς ἀγχόνης ἐκόπτη καὶ ἔπεσεν ὁ Ἅγιος εἰς τὴν γῆν ἡμιθανής. Τὸν ὁποῖον λαβόντες οἱ Ἀγαρηνοὶ δήμιοι ἔῤῥιψαν εἰς τὴν πυράν, τὴν δὲ τέφραν αὐτοῦ ἔῤῥιψαν εἰς τὸν ποταμὸν Πηνειόν. Ἐτελειώθη ὁ Ἅγιος Ὁσιομάρτυς Δαμιανὸς ἐν Λαρίσῃ τῇ ΙΔ΄ μηνὸς Φεβρουαρίου, τοῦ σωτηρίου ἔτους 1568.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Παϊζανοῦ τοῦ ῥάφτου, τοῦ ἐκ Μυτιλήνης καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1693.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αὐξεντίου, τοῦ ἐν Καρτιλίου τῆς Βιθυνίας ἀσκήσαντος.
Μειωτὴς πέλων χοϊκῆς συναφείας,
ηὔξανεν Αὐξέντιος τὸν θεῖον πόθον.
Οὗτος, ὁρμώμενος ἐκ τῆς νήσου Ἄνδρου, θεοφιλῶς ἤσκησε καὶ Θεῷ εὐηρέστησε ἐν τῇ κώμῃ τῆς Βιθυνίας, ἧς ἡ κλῆσις Κατίρλιον. Ἤκμασεν κατὰ τὴν ε΄ δεκαετίαν τοῦ ΙΗ΄ αἰῶνος. Διαμένων ἐν τῷ ναϋδρίῳ τῆς Ἁγίας Φωτεινῆς, τῷ ἄνωθεν τῆς κώμης κειμένῳ καὶ ἔχοντι θαυματουργὸν ἁγίασμα, ἐραστὴς ἐδείχθη τῆς ἑκουσίας πτωχείας, καὶ τελείας ἀσκητικῆς ἀγωγῆς. Θαυμάτων ποικίλων αὐτουργὸς ἠξιώθη γενέσθαι. Διὸ καὶ ἐπὶ τῶν αὐτοῦ ἡμερῶν, πλήθη ἐπωνύμων καὶ ἀνωνύμων προσέτρεχον εἰς τὸ Καρτίλιον, ὅπως ἀκούσωσιν αὐτοῦ καὶ λάβωσι τὴν τῶν ἰαμάτων εὐλογίαν, δι’ ἧς δαψιλῶς ἐπροικίσθη ὁ Ὅσιος. Πολλάκις ἐποίει ἄκατον τὸ αὐτοῦ τριβώνιον καὶ ἐπιβαίνων ἐπ’ αὐτοῦ ὁ Αὐξέντιος, διέπλεε τὸ πέλαγος καὶ ἀφικνεῖτο εἰς τὴν Κωνσταντινούπολιν. Δι’ εὐχῆς αὐτοῦ καὶ ποιῶν τὸ σημεῖον τοῦ Σταυροῦ ἔπαυσε τὸν κλύδωνα τῆς θαλάσσης καὶ ἄλλοτε προεμήθευσεν ἄρτον εἰς πεινῶντα ὀρφανὰ χήρας τινὸς τοῦ Καρτιλίου. Ἐκοιμήθη ἐν εἰρήνῃ. Ἡ μνήμη αὐτοῦ τιμᾶται ἐν τῷ Σταυρῷ Χαλκιδικῆς, ἔνθα καὶ τμῆμα τοῦ ἱεροῦ αὐτοῦ λειψάνου μεταφερθὲν ἐκεῖσε ὑπὸ προσφύγων ἐκριζωθέντων τῆς Μικρασιατικῆς γῆς τῷ 1922.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μνήμην τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικολάου τοῦ Ἱεράρχου.
Νικόλαος ὠδίνησε καὶ τεκῶν τέκνα,
Πράξεις ἁγνάς, ἄπεισιν ἁγμὸς ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰσαακίου Τοροπτσάνιν, τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου.
 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥημάτων θεοπνεύστων Ἱλαρίων ἀκούσας ἐκ βασιλείων ποτέ, διέφυγε κρυφίως, ποθῶν ἐν ἐρημίᾳ, τοῦ ψαλμοῦ τὸ εὐφρόσυνον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαλήνευσον καρδίαν Ἱλαρίων σοῦ δούλου ἐπιποθοῦσα λαβεῖν, τῆς νήψεως τὴν χάριν, γλυκύτητα καρδίας, καὶ εὐχῆς ἀδιάλειπτον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁδήγησον τὸν νοῦν μου Ἱλαρίων φυλάττειν τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ δίδαξον καρδίαν, ἀεὶ ποθεῖν τὰ ἄνω, καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὲ πᾶσαι αἱ παρθένοι τὴν Μητέρα τοῦ Λόγου παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ἐν κόσμῳ καὶ ἐρήμῳ, ἀνυμνοῦσαι τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.





ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν ἐρημίαις, ὁ Ἱλαρίων καὶ πύργῳ, τὸν Χριστὸν σὺν Ἀγγέλοις γεραίρει, καὶ ὑμνεῖ ἐνθέως, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ τὴν σκέπην, ὁ Ἱλαρίων τῆς Κόρης, ὑπομένει δαιμόνων μανίαν, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαῖρε τοῦ πύργου, τῆς Νέας Σκήτεως κόσμος, Ἱλαρίων ἐκλείστων ὁ τύπος, καὶ τῶν προσκυνούντων, Χριστὸν ὡς Θεὸν Λόγον.
Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σὺ πέλεις Παρακλήτου, δοχεῖον τρισμάκαρ, καὶ κρήνη θείων θαυμάτων σημείων πολλῶν, τοῖς προσιοῦσιν ἐν πίστει, καὶ πόθῳ ζέοντι.
Ναὸς τοῦ Παρακλήτου, ἀσκήσει ἐγένου, καὶ ἀρετῶν Ἱλαρίων δοχεῖον μεστόν, καὶ τῶν ἐγκλείστων ἁπάντων τὸ ἐγκαλλώπισμα.
Ἰσχύϊ Θεανθρώπου, τὸν κόσμον ἠρνήθης, καὶ βασιλείων τὴν δόξαν Χριστοῦ μιμητά, Ἀρχιερέως δὲ ὕψος τιμὴν καὶ εὔκλειαν.
Θεοτοκίον.
Κυρία Θεοτόκε, τὸν Λόγον ὑμνοῦμεν, τὸν δι’ ἡμᾶς γεννηθέντα ἐν δούλου μορφῇ, καὶ σὺν Ἀγγέλοις τιμῶντες Σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Λαμπρῶς ἀνευφημήσωμεν, Ἁγίου Ὄρους κλέϊσμα, γόνον λαμπρὸν Γεωργίας, τὸν Ἱλαρίωνα ὕμνοις, κόσμημα τῆς ἀσκήσεως, ἐν μοναχοῖς τὸν ἔγκλειστον, πάντων τῶν ἀσκουμένων τε, προστάτην μέγαν καὶ πλοῦτον, πηγὴν θαυμάτων ἀῤῥήτων.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ, τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.











Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε Ἱλαρίωνα, ἐγκωμιάσωμεν ὕμνοις, Γεωργία βλάστημα, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν ἐγκλείστων τὸ ὑπόδειγμα, τοῦ πύργου καύχημα, καὶ τῆς Νέας Σκήτεως κλέϊσμα· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον· πάντων ἀθλουμένων, προπύργιον καὶ τεῖχος ἀῤῥαγές, Ἁγίου Ὄρους ἀγλάϊσμα, μοναχῶν τὸ στήριγμα. (Δίς)

Ὕμνοις Ἱλαρίωνα, ἐπευφημήσωμεν πάντες, καὶ λαμπρῶς τιμήσωμεν, Γεωργίας σέμνωμα καὶ καλλώπισμα· ἐν χαρᾷ ἤνεγκε, τὸν σταυρὸν ἐπ’ ὤμων, ἐγκλεισμοῦ μέγα ἀγώνισμα, δαιμόνων πόλεμον, καὶ ἡσυχαστῶν τὰ παλαίσματα, ἐμφρόνως κατενίκησεν, ἄνεσιν σαρκὸς καὶ εὐπάθειαν· ὅθεν ἐπαξίως, ἠξίωσεν αὐτὸν ὁ Ἰησοῦς, τῶν χαρισμάτων τοῦ Πνεύματος, καὶ ζωῆς τῆς κρείττονος.

Λόγοις Ἱλαρίωνα, καὶ ἐγκωμίοις τιμῶμεν, ὡς Χριστοῦ πρεσβύτερον, ἀσκητῶν τε ἔνθεον ἐγκαλλώπισμα, προσευχῆς πρόβολον, βιαστῶν τὸν μύστην, Νέας Σκήτεως τὸ κλέϊσμα, τοῦ πύργου ἔγκλειστον, καὶ τῆς ἡσυχίας τὸ πρότυπον, τοῦ Ἄθωνος τὸ καύχημα, καὶ τῶν μοναχῶν τὸ ὑπόδειγμα· ὅθεν θαυμασίως, κεκόσμηται στολῇ ὁσιακῇ, καὶ οὐρανοῦ θεῖα δώματα, ἐνδόξως κατέλαβεν.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πάντες ἀδελφοί, ἐν κατανύξει καὶ ἀγαλλιάσει, τὴν τοῦ Ὁσίου Ἱλαρίωνος πανεύφημον ἑορτὴν ἐπιτελέσωμεν· οὗτος γὰρ τὴν ἐν βασιλείοις ζωὴν καταλιπών, καὶ τὴν τῶν ἐρημιτῶν πολιτείαν ἐπιποθῶν, ὡς οὐράνιος ἄνθρωπος, τὴν ὑπερκόσμιον τῶν ἐγκλείστων ζωήν, θαυμαστῶς ἐν τῷ τῆς Νέας Σκήτεως πύργῳ ἐβίωσεν· ὅθεν νικητικῶς παλαίσας μετὰ τοῦ ἀντιδίκου, πλήθη μοναχῶν ἐν τῇ ἰσαγγέλῳ βιοτῇ ἐνθεαστικῶς ἐστήριξε, καὶ διὰ τῆς τῶν θαυμάτων χάριτος, τὰς τῆς νήψεως δωρεὰς πᾶσι κατέδειξε· διὸ καὶ ἡμεῖς πρὸς αὐτὸν βοήσωμεν· Ὅσιε Ἱλαρίων, σαῖς λιταῖς πρὸς Κύριον, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάριον.
Χαίροις τῶν ἐγκλείστων ἡ καλλονή, καὶ ἡσυχαζόντων, Ἱλαρίων ὁ ὁδηγός, τῶν ἐν ἐρημίαις, σκληρῶς ἐνασκουμένων, δαιμόνω καθαιρέτης, Ἀγγέλων σύσκηνος.







































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἱλαρίωνος ζωὴν εὐφημοῦντες, τὸν ἐνισχύσαντα αὐτὸν ἐν ἀγῶσι, Τριαδικὸν Θεὸν καθικετεύσωμεν· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν, κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον πληθύν, τοῦ ἀπλαῦσαι, ζωῆς τῆς ἀτέρμονος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐγκλείστρῳ Ἱλαρίωνι ὁ πῦργος εὖχος. Νικ(οδήμου)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον δέομαι Ἰησοῦ, καὶ πέμψον μοι χάριν, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, τοῦ Ἄθωνος ὄντως μέγα κλέος, τὸν Ἱλαρίωνα πύργῳ τὸν ἔγκλειστον.
Γονέων ὡς γόνος θεοσεβῶν, ἐγκλείστου Στεφάνου, μαθητής τε και συγγενής, ὄντως ἠξιώθης Ἱλαρίων, ἐν τῇ καρδίᾳ μορφῶσαι τὸν Κύριον.
Καρδίαν ἀρδεύσας τῇ προσευχῇ, καὶ τήξας τὸ σῶμα, ἐν νηστείᾳ ἀσκητικῇ, ἀνῆλθες εἰς ὕψος Ἱλαρίων, ἱερωσύνης ἀξίως θεόμορφε.
Θεοτοκίον.
Λιταῖς Σου Παρθένε πρὸς Σὸν Υἱόν, περισκέπεις πάντας, ἐκ παγίδων τοῦ πειρασμοῦ, καὶ χάριν παρέχεις τοῖς τιμῶσι, τὰ μεγαλεῖά Σου Κόρη Θεόνυμφε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εἰρηνεύεις καρδίας ἐν συμφοραῖς ἔνθεε, τῶν τῆς Γεωργίας ἀνάκτων, χάριτι Πνεύματος, ὦ Ἱλαρίων σεπτέ, τῆς Ἐκκλησίας τὸ κλέος, καὶ τοῦ Ἄθω σέμνωμα, ἡμῶν δὲ πρόμαχε.
Ἱλασμὸν ἐκ Κυρίου ἐπιποθῶν ἔνδοξε, δόξας καὶ τιμὰς ἀπηρνήθης, καὶ τὰ βασίλεια, ὦ Ἱλαρίων σεπτέ, καὶ πρὸς ἐρήμους ἀπέπτης, καὶ ζωῇ ἀσκήσεως, κατηκολούθησας.
Σὺ τῆς βίας ἐδείχθης περιφανὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, τῶν δὲ ἐγκλείστων πυρσός, καὶ ἀσκητῶν ἡ ἀκρότης, καὶ δαιμόνων φόβητρον, Πάτερ τρισόλβιε.
Θεοτοκίον.
Ταπεινῶς ἀνυμνοῦμεν τὸν Σὸν Υἱὸν Δέσποινα, καὶ λατρευτικῶς προσκυνοῦμεν, Αὐτὸν ὡς Κύριον, καὶ Λυτρωτὴν τῶν βροτῶν, καὶ κεφαλὴν Ἐκκλησίας, Ὃν δυσώπει ἄχραντε, ὑπὲρ τῶν δούλων Σου.
Ἱκέτευε, ὑπὲρ ἡμῶν Ἱλαρίων τὸν Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν βασίλεια κατέλιπες, καὶ ζήλῳ ζωῆς ἐρήμου πυρπολούμενος, ἐγκλεισμῷ καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραΐσας τὸν βίον σου, Ἱλαρίων χάριτι καὶ ἀσκήσεσι, ἐν νηστείαις καὶ δεήσεσι, τὸν φθαρτόν σου σῶμα ἀπεμάρανας.
Ἱκεσίαις πρὸς Κύριον, καὶ παννύχοις στάσεσι κατηξίωσαι, τοῦ νικῆσαι τὸν ἀντίδικον, Ἱλαρίων ἔγκλειστε ἐν Πνεύματι.
Λαμπρυνθεὶς θείᾳ χάριτι, Ἱλαρίων θαύματα ἐπετέλεσας, καὶ τὰ μέλλοντα προέβλεπες, ὡς Θεοῦ πρεσβύτερος τρισόλβιε.
Θεοτοκίον.
Ἀειπάρθενε Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥήμασι Θεοῦ, Ἱλαρίων καθυπέταξας, τὴν σὴν καρδίαν Πάτερ θεοπρεπῶς· διὸ ἠρνήθης τοῦ κόσμου τὴν ματαιότητα.
Ἵνα τῶν παθῶν, Ἱλαρίων γένῃ κύριος, τὴν τῶν ἐγκλείστωων βίαν Πάτερ ἐπιποθῶν, σφοδρῶς εἰς πύργον, εἰσῆλθες τῆς Νέας Σκήτες.
Ὦ τῶν ὑπὲρ νοῦν, Ἱλαρίων παλαισμάτων σου, καὶ τῆς σκληρᾶς ἀσκήσεώς σου καὶ θαυμαστῆς, δι’ ἧς ἐτρώθη ἡ κάρα τοῦ πολεμήτορος.
Θεοτοκίον.
Νοῦν θεοειδῆ, τοῖς ἱκέταις Σου ὦ πάναγνε, Παρθενομῆτορ δώρησαι Μαριάμ, ὡς τετοκυῖα, τὸν Λόγον ἐν γῇ ὡς ἄνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, τῆς ψυχῆς τὰ πταίσματα, σαῖς πρεσβείαις Ἱλαρίων πρὸς Λόγον, καὶ ἐκ παθῶν, καὶ πταισμάτων πληθύος, καὶ πειρασμῶν τοῦ σατᾶν διαφύλαξον, καὶ πάσης θλίψεως ἡμᾶς, ὡς πιστῶν πρεσβευτὴς θεοδώρητος.
Οὐράνιος, Ἱλαρίων γέγονας, καὶ Χριστῷ συμβασιλεύεις ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ σαββατίζεις πανένδοξε· ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Περίσῳζε, ἀσκητῶν συστήματα, Ἱλαρίων τῶν ἐγκλείστων τὸ κλέος, ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου Πάτερ, καὶ μοναχῶν τὰς καρδίας στερέωσον, ἐν πνεύματι ὑπακοῆς, ταπεινώσεώς τε καὶ ἀσκήσεως.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου, τὸν Υἱὸν Θεόνυμφε, καὶ αἰτούμεθα λιτάς Σου ἁγίας, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, Ἱλαρίωνος πάνυ θεόφρονος.
Ἱκέτευε, ὑπὲρ ἡμῶν Ἱλαρίων τὸν Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἱλαρίων τῶν ἐγκλείστων γέγονας καύχημα, μοναχῶν δὲ σεπτὸν ἐν ἀθλήσει ὑπόδειγμα, τῇ ἀσκήσει καὶ προσευχῇ ἐν δάκρυσι θερμοῖς· διὸ ἔλαβες παρὰ Θεοῦ, σαββατισμὸν ἐν οὐρανοῖς καὶ ζωὴν τὴν αἰώνιον· στήριξον σαῖς πρεσβείαις, μοναζόντων τὰ πλήθη, πρὸς τὸν Θεάνθρωπον Χριστόν, τοῦ Ἁγίου Ὄρος καύχημα.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε Ἱλαρίωνα, ἐγκωμιάσωμεν ὕμνοις, Γεωργίας βλάστημα, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν ἐγκλείστων τὸ ὑπόδειγμα, τοῦ πύργου καύχημα, καὶ τῆς Νέας Σκήτεως κλέϊσμα· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον· πάντων ἀθλουμένων, προπύργιον καὶ τεῖχος ἀῤῥαγές, Ἁγίου Ὄρους ἀγλάϊσμα, μοναχῶν τὸ στήριγμα.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥημάτων θεοπνεύστων Ἱλαρίων ἀκούσας ἐκ βασιλείων ποτέ, διέφυγε κρυφίως, ποθῶν ἐν ἐρημίᾳ, τοῦ ψαλμοῦ τὸ εὐφρόσυνον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαλήνευσον καρδίαν Ἱλαρίων σοῦ δούλου ἐπιποθοῦσα λαβεῖν, τῆς νήψεως τὴν χάριν, γλυκύτητα καρδίας, καὶ εὐχῆς ἀδιάλειπτον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁδήγησον τὸν νοῦν μου Ἱλαρίων φυλάττειν τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ δίδαξον καρδίαν, ἀεὶ ποθεῖν τὰ ἄνω, καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὲ πᾶσαι αἱ παρθένοι τὴν Μητέρα τοῦ Λόγου παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ἐν κόσμῳ καὶ ἐρήμῳ, ἀνυμνοῦσαι τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.








ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν ἐρημίαις, ὁ Ἱλαρίων καὶ πύργῳ, τὸν Χριστὸν σὺν Ἀγγέλοις γεραίρει, καὶ ὑμνεῖ ἐνθέως, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ τὴν σκέπην, ὁ Ἱλαρίων τῆς Κόρης, ὑπομένει δαιμόνων μανίαν, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαῖρε τοῦ πύργου, τῆς Νέας Σκήτεως κόσμος, Ἱλαρίων ἐκλείστων ὁ τύπος, καὶ τῶν προσκυνούντων, Χριστὸν ὡς Θεὸν Λόγον.
Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σὺ πέλεις Παρακλήτου, δοχεῖον τρισμάκαρ, καὶ κρήνη θείων θαυμάτων σημείων πολλῶν, τοῖς προσιοῦσιν ἐν πίστει, καὶ πόθῳ ζέοντι.
Ναὸς τοῦ Παρακλήτου, ἀσκήσει ἐγένου, καὶ ἀρετῶν Ἱλαρίων δοχεῖον μεστόν, καὶ τῶν ἐγκλείστων ἁπάντων τὸ ἐγκαλλώπισμα.
Ἰσχύϊ Θεανθρώπου, τὸν κόσμον ἠρνήθης, καὶ βασιλείων τὴν δόξαν Χριστοῦ μιμητά, Ἀρχιερέως δὲ ὕψος τιμὴν καὶ εὔκλειαν.
Θεοτοκίον.
Κυρία Θεοτόκε, τὸν Λόγον ὑμνοῦμεν, τὸν δι’ ἡμᾶς γεννηθέντα ἐν δούλου μορφῇ, καὶ σὺν Ἀγγέλοις τιμῶντες Σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Θεῖον Ἱλαρίωνα ἐν ᾠδαῖς, τιμήσωμεν πάντες, ὡς ὑπόδειγμα ἐγκλεισμοῦ, καὶ ἀδιαλείπτου, εὐχῆς τὸν ὑποφήτην, καὶ τῶν ἡσυχαζόντων, τὸ ἐγκαλλώπισμα.
Ὕμνοις Ἱλαρίωνα εὐλαβῶς, τιμήσωμεν πάντες, τὸν τοῦ πύργου μέγαν φρουρόν, τὸν ἐνασκηθέντα, ἐν Νέᾳ Σκήτῃ Ὄρους, τὸν τύπον τῶν ἐγκλείστων, τὸν θεοφώτιστον.
Δεῦτε Ἱλαρίωνα ἀδελφοί, δοξάσωμεν λόγοις, τὸν κοσμήτορα ἀσκητῶν, τὸν ἐν Νέᾳ Σκήτῃ, ἀθλήσαντα ἐγκλείστως, ἀσκήσει τε καὶ βίᾳ, καὶ θείοις θαύμασι.
Μέγαν ἡσυχίας ὑφηγητήν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑπογραμμόν, βίας ἐν ἐρήμῳ, διδάσκαλον καὶ τύπον, τιμήσωμεν ἐν ὕμνοις, τὸν Ἱλαρίωνα.
Κρήνην τῆς ἀγάπης καὶ ἀρετῆς, θυσίας ἐν ἔργοις, ἐρημίας τὸν ἐραστήν, τοῦ πύργου τὸ κλέος, ἐν Νέᾳ Σκήτῃ Ὄρους, ὑμνήσωμεν ἐμφρόνως, τὸν Ἱλαρίωνα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Γεωργίας τὸν βλαστόν, τοῦ Ἁγίου Ὄρους τὸ κλέος, καὶ μανικὸν ἐραστήν, Λόγου Ἱλαρίωνα, ἐν ὕμνοις μέλψωμεν, Νέας Σκήτεως καύχημα, ἐγκλείστων τὸ δέος, πύργου θεῖον ἔνοικον, Χριστοῦ τὸν κήρυκα, βίου σιωπῆς καὶ ἁγνείας, καὶ τῶν μοναχῶν ὑποφήτην, πάντων ἀσκητῶν τὸ ἐγκαλλώπισμα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.









Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου