Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 5. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΡΑΨΑΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ Ε΄!!

ΓΕΩΡΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΡΑΨΑΝΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς ἐν Ὀλύμπῳ Ῥαψάνης δεῦτε οἱ κάτοικοι, καὶ μνήμην τὴν ἁγίαν, τοῦ κλεινοῦ Γεωργίου, τοῦ ἄρτι ἠθληκότος ὑπὲρ Χριστοῦ, στεῤῥοτάτῳ φρονήματι, πανηγυρίσωμεν πόθῳ καὶ τὸν αὐτόν, μεγαλύναντα δοξάσωμεν.

 

Ἀγαλλιᾶται καὶ χαίρει ἡ σὴ πατρὶς Ἀθλητά, ὡς προσφορὰν τελείαν, καὶ εὐπρόσδεκτον δῶρον, προσάξασά σε Μάρτυς τῷ Ποιητῇ, δι’ ἀγώνων ἀθλήσεως, ἣν διαφύλαττε πάντοτε ἀσινῆ, ταῖς πρεσβείαις σου Γεώργιε.

 

Ἀπεριτρέπτῳ καρδίᾳ Μάρτυς Γεώργιε, τῶν πάλαι Ἀθλοφόρων, ἐμιμήσω τὸν ζῆλον, καὶ πόνους ἀνυποίστους ὑπενεγκών, δι’ ἀγάπην τοῦ Κτίστου σου, ἐπουρανίων ἐπάθλων ἀθλητικῶν, ἐπαξίως κατηξίωσαι.

 

Τοὺς τοῖς σεπτοῖς σου λειψάνοις πίστει προστρέχοντας, ἐκ πάσης βλάβης ῥύου, Νεομάρτυς Κυρίου, καὶ νόσων καὶ κινδύνων καὶ πειρασμῶν, ἀνωτέρους διάσωζε, ταῖς πρὸς Θεόν σου πρεσβείαις διὰ παντός, Ἀθλητὰ Χριστοῦ Γεώργιε.

 

Δόξα. Ἦχος α΄.

Ἀθλητικὴν ἐπιδειξάμενος ἀνδρείαν, ὑπεριδὼν νεότητος ἄνθος, τῶν Μαρτύρων ὑπῆλθες τὰ σκάμματα, Ἀθλοφόρε Γεώργιε. Καὶ ἐν τῇ θείᾳ δυνάμει, καθελὼν τὸν ἀντίπαλον, τῆς εὐσεβείας ἔδειξας, πᾶσι τὴν λαμπρότητα. Διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τοὺς σοὺς ἀγῶνας μακαρίζουσα, χρεωστικῶς ἄγει τὴν μνήμην σου, αἰτουμένη διὰ σοῦ, παρὰ Θεοῦ τὸ θεῖον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Νέος ἐν Ἀθληταῖς, Γεώργιε ἐδείχθης, ὑπὲρ Χριστοῦ ἀθλήσας, ἀκαταπλήκτῳ γνώμῃ, ἐν τοῖς ἐσχάτοις ἔτεσι.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἤνεγκας καρτερῶς, ξεσμοὺς καὶ πυρακτώσεις, καὶ ἤσχυνας τὴν πλάνην, ὁμολογῶν ἀνδρείως, Χριστὸν Μάρτυς Γεώργιε.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίρει πνευματικῶς, Ῥαψάνη ἡ πατρίς σου, ὁρῶσά σου τὴν νίκην, ἣν ἦρας Νεομάρτυς, κατὰ τοῦ παναλάστορος.

 

Δόξα. Τριαδικόν.

Μόνη παντουργική, ὑπέρθεε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, εἰρήνην ἡμῖν δίδου, λιταῖς τοῦ Ἀθλοφόρου Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τέξασα ἐν σαρκί, τὸν Κύριον τῆς δόξης, ἀναλλοιώτως Κόρη, τὴν τῶν ἀνθρώπων φύσιν, ἐθέωσας τῷ τόκῳ Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Χριστοῦ τὸν γενναιότατον Μάρτυρα, καὶ τῆς ἐν Ὀλύμπῳ Ῥαψάνης, περικλεέστατον καύχημα, Γεώργιον τὸν νέον Ἀθλητήν, τιμήσωμεν ᾠδαῖς πνευματικαῖς, κατὰ χρέος ἐκβοῶντες, πρὸς τὸν αὐτὸν δοξάσαντα Κύριον· δόξα τῇ παναγάθῳ Σου βουλῇ, δόξα τῇ εὐσπλαγχνίᾳ Σου, δόξα τῇ περὶ ἡμᾶς θείᾳ προνοίᾳ Σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς νομίμως ἀθλήσαντα, ἐν ὑστέροις τοῖς ἔτεσιν, Ἀθλητὰ Γεώργιε εὐφημοῦμέν σε· ὅτι τὴν πίστιν τὴν ἔνθεον, στεῤῥῶς ὡμολόγησας, ἐν τῇ ἄνωθεν ῥοπῇ, καὶ ἐχθροῦ τὰ βουλεύματα καταβέβληκας· καὶ ποικίλαις βασάνοις ὁμιλήσας, μαρτυρίου ἐκομίσω, τὸν ἀμαράντινον στέφανον.

 

Εὐσεβείας ταῖς χάρισι, διαπρέπων Γεώργιε, καὶ σοφίᾳ κρείττονι σεμνυνόμενος, ὡς νεανίας θεόληπτος, ὑπέστης τὴν ἔφοδον, τῶν φθονούντων σε ἐχθρῶν, ἀλλ’ ἀκλόνητος ἔμεινας καὶ ἀτίνακτος, τῇ φορᾷ τῶν βασάνων καὶ διῆλθες, μαρτυρίου τοὺς ἀγῶνας, ὡς Ἀθλοφόρος ἀήττητος.

 

Οὐ νεότης τοῦ σώματος, οὐ τυράννων κακόνοια, οὐ πυρὸς κατάφλεξις ἠδυνήθησαν, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, χωρίσαι σε Ἅγιε· σὺ γὰρ πόθῳ θεϊκῷ, πυρπολούμενος ἤνεγκας, πᾶσαν στρέβλωσιν, ὡς τρυφὴν ἀνενδότῳ διανοίᾳ, καὶ τῆς ἄνω Βασιλείας, μέτοχος ὤφθης Γεώργιε.

 

Καὶ ὀνύχων κεντήματα, καὶ ποδῶν τὴν προσήλωσιν, ὥσπερ ἄλλου πάσχοντος καθυπέμεινας, καὶ τῆς φλογὸς τὴν δριμύτητα, ὡς δρόσον οὐράνιον, ἐκ Θεοῦ τὴν ἀρωγήν, ἀοράτως δεχόμενος, καὶ κατέφλεξας, τῆς ἀπάτης τὴν ὕλην τοῖς σοῖς ἄθλοις, καὶ Μαρτύρων τῆς εὐκλείας, κατηξιώθης Γεώργιε.

 

Τῆς Ῥαψάνης τὸ βλάστημα, καὶ Τυρνάβου ἀγλάϊσμα, καὶ μεσίτης μέγιστος πρὸς τὸν Κύριον, τῶν Ἀθλητῶν τὸν ἰσότιμον, τὸ ἄνθος τὸ εὔοσμον, Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ νεότευκτον στήριγμα, καὶ ἑδραίωμα, Ὀρθοδόξων ἁπάντων δὲ τὸ κλέος, τὸν Γεώργιον τὸν νέον, ἐν Ἀθλοφόροις τιμήσωμεν.

 

Τοῖς τιμίοις λειψάνοις σου, ἡ πατρίς σου ἀγάλλεται, καὶ καθαγιάζεται θείῳ Πνεύματι· ὡς θησαυρὸν γὰρ πολύτιμον, καὶ δῶρον θεόσδοτον, καὶ πηγὴν παντὸς καλοῦ, ταῦτα Μάρτυς πλουτήσασα, ἑορτάζει σου, χαρμοσύνως Γεώργιε τὴν μνήμην, τῇ θερμῇ σου προστασίᾳ, διὰ παντὸς καταφεύγουσα.

 Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ὡς ἀστὴρ νεοφανής, ἡ τοῦ Νεομάρτυρος Γεωργίου μνήμη, τῇ Ἐκκλησίᾳ ἀνέτειλεν, ἡμᾶς καταυγάζουσα· ἐν τῷ φωτὶ γὰρ τοῦ Χριστοῦ, τὸν τῆς ἀθλήσεως δρόμον πορευθείς, ταῖς αὐγαῖς τῆς χάριτος, πυρσεύσει τοὺς βοῶντας· χαίροις, ὁ τὴν κλῆσιν τοῖς ἔργοις βεβαιώσας, καὶ ἀθλητικὸν γεώργιον, σεαυτὸν Κυρίῳ ἀναδείξας· χαίροις, ὁ τῶν πάλαι Μαρτύρων τὴν ἀρετὴν ζηλώσας, καὶ τῶν ἄθλων τούτοις κοινωνήσας, καὶ τῶν ἴσων στεφάνων ἀξιωθείς· χαίροις, τὸ τῆς Ῥαψάνης θεῖον ἀγλάϊσμα, καὶ τῆς Ὀλύμπῳ περιοίκου γέρας καὶ ἀρωγὸς θερμότατος. Παῤῥησίαν ἔχων πρὸς Χριστόν, Νεομάρτυς ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Χαίρει ἐν Κυρίῳ, ἡ σὲ βλαστήσασα Ῥαψάνη, λαμπρυνομένη τῇ ἀθλήσει σου, Νεομάρτυς Γεώργιε. Εὐσεβῶς γάρ σε τιθηνήσασα, ἐν πίστει καὶ σεμνότητι, ὡς ἱερεῖον ἄμωμον, καὶ θυσίαν λογικήν, Χριστῷ σε προσήγαγε, τῇ στεῤῥᾷ ἀθλήσει σου. Καὶ τὰ σεπτά σου λείψανα, ὡς θησαυρὸν κεκτημένη, τὴν ἁγίαν μνήμην σου, χρεωστικῶς ἑορτάζει. Ἀλλὰ δίδου ταύτῃ πάντοτε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τῶν θείων οἰκτιρμῶν τὰς δωρεάς, καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

Τὸν τῆς ἀθλήσεως ἀγῶνα, εὐσεβεῖ παῤῥησίᾳ ὑπελθών, τῶν ἀντικειμένων τὰς τάξεις κατέπληξας, τῇ στεῤῥοτάτῃ σου ψυχῇ, Νεομάρτυς Γεώργιε. Τὰς γὰρ στρέβλας τοῦ σώματος, ὡς οὐδὲν ἡγήσω, ὡς τοῦ Χριστοῦ στρατιώτης. Καὶ ἐν πυρὶ δαπανώμενος, τῆς ἐν σοὶ θείας ἀγάπης, τὴν φλόγα ὑπέφηνας, ὡς λαμπὰς φωτὸς ἀΰλου. Καὶ ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθείς, σύμμορφος ἐδείχθης, τῶν παθῶν τοῦ Σωτῆρος. Διὸ καὶ συνδεδόξασαι, ἐν τῇ ἄνω λαμπρότητι.

 

Ἦχος γ΄.

Ἐν νεαρᾷ ἡλικίᾳ, συνέσεως πλοῦτον γεωργῶν, τὸν ὑπὲρ Χριστοῦ θάνατον προθύμως προείλου, Ἀθλοφόρε Γεώργιε. Πάντα γὰρ ὡς σκύβαλα, κατὰ Παῦλον ὑπεριδών, πρὸς τὸ τῆς ἀθλήσεως μέγα στάδιον, ἀνδρειοφρόνως ἐχώρησας. Καὶ συμπλακεὶς τῷ τυράννῳ, κατηγωνίσω τὴν τούτου δύναμιν. Ὢ, τῆς σῆς καρτερίας, Νεομάρτυς ἀήττητε! ὡς γὰρ ἄκμων ἀνάλωτος, τὰς πικρὰς ἀλγηδόνα, ἐν τῷ σώματι ὑπέμεινας. Καὶ νῦν τῇ ἄνω δόξῃ ἐντρυφῶν, καὶ μαρτυρικῷ στεφάνῳ κοσμούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος δ΄.

Ἐνδεδυμένος τὴν θείαν δύναμιν, τοῦ ἐχθροῦ τὴν δυναστείαν ἀπεγύμνωσας, τῇ μαρτυρικῇ σου ἐνστάσει, καὶ τῷ τῆς ψυχῆς παραστήματι, Νεομάρτυς Γεώργιε. Οὐδόλως γὰρ ἐπτοήθης, τῶν χειρῶν καὶ τῶν ποδῶν τὰς ἀνυποίστοις τρώσεις· καὶ τοῦ πυρὸς ἀκμαιότερος φανείς, ὡς θῦμα εὐπρόσδεκτον, Χριστῷ προσηνέχθης. Καὶ νῦν μαρτυρικαῖς συνὼν χορείαις, ἀπαύστως ἱκέτευε, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ὁ ἐναθλήσας ἀνενδότῳ φρονήματι, καὶ πᾶσαν καταπαλαίσας, τῶν δυσμενῶν τὴν ἰσχύν, εὐσεβείας ὅπλοις θείῳ Πνεύματι, Γεώργιε ἔνδοξε, Ἀθλητῶν ἰσοστάσιε, κλῆμα τὸ θεῖον, γεωργίας τῆς κρείττονος, τὸ τοὺς βότρυας, ἐξανθῆσαν τῆς πίστεως, πᾶσιν ἐναποστάζοντας, τὸ νέκταρ τῆς χάριτος, ἀθλητικῇ ἀριστείᾳ, καὶ χορηγίᾳ τῇ ἄνωθεν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, τῆς Ἐκκλησίας ὁ ἀστὴρ ὁ νεόφωτος, τῆς πλάνης ὁ καθαιρέτης, ὁ δι’ ἀγώνων στεῤῥῶν, τῶν πιστῶν στηρίξας τὰ φρονήματα· ὡς ἄλλου γὰρ πάσχοντος, τὰς βασάνους ὑπέμεινας, θυμὸν μὴ δείσας, τῶν τυράννων Γεώργιε, καὶ νεότητος τὴν ἀκμὴν παρωσάμενος· ὅθεν ὡς ῥόδον εὔοσμον, καὶ κρίνον ἡδύπνοον, τῇ μυστικῇ εὐωδίᾳ, ἡμᾶς εὐφραίνεις ἑκάστοτε, καὶ πᾶσι πρεσβεύεις, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, τὸ τῆς Ῥαψάνης ἱερὸν σεμνολόγημα, καὶ δόξα καὶ πολιοῦχος, καὶ πρὸς Χριστὸν πρεσβευτής, καὶ ἐν τοῖς κινδύνοις ῥύστης ἕτοιμος, Γεώργιε ἔνδοξε, Ὀρθοδόξων ἀγλάϊσμα· ὁ πᾶσι νέμων, τὴν ταχεῖαν βοήθειαν, καὶ προστρέχουσι, τοῖς τιμίοις λειψάνοις σου· ὅθεν τοὺς τὴν ἁγίαν σου, γεραίροντας ἄθλησιν, πάσης ἀνάγκης καὶ βλάβης, τήρει ἀτρώτους πρεσβείαις σου, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Ἐν ἀνδρείᾳ ἀληθεῖ, τὸ ὑπὲρ Χριστοῦ δεξάμενος μαρτύριον, θαυμαστῶς ἠνδραγάθησας, ἐν τοῖς ἄθλοις Γεώργιε· ἐν ἀσθενείᾳ γὰρ φύσεως, τὸν ἰσχυρὸν ἐν κακίᾳ καταπαλαίσας, ἀπείρων βραβείων, ἐν οὐρανοῖς ἠξίωσαι, μαρτυρικῆς μετασχὼν λαμπρότητος. Διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καυχωμένη τῇ ἀθλήσει σου, ἐπινικίους ὕμνους προσάγει σοι, καὶ τὴν ἁγίαν ἑορτάζει μνήμην σου, δοξάζουσα Χριστόν, τὸν σὲ δοξάσαντα Ἅγιε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ῥαψάνης τὸν γόνον καὶ Τυρνάβου ἀγλάϊσμα, καὶ νεοφανῆ στρατιώτην, τοῦ τῶν ὅλων δεσπόζοντος, Γεώργιον τὸν νέον Ἀθλητήν, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, πᾶσαν χάριν γὰρ παρέχει παρὰ Θεοῦ, τοῖς προς αὐτὸν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.

Χριστοῦ τὸν γενναιότατον Μάρτυρα, καὶ τῆς ἐν Ὀλύμπῳ Ῥαψάνης, περικλεέστατον καύχημα, Γεώργιον τὸν Νέον Ἀθλητήν, τιμήσωμεν ᾠδαῖς πνευματικαῖς, κατὰ χρέος ἐκβοῶντες, πρὸς τὸν αὐτὸν δοξάσαντα Κύριον· δόξα τῇ παναγάθῳ Σου βουλῇ, δόξα τῇ εὐσπλαγχνίᾳ Σου, δόξα τῇ περὶ ἡμᾶς θείᾳ προνοίᾳ Σου.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄνθος νοητόν, καὶ πανεύοσμον ῥόδον, ἐξήνθησας ἡμῖν, δι’ ἀθλήσεως θείας, Γεώργιε μακάριε, Ἀθλοφόρων ἰσότιμε, καὶ κατηύφρανας ταῖς νοηταῖς εὐωδίαις, τὰς ψυχὰς ἡμῶν, τῶν ἐκτελούντων ἐκ πόθου, τὴν πάνσεπτον μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τεκοῦσα ἐν σαρκί, τὸν ὑπέρθεον Λόγον, ἐθέωσας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, Παρθένε παναμώμητε, τῇ ἀφράστῳ κυήσει Σου· ὅθεν ἅπαντες, χρεωστικῶς ἀνυμνοῦμεν, ὡς αἰτίαν Σε, τῆς τῶν βροτῶν σωτηρίας, καὶ κόσμου προσφύγιον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πόνων ὑπέρτερος, ὤφθης τοῦ σώματος, ἐνδυναμούμενος, Χριστοῦ τοῖς πάθεσι, καὶ πρὸς τὴν ἄπονον ζωήν, γηθόμενος μετετέθης, στέφος ἀμαράντινον, ἐκ Κυρίου δεξάμενος, ἔνδοξε Γεώργιε, καὶ χαρᾶς ἀξιούμενος, ἀλήκτου σὺν Μαρτύρων τοῖς δήμοις, ὧν ἴχνεσι Μάρτυς ἐπορεύθης.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σάρκα γενόμενον, ἐκ τῶν αἱμάτων Σου, ἀφράστως τέτοκας, τὸν ὑπερούσιον, μὴ ὑπομείναντα τροπήν, ἢ σύγχυσιν Θεοτόκε· ὅθεν ὡς αἰτίαν Σε, τῆς ἡμῶν ἀναπλάσεως, καὶ πηγὴν βλυστάνουσαν, οἰκτιρμῶν θεῖα ῥεύματα, ὑμνοῦμεν καὶ πιστῶς Σοι βοῶμεν· χαῖρε ἡ κεχαριτωμένη

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὡς νεανίας εὐπρεπὴς καὶ θεόφρων, ποικίλῃ γνώσει καὶ σεμνῇ πολιτείᾳ, ὡς ἀληθῶς διέλαμψας Γεώργιε· ὅθεν διελήλυθας, μαρτυρίου τὸ σκάμμα, καὶ ἐχθροῦ κατήργησας, τὴν ὀφρῦν καὶ τὸ θράσος, καὶ νικηφόρος ὤφθης Ἀθλητής, ἐν τοῖς ὑστέροις, καιροῖς ἀξιάγαστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡς τῶν ἁπάντων Ποιητὴν καὶ Σωτῆρα, ἀνερμηνεύτως Θεοτόκε τεκοῦσα, καὶ μετὰ τόκον μείνασα πανάφθορος, ῥῦσαί με του δράκοντος, τῆς πικρᾶς δυναστείας, καὶ τὸν νοῦν μου λάμπρυνον, μετανοίας τῷ φέγγει, καὶ σωτηρίας Κόρη πρὸς ὁδόν, ἐν ἀνοδίας παθῶν με κυβέρνησον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

 

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀθλητικοῖς στίγμασι, τοῖς ὑπὲρ Χριστοῦ ὡραϊσθεὶς Ἀθλητά, τὴν φθορὰν ἀπεβάλου, καὶ πρὸς τοὺς ἀφθάρτους νυμφῶνας ἐχώρησας, λελαμπρυσμένος Γεώργιε. Καὶ τῆς θεώσεως τὸν καρπὸν τρυγήσας, τῶν αἰωνίων ἀγαθῶν, κληρονόμος γέγονας. Αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, τῇ πρὸς Χριστὸν μαρτυρικῇ σου ἱκεσίᾳ, τοὺς πόθῳ τιμῶντάς σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Χαίροις, Γεώργιε Νεομάρτυς. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Χριστὸν ἐκδυσώπησον, δοῦναι παθῶν μοι ἐκλύτρωσιν, καὶ λόγον βραβεῦσαί μοι, ὅπως ὑμνήσω πιστῶς, τὴν σὴν ἄθλησιν, Γεώργιε παμμάκαρ, δι’ ἧς ὡς νεόφωτον, ἄστρον ἀνέτειλας.

μέμπτοις ἐν ἤθεσιν, ὡς ἀληθῶς σεμνυνόμενος, καὶ βίου χρηστότητι, καλλωπιζόμενος, γνῶσιν κρείττονα, νεότητος ἐν ὥρᾳ, Γεώργιε νομίμως ἤνεγκας, νοῦ καθαρότητι.

σχὺν ἀπροσμάχητον, ἐνδεδυμένος τῆς πίστεως, εἰς γῆν καταβέβληκας, τῶν δυσμενῶν τὴν ἰσχύν, καὶ ἐνήθλησας, Γεώργιε νομίμως· διό σε ὡς Μάρτυρα, Χριστοῦ γεραίρομεν.

Θεοτοκίον.

ανίσι πανάμωμε, τῆς Σῆς πλουσίας χρηστότητος, τὸν νοῦν μου ἀπόπλυνον, ἐκ ῥυπαρῶν λογισμῶν, καὶ συγχώρησιν, πταισμάτων μοι ἐξαίτει, καὶ βίου διόρθωσιν, ἵνα δοξάζω Σε.

 

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

Οὐράνιον φρόνημα πλουτήσας, παρεῖδες φθαρτῶν τὴν μετοχήν, καὶ χαίρων διελήλυθας, τὸν δρόμον τῆς ἀθλήσεως, ἐν τοῖς ὑστέροις ἔτεσι, Μάρτυς θεόφρον Γεώργιε.

δοὺ ὥσπερ ἔαρ ἐπεφάνη, ἡ μνήμη σου Μάρτυς ἡ σεπτή, ὡς ῥόδον εὐωδέστατον, προβάλλουσά σε Ἅγιε, εὐφραῖνον τὴν διάνοιαν, τῶν εὐσεβῶν θείᾳ χάριτι.

Σαρκὸς φθειρομένης μὴ φροντίσας, ὀνύχων σπαράγματα σοφέ, καὶ τῶν ποδῶν τὴν ἥλωσιν, καὶ τοῦ πυρὸς τὴν ἔκκαυσιν, ὑπέμεινας ὡς ἄσαρκος, δρόσον τὴν θείαν δεχόμενος.

Θεοτοκίον.

Γενοῦ μοι Παρθένε προστασία, καὶ πύργος ἰσχύος ἀσφαλής, τὴν κατ’ ἐμοῦ ἐπήρειαν, τοῦ δράκοντος ἀπείργουσα, καὶ πρὸς λιμένα θεῖόν με, τῆς μετανοίας ἰθύνουσα.

 

 

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τυράννων οὐκ ἔπτηξας ἐπιφορὰς χαλεπάς, καὶ πάντας ἐξέπληξας τῇ καρτερίᾳ τῇ σῇ, θεόφρον Γεώργιε· δύναμιν γὰρ ἐδέχου, ἐκ Χριστοῦ ἀοράτως· ὅθεν ἐν εὐφροσύνῃ, τὰς στρεβλώσεις ὑπέστης, καὶ νῦν τῆς ἀνωλέθρου, τρυφᾷς μακαριότητος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν Ὃν ἐκύησας τὸν ἐπὶ πάντων Θεόν, ἀπαύστως ἱκέτευε ὑπὲρ ἡμῶν τῶν πιστῶς, βοώντων Σοι ἄχραντε· χαῖρε ἡ τοὺς ἀνθρώπους, τῆς φθορᾶς ῥυσαμένη· χαῖρε ἡ ὁδηγοῦσα, πρὸς ὁδὸν σωτηρίας, τοὺς πίστει προσιόντας, τῇ σκέπῃ Σου ἄχραντε.

 

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.

στης ἀκατάπληκτος Μάρτυς σοφέ, πρὸ τῶν ἀπηνῶς τυραννούντων σε, καὶ τὰς ὀδύνας, τῆς σαρκός σου καρτερῶν, τὴν σὴν ψυχὴν ἀμώμητον, ἐκ τῆς τούτων βλάβης ἐτήρησας.

τῆς καρτερίας σου τῆς θαυμαστῆς, Μάρτυς Ἀθλοφόρε Γεώργιε! ὅτι ἀνδρείως, ἐν λουτρῷ πυριφλεγεῖ, ῥιφεὶς φέρεις τὴν ἔκκαυσιν, ζήλῳ θεϊκῷ πυρακτούμενος.

ώμῃ τῆς τοῦ Πνεύματος ἐπισκοπῆς, ἄφλεκτος διέμεινας Ἅγιε, δεθεὶς ἐν στύλῳ, καὶ ἐν νάφθῃ καὶ πυρί, φλεγόμενος Γεώργιε, καὶ τὴν πλάνην πᾶσαν κατέφλεξας.

Θεοτοκίον.

Γέφυρα μετάγουσα πρὸς τὸν Θεόν, ἐκ τῆς χαλεπῆς ματαιότητος, ὤφθης Παρθένε· ὅθεν ὕψωσον κἀμέ, ἐκ λάκκου παραπτώσεων, πρὸς ζωὴν τελείαν καὶ κρείττονα.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

λύος ἐμάκρυνας, τῶν ἐν τῷ κόσμῳ Ἅγιε, πᾶσαν τὴν διάνοιαν προθύμως, καὶ τοὺς ἀγῶνας ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, δέδεξαι θερμότητι ψυχῆς, Ἀθλητὰ Γεώργιε, θείῳ πόθῳ πτερούμενος.

τρώθη καὶ πέπτωκεν, ἐχθρὸς ὁ πολυμήχανος, φέροντός σου Μάρτυς ἀνενδότως, τὰς πυρακτώσεις καὶ τὰς πληγὰς τῆς σαρκός, καὶ Χριστὸς ὁ πάντων Βασιλεύς, τῇ ὁμολογίᾳ σου, ἐδοξάσθη Γεώργιε.

Νοὸς καθαρότητι, τῶν ἐφετῶν τὸ ἔσχατον, Μάρτυς ἀγαπήσας ἐκ καρδίας, ἄνθος νεότητος ὡς φθειρόμενον, καὶ τὰς ἐν τῷ κόσμῳ ἡδονάς, ἀπηρνήσω Ἅγιε, καὶ προθύμως ἠγώνισαι.

Θεοτοκίον.

κ μήτρας Σου ἔλαμψεν, δικαιοσύνης Ἥλιος, ἐν μορφῇ Παρθένε τῇ βροτείᾳ, καὶ τῆς ἀπάτης τὸν ζόφον ἔλυσεν· οὗ ταῖς ἀστραπαῖς τὸ τῆς ψυχῆς, σκότος μου ἀπέλασον, ὡς λυχνία ἑπτάφωτος.

 

 

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Νεομάρτυς Γεώργιος, τὸ θεῖον τῆς Ῥαψάνης ἀγλάϊσμα, καὶ τοῦ Ὀλύμπου δέ, πυρσὸς ὁ νέος πάμφωτος, ᾀσμάτων μελῳδίαις, ὑμνολογείσθω μοι.

Μαρτυρικῶς ἠνδραγάθησας, ὑστέροις ἐν τοῖς χρόνοις Γεώργιε, ἀκμὴν νεότητος, ὑπεριδὼν καὶ τοῖς Μάρτυσιν, ἁμιλληθεὶς τοῖς πάλαι, γνώμης στεῤῥότητι.

γαλλιᾶται τῇ δόξῃ σου, πατρίς σου ἡ Ῥαψάνη Γεώργιε, καὶ τὴν ἁγίαν σου, μνήμην φαιδρῶς ἑορτάζουσα, δοξάζει τὸν Σωτῆρα, τὸν σὲ δοξάσαντα.

Θεοτοκίον.

ῦσαι σκανδάλων τοῦ ὄφεως, καὶ πάσης ἐπηρείας καὶ θλίψεως, Παρθένε ἄχραντε, τοὺς καθ’ ἑκάστην προστρέχοντας, τῇ κραταιᾷ δυνάμει, τῆς προστασίας σου.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Μαρτυρίου ἤνεσας, στεῤῥῶς τὸν δρόμον, Ἀθλητὰ Γεώργιε, καὶ καταυγάζεις τῷ φωτί, τῶν σῶν ἀγώνων ἐν Πνεύματι, τοὺς ἀνυμνοῦντας, τὴν θείαν σου ἄθλησιν.

Ὁ Οἶκος.

Ἐν τῷ λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, ὥσπερ ἄνθος εὐῶδες Γεώργιε, καὶ τῇ τῶν ἄθλων γεωργίᾳ διέπνευσας, τῆς εὐσεβείας τὴν ὀσμὴν τὴν οὐράνιον, καὶ κατευφραίνεις μυστικῶς, τὰς διανοίας τῶν πιστῶν, τῇ χάριτί σου Μάρτυς. Τῇ θείᾳ στοιχειωθεὶς ἀγάπῃ, τὰ πάντα παρεῖδες, καὶ πρὸς μαρτυρικοὺς ἀγῶνας, προθύμως ἐχώρησας. Καὶ ἐν αὐτοῖς ποικιλοτρόποις δοκιμασθείς, καὶ ἀνώτερος ποινῶν καὶ βασάνων καὶ πυρὸς ἀναφανείς, ὡς ἡνωμένος τῷ θείῳ φωτί, Ἀγαρηνῶν τὴν ὀφρὺν κατήσχυνας, καὶ τοῦ Χριστοῦ τὴν πίστιν ἐδόξασας. Καὶ μαρτυρικῷ διαδήματι κοσμηθείς, πάσης ἀνάγκης ῥύῃ καὶ συμφορᾶς, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου ἄθλησιν.

 

Συναξάριον.

Τῇ Ε΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος ὁ ἐκ Ῥαψάνης, ἐν Τυρνάβῳ, ἐν ἔτει 1818ῳ, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Τὴν σὴν ἄθλησιν ὁ ἀθλοθέτης Κύριος δοξάζων Ἅγιε, ἀπ’ οὐρανοῦ θαυμαστῶς, πυρίμορφον ἔδειξεν, στῦλον ὁλόφωτον, ἐν τῷ τάφῳ σου, Γεώργιε ἐκπλήττοντα, τοὺς τὸ θαῦμα καθορῶντας.

μνοις ἤνεσαν οἱ εὐσεβεῖς Γεώργιε Χριστὸν τὸν Κύριον, ἐπὶ τοῦ τάφου τοῦ σοῦ, τὸ φῶς τὸ οὐράνιον, ἐκλάμπον βλέποντες, οἱ δὲ ἔκγονοι, τῆς Ἄγαρ ἠμαυρώθησαν, καὶ ἠσχύνθησαν εἰς τέλος.

Σοῦ τὰ λείψανα τὰ ἱερὰ Γεώργιε ὡς ὄλβον ἔνθεον Ῥαψάνη ἡ σὴ πατρίς, πλουτοῦσα γεραίρει σου, τὴν θείαν ἄθλησιν, καὶ ἰάματα, ψυχῆς ὁμοῦ καὶ σώματος, ἐξ αὐτῶν ἀεὶ καρποῦται.

Θεοτοκίον.

Γεωργήσασα ἀγεωργήτως ἄχραντε ὑπὲρ κατάληψιν τὸν Γεωργὸν τοῦ παντός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἡμῖν γεώργησον, παθῶν λύτρωσιν, ἀρότρῳ τῆς πρεσβείας Σου, Παναγία Θεοτόκε.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

φερες πληγὰς καὶ τὰς ὀδύνας, Γεώργιε ἐν τῷ σώματι ὡς ἄσαρκος, καὶ κατετραυμάτισας, ἐν τῇ καρτερίᾳ σου, τῶν δυσσεβῶν τὸ σύστημα, καὶ χαίρων ἔψαλλες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ῶσιν καὶ χαρὰν καὶ εὐφροσύνην, καὶ θεῖον ἁγιασμὸν καὶ παθῶν λύτρωσιν, πίστει προσερχόμενοι, τοῖς σεπτοῖς λειψάνοις σου, λαμβάνομεν Γεώργιε ἀξιοθαύμαστε, ἡ χάρις, γὰρ ἡ θεία ἐν τούτοις, ἄνωθεν σκηνοῦσα, τὰ κρείττονα παρέχει.

νωθεν φῶς θεῖον ἐπιλάμπον, τῷ τάφῳ σου Ἀθλητὰ Χριστοῦ Γεώργιε, ἐμφανῶς ἐδήλωσεν, ἣν ἔσχες λαμπρότητα, καὶ δόξαν ἀνεκλάλητον ὡς ἀριστεύσας καλῶς· διό, τοὺς σοὺς ἀγῶνας τιμῶμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν τὸν ἀθλοθέτην.

Θεοτοκίον.

Σάρκα ἐξ αἱμάτων Σου τῶν θείων, ὁ Λόγος ὁ παντευχνήμων προσελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἀσυγχύτως πάναγνε, θεώσας τὸ ἀνθρώπινον δι’ ἀγαθότητα· διό Σοῦ τὰ πολλὰ μεγαλεῖα, ἀνυμνολογοῦμεν, Παρθένε εἰς αἰῶνας.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

θυνας τὸν νοῦν, τὸν σὸν ἐκ νεότητος Μάρτυς Γεώργιε, πρὸς Χριστὸν τὸν Κύριον, καὶ μαρτυρίου χαίρων τὸ στάδιον, γνώμῃ διήνυσας, καὶ ἴσος πέφηνας, τῶν Μαρτύρων, Ἀθλητὰ τῶν πρότερον, ὡς αὐτῶν μιμητὴς καὶ ὁμότροπος.

Μέγαν ἀρωγόν, Ῥαψάνη σε κέκτηται, ἡ σὲ βλαστήσασα, Ἅγιε Γεώργιε, καὶ ἐν σοὶ χαίρει καὶ ἐπαγάλλεται, καὶ τὴν ἁγίαν μνήμην σου πανηγυρίζουσα, ἐκβοᾷ σοι· χαίροις ἐμὸν καύχημα, Νεομάρτυς καὶ θεῖον προσφύγιον.

νεοφανής, ὁπλίτης τῆς πίστεως καὶ Μάρτυς ἔνθεος, Ἅγιε Γεώργιε, καθάπερ δῶρον τοῦτον τὸν ὕμνον μου, καὶ νοητὸν θυμίαμα δέχου καὶ δίδου μοι, τῶν πταισμάτων, ταῖς λιταῖς σου ἄφεσιν, καὶ παθῶν τυραννούντων ἐκλύτρωσιν.

Θεοτοκίον.

ψιστον Θεόν, τεκοῦσα ἐν σώματι τὸν ἀπερίγραπτον, πλούτῳ ἀγαθότητος, εὐλογημένη θεοχαρίτωτε, ἐκ λάκκου με ἀνύψωσον ταλαιπωρίας παθῶν, καὶ τὸν νοῦν μου, λάμπρυνον τῷ φέγγει Σου, καὶ ζωῆς με τῆς ἄνω ἀξίωσον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀθλητικῶς ἠγώνισαι, ἐν τοῖς ὑστέροις ἔτεσι, καὶ τοῦ Βελίαρ καθεῖλες, Γεώργιε τὴν μανίαν· διὸ ὡς νέον Μάρτυρα, καὶ στρατιώτην ἄριστον, Χριστοῦ τοῦ Παντοκράτορος, τιμῶμέν σε καὶ τελοῦμεν, τὴν φωτοφόρον σου μνήμην.

Θεοτοκίον.

Ἀπειρογάμως τέτοκας, Θεὸν τὸν ὑπερούσιον, σάρκα ἐκ Σοῦ εἰληφότα, εἰς ἀνακαίνισιν κόσμου· διὸ Θεογεννήτρια, τὸ μέγιστον μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας Σου, ὑμνοῦμεν καὶ προσκυνοῦμεν, τὸ χαῖρέ Σοι ἐκβοῶντες.

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἄνθος τῆς νεότητος, καὶ τὴν ἐν κόσμῳ ἀπόλαυσιν, θεολήπτῳ φρονήματι, παρεῖδες ὡς πρόσκαιρα, καὶ ἤθλησας χαίρων, Γεώργιε μάκαρ, ὁμολογήσας τὸν Χριστόν, καὶ καταισχύνας πλάνην τὴν βέβηλον· διό σου ἑορτάζοντες, τὴν φωταυγῆ μνήμην σήμερον, τὸν Σωτῆρα δοξάζομεν, τὸν λαμπρῶς σε δοξάσαντα.

 

Πόνων κατετόλμησας, τῶν ἀφορήτων Γεώργιε, καὶ πυρὸς τὴν κατάφλεξιν, ἀνδρείως ὑπέμεινας, ἔχων ἐν καρδίᾳ, τὸ πῦρ ὅπερ ἦλθε, βαλεῖν Χριστὸς ἐπὶ τῆς γῆς, καὶ προσηνέχθης ὡς θῦμα ἄμωμον, καὶ θεῖον ὁλοκαύτωμα, τῷ δεδωκότι σοι δύναμιν, διανύσαι τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιε.

 

Ἄνωθεν ὁ Κύριος, Μάρτυς δοξάζων τοὺς ἄθλους σου, θαυμαστὸν φῶς ἐπέλαμψεν, Γεώργιε ἔνδοξε, ἐπὶ τοῦ σοῦ τάφου, ἅπασιν ἐμφαίνων, ἣν εὗρες ἐν τοῖς οὐρανοῖς, ἄφραστον δόξαν καὶ θείαν ἔλλαμψιν· διὸ καὶ τοὺς γεραίροντας, τὴν μακαρίαν σου ἄθλησιν, σκοτασμοῦ παθῶν λύτρωσαι, φωτοφόροις πρεσβείαις σου.

 

Χαίρει καὶ εὐφραίνεται, Ῥαψάνη Μάρτυς τῇ δόξῃ σου, ἡ βλαστήσασα κώμη σε, καὶ ἄγει ἐν ᾄσμασι, μνήμην σου τὴν θείαν, καὶ τῶν σῶν λειψάνων, προσπτυσσόμενη τὴν σορόν, ἀπὸ καρδίας ἀνακραυγάζει σοι· προστάτης ἀεὶ ἔσο μοι, καὶ πρεσβευτὴς πρὸς τὸν Κύριον, τῶν δεινῶν με λυτρούμενος, Νεομάρτυς Γεώργιε.

 

Δόξα. Ἦχος πλ. α΄.

Τῆς εὐσεβείας τῷ φωτί, ἀπροσκόπτως πορευόμενος, πρὸς μαρτυρίου τὸ περίβλεπτον ὕψος, ἀνήχθης Γεώργιε· ἐν ἀνδρείᾳ γὰρ ψυχῆς, τὰς τῶν τυράννων ἐνεγκὼν ἐπιφοράς, ἀπερίτρεπτος ὤφθης, ἐν τῷ καιρῷ τῶν ἀγώνων. Τὸ γὰρ πῦρ οὐκ ἔπτηξας, οὐδὲ τὰς πικρὰς ὀδύνας, ὅλῳ τῷ νοΐ ἀτενίζων Κυρίῳ. Καὶ νομίμως ἤθλησας, μαρτυρικῆς ἐπέβης εὐκληρίας· ἀλλ’ ἀπαύστως πρέσβευε, τῷ Σωτῆρι καὶ Θεῷ, ὑπὲρ τῶν τιμώντων σε, Νεομάρτυς ἔνδοξε.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῆς Ῥαψάνης θεῖος βλαστός, καὶ τῆς ἐν ἀθλήσει, γεωργίας ἄνθος τερπνόν· χαίροις Νεομάρτυς, Γεώργιε παμμάκαρ, Χριστοῦ τῆς Ἐκκλησίας, ἄστρον νεόφωτον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου