Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 4. ΟΣΙΟΣ ΖΩΣΙΜΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ Δ΄!!

ΖΩΣΙΜΑΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἐγκρατείᾳ παθήματα, θεοφόρε νεκρώσας σου, τὴν ψυχὴν ὁλόφωτον ἐναπέδειξας, καὶ οἰκητήριον Πνεύματος, αὐτὴν ἀπετέλεσας, καὶ Τριάδι καθαρός, τῇ Ἁγίᾳ παρίστασαι, ἱκετεύων νῦν, Ζωσιμᾶ λυτρωθῆναι ἐκ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 

Λαμπρυνθεὶς ἐν τῷ Πνεύματι, τῷ Ἁγίῳ πανόλβιε, πρὸς τοὺς κοσμοκράτορας παρατέταξαι, τὰς μηχανὰς ἱερώτατε, αὐτῶν τε ἐνίκησας, συμμαχίᾳ θεϊκῇ, Ζωσιμᾶ καὶ ἠρίστευσας· ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦντες, κατὰ χρέος ἐν αἰνέσει, σὲ ἀνυμνοῦμεν τὸν Ὅσιον.

 

Ἐφετῶν τὸ ἀκρότατον, ἀγαπήσας μακάριε, τὰ τοῦ βίου ἅπαντα ὥσπερ σκύβαλα, σοφὲ ἡγήσω ὡς μάταια, καὶ μόνα τὰ μένοντα, ἀγρυπνίαν προσευχήν, τὴν νηστείαν καὶ δάκρυα, ἐπεπόθησας, Ζωσιμᾶ σὺν Μαρίᾳ Αἰγυπτίᾳ, τὸν Δεσπότην τῶν ἁπάντων, ὑπὲρ ἡμῶν ἱκετεύσατε.

 

Ἕτερα. Ἦχος γ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

Προμελετῶν τῶν μελλόντων τὰς ἐκβάσεις, Θεῷ σαυτὸν ἔθηκας, καὶ ἐκ δυνάμεως, ἤρθης εἰς δύναμιν Ὅσιε, καὶ πρὸς τὸ ὕψος, ὅλος ἐγγίσας τὸ ἐπουράνιον, ἔγνως θείᾳ χάριτι, Θεοῦ μυστήρια, ὧν καὶ τρυφῶν μέγας γέγονας, ἐν τῇ ἀσκήσει, τὰς ἀρετὰς ἁπάσας τοῦ Πνεύματος, ἐπισυνάξας ἐκ βρέφους Ἅγιε· ὑπὲρ ἁπάντων ἱκέτευε, τῶν ἐν πίστει τελούντων, Ζωσιμᾶ τὴν σὴν μετάστασιν.

 

Ἐπαγγελίας εἰς χθόνα τὴν ἁγίαν, ᾑρετίσω Ὅσιε, τοῦ ἐξασκῆσαι ἐκεῖ, ἔνθα τὸ Βάπτισμα ἔδειξε, Χριστὸς ὁ θέλων, πάντας σωθῆναι καὶ ὅπου Πρόδρομος, τοῦτον ἐβαπτίσατο, τὸν Ἀναμάρτητον, καὶ ἔνθα πρόνοιαν ἔλαβεν, ἡ Αἰγυπτία, τῆς μετανοίας ἄρξαι τὸ στάδιον· ὅθεν ἐν τέλει τῶν ἀγώνων σου, κατηξιώθης εὑρεῖν αὐτήν, Ζωσιμᾶ καὶ τρυφῆσαι, τῶν ἐνθέων ταύτης πράξεων.

 

 

 

Τὴν τῆς Ὁσίας Μαρίας πολιτείαν, μόνος κατηξίωσαι, μαθεῖν καὶ ὄψεσθαι, καὶ ἐξαγγεῖλαι τοῖς πέρασιν, Ὅσιε Πάτερ, ὡς νουνεχής τε καὶ ἁγιώτατος· ὅθεν καὶ εὐφραίνεσθε, ἅμα ἀεὶ τῷ Θεῷ, καὶ ἡμῶν οὖν πάντων μνήσθητι, ἐπιτελούντων, τὴν θείαν μνήμην σου τὴν σεβάσμιον, ὡς παῤῥησίᾳ παριστάμενος, Ζωσιμᾶ τῷ Δεσπότῃ σου, ἐποπτεύων ἀλήκτως, τὰ ἐκεῖσε θαυμαζόμενα.

 

Δόξα.Ἦχος πλ. δ΄.

Τὸν ἰσάγγελον βίον πολιτευσάμενος, πόνοις ἀσκητικοῖς Ζωσιμᾶ Ὅσιε, καὶ ἐγκρατείᾳ τὸ σῶμα δουλαγωγήσας, καλῶς καθυπέταξας τῷ πνεύματι, ἐργάτης γενόμενος τῶν ἐντολῶν τοῦ Κυρίου. Τὸ γὰρ ἀρχέτυπον κάλλος τῆς εἰκόνος ἐφύλαξας, καὶ ἐν ἐρήμῳ προσπελάσας, τὴν ὑπὲρ φύσιν ἀγωνισαμένην Μαρίαν ἐκήδευσας. Καὶ νῦν ἐν οὐρανοῖς ἀμφότεροι αὐλιζόμενοι, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἱερὸς Ζωσιμᾶς, ὁ τὰς ἐνέδρας τοῦ ἐχθροῦ τροπωσάμενος, καὶ πάσας ὡς μίαν δείξας, τὰς ἀρετὰς σεαυτῷ, ἄλλος ἀνεδείχθης μάκαρ Πρόδρομος· αὐτοῦ γὰρ τὸ σέμνωμα, παροικήσας τὸ ὕστερον, κατὰ τὸ θεῖον, ὁσιώτατε βούλημα, ἀνεκάλυψας, τὴν πανθαύμαστον ἄσκησιν, πᾶσαν τὴν εἰς τὴν ἔρημον, Μαρίας ἐν ἔτεσι, πλείστοις δι’ ἧς γνωστὴ πᾶσι, καὶ περιβόητος γέγονε· μεθ’ ἧς τῷ Σωτῆρι, μὴ ἐλλίπῃς τοῦ πρεσβεύειν, ὑπὲρ τῶν δούλων σου.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἁγιάσας σαὐτόν, ἐν γῇ ἁγίᾳ ἣν Αὑτὸς προηγίασεν, ὁ Ἅγιος τῶν ἁγίων, ὁ Ποιητὴς τοῦ παντός, ὁ Θεὸς τῶν ὅλων Χριστὸς καὶ Κύριος· διὸ Πάτερ Ὅσιε, Ζωσιμᾶ ἁγιώτατε, καλῶς ἀσκήσας, ἀσκητὰς περιφύλαττε, μονάσας ἄριστα, μοναστὰς φόβῳ δίδασκε, θέλημα τοῦ Θεοῦ ποιεῖν· καὶ πάντας περίσωζε, θείᾳ στοργῇ περισκέπων, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, Θεὸν ἱκετεύων, ὅπως τύχωμεν τῆς ἄνω, μακαριότητος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, τῶν μοναστῶν καλλονή, τῶν ἱερέων ἀσκητῶν τε τὸ ἄκουσμα, ἐρήμου τὸ θρεῖον θρέμμα, τοῦ Ἰορδάνου φημί, Ζωσιμᾶ τρισμάκαρ ἱερώτατε· Θεῷ γὰρ εὐάρεστος, γεγονὼς ἐκ τῶν ἔργων σου, εὑρεῖν ἐπόθεις, ἀρετῶν ποῦ τὸ πλήρωμα, ὃ καὶ εὕρηκας, ἐν Προδρόμου σκηνώματι· ἔνθα καὶ ἐκαρτέρησας, τὴν μέχρι τοῦ τέλους σου, διατριβὴν θεοφόρε, πλήρης χαρίτων γενόμενος, καὶ πλήρης ὁμοίως, ἡμερῶν ὧν καὶ ἡμᾶς τε, τυχεῖν ἱκέτευε.

 

Δόξα. Ἦχος πλ. β΄.

Φῶς τὸ νοερόν, ἐν καρδίᾳ σου δεξάμενος Ὅσιε, σκεῦος ἐδείχθης σεβάσμιον, καὶ ἐνδιαίτημα τὸ θεουργῶν ἀρετῶν. Σὺ γὰρ πανσόφως τὰ παρόντα εἰς οὐδὲν λογισάμενος, δέδωκας σαυτὸν τοῖς μένουσιν, ὡς ἐχέφρων καὶ μεγαλέμπορος. Καὶ νῦν ὡς πιστὸς οἰκονόμος τῆς χάριτος, τὸ τῶν ἔργων σου δηνάριον ἀπολαβών, συνευφραίνῃ τῶν Ὁσίων χοροῖς Ζωσιμᾶ θεομακάριστε· ἀεὶ γὰρ τῇ Ὑπερθέῳ παριστάμενος Τριάδι, ἐκτενῶς δυσώπει ὑπὲρ ἡμῶν, τοῦ ῥυσθῆναι ἐκ παντοίων πειρασμῶν καὶ θλίψεων, τοὺς πιστῶς τελοῦντάς σου τὸ μνημόσυνον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Εὐφραίνου Ἰορδάνου ἡ ἔρημος καὶ σκίρτα, ἐπὶ τῇ του μάκαρος μνήμῃ, Ζωσιμᾶ τοῦ Ὁσίου, αὐτὸς ἐμιμήθη γὰρ καλῶς, τὸν Πρόδρομον Χριστοῦ καὶ Βαπτιστήν, αὐτός σου ὁ κηδεύσας πανευλαβῶς, Μαρίαν τὴν Αἰγυπτίαν. Δόξασον τὸν δοξάσαντα αὐτούς, δόξασον σὺν αὐτοῖς Θεόν, δόξασον τὸν μεγίστους Ἐρημίτας γῇ σου δείξαντα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἐνθάψας τῶν παθῶν, ἐπανάστασιν πᾶσαν, νεκρώσει τῆς σαρκός, Ζωσιμᾶ θεῖε Πάτερ, ζωὴν ἀτελεύτητον, μετὰ θάνατον εὕρηκας· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζει σου, τὴν ἀξιάγαστον μνήμην, Ὁσίων ἀγλάϊσμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐγγίζει ὁ Κρίτης, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάχραντε Δέσποινα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.

Ἰδών σου τῆς ψυχῆς, Ζωσιμᾶ τὸ ὡραῖον, Θεὸς ὁ ἐρευνῶν, καὶ ἐτάζων καρδίας, εἰς ὕψος ἀνεβίβασε, τῆς ἀσκήσεως Ὄσιε· ὅθεν γέγονας, ἄλλος Θεσβίτης Ἠλίας, καὶ ὡς δεύτερος, Πρόδρομος μέγας Κύριου, ἐρήμοις βιούμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάρος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους Σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον καύχημα, τῶν ἐν ἐρήμοις, ἀσκουμένων τε, καὶ κοινοβίοις, ἀνεδείχθης Ζωσιμᾶ ἱερώτατε· στοιχειωθεὶς γὰρ ταῖς θείαις ἐντεύξεσιν, ὅλη ἐδέξω τὴν χάριν τοῦ Πνεύματος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δι’ ἐγκρατείας τὰ πάθη νεκρώσας σου, τὸ αἰσθητὸν τῆς σαρκός, τῷ νοερῷ τῆς ψυχῆς καθυπέταξας. Καὶ ἀπαθείᾳ καὶ φρονήσει αὐτὴν κατεκόσμησας, πτέρυξι θείαις εἰς οὐρανοὺς ἀνέδραμες, χάριν δεξάμενος ἐκ Θεοῦ, Ζωσιμᾶ θεόφρον Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου β΄.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον ἄνευ τῶν Θεοτοκίων.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

μαρτιῶν μου καὶ παθῶν τὴν ζόφωσιν μακρὰν ἀπέλασον, Μονογενὲς Λόγε, τῇ παναλκεστάτῃ σου, δυνάμει καὶ καταύγασον, τῆς ψυχῆς μου τὰς κόρας, ἀμαυρωθείσας τοῖς πάθεσιν, ἵνα Ζωσιμᾶν ἀνυμνήσω νῦν.

Βεβηλωμένον με σαρκὸς τοῖς πάθεσιν, ὑσσώπῳ κάθαρον, σῶν πρεσβειῶν Πάτερ, καὶ τὴν τῶν αἰσθήσεων, διπλῆν πεντάδα φώτισον, κληρουχίας τῆς ἄνω, συγκληρονόμον δεικνύων με, καὶ τρυφῆς ἐνθέου συμμέτοχον.

Γῆθεν μετέστης πρὸς τρυφὴν ἀδάπανον, τὴν γεηρὰν καὶ φθαρτήν, ὑπεριδὼν δόξαν, καὶ τὰ δικαιώματα, Χριστοῦ πληρώσας ἄριστα, καὶ σαρκὸς τὰς ὀρέξεις, τῇ ἐγκρατείᾳ σβεσάμενος, Πάτερ Ζωσιμᾶ παμμακάριστε.

Θεοτοκίον.

Τὸν ὑπεράγαθον Θεὸν ἡ τέξασα, κεκαμωμένην ἀεί, τὴν ψυχήν μου Κόρη, ἀρεταῖς ἀγάθυνον, ὡς ἀγαθὴ ὑπάρχουσα, Θεοτόκε Παρθένε, ὅπως ἀξίως δοξάζω Σε, τὴν βροτῶν τὸ γένος δοξάσασαν.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν ἐπαινῶ, παμμάκαρ, ζῶσαν χάριν. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τὴν τοῦ Θεοῦ Βασιλείαν, παραλαβών, κλῆρον ἀναφαίρετον, καὶ ζωὴν τὴν ἀληθῆ, Ζωσιμᾶ μακάριε εὑρών, τοὺς ὑμνοῦντάς σε τυχεῖν, ταύτης ἱκέτευε.

Ἡ πολυΰμνητος χάρις, τοῦ παντουργοῦ, καὶ Ἁγίου Πνεύματος, ἐν τῇ θείᾳ σου ψυχῇ, ἱερῶς σκηνώσασα ναόν, καθαρόν σε Ζωσιμᾶ, Θεοῦ εἰργάσατο.

Νόμοις Κυρίου πειθήσας, τὸν σὸν σταυρόν, ἀνδρικῶς ἀράμενος, ἠκολούθησας αὐτῷ, καὶ πυρὶ ἀσκήσεως σαρκός, φρυγανώδη Ζωσιμᾶ, πάθη κατέκαυσας.

Θεοτοκίον.

Σεσαρκωμένον τὸν Λόγον, δίχα τροπῆς, ἐπὶ γῆς ἐκύησας, εἰς ἀνάπλασιν βροτῶν, τῶν μακαριζόντων Σε φωναῖς, ἀσιγήτοις ἀληθῶς, θεομακάριστε.

 

 

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.

Διὰ νηστείας καὶ εὐχῆς, τὰ πάθη τὰ ψυχοφθόρα, Ζωσιμᾶ σὺ καταβέβληκας Πάτερ, τῷ γὰρ κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέταξας· ὅθεν ὡς φοίνιξ ἄλλος, ἐν ταῖς ἐρήμοις ἐξήνθησας.

πὶ τῆς γῆς ἀγωνισθείς, ἐν οὐρανοῖς ἀπολαύεις, Ζωσιμᾶ τῶν σῶν καμάτων βραβεῖα, καὶ Χριστὸν ὑπὲρ ἡμῶν, δυσώπει τὸν φιλάνθρωπον, πλημμελημάτων λύσιν, τοῖς ὑμνηταῖς σου δωρήσασθαι.

Ζῶσι φησὶν ὁ Σολομών, οἱ Δίκαιοι ἐν Κυρίῳ, τῶν ἀγώνων ἀπολαύοντες γέρα· διὰ τούτων γεγονώς, σὺ Ζωσιμᾶ ὁμότροπος, διάδημα τοῦ κάλλους, ἐκ τῆς χειρὸς Θεοῦ δέδεξαι.

Θεοτοκίον.

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· Σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν Σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί Σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Η σὴ τῷ ἔρωτι Χριστοῦ, πυρωθεῖσα καρδία, ἐβδελύξατο κόσμου, ἡδονὰς παντοδαπάς, καὶ φωτισμοῦ νοητοῦ, ἐπληρώθης, Πάτερ ἀξιάγαστε.

Νεκρώσας πάθη σαρκικά, ἐπιπόνῳ ἀσκήσει, τὴν ζωὴν ἐκληρώσω, Ζωσιμᾶ τὴν θαυμαστήν, καὶ ἔδειξας ἐπὶ σοί, νῦν τὴν κλῆσιν, Πάτερ ἀληθεύουσαν.

Εὑρεῖν ἐπόθησας σπουδῇ, Μαριὰμ ἐν ἐρήμῳ, Ζωσιμᾶ τὴν τρυγόνα, τὴν φιλέρημον σαφῶς, φωτίσας τοὺς εὐσεβεῖς, τοῖς ἐκείνης, θείοις διηγήμασιν.

Θεοτοκίον.

Παρθένος ἄφθορος ἁγνή, μετὰ τόκον ἐδείχθης, τὸν φθορᾶς ἀνηρέτην, συλλαβοῦσα ὑπὲρ νοῦν· διό Σε χρεωστικῶς, Θεοτόκε, πάντες μακαρίζομεν.

 

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τὴν πτωχείαν Ἰησοῦ, ἐπιποθήσας ὡς εἰκός, πλοῦτον ἔλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, τρίβον τὴν στενήν, χαίρων διήνυσας, πατῶν τὰς ἡδονάς, τὰς τοῦ σώματος, δι’ ἐγκρατείας Ἅγιε ἁπάσης, καὶ κακουχίας σὺ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, Ζωσιμᾶ Πατὴρ Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγησαν ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; Καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.

φωταυγής, σοῦ καὶ φωσφόρος πανήγυρις, νῦν ἐπέστη, Ζωσιμᾶ αὐγάζουσα, τοὺς περιθέοντας ἐν αὐτῇ, καὶ τὸν δεδωκότα, ὑπομονήν σοι δοξάζοντας, καὶ σὲ ἀνευφημοῦντας, τῶν ἐχθρῶν τὰς ἐπάρσεις, καθελόντα σοφὲ ὁσιώτατε.

Θέσει Θεόν, σὲ ἀπειργάσατο Κύριος, Ὅνπερ πάλαι, ἐκ ψυχῆς ἠγάπησας, καὶ εὐηρέστησας ἐπὶ γῆς· ὅθεν σε οἱ τιμῶντες, θεώσεως πάντες τύχοιμεν, καὶ ἄνω Βασιλείας, ὀφθείημεν πολίται, Ζωσιμᾶ σαῖς πρεσβείαις πρὸς Κύριον.

δοιμι σέ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἱλεοῦντα, Κύριον τὸν εὔσπλαγχνον, ὑπὲρ ἡμῶν τῶν ἐπὶ τῆς γῆς, σὲ μακαριζόντων, καὶ κεκτημένων σε πρόμαχον, φρουρόν τε καὶ προστάτην, Ζωσιμᾶ καὶ ᾠδήν σοι, κομιζόντων παμμάκαρ ἱκέσιον.

Θεοτοκίον.

Θεὸν ἐκ Σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς ἴσον τῷ Πατρί, καὶ Σοὶ τῇ τεκούσῃ, γενόμενος ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί Σε πίστει δωρήσασθαι.

 

Ἕτερος. Χριστός μου δύναμις.

Ἁγίως ἤνυσας, τὸν βίον Ὅσιε, ἀρετῶν ταῖς ἰδέαις, περιφανῶς, ἐγκαλλωπιζομενος, καὶ νῦν παρίστασαι Χριστῷ, εἰς αἰῶνας εὐφραινόμενος.

Ἰσχὺν τὸν Κύριον, καὶ κράτος θέμενος, ἱερώτατος ὤφθης, χρῖσμα σεπτόν, Πάτερ περικείμενος, καὶ ἀναιμάκτους τῷ Θεῷ, τὰς θυσίας προσαγόμενος.

Νοὸς λαμπρότητι, καθάπερ ἔσοπτρον, τὰς ἐμφάσεις τὰς θείας, ἱερουργέ, Πάτερ εἰσδεχόμενος, ἔμπλεος ὤφθης φωτισμοῦ, Ζωσιμᾶ θεομακάριστε.

Ὡς ὄλβον ἄσυλον, τὴν πολυήμερον, διανύσας πορείαν, τὸ τοῦ Θεοῦ, ἱερὸν κειμήλιον, εὗρες θεόφρον Ζωσιμᾶ, ἐν ἐρήμῳ συγκρυπτόμενον.

Θεοτοκίον.

Παστὰς ὁλόφωτος, λυχνία πάγχρυσος, ἁγιάσματος τόπος, θρόνος Θεοῦ, ὤφθης ὑψηλότατος, θεοχαρίτωτε ἁγνή, καὶ παλάτιον εὐρύχωρον.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Κρίνον ὥσπερ παμμάκαρ, ψαλμικῶς αὐλαῖς Ζωσιμᾶ τοῦ Κυρίου σου, ἱερῶς ἀνέφυς, τὰς ψυχὰς καθηδύνων τῶν πίστει σοι, προσιόντων Πάτερ, ἱκετικῶς τε ἐξαιτούντων, τῆς γεέννης ῥυσθῆναι πρεσβείαις σου.

Λυμανθεὶς ταῖς δολίαις, μηχαναῖς τοῦ δράκοντος πρὸς σὲ κατέφυγον, ἰαθῆναι τάχος, ἱκετεύω σε Πάτερ ὡς ἔχοντα, παῤῥησίαν ὄντως, ὦ Ζωσιμᾶ πρὸς τὸν Δεσπότην, ὑπὲρ Οὗ τοὺς ἀγῶνας διήνυσας.

Μιμητὴς κατὰ πάντα, ἐδείχθης Πατέρων τῶν προκρίτων Ζωσιμᾶ, νῦν δ’ ἐπαπολαύεις, σὺν αὐτοῖς ἐν Ἁγίων σκηνώμασι, δωρεῶν ἀπείρων, ὧνπερ ἱκέτευε τυχεῖν ἡμᾶς, σὺν Ὁσίᾳ Μαρίᾳ μακάριε.

Θεοτοκίον.

Οἱ Σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ Σου περιφρουρούμενοι, τῇ Σῇ θείᾳ δόξῃ, ἐγκαυχώμενοι Σὲ μακαρίζομεν, Σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην τε καὶ ἀγαλλίασιν.

 

Ἕτερος. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Ἄγρυπνον ἔσχηκας λογισμόν, τὰς ἐπαναστάσεις τῶν παθῶν, κατακοιμίζων ἐν χάριτι, στάσει τῇ παννύχῳ, θεομακάριστε· διό σε νῦν πλουτοῦμεν, πρέσβυν ἀκοίμητον.

Μοναδικῶς φέρων τὸν σταυρόν, Πάτερ ἠκολούθησας Χριστῷ, ἀπὸ νεότητος Ὅσιε, πράξεσιν ἐνθέοις, καλλωπιζόμενος, καὶ τὴν ἀθανασίαν, προσεπικτώμενος.

Μυσταγωγὸς καὶ ἱερουργός, θείων μυστηρίων γεγονώς, τούτων μετέχειν ἐποίησας, κατ’ αὐτὴν τὴν ὥραν, τῆς τελειώσεως, Μαρίαν τὴν Ὁσίαν, Πάτερ θεόπνευστε.

Θεοτοκίον.

Ἁγιωτέρα τῶν Χερουβίμ, γέγονας πανύμνητε Θεόν, ἀνερμηνεύτως γεννήσασα, σῶσαι βουληθέντα, κλοπῇ τοῦ ὄφεως, τὸ γένος τῶν ἀνθρώπων, καταφθειρόμενον.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

Ναμάτων, τοῦ Ἰορδάνου Ὅσιε, διαβὰς κατηξιώθης ἰδέσθαι, ὑπερφυῶς, τὴν βιοῦσαν Μαρίαν, καὶ ἐκ τῆς γῆς αἱρομένην μετάρσιον· ἐξέστης οὖν θαμβητικῶς, καὶ πεσὼν γῇ αὐτὴν προσεκύνησας.

Ξενάγησον, Ζωσιμᾶ τοὺς πόθῳ σου, τὴν φαιδρὰν ἐπιτελοῦντας ἡμέραν, ἐν τῇ φρικτῇ, τοῦ Δεσπότου τραπέζῃ, ὡς παῤῥησίαν πλουτήσας πανένδοξε, τρανώτερόν τε καθορῶν, Ὃν ἐν γῇ ἐκ καρδίας ἐπόθησας.

πάλαι, τῷ Νομοθέτῃ Κύριος, ἀμυδρότερον ὀφθεὶς ἐν τῷ ὄρει, πλάκας διδούς, γεγραμμένας τὸν Νόμον, αὐτός σοι Πάτερ καὶ ῥώμην παρέσχετο, πληρῶσαι πάσας ἐντολάς, καὶ παθῶν κατευνάσαι οἰδήματα.

Θεοτοκίον.

Ῥανίσι, τῆς σωστικῆς πρεσβείας Σου, κατασβέσασα παθῶν μου τὴν φλόγα, τὰς τοῦ νοός, ἐκτροπὰς Σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον δέομαι.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.

Κοσμήσας τὸν βίον σου, ἀρετῶν ταῖς καλλοναῖς, κόσμον ὡραῖος γέγονας, τῶν μοναζόντων ἔνδοξε Ζωσιμᾶ· διὸ εὐφημοῦντές σε, τὴν σεπτήν σου τιμῶμεν, Πάτερ κοίμησιν.

Ἀγάπην ἀθόλωτον, καὶ ἐλπίδα ἀληθῆ, καὶ πίστιν ἀκηλίδωτον, ἔχων μετῆλθες Πάτερ πρὸς τὸν Θεόν, ἀγέλαις Ὁσίων τε, καὶ Ἁγίων ἁπάντων, συνταττόμενος.

Ῥοαῖς τῶν δακρύων σου, πιαινόμενος ὡς γῆ, καρπὸν ἑκατοστεύοντα, τῷ γεωργῷ προσήνεγκας Ζωσιμᾶ, καὶ πάντων δεσπόζοντι, ἀποθήκαις ταῖς ἄνω, συντηρούμενον.

Θεοτοκίον.

Ζωὴν ἀπεκύησας, τοὺς θανόντας τῷ καρπῷ, ζωοποιοῦσαν πάναγνε· χαριστηρίοις ὅθεν Σε οἱ πιστοί, φωναῖς μακαρίζομεν, διὰ Σοῦ οἱ σωθέντες, ἀξιΰμνητε.

 

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τὸν τῆς ἐρήμου ἀληθῶς θεῖον κοσμήτορα, τοῦ Βαπτιστοῦ τε τῆς Μονῆς σοφὸν οἰκήτορα, εὐφημήσωμεν ἐν ὕμνοις αὐτῷ βοῶντες· Ζωσιμᾶ Χριστοῦ θεράπον ἱερώτατε, κηδευτά τε τῆς Μαρίας ἁγιώτατε, φρούρει κράζοντας· Χαῖρε Πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄγγελος ὥσπερ ἄλλος, ἐγνωρίσθης ἐν βίῳ, οἰκῶν τὴν Ἰορδάνειον χθόνα. Καὶ εἰς ἣν οὐκ ἠξιώθη στῆναι Μωσῆς, σὺ τὸν βίον ὅλον Ζωσιμᾶ ἤνυσας· διὸ οἱ σοὶ ὁμώνυμοι, καὶ πάντες σοι βοῶμεν ταῦτα·

Χαῖρε, Μονῶν Ἰορδάνου λύχνε·

χαῖρε, αὐτῶν ὁ κοσμήτωρ Πάτερ.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἡ κατάργησις·

χαῖρε, ὁρατῶν πολεμίων ἀφάνισις.

Χαῖρε, ὕψος πρὸς οὐράνιον, ἀναβὰς δι’ ἀρετῆς·

χαῖρε, κόσμου ἡδυπάθειαν, βδελυχθεὶς ἀπὸ ψυχῆς.

Χαῖρε, ὁ τὴν Μαρίαν τὴν Ὁσίαν κηδεύσας·

χαῖρε, ὁ δι’ αὐτῆς ἐν κόσμῳ φήμην πλουτήσας.

Χαῖρε, ἐρήμου εὔοσμον ἄνθησμα·

χαῖρε, Παλαιστίνης ἔνδοξον καύχημα.

Χαῖρε, δι’ οὗ ὁ σατὰν κατησχύνθη·

χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη.

Χαῖρε, Πάτερ τρισόλβιε.

 

 

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ζωσιμά, τοῦ κηδεύσαντος τὴν Ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.

Πρόστηθι πάντων ἐν τῇ ὥρᾳ, τῆς Δευτέρας τοῦ Δεσπότου Παρουσίας, Ζωσιμᾶ τὸν φρουρόν, καὶ πρόμαχον καὶ ῥύστην, ἐχόντων σε πανόλβιε, ἐκλυτρούμενος γεέννης.

ᾶον ὑπέφερες τοὺς πόνους, τῆς ἀσκήσεως τὸν καύσωνα καὶ ψῦχος, προορῶν Ζωσιμᾶ, τὴν δόξαν τὴν ἐν πόλῳ, ἣν λήψονται οἱ Δίκαιοι, ἐκ Θεοῦ εἰς τοὺς αἰῶνας.

Σὺ τῷ Δεσπότῃ τῶν ἁπάντων, παριστάμενος δεήσεσί σου Πάτερ, ἐγκλημάτων ἡμῶν, νῦν βράβευσον τὴν λύσιν, καὶ νοσημάτων ἴασιν, Ζωσιμᾶ τοῖς σὲ τιμῶσιν.

Θεοτοκίον.

Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον Σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ Σὲ δοξάζω.

 

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Ὡραιώθης καὶ Ἀγγέλοις ἐξωμοίωσαι, καλῶς πολιτευσάμενος, ἐκ νεότητος, μέχρι γήρως Πάτερ Ζωσιμᾶ, καὶ νῦν μετετέθης πρὸς ζωήν, γέρας τῶν πόνων εἰληφώς, τὴν Βασιλείαν Θεοῦ.

Σταυρωθεὶς παντὶ τῷ κόσμῳ Πάτερ Ὅσιε, σταυρὸν τὸν ὑπομείναντα, ἐθεράπευσας, ἐναρέτοις πράξεσιν σοφέ, φωστὴρ μοναζόντων γεγονώς, καὶ τοῦ Θεοῦ ἱερουργός, θαυματουργὲ Ζωσιμᾶ.

Ἀγαλλόμενος διώδευσας τὴν ἔρημον, ὑπὸ Θεοῦ κινούμενος, καὶ ὡς τίμιον, θησαυρὸν ἐν ταύτῃ ἀνευρών, Μαρίαν παμμάκαρ Ζωσιμᾶ, τοῖς διηγήμασιν αὐτῆς, πιστοὺς ἐπλούτησας.

Θεοτοκίον.

Νόμος θεῖος προεδήλου Σε πανάμωμε, καὶ Προφητῶν αἰνίγματα, τίκτειν μέλλουσαν, Ἰησοῦν Χριστὸν Ἐμμανουήλ, εἰς πάντων βροτῶν καταλλαγήν, καὶ σωτηρίαν καὶ ζωήν, καὶ ἀπολύτρωσιν.

 

ᾨδὴ η’. Τὸν ἐν ὄρει ἁγίῳ.

Τῶν ἐσόπτρων λυθέντων Ζωσιμᾶ νῦν, ἐποπτεύεις τρανῶς τὴν Παναγίαν, καὶ τριφεγγῆ Τριάδα τὴν ἀμέριστον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

πὸ πέτρας ὀπὴν ἑστὼς κατεῖδεν, ὁ θεόπτης τὸν Κύριον τῆς δόξης, σὺ δ’ ἐν τῷ πόλῳ ἄρτι καθαρώτερον, τοῦτον ἐποπτεύεις, Κύριον ὑμνεῖτε, βοῶν εἰς τοὺς αἰῶνας.

Φῶς ἐκλάμψαν σῇ καθαρᾷ καρδίᾳ, ἐν ἐρήμῳ γενναῖον πρὸς ἀγῶνας, σὲ Ζωσιμᾶ εἰργάσατο μακάριε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὁ ἀμήτωρ ὑπάρχων πρὸ αἰώνων, ἐπ’ ἐσχάτων ἀπάτωρ ἐγεγόνει, ἐκ Σῆς νηδύος σάρκα προσλαβόμενος, ἄχραντε Παρθένε, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Χαρισμάτων ἐπλήσθης, τοῦ θείου Πνεύματος, ὡς προφήτης προλέγων, τὰ γενησόμενα, Πάτερ Ζωσιμᾶ, ἱερέων ἀγλάϊσμα, κλέος μοναζόντων, φωστὴρ τῆς οἰκουμένης.

Ἀγαθαῖς ἐργασίαις, ὡραϊζόμενος, θεωρίαις ταῖς ἄνω, Πάτερ ὑψούμενος, ὕψος νοητόν, ἀπαθείας κατέλαβες, καὶ τοῖς ἀσωμάτοις, Ἀγγέλοις ὡμοιώθης.

Ῥεῖθρα ῥέων δακρύων, ὡς ῥόδα εὔοσμα, εὐωδία ἐγένου, τοῦ θείου Πνεύματος, Πάτερ Ζωσιμᾶ, τὰς ψυχὰς ἡμῶν χάριτι, κατευωδιάζων, τῶν πόθῳ σε ὑμνούντων.

Τριαδικόν.

Ἱεραῖς μελῳδίαις, ὑμνολογήσωμεν, τὸν Πατέρα Υἱόν τε, καὶ Πνεῦμα Ἅγιον, ἄκτιστον Θεόν, κτίστην πάντων καὶ Κύριον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νυσταγμῷ ἀμελείας, τῆς ἁμαρτίας με, ὁ βαρύτατος ὕπνος, Κόρη κατέλαβεν· ὅθεν Σοι βοῶ, τῇ ἀγρύπνῳ δεήσει Σου, πρὸς τῆς μετανοίας, τὸ φῶς ἐξέγειρόν με.

 

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.

Χαρᾶς αἰωνιζούσης σὺ γεγονώς, τῶν Ὁσίων  συμμέτοχος Ὅσιε, χοροβατεῖς, τόπον Ζωσιμᾶ Πάτερ τῆς Ἐδέμ· διὸ ὡς εὐεπίβατον, ἔχων τοῦ Δεσπότου τὴν ἀκοήν, αἰτήμασί σου θείοις, χαρᾶς τῆς αἰωνίου, ἐπιτυχεῖν ἡμᾶς ἱκέτευε.

Ψελλίζοντι ἐκ στόματος τὴν ᾠδήν, δεδεγμένος ἀντάμειψιν δίδου μοι, ὥσπερ Χριστός, πάλαι τὰ τῆς χήρας δύο λεπτά, προθύμως ὑπεδέξατο, ἔχων παῤῥησίαν ὡς ἀγαθῶν, ἀπείρων κληρονόμος, μεθέξεως τῆς θείας, καταξιούμενος ἑκάστοτε.

ς ἄσαρκος βιώσας ἐπὶ τῆς γῆς, στεφηφόρος παρίστασαι Ζωσιμᾶ, τῷ Λυτρωτῇ· ὅθεν τοῖς τελοῦσί σου τὴν σεπτήν, καὶ φωταυγῇ πανήγυριν, ἵλεων ἀπέργασαι ἐν δεινοῖς, ἀεὶ χειμαζομένοις, καὶ αἴτησαι τῆς θείας, ἐπιτυχεῖν μακαριότητος.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε Παρθένε οἱ διὰ Σοῦ, τῆς ἀρχαίας ῥυσθέντες κακώσεως, καὶ τὴν φωνήν, πάντες Σοι βοῶμεν τοῦ Γαβριήλ· χαῖρε Θεοῦ λοχεύτρια, ἡ γεννησαμένη τὸν ἐκ Πατρός, ἐκλάμψαντα ἀχρόνως, Θεόν τε καὶ Δεσπότην, Ὃν ἐκδυσώπει τοῦ σωθῆναι ἡμᾶς.

 

 

 

 

 

 

Ἕτερος. Θεόν, ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰδεῖν, τὰ πάλαι σοι ἐλπιζόμενα, ἀπολυθείς, παμμάκαρ τῆς σαρκὸς κατηξίωσαι, καὶ συνήφθης τερπναῖς ὁμηγύρεσι, πάντων διαλαμψάντων, ἐν ὁσιότητι· ὅθεν σὺν αὐτοῖς σε Ζωσιμᾶ, πίστει γεραίρομεν.

Ὡς φῶς, ἡ μνήμη σου ἐξανέτειλεν, φωτιστικαῖς, ἀκτῖσι θεοφόρε τοῦ Πνεύματος, καταυγάζουσα κόσμου τὰ πέρατα, ἣν νῦν ἐπιτελοῦντες, φώτισον Ὅσιε, καὶ παθῶν ἡμᾶς φθοροποιῶν, εὐχαῖς σου λύτρωσαι.

Σαρκός, τὰ πάθη σαφῶς ὑπέταξας, τῷ λογισμῷ· ὡς ἄγγελος ὀφθεὶς μετὰ σώματος, Ζωσιμᾶ σὺν Ἀγγέλοις παρίστασαι, θρόνῳ τῆς θείας δόξης, χάριν καὶ ἔλεος, ἅπασιν αἰτούμενος ἡμῖν, τοῖς εὐφημοῦσί σε.

Ἡ γῆ, ἐν ᾗ σου Πάτερ κατάκειται, τὸ ἱερόν, καὶ θεῖον Ζωσιμᾶ σῶμα δείκνυται, ἰαμάτων πηγὴ τοῖς προστρέχουσι, καὶ ἀπαρυομένοις, χάριν σωτήριον, καὶ ὑμνολογοῦσι διὰ σοῦ, τὸν ὑπεράγαθον.

Θεοτοκίον.

Φωνήν, βοῶμέν σοι χαριστήριον· χαῖρε Θεοῦ, τερπνόν τε καὶ πανάγιον σκήνωμα· χαῖρε κόσμου παντὸς τὸ διάσωσμα· χαῖρε εὐλογημένη· χαῖρε πανάμωμε, δι’ ἧς ἐλυτρώθημεν φθορᾶς, καὶ κατακρίσεως.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς συνετὸς ἐξέκλινας, καὶ ἀτροφίᾳ τῇ σάρκᾳ, μαράνας ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλούτησας, ὦ Ζωσιμᾶ οὐράνιον· διὸ πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.

Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη· ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

 

Αἶνοι. Ἦχος δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ζωσιμᾶ τρισόλβιε, διὰ ἀγάπην Χριστοῦ, κόσμον πάντα κατέλιπες, καὶ ἐκ βρέφους ἔρημον, Ἰορδάνου κατέλαβες· ἔνθα χιλίους ἐπισκεψάμενος, σὺ ἀσκητὰς ἐναρέτους ἔλαβες, μέγα ὑπόδειγμα, τῆς ὀρθῆς ἀσκήσεως δι’ ἧς σοφέ, ἤρθης εἰς ἀκρότητα, τῆς τελειότητος.

 

Πάτερ Ζωσιμᾶ πανένδοξε, διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγησας, καὶ τοῖς πόνοις ἔκδοτον, σοῦ τὸ σῶμα προδέδωκας, ἐπιδοθεὶς γὰρ εἰς ἄκραν ἄσκησιν, ἐντὸς σπηλαίου σκληρῶς ἠγώνισαι, καὶ θερμοῖς δάκρυσι, πόνοις ἀγρυπνίαις τε, καὶ προσευχαῖς, ὑπερέβης ἅπαντας, ἀσκήσει καὶ ἀρετῇ.

 

 

Πάτερ Ζωσιμᾶ πανεύφημε, σὺ ἐν τῷ τέλει ζωῆς, εἰς ἐρήμου ἐνδότερα, Μαρίαν συνήντησας, τὴν Ὁσίαν ἰσάγγελον, γῆς αἱρομένην καὶ διαβαίνουσαν, τοῦ Ἰορδάνου ῥεῖθρα ποτάμια, ᾗ καὶ μετέδωκας, τὰ σεπτὰ Μυστήρια πανευλαβῶς, παραδοὺς ἐγγράφως τε, πάντα τὸν βίον αὐτῆς.

 

Πάτερ Ζωσιμᾶ θεσπέσιε, διὰ τὸ κάλλος Ἐδέμ, τὴν τῆς γῆς ὡραιότητα, πᾶσαν βδελυξάμενος, τῷ Χριστῷ ἠκολούθησας, καὶ τὸν σταυρόν σου ἦρας ἐπ’ ὤμων σου, σαυτὸν προθύμως ἀπαρνησάμενος· ὅθεν ἠξίωσαι, βλέπειν κάλλος ἄῤῥητον, τὸ τοῦ Θεοῦ, Ὃν καὶ νῦν ἱκέτευε, ὑπὲρ τῶν δούλων σου.

 

Δόξα. Ἦχος β΄.

Ὅσιε Πάτερ, ἀγγελικὴν ζηλώσας διαγωγήν, ἀτροφίαν ἐξήσκησας, καὶ τὴν ἄῤῥευστον ζωὴν καὶ ἀμείνονα ποθήσας πανσόφως, ταύτης τῆς ἐπικήρου κατεφρόνησας· ὅθεν νῦν κεκλήρωσαι, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια· διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε, Ζωσιμᾶ μακαριώτατε.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου