ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΒ΄!!
ΒΑΡΑΔΑΤΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Ἀγάπῃ
τρωθεὶς τῇ θεϊκῇ, Βαραδᾶτε Ὅσιε, τὴν κοσμικὴν ματαιότητα, ἐμφρόνως ἔλιπες, καὶ
δι’ ἐγκρατείας, καὶ στεῤῥᾶς ἀσκήσεως, τοῖς ἴχνεσι Χριστοῦ ἠκολούθησας· Ὃν νῦν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Οἰκίσκῳ
τὸ σῶμα ἐν σμικρῷ, περιγράψας Ὅσιε, πρὸς οὐρανοῦ ἀνεπτέρωσας, κάλλος ἀμήχανον,
ὁλικῇ ἐφέσει, νοῦν καὶ τὴν διάνοιαν, θεόφρον Βαραδᾶτε Πατὴρ ἡμῶν· διὸ
ἀνέδραμες, πρὸς οὐράνια σκηνώματα, ἱκετεύων ὑπὲρ τῶν ὑμνούντων σε.
Νεκρώσας
τὰ μέλη τῆς σαρκός, Βαραδᾶτε Ὅσιε, ἀσκητικοῖς ἀγωνίσμασι, ψυχὴν ἐζώωσας,
ἐπιπνοίᾳ θείᾳ, καὶ δοχεῖον ἔμψυχον, ἐδείχθης ἐνεργείας τοῦ Πνεύματος, καὶ
καταβέβληκας, πονηρῶν πνευμάτων ἅπασαν, τὴν ἀπάτην οἷα ἐνθεώτατος.
Τοὺς
πίστει τελοῦντας εὐλαβῶς, τὴν ἁγίαν μνήμην σου, καὶ τῷ ναῷ σου προστρέχοντας,
σκέπε καὶ φύλαττε, τῇ σῇ προστασίᾳ Βαραδᾶτε Ὅσιε, ἐκ πάσης ἐπηρείας καὶ
θλίψεως, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος β΄.
Ἀγγελικῶς
βιώσας ἐν σώματι, ἀγγελικῶν χαρίτων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Βαραδᾶτε
Πάτερ Ὅσιε· ὅθεν τῆς σῆς πολιτείας τὴν λαμπρότητα, ὁ τοῦ σκότους ἄρχων
ἐπτόηται, καὶ οἱ πιστοὶ ἠγάσθησαν, καὶ ὁ Κύριος τῆς δόξης ἐδόξασεν, ὁ παρέχων
διὰ σοῦ ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος
τοῦ παντουργοῦ, Πνεύματος ἀνεδείχθης, παμμάκαρ Βαραδᾶτε, συγκλείσας σου τὸ
σῶμα, ἐν τῷ οἰκίσκῳ Ὅσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πόνοις
ἀσκητικοῖς, ἐκλάμψας Βαραδᾶτε, τῶν πονηρῶν πνευμάτων, κατήργησας τὸ κράτος, καὶ
τὸν Χριστὸν ἐδόξασας.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔχων
πρὸς τὸν Χριστόν, μεγίστην παῤῥησίαν, δυσώπει Βαραδᾶτε, ὑπὲρ τῶν προσιόντων,
πιστῶς τῇ ἀντιλήψει σου.
Δόξα.
Τριαδικόν.
Κράτος
τρισσοφαές, τῆς μιᾶς Θεαρχίας, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Βαραδάτου,
ἐλέησον τὸν κόσμον Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἄχραντε
Μαριάμ, Παρθένε Θεοτόκε, τὸν Σὸν Υἱὸν δυσώπει, δοῦναι πταισμάτων λύσιν, τοῖς
πίστει Σε δοξάζουσι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείοις
σκάμμασι, τῆς ἐγκρατείας, σκεῦος γέγονας, τῆς ἀπαθείας, Βαραδᾶτε Ἀγγέλων συνόμιλε, καὶ Παρακλήτου τὴν χάριν δεξάμενος,
πᾶσι παρέχεις ταχεῖαν βοήθειαν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κόσμου,
τὰ τερπνὰ καταλιπών, ἦρας τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπὶ τῶν ὤμων σου, Βαραδᾶτε
Ὅσιε, καὶ ἠκολούθησας, τῷ τῶν ὅλων δεσπόζοντι, ἀσκήσει συντόνῳ, καὶ ταῖς
ἀναβάσεσι, ζωῆς τῆς κρείττονος· ὅθεν, σεαυτὸν ἐκκαθάρας, ὄργανον πολύτιμον
ὤφθης, τῆς τοῦ Παρακλήτου Πάτερ χάριτος.
Ὅτε,
ἐν οἰκίσκῳ τῷ σμικρῷ, ᾤκησας ἐν πλάτει ἀγάπης, τῆς θείας Ὅσιε, τότε σκεῦος
εὔχρηστον, ὤφθης τοῦ Κτίστου σου, ἀνελθὼν ἐν ῥαχίᾳ δέ, πρὸς ὄρη τὸν νοῦν σου,
ὕψωσας αἰώνια, ἐνθέῳ ἔρωτι· ὅθεν, φωτισμοῦ ἐπληρώθης, ἐκ τριλαμπεστάτης
λαμπάδος, Πάτερ Βαραδᾶτε ὡς θεόληπτος.
Δόξης,
ἀπολαύων θεϊκῆς, οἷα τοῦ Κυρίου θεράπων, καὶ μετοχῇ μυστικῇ, Βαραδᾶτε Ὅσιε,
λαμπρῶς θεούμενος, τοὺς τελοῦντας τὴν μνήμην σου, καὶ τῷ σῷ ἁγίῳ, οἴκῳ
καταφεύγοντας, σκέπε καὶ φύλαττε, πάσης, δυσχερείας καὶ βλάβης, καὶ πταισμάτων
ἄφεσιν αἴτει, παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἅγιε.
Ἕτερα.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πόνοις
τῆς ἀσκήσεως, ὑποπίαζων τὸ σῶμά σου, Βαραδᾶτε μακάριε, δοχεῖον πολύτιμον, τῆς
Τριάδος ὤφθης, ἐν σοὶ σκηνωσάσης, οἷα θεράποντι πιστῷ, ὡς ἐπηγγείλατο ὁ Σωτὴρ
ἡμῶν, ᾯ πρέσβευε δεόμεθα, πάσης ἀνάγκης καὶ θλίψεως, ἐκλυτροῦσθαι ἑκάστοτε,
τοὺς τιμῶντάς σε Ὅσιε.
Ἄνω
τὸ πολίτευμα, ἐν οὐρανοῖς ἔχων Ὅσιε, κατὰ Παῦλον τὸν πάνσοφον, θερμῶς
ἐνητένιζες, ὄμματι καρδίας, καὶ βλέμματι Πάτερ, τῷ αἰσθητῷ διηνεκῶς, πρὸς τὰ
οὐράνια τὰ ἐπίγιεια, λιπὼν ὡς παρερχόμενα, καὶ μετὰ τέλος τὸ ἅγιον, Βαραδᾶτε
μακάριε, τοῦ σοῦ πόθου ἐπέτυχες.
Ἤνυσας
ὡς ἄγγελος, τὴν σὴν ζωὴν μετὰ σώματος, καὶ Ἀγγέλων τῆς στάσεως, λαμπρῶς
κατηξίωσαι, Πάτερ Βαραδᾶτε· διὸ τοῖς τελοῦσι, τὴν σὴν ἁγίαν ἑορτήν, δίδου
ἀπαύστως τὴν εὐλογίαν σου, προστάτην γὰρ καὶ ἔφορον, διὰ παντὸς σὲ κεκτήμεθα,
καὶ τῇ θείᾳ πρεσβείᾳ σου, εὐλαβῶς καταφεύγομεν.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ὁ θεοφόρος Βαραδᾶτος, ὡς λύχνος φαεινὸς ἔλαμψε, τῇ ἐτησίῳ αὐτοῦ μνήμῃ, καὶ τῷ
φωτὶ τῶν ἀρετῶν πυρσεύει, τοὺς βοῶντας αὐτῷ· χαίροις, ὁ τῆς Ἀντιοχείας βλαστός,
καὶ τῆς ἀσκητικῆς πολιτείας, λαμπρὰ ὑποτύπωσις· χαίροις, ἐν σώματι ἄγγελε, ὁ
τῶν δαιμόνων τὰ στίφη, εἰς τέλος τροπωσάμενος· χαίροις, Ὁσίων καλλονή, ἡμῶν δὲ
ἀντιλήπτωρ, καὶ προστάτης θεμρότατος. Παῤῥησίαν ἔχων πρὸς Χριστόν, μὴ παύσῃ
πρεσβεύων Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Λιτή. Ἦχος α΄.
Τῆς ἐν πνεύματι ζωῆς, ὑπελθὼν
τὸν ἀγῶνα, τοὺς κατ’ αὐτὴν καρποὺς ἐξήνεγκας, Πάτερ Βαραδᾶτε· ὑπεραρθεὶς γὰρ
τῶν φθαρτῶν, ἀφθαρσίαν ἐμελέτησας, καὶ νηστείαις καὶ δάκρυσι, τὰς αἰσθήσεις
λαμπρύνας, ὅλος μετάρσιος ὤφθης, τῇ ἐπιδόσει τοῦ κρείττονος. Καὶ νῦν ἐν τῇ
ἀϊδίῳ δόξῃ χορεύων, πρέσβευε Ὅσιε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄
Καταλιπὼν τὰ ἐν κόσμῳ, ὡς
φθαρτὰ καὶ ἀπανθοῦντα, τελειοτάτῳ νοΐ ὑπέσχες σεαυτόν, τῷ ζυγῷ τοῦ Κυρίου,
Βαραδᾶτε θεόφρον. Καὶ ἐν αὐτῷ εὑράμενος, τὸν μαργαρίτην τὸν πολύτιμον, τῆς ἐν
Χριστῷ τελειότητος, εὐφράνθης τῷ πνεύματι, καὶ τῆς ἀσκήσεως πόνους, ὡς τρυφὴν
ἡγήσω, τῇ μετοχῇ τῆς θείας χάριτος· ὅθεν ἔξω κόσμου καὶ σαρκὸς ἐβίωσας, καὶ τῶν
θείων ἐπιλάμψεων, μυστικῶς κατετρύφησας. Αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν
πρεσβείαις σου, δεόμεθα Πάτερ Ὅσιε.
Ἦχος γ΄.
Τῇ πρακτικῇ πολιτείᾳ, τῶν
προσύλων καθαρθείς, τῇ μυστικῇ θεωρίᾳ τῆς θεϊκῆς λαμπρότητος, ἠξιώθης Πάτερ
Ὅσιε. Τῆς σαρκὸς γὰρ τὸ φρόνημα, ὑποτάξας τῷ πνεύματι, συντονοτάτῃ ἀσκήσει,
πλουσίων δωρεῶν τὴν χορηγίαν ἐδέκξω, παρὰ τοῦ δοτῆρος τῶν ἀγαθῶν, Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν. Οὗ τὴν δόξαν ἀνακεκαλυμμένως θεωρῶν, ἀδοξίας παθῶν λύτρωσαι,
Βαραδᾶτε πανόλβιε, τοὺς πόθῳ τιμῶντάς σε.
Ἦχος δ΄.
Τῆς θείας ἀγάπης τὸ πῦρ
δεξάμενος, ὡς ἀστὴρ θεοφεγγὴς ἐξέλαμψας, τῷ τῆς ἀσκήσεως σκάμματι, Βαραδᾶτε
Πάτερ Ὅσιε. Χριστῷ γὰρ ἀτενίζων, καθαρωτάτῳ νοΐ, καὶ θεολήπτῳ φρονήματι, ῥᾷον
ἔφερες τοὺς πόνους τῶν καμάτων, πρὸς τὴν ἄπονον ζωὴν ἐπειγόμενος, ἐν πολλῇ
φρονήσει. Καὶ τοῦ ἐχθροῦ συντρίψας τὰς παγίδας, οὐρανίων στεφάνων ἠξίωσαι, παρὰ
Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τὴν στενὴν καὶ
τεθλιμμένην ὁδὸν βαδίσας, ἐν πλατυσμῷ θείας ἀγάπης, τοῦ ἐχθροῦ τὰς πορείας
ἐστένωσας, ἀσκήσεως ἀγῶσιν· ὡς γὰρ ἄσαρκος εἵλου, πᾶσαν κακουχίαν, διὰ τὴν
μέλλουσαν ζωήν, ὡς σοφὸς καὶ ἀγχίνους. Καὶ τῷ Χριστῷ εὐαρεστήσας, πρὸς πλάτος
τῆς ἄνω Βασιλείας, ἐν χαρᾷ ἐσκήνωσας. Καὶ νῦν Ἀγγέλοις συναυλιζόμενος, Βαραδᾶτε
παμμακάκαριστε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀσκητικῶν ἀρετῶν,
περιφανὲς καὶ θεοφόρον κειμήλιον, τοῦ κόσμου γὰρ πᾶσαν σχέσιν, καταλιπὼν
νουνεχῶς, ἐγκρατείας πόνοις προσεχώρησας, δι’ ὧν κατεπάτησας, τῆς σαρκὸς ἅπαν
φρόνημα, καὶ ἐπληρώθης, χαρισμάτων τοῦ Πνεύματος, βίου κρείττονος, ὑπεμφαίνων
τὴν ἔλλαμψιν· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ πρεσβευτὴν ἡμῶν
μέγαν, ὦ Βαραδᾶτε πρὸς Κύριον, Αὐτὸν δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σῶμα,
ὑποπιάσας πολλαῖς, σκληραγωγίαις οὐρανίῳ φρονήματι, ἐστένωσας τοῦτο Πάτερ, οἴκῳ
οἰκήσας στενῷ, καὶ πολλῇ ἀσκήσει κατεμάρανας, τὸν νοῦν δὲ ἀνύψωσας, πρὸς τὸ
κάλλος τὸ ἄῤῥητον, τῆς ἄνω δόξης, Βαραδᾶτε μακάριε, οὗ ἐπέτυχες, μετὰ τέλος τὸ
ἅγιον· ὅθεν τοῦ ὑπὲρ ἔννοιαν, φωτὸς ἀξιούμενος, καὶ τοῦ καρποῦ ἀπολαύων, τοῦ
τῆς θεώσεως Ὅσιε, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ τῆς ἀλήκτου
χαρᾶς, συγκοινωνὸς καὶ τῶν Ἀγγέλων συνόμιλος, θεόληπτε Βαραδᾶτε, καὶ τῆς
μελλούσης ζωῆς, θεῖος κληρονόμος καὶ συνέστιος, ἡμῶν δὲ θερμότατος, πρεσβευτὴς
πρὸς τὸν Κύριον, τῶν ἐκτελούντων, τὴν σὴν μνήμην τὴν πάντιμον, καὶ βοώντων σοι,
μετὰ πίστεως Ὅσιε· πάσης ἡμᾶς ἀπάλλαττε, ἀνάγκης καὶ θλίψεως, τῇ προστασίᾳ σου
Πάτερ, καὶ χαλεπῶν περιστάσεων, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ἀσκητικῶν καμάτων τὸν
δόλιχον, ἐν ἀσθενίᾳ φύσεως διανύσας, ἐν τῇ ἄνωθεν ῥοπῇ, Βαραδᾶτε Πάτερ Ὅσιε,
τὸν ἰσχυρὸν ἐν κακίᾳ, κατηγωνίσω δράκοντα, καὶ τῆς νίκης τὸ γέρας ἐδέξω, παρὰ
Χριστοῦ τοῦ παντάνακτος. Αὐτὸν ἀπαύστως ἱκέτευε, διδόναι ἡμῖν πταισμάτων λύσιν,
καὶ πειρασμῶν ἀπολύτρωσιν, καὶ τῆς μελλούσης ζωῆς, ἀξιωθῆναι Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείοις
σκάμμασι, τῆς ἐγκρατείας, σκεῦος γέγονας, τῆς ἀπαθείας, Βαραδᾶτε Ἀγγέλων συνόμιλε, καὶ Παρακλήτου τὴν χάριν δεξάμενος,
πᾶσι παρέχεις ταχεῖαν βοήθειαν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἄστρον φαεινόν, τῇ ἀσκήσει ἐλάμψας, πυρσεύεις νοερῶς, Βαραδᾶτε θεόφρον, ἡμῶν
τὴν διάνοιαν, ταῖς ἀκτῖσι τῆς χάριτος· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην,
ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
τέξασα σαρκί, τὸν Θεὸν τῶν ἁπάντων, καὶ μείνασα ἁγνή, μετὰ τόκον τὸν θεῖον, τὴν
φύσιν ἀνεκαίνισας, τοῦ Προπάτορος ἄχραντε· ἀλλὰ δέομαι, καὶ τὴν φθαρεῖσαν ψυχήν
μου, ἀνακαίνισον, τῇ σωστικῇ Σου πρεσβείᾳ, καὶ σῶσόν με Δέσποινα.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σαρκὸς
τὸ φρόνημα, Πάτερ ἐνέκρωσας, πολλαῖς ἀσκήσεσι, καὶ τὴν ἀπάθειαν, περιεβάλου ὡς
φωτός, χλαμύσα χάριτι θείᾳ· ὅθεν εἰσελήλυθας, πρὸς νυμφῶνα οὐράνιον, Βαραδᾶτε
Ὅσιε, ὡς Ἀγγέλων ἰσότιμος, μεθ’ ὧν καὶ ἐκδυσώπει ἀπαύστως, δοῦναι ἡμῖν
πταισμάτων λύσιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σαρκὸς
προσλήμματι, ἐκ Σοῦ γεγέννηται, ὁ ὑπερούσιος, δι’ ἀγαθότητα, οὐσιωθεὶς τὸ καθ’
ἡμᾶς, ἀτρέπτως καὶ ἀσυγχύτως, Κόρη ἀπειρόγαμε, τῶν ἀνθρώπων διάσωσμα· ὅθεν
μεγαλύνομεν, τὸν ἀπόῤῥητον τόκον Σου, καὶ πίστει Σοι βοῶμεν Παρθένε· χαῖρε ἡ
κεχαριτωμένη.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν
Χριστὸν ἀγαπήσας ὁλοσχερῶς, ὡς τὸ ἄκρον ἁπάντων τῶν ἐφετῶν, Αὐτῷ ἠκολούθησας,
ἀνενδότῳ φρονήματι, καὶ ἰσαγγέλως Πάτερ ἐν κόσμῳ διέπρεψας, ἐκπλήξας τοὺς
ὁρῶντας, τὰ σὰ ἀγωνίσματα· ὅθεν ἐπαξίως, ἀμοιβῶν οὐρανίων, ἐδέξω ἀντίδοσιν, τὴν
πλουσίαν καὶ ἄφθαρτον, Βαραδᾶτε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
τεκοῦσα τὸν πάντων Δημιουργόν, διὰ σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν, ἐκ Σοῦ
προσλαβόμενον, τὸ ἡμέτερον φρύαγμα, ἁπάντων ὑπερτέρα, ἐδείχθης πανάμωμε,
Ἀγγέλων καὶ Ἁγίων, καὶ πάσης τῆς κτίσεως· ὅθεν τῆς Σῆς δόξης, τὰ πολλὰ
μεγαλεῖα, πιστῶς μεγαλύνομεν, προσκυνοῦντες τὸν τόκον Σου, Θεοτόκε τὸν
ἄφραστον, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν,
τοῖς καταφεύγουσι πίστει τῇ θείᾳ πρεσβείᾳ Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τῇ
ἐναρέτῳ ζωῇ εὐαρεστήσας Κυρίῳ, τῶν αἰωνίων ἀγαθῶν τὰς χορηγίας ἐδέξω, ὡς
θεράπων Χριστοῦ, Βαραδᾶτε Πατὴρ ἡμῶν· ὡς θυσίαν γὰρ δεκτὴν Αὐτῷ προσήγαγες, τὰς
ἀρετὰς τῆς σῆς πολιτείας, πᾶσαν τῶν γηΐνων μετοχὴν ἀποβαλών. Καὶ νῦν Ἀγγέλοις
συνών, καὶ τοῦ θείου φωτὸς ἀπολαύων, πρέσβευε Ἅγιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τούς, Βαραδάτου,
πόνους αἰνέσω. Γερασίμου.
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς
ὁμοούσιε, Πάτερ Υἱὲ καὶ Πνεῦμα Ἅγιον, τὸν νοῦν μου καταύγασον, τῇ σῇ
χρηστότητι, ὡς ἂν Κύριε, τοῦ θείου Βαραδάτου, ὑμνήσω τὰ σκάμματα, καὶ τὴν
λαμπρότητα.
Ὁ
βίος σου Ἅγιε, ταῖς ἀρεταῖς σεμνυνόμενος, φωστῆρά σε ἔδειξε, τῆς ἰσαγγέλου
ζωῆς, δι’ ἧς ἔλαμψας, ἐν κόσμῳ Βαραδᾶτε, καὶ δόξαν ἀπείληφας, τὴν ὑπερκόσμιον.
Ὑψώσας
τὸν ἔρωτα, τῆς σῆς καρδίας πρὸς Κύριον, τοῦ κόσμου κατέλιπες, τὴν ματαιότητα,
καὶ ἀνέδραμες, ἐν ὄρει Βαραδᾶτε, νοΐ ἀνυψούμενος, πρὸς τὰ οὐράνια.
Θεοτοκίον.
Σωτῆρα
καὶ Κύριον, καὶ Ποιητὴν πάσης κτίσεως, τεκοῦσα πανάχραντε, πλούτῳ χρηστότητος,
σωτηρίας με, ἀξίωσον Παρθένε, τὸν νοῦν μου καθάρασα, πάσης φαυλότητος.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Βιώσας
ὡς ἄγγελος ἐν κόσμῳ, σοφὲ Βαραδᾶτε νουνεχῶς, ἀγγελικῆς λαμπροτότητος, καὶ
χάριτος ἠξίωσαι, φῶς νέμων τοῖς ὑμνοῦσί σε, φωτιστικαῖς ἱκεσίαις σου.
Ἁπάντων
ἐκκλίνων τῶν γηΐνων, οἰκπισκῳ μικρῷ τε καὶ στενῷ, τὸ σῶμα περιέγραψας, τὴν δὲ
ψυχὴν ἐτέλεσας, δοχεῖον θείου Πνεύματος, Πάτερ τοῖς σοῖς ἀγωνίσμασι.
Ῥωννύμενος
σθένει οὐρανίῳ, σαρκός σου σοφὲ τὸ ἀσθενές, ἐν πόνοις τῆς ἀσκήσεως, ἰσχύον
Πάτερ ἔδειξας, στομούμενον τῇ χάριτι, ὦ Βαραδᾶτε τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἀκτίστου
Θεότητος χωρίον, καὶ μέγα παλάτιον ἁγνή, ὡς καθαρὰ καὶ ἄμωμος, ἐδείχθης
σωματώσασα, τὸν Ποιητὴν τῆς κτίσεως, κόσμον φθορᾶς ἐκλυτρούμενον.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
χάριν τοῦ Πνεύματος εἰσδεδεγμένος σοφέ, νησττείαις καὶ δάκρυσιν ἀνακαθάρας τὸν
νοῦν, προστάτης θερμότατος, ὤφθης τῶν σὲ τιμώντων, ἱερὲ Βαραδᾶτε· ὅθεν μὴ
διαλίπῃς, ἡμᾶς πάσης ἀνάγκης, λυτροῦσθαι θεοόρε, τοὺς σὲ μακαρίζοντας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
πάντων δεσπόζοντα καὶ Βασιλέα Χριστόν, τεκοῦσα πανύμνητε, δι’ εὐσπλαγχνίαν
πολλήν, χαρᾶς πάντας ἔπλησας. Σὺ γὰρ τὴν λύπην πᾶσαν, τῆς κατάρας ἀφεῖλες,
Δέσποινα Θεοτόκε, τῷ ἀσπόρῳ Σου τόκῳ. Διὸ χαριστηρίους, ᾠδάς Σοι προσάγομεν.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Διανοίᾳ
λαμπροτάτῃ Βαραδᾶτε μακάριε, Θεῷ προσωμίλεις, ἐν ταῖς παννυχίοις σου στάσεσι,
καὶ παρ’ Αὐτοῦ φωτισμὸν θεῖον δεχόμενος, χαίρων ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει
Σου.
Ἀνελθὼν
ἐν τῇ ῥαχίᾳ οὐρανίῳ φρονήματι, ἀνυψώθης Πάτερ, πρὸς τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν,
ταῖς ἱεραῖς καθ’ ἐκκάστην ἀναβάσεσι, κάλλη Ὅσιε, πάντα λιπὼν τὰ ἐπίγεια.
Τῆς
σαρκὸς τῆς ἀσθενείας ὑπερεῖδες ὡς φθείρεσθαι, ταύτην Βαραδᾶτε, τοὺς τῆς
ἀκροτάτης ἀσκήσεως, πολλοὺς καμάτους δυναμούμενος, θείῳ ἔρωτι, τοῦ Ποιητοῦ
πάσης κτίσεως.
Ὁ
θεόφρων Βαραδᾶτος ὁ Χριστοῦ φίλος γνήσιος, ὁ ἐν γῇ βιώσας, οἷάπερ ἀσώματος
ἄγγελος, ἀνευφημείσθω ὡς πάντων ἡμῶν ἔφορος, καὶ πρὸς Κύριον, πρέσβυς θερμὸς
καὶ ἀκοίμητος.
Θεοτοκίον.
Ὑπερτέρα
Ἀσωμάτων καὶ ἁπάσης τῆς κτίσεως, ὤφθης ἀσυγκρίτως, ὡς τὸν Βασιλέα καὶ Κύριον,
καὶ Ποιητὴν πάσης κτίσες κυήσασα, ἀειπάρθενε, εὐλογημένη Θεόνυμφε.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Παθῶν
ἀμαυρώσεως, καθάρας τὴν καρδίαν σου, τὸ τοῦ Παρακλήτου φῶς ἐδέξω· ὅθεν
καθαίρεις, πάθη ψυχῶν χαλεπά, Πάτερ Βαραδᾶτε σαῖς εὐχαῖς, καὶ τῶν προσιόντων
σοι, ἐκπληροῖς τὰ αἰτήματα.
Ὁσίων
τὸν βίον σου, νηστείαις τε καὶ δάκρυσι, καὶ πολλοῖς διήνυσας ἀγῶσιν· ὅθεν
μειζόντων χαρίτων ἔτυχες, Πάτερ Βαραδᾶτε ἐκ Θεοῦ, καὶ παρέχεις ἅπασι, τὴν
θερμήν σου ἀντίληψιν.
Ναὸν
τὴν καρδίαν σου, εἰργάσω θείου Πνεύματος, Πάτερ ἐν στενῷ οἰκήσας τόπῳ· ὅθεν
πρὸς πλάτος τῆς Βασιλείας Χριστοῦ, ἤδη κατεσκήνωσας λαμπρῶς, Βαραδᾶτε Ὅσιε,
ἡμῖν χάριν αἰτούμενος.
Θεοτοκίον.
Ὁ θρόνος
ὁ πάγχρυσος, τοῦ πάντων βασιλεύοντος, τοῦ Θεοῦ ὁ μέγας ὄντως οἶκος,
ὑμνολογείσθω, θείοις ἐν ᾄσμασιν, ἡ Θεογεννῆτορ Μαριάμ, ἡ πᾶσι παρέχουσα, θείαν
χάριν καὶ ἔλεος.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ὑψώσας
Πάτερ τὰ ὄμματα, ὁμοῦ τὰ αἰσθητὰ καὶ νοούμενα, πρὸς τὰ οὐράνια, ξένος τοῦ
κόσμου ἐδείκνυσο, θεόφρον Βαραδᾶτε, ἐνθέῳ ἔρωτι.
Σοῦ
τὴν ζωὴν τὴν ἰσάγγελον, ἠγάσθη ὁ σοφὸς Θεοδώρητος, καὶ Θεὸν ᾔνεσε, τὸν σὲ
λαμπρῶς ἐνισχύσαντα, ἐν πόνοις Βαραδᾶτε, τοῖς τῆς ἀσκήσεως.
Ἀντιοχείας
τὸ βλάστημα, ἡμῶν δὲ πολιοῦχον καὶ ἔφορον, ἀνευφημήσωμεν, τὸν Βαραδᾶτον τὸν
Ὅσιον, ὡς πρέσβυν καὶ μεσίτην, ἡμῶν πρὸς Κύριον.
Θεοτοκίον.
Ἰσχὺς
γενοῦ μοι καὶ στήριγμα, ἁγνὴ τῷ χαλεπῶς κινδυνεύοντι, ὁρμαῖς τοῦ δράκοντος, καὶ
τῆς αὐτοῦ με ἀπάλλαξον, Παρθένε κακουργίας, ἵνα δοξάζω Σε.
Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀσκήσας
στεῤῥῶς, ἀξίως τεθαυμάστωσαι, καὶ θεῖος ἡμῖν, προστάτης Πάτερ δέδοσαι. Διὸ
πιστῶς βοῶμέν σοι· Βαραδᾶτε Ὁσίων ἀγλάϊσμα, μὴ διαλίπῃς πρεσβεύων Χριστῷ,
δοθῆναι ἡμῖν τὸ θεῖον ἔλεος.
Ὁ
Οἶκος.
Τὰ
τοῦ κόσμου τερπνὰ καταλέλοιπας, πτερωθεὶς τῇ ἀγάπῃ τοῦ Κτίστου σου, καὶ Αὐτοῦ
ἀνενδότως τοῖς ἴχνεσιν, ἐν συνέσει πολλῇ ἠκολούθησας. Τὸν γὰρ Σταυρὸν ὡς ἦρας
Αὐτοῦ, παντὶ τῷ κόσμῳ ἐσταυρώθης, καὶ ὡς ξένος καὶ πάροικος τῶν γεηρῶν ὡράθης,
στεῤῥοτάτοις ἀσκητικοῖς ἀγῶσιν ὁμιλῶν, καὶ τοῦ ἐχθροῦ τὰς παγίδας συντρίβων,
καὶ τὰς θείας δωρεὰς ἄνωθεν δεχόμενος· ἐν τῷ Χριστῷ γὰρ ἔζης μακάριε, τῷ ἀρχηγῷ
τῆς ζωῆς, καὶ δοτῆρι παντὸς ἀγαθοῦ. Ἀλλ’ ὦ Βαραδᾶτε Ὁσίων ἀγλάϊσμα, μὴ διαλίπῃς
πρεσβεύων Χριστῷ, δοθῆναι ἡμῖν τὸ θεῖον ἔλεος.
Συναξάριον.
Τῇ
ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Βαραδάτου.
Ἐν γῇ
νεκρώσας, ὡς λέγει Παῦλος, μέλη,
Ζωῆς μετέσχεν ἐν πόλῳ Βαραδᾶτος.
Ζωῆς μετέσχεν ἐν πόλῳ Βαραδᾶτος.
Εἰκάδι
δευτερίῃ Βαραδάτου ἦτορ πόλῳ ἤρθη.
Οὗτος,
πόλεως μὲν ἦν Ἀντιοχείας· τὸν φιλόσοφον δὲ καὶ ἐρημικὸν ἀσπασάμενος βίον,
πρῶτον μὲν ἐν οἰκίσκῳ τινὶ ἑαυτὸν καθεῖρξεν· εἶτα δὲ τὴν ὑπερκειμένην καταλαβὼν
ῥαχίαν, καὶ οὐδὲ τῷ σώματι σύμμετρον,κατασκευάσας κελλίον, ἐν αὐτῶ διῆγε,
κατακύπτειν διηνεκῶς ἠναγκασμένος· οὐδὲ γὰρ εἶχεν ὕψος, ἰσόμετρον τῷ μήκει τοῦ
σώματος· οὐ σανὶς αὐτῇ συνείρμοστο, ἀλλὰ ταῖς κιγκλίσι παραπλησίως διήνοικτο,
καὶ φωταγωγοῖς ἑώκει τὰς εὐρυτέρας ἐχούσαις τοῦ φωτὸς εἰσόδους. Οὗ χάριν οὔτε
τῆς τῶν ὑετῶν ἀπηλλάττετο βλάβης, οὔτε τῆς ἡλιακῆς ἠλευθεροῦτο φλογός. Πολὺν δὲ
χρόνον ἐν τούτῳ τῷ τόπῳ διαρκέσας, ὕστερον ἐξελήλυθε, τοῦ ἐπισκόπου Ἀντιοχέων
Θεοδωρίτου εἴξας ταῖς παρακλήσεσιν. Ἵστατο μὲν οὖν διηνεκῶς εἰς οὐρανὸν τὰς
χεῖρας ἐκτείνων, καὶ τῶν ὅλων Θεὸν ἀνυμνῶν· τὸ δὲ σῶμα καλύπτων ἐν δερματίνῳ
χιτῶνι, περὶ τὴν ῥῖνα καὶ τὸ στόμα, βραχεῖαν τῷ πνεύματι παρείσδυσιν
καταλέλοιπε· καὶ τοῦτον ἅπαντα τὸν πόνον ὑπέμεινεν, οὐδὲ σῶμα εὔρωστον ἔχων,
ἀλλὰ καὶ λίαν πολλοῖς βαλλόμενον πάθεσι. Ζεούσῃ δὲ προθυμίᾳ πυρπολούμενος,
πονεῖν ἐβιάζετο διὰ στεφάνων ἀντίδοσιν, οὓς καὶ πρὸς Θεὸν ἐκδημήσας ἀναμένει
λήψεσθαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν
τοῖς χρόνοις Ἀρκαδίου τοῦ βασιλέως.
Φανέντες ἐκ
γῆς Μάρτυρες κεκρυμμένοι,
Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην.
Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην.
Θωμᾶ
τοῦ ἁγιωτάτου, τὸν θρόνον ἰθύνοντος Κωνσταντινουπόλεως, εὑρέθησαν τὰ ἅγια
λείψανα, κείμενα ὑπὸ γῆν, καὶ ἀνελήφθησαν εὐθὺς σεβασμίως παρὰ τοῦ ἀρχιερέως,
συνδρομῆς οὐ τυχούσης ἐκεῖσε γενομένης, ὅτε καὶ νοσήματα ἐθεραπεύθησαν ἀνίατα.
Μετὰ δὲ παρολκὴν πολλῶν χρόνων, ἐκ θείας τινὸς ἐπιφανείας, ἀπεκαλύφθησαν ἀνδρί
τινι Νικολάῳ κληρικῷ καλλιγράφῳ, εἶναι τὰ λείψανα, τινὰ ἐκ τῶν πολλῶν,
Ἀνδρονίκου καὶ Ἰουνίας, ὣν ὁ θεῖος Ἀπόστολος Παῦλος μέμνηται ἐν τῇ πρὸς
Ῥωμαίους ἐπιστολῇ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ.
Ἀθανάσιος,
θρέμμα Παυλοπετρίου,
Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ.
Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ.
Οὗτος
ἐγεννήθη ἐν Κωνσταντινουπόλει, γονέων εὐλαβῶν ὑπάρχων καὶ θεοσεβῶν, καὶ
πλουσίων πάνυ. Γενόμενος οὖν εὐλαβὴς ἐξ ἁπαλῶν ὀνύχων, τὸ μοναχικὸν ἐπεπόθησεν
ἀμιάσασθαι σχῆμα. Καὶ δὴ ἀπελθὼν ἐν τοῖς μέρεσι τοῦ τῆς Νικομηδείας πορθμοῦ τὴν
κόμην ἀπεκείρατο. Τοσοῦτον δὲ ὑψώθη ταῖς ἀρεταῖς, ὡς καὶ βασιλεῦσι γνώριμος
γενέσθαι. Ἐπὶ δὲ τῆς βασιλείας Λέοντος τοῦ εἰκονομάχου διαβληθεία,ς ὅτι σέβεται
τὰς ἀχράντους εἰκόνας, βασάνοις ὑπεβλήθη πολλαῖς καὶ πικροτάταις ἐξορίαις καὶ
θλίψεσιν. Ἀνένδοτος οὖν διαμείνας, καὶ τὴν ὀρθόδοξον πίστιν μέχρι τέλους
διατηρήσας, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία
Μάρτυς Ἀνθοῦσα, καὶ οἱ Δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται.
Εὔνους
ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας,
Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει.
Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετός, ξίφει τελειοῦται.
Ψάλλει
Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει,
«Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην».
«Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην».
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Θαλασσίου καὶ Λιμναίου.
Λιμὴν
Λιμναῖον καὶ Θαλάσσιον φέρει,
Ὥς περ θάλασσαν ἐκφυγόντας τὸν βίον.
Ὥς περ θάλασσαν ἐκφυγόντας τὸν βίον.
Τούτων,
ὁ μὲν Θαλάσσιος ἐν ὄρει τινὶ τὸ ἀσκητικὸν ἐπήξατο καταγώγιον, ἁπλότητι ἤθους,
καὶ φρονήματος ταπεινότητι πάντας ὑπερβάλλων.
Ὁ
δέ γε Λιμναῖος, καὶ αὐτὸς τὸν ἀσκητικὸν βίον ὑπεραγασθείς, παρ’ αὐτὸν μὲν τὸν
μέγαν ἀφίκετο Θαλάσσιον, νέος πάνυ ὑπάρχων· ὑπ’ αὐτοῦ δὲ τὴν ἀσκητικὴν
πολιτείαν ἐκδιδαχθείς, πρὸς τὸν ἀοίδιμον παρεγένετο Μάρωνα· οὗ τὸν βίον
ζηλώσας, ἐν ὑπαίθρῳ βιοτεύειν ἠσπάσατο. Καὶ κορυφὴν ὄρους καταλαβών, κώμης τινὸς
ὑπερκειμένην, Τάργαλα λεγομένης, ἐν ταύτῃ διετέλεσεν ἀσκητικῶς βιώσας, οὐ
καλύβην πηξάμενος, οὐ σκηνήν, οὐκ οἰκίσκον, ἀλλὰ θριγίῳ μόνῳ ἐκ ξηρολίθου
ἑαυτὸν περιφράξας, τὸν οὐρανὸν εἶχεν ὄροφον. Ἐντεῦθεν καὶ θαυμάτων χάριν παρὰ
Θεοῦ ἐκομίσατο, ὡς καὶ δαίμονας ἀπελαύνειν, καὶ νόσους ἰᾶσθαι ἀποστολικῶς.
βαδίζων δέ ποτε ὁ Ἅγιος ὑπὸ ὄφεως ἐδήχθη· ἀλλὰ προσευχῇ μόνῃ κρείττων ὤφθη
θανάτου. Καὶ πάθει ποτὲ κοιλικῷ περιπεπτωκώς, (δεινὸν δὴ τοῦτο καὶ λίαν
χαλεπόν) τῇ τοῦ Θεοῦ ἐπικλήσει τὴν θεραπείαν ἐδέξατο. Τοὺς δὲ τὸ βλέπειν
ἀφηρημένους, καὶ προσαιτεῖν ἠναγκασμένους, συναγαγών, καὶ κελλία οἰκοδομήσας,
ἀνάλογα τῆς τούτων πληθύος, ἐν τούτοις διάγειν ἐκέλευσε, τὴν ἀναγκαίαν αὐτοῖς
τροφὴν παρὰ τῶν πρὸς αὐτὸν ἀφικνουμένων ποριζόμενος. Ἐν ὅλοις δὲ τριάκοντα ὀκτὼ
ἔτεσιν ὑπαίθριος βιούς, ἐν εἰρήνῃ το πνεῦμα τῷ Θεῷ παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Τελεσφόρου, ἐπισκόπου Ῥώμης.
Ἤνεγκε καρπὸν
τῇ τομῇ Τελεσφόρος,
Τελεσφορήσας εὐγενὴς οἷα σπόρος.
Τελεσφορήσας εὐγενὴς οἷα σπόρος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βλασίου τοῦ ἐπισκόπου.
Ἀρχιερεὺς
Bλάσιος ὡράθη μέγας,
Kόσμος πεφηνῶς μᾶλλον αὐτὸς τῷ θρόνῳ.
Kόσμος πεφηνῶς μᾶλλον αὐτὸς τῷ θρόνῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἀρίστωνος τοῦ θαυματουργοῦ, ἐπισκόπου Ἀρσινόης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Λεοντίου τοῦ Μυροβλύτου, τοῦ ἐν τῷ Ὄρει τοῦ Κοντοβακίου ἀσκήσαντος, ἐν
ὁρίοις τῆς Ἀτταλείας.
Ζήσας ἐπὶ γῆς
ἰασποστόλου βίον·
πολλοὺς
συνῆρε τῷ Κυρίῳ πρὸς πόλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Ἐννέα Παιδομαρτύρων τῶν ἐν Κολᾷ τῆς Γεωργίας· Γουαράμ, Ἀταρνέρσε, Μπακάρ,
Βάτσε, Μπατζίμι, Τάτσι, Τζουανσέρι, Ῥαμάζι καὶ Παρσμάν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τοῦ Στολομπέν, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Νεομάρτυρος Θεοκτίστης Μιχαήλοβνας τοῦ Βόρονεζ τῆς Ῥωσσίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Νοῦν
ἀλάστορα ἐχθροῦ τοῦ πολεμήτορος καθεῖλες Ὅσιε, ἐν ταπεινώσει πολλῇ, Χριστῷ
ἀνυψούμενος, ᾯ καὶ ἐκραύγαζες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ἐν
τῷ δέρματι καλύπτων τὸ σαρκίον σου τὸ τῆς νεκρώσεως, ἐναποῤῥίπτεις σοφέ, τῆς
πάλαι τὸ ἔνδυμα, περιποιούμενος, στολὴν ἄφθαρτον, καὶ χλαῖνα πολυτίμητον, τῆς
ἀλήκτου Βασιλείας.
Σθένος
ἄμαχον θεόθεν ἐνδυσάμενος οὐ κατενάρκησας, ἐν ἀσθενείᾳ σαρκός, ἀλλ’ ἔφερες
Ἅγιε, στεῤῥῷ φρονήματι, τῆς ἀσκήσεως, ἅπαντα τὰ ἐπίπονα, Βαραδᾶτε θεοφόρε.
Ὡς
ὑπέρτερος τῶν λυομένων Ὅσιε ὑψοῦ τὰς χεῖράς σου, ᾖρες ἀεὶ πρὸς Θεόν, τὴν θείαν
χρηστότητα ἐπιβοώμενος, ᾯ καὶ ἔψαλλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Γέρας
ἄφθαρτον τῷ ὑπὲρ φύσιν τόκῳ Σου εὕρατο ἄχραντε, φύσις ἡμῶν ἡ φθαρτή, Θεὸν γὰρ
ἐκύησας, ᾯ πίστει ψάλλομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ἔφερες
τὸν φόβον τοῦ Κύριου, ὡς λύχνον ἐν τῇ ψυχῇ σου Πάτερ ἄσβεστον, Βαραδᾶτε Ὅσιε·
ὅθεν πάντα ἔσβεσας, τοῦ σκότους τὰ προσκόμματα, βοῶν ἑκάστοτε· τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥώμῃ
θεϊκῇ καὶ παντευχίᾳ, ἀσκήσεως τὰ παλαίσματα διήνυσας, καὶ τοῦ κοσμοκράτορος,
καὶ βυθίου δράκοντος, καθεῖλες τὴν παράταξιν, ὦ Βαραδᾶτε βοῶν· τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἅπαντες
ναῷ σου τῷ ἁγίῳ, προστρέχοντες Βαραδᾶτε μετὰ πίστεως, πάντα τὰ αἰτήματα, θᾶττον
κομιζόμενα, σὺ γὰρ τὴν σὴν βοήθειαν δίδως τοῖς κράζουσι· τὸν Κύριον ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σάρκα
ἐξ ἀχράντου Σου νηδύος, ὁ Λόγος ὁ ἐν μορφῇ Θεοῦ ὁμότιμος, προσλαβὼν πανάμωμε,
κόσμῳ πεφανέρωται, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, σώζων τοὺς κράζοντας· τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Ἴθυνας
τὴν σήν, ζωὴν ἐκ νεότητος φόβῳ τοῦ κρείττονος, πρὸς τὸ θεῖον θέλημα, καὶ ἐν τῷ
κόσμῳ ζήσας ὡς ἄγγελος, τῆς τῶν Ἀγγέλων στάσεως λαμπρῶς ἠξίωσαι, ἐν μεθέξει,
θεϊκῇ θεούμενος, Βαραδᾶτε Πατέρων ἀγλάϊσμα.
Μόνον
τὸν Χριστόν, ἐξ ὅλης καρδίας σου Πάτερ ἠγάπησας, καὶ Αὐτοῦ ἐπλήρωσας, ἐν
ταπεινώσει τὰ δικαιώματα· διὸ τῆς δόξης σύμμορφος Αὐτοῦ γεγένησαι, Βαραδᾶτε,
καὶ πρεσβεύεις πάντοτε, ἡμῖν διδόσθαι χάριν καὶ ἔλεος.
Ὅρμῳ
γαληνῷ, τῆς ἄνω λαμπρότητος, Πάτερ προσώρμησαι, τὴν τοῦ βίου θάλασσαν, ἀβρόχως
πλεύσας Ἁγίῳ Πνεύματι· διό σε ἱκετεύομεν ἀεὶ προστάτευε, Βαραδᾶτε, τῶν
ἐπιτελούντων σου, ἐν ᾠδαῖς ἑορτὴν τὴν σεβάσμιον.
Θεοτοκίον.
Ὕδατος
ζωῆς, πηγὴ χαριτόβρυτε Παρθένε ἄχραντε, βλῦσον τῇ καρδίᾳ μου, τὸ θεῖον νᾶμα τῆς
Σῆς χρηστότητος, καὶ σβέσον τὴν παμφλάζουσαν παθῶν μου κάμινον, Θεοτόκε· Σὺ γὰρ
σωτηρία μου, καὶ πρὸς Σὲ καταφεύγω ἐκ πίστεως.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀσκητικῶς
ἐβίωσας, Βαραδᾶτε ἐν κόσμῳ, νηστείαις καὶ δεήσεσι, καθαρθεὶς τῶν προσύλων, καὶ
τῶν ἀΰλων χαρίτων, καὶ φωτὸς τοῦ ἀδύτου, δοχεῖον ὤφθης ἔμψυχον, καὶ παρέχεις
ἀπαύστως ταῖς πρὸς Χριστόν, ἱεραῖς πρεσβείαις σου θεοφόρε, ἡμῖν παθῶν
ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν.
Θεοτοκίον.
Ὑπερφυῶς
κυήσασα, τὸν Θεὸν τῶν ἁπάντων, καὶ μετὰ τόκον ἔμεινας, ἄφθορος ὡς πρὸς τόκου,
Θεοκυῆτορ Μαρία, τῶν βροτῶν σωτηρία· διὸ πιστῶς δοξάζομεν, τὸ μυστήριον Κόρη τὸ
φοβερόν, τῆς κυοφορίας Σου τῆς ἀῤῥήτου, δι’ ἧς φθορᾶς ἐῤῥύσθημεν, τῆς ἀρχαίας
κατάρας.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
Βαραδᾶτε Ὅσιε, πόθῳ τρωθεὶς τοῦ Χριστοῦ, τοῖς Αὐτοῦ ἠκολούθησας, ἴχνεσι
θερμότατα, παριδὼν τὰ ἐπίκηρα, καὶ πρὸς τὰ ἄνω κατεπειγόμενος, ἅσαρκος ὤφθης,
τῇ πολιτείᾳ σου· ὢ τῶν ἀγώνων σου, τῶν πολλῶν μακάριε, δι’ ὧν ζωῆς, ἀϊδίου
ἔτυχες, ἀσκήσας ἄριστα.
Πάτερ,
Βαραδᾶτε Ὅσιε, οἴκῳ οἰκήσας στενῷ, τῶν παθῶν τῆς στενώσεως, σεαυτὸν ἀπήλλαξας,
τῇ συντόνῳ ἀσκήσει σου, καὶ οἶκος ὤφθης, καὶ θεῖον σκήνωμα, τῆς Παναγίας,
Τριάδος Ἅγιε· ἧς κατ’ ἐνώπιον, παρεστὼς ἱκέτευε, δοῦναι ἡμῖν, πειρασμῶν
ἐκλύτρωσιν, καὶ θεῖον ἔλεος.
Πάτερ,
Βαραδᾶτε Ὅσιε, ἀσκητικαῖς ἀγωγαῖς, καὶ ψυχῆς καθαρότητι, Ἀσωμάτων τάξεσιν,
ἀληθῶς ἁμιλλώμενος, τὰς τῶν δαιμόνων ᾔσχυνας φάλαγγας, καὶ χαρισμάτων, θείων
ἠξίωσαι· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον, χρεωστικῶς, πάντες
ἑορτάζοντες, σὲ μακαρίζομεν.
Πάτερ,
Βαραδᾶτε Ὅσιε, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, κληρονόμος γενόμενος, καὶ Ἁγίων σύσκηνος,
καὶ Ἀγγέλων συνόμιλος, τοὺς τῷ ἁγίῳ ναῷ σου σπεύδοντας, καὶ τὴν σὴν μνήμην
πανηγυρίζοντας, σκέπε καὶ φύλαττε, ἀπὸ πάσης θλίψεως τὴν ἐκ Θεοῦ, εὐλογίαν
Ἅγιε, ἡμῖν αἰτούμενος.
Δόξα.
Ἦχος πλ. δ΄
Ἀσκητικοῖς
παλαίσμασιν, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἐδούλευσας Χριστῷ, ὡς πιστὸς θεράπων
Ὅσιε. Καὶ τὸν ἀγῶνα καλῶς τελέσας, τὸ δηνάριον τῆς ἄνω Βασιλείας, παρὰ τοῦ
δικαίου μισθαποδότου, ἐκομίσω γηθόμενος, θεωθεὶς κατὰ μέθεξιν. Καὶ νῦν τῆς
θείας τρυφῆς, ἀντὶ τῶν μακρῶν σου πόνων ἀπολαύων, Βαραδᾶτε μακάριε, πόνων καὶ
κινδύνων ἡμᾶς ῥύου, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, δεόμεθα Ἅγιε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὰ
οὐράνια ὑμνεῖ Σε κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν
ἀνεξιχνίαστόν Σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Βαραδᾶτε Πάτερ σοφέ, ὁ τὴν τῶν Ἀγγέλων, μιμησάμενος βιοτήν· χαίροις ὁ μεσίτης,
ἡμῶν πρὸς τὸν Δεσπότην, ᾯ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς
ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
θεοφόρος τοῦ Σωτῆρος θεράπων, μὴ διαλίπῃς ἐκτενῶς ἱκετεύων, ὑπὲρ ἡμῶν δεόμεθα
μακάριε, πάσης ἡμᾶς θλίψεως, καὶ ἀνάγκης καὶ βλάβης, Βαραδᾶτε Ὅσιε, καὶ
παντοίων κινδύνων, ῥύεσθαι Πάτερ τοὺς πανευλαβῶς, τῇ ἱερᾷ σου, πρεσβείᾳ
προστρέχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἡ, τοῦ Βαραδάτου, σκέπε, χάρις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ,
λαμπόμενος Πάτερ, τῶν παθῶν μου τὸν σκοτασμόν, λῦσον Βαραδᾶτε θεοφόρε, ταῖς
φωτοφόροις πρεσβείαις σου δέομαι.
Βιώσας ὡς ἄγγελος ἐπὶ γῆς,
Ἀγγέλων τῆς δόξης, ἠξιώθης ἐν οὐρανοῖς, μεθ’ ὧν ἐκδυσώπει θεοφόρε, ἁμαρτιῶν
ἡμῖν δοῦναι συγχώρησιν.
Ἀμέτροις βαλλόμενοι
πειρασμοῖς, πρὸς σὲ θεοφόρε, καταφεύγομεν ἐκ ψυχῆς, ἵνα τῇ θερμῇ σου προστασίᾳ,
τῆς ἐπελθούσης ῥυσθείημεν θλίψεως.
Θεοτοκίον.
Ῥοαῖς τῶν ἀμέτρων Σου
οἰκτιρμῶν, κάθαρον Παρθένε, τῆς ψυχῆς μου τὸν μολυσμόν, καὶ τῆς πονηρᾶς με
συνηθείας, λύτρωσαι Κόρη καὶ σῶσόν με δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπὸ
πάσης ἀνάγκης καὶ πειρασμῶν Ὅσιε, καὶ ἐπηρειῶν ψυχοφθόρων, τοῦ πολεμήτορος,
ἡμᾶς ἀπάλλαξον, τοὺς ἀδιστάκτῳ καρδίᾳ, τῷ ναῷ σου σπεύδοντας, καὶ σὲ
γεραίροντας.
Δεδεγμένος
τὴν χάριν παρὰ Θεοῦ Ὅσιε, λύειν συνοχὴν ἐπωδύνων, καὶ πάσης θλίψεως, παῦσον
δεόμεθα, τὴν καθ’ ἡμῶν πικρὰν ζάλην, Βαραδᾶτε Ἅγιε, τῶν περιστάσεων.
Ἀνωτέρους
ἐκ πάσης ἐπιφορᾶς φύλαττε, Πάτερ Βαραδᾶτε τοὺς πίστει, σὲ μακαρίζοντας, καὶ
δίδου ἅπασι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, φωτισμὸν καὶ ἴασιν, καὶ θεῖον
ἔλεος.
Θεοτοκίον.
Τὸν
Θεὸν καὶ Σωτῆρα σωματικῶς τέξασα, τῶν σωματικῶν παθημάτων, Παρθένε ῥῦσαί με,
καὶ τὴν καρδίαν μου, ἐκ λογισμῶν ἀκαθάρτων, θᾶττον ἀποκάθαρον, τῇ Σῇ
χρηστότητι.
Διάσωσον,
ἡμᾶς ἐκ πάσης ἀνάγκης ταῖς σαῖς πρεσβείαις, Βαραδᾶτε τοὺς εὐλαβῶς προσιόντας
σοι, ὡς ἀντιλήπτωρ καὶ θεῖος ἡμῶν προστάτης
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων
Χριστῷ τῷ μόνῳ πανοικτίρμονι, μὴ παύσῃ ἀεί, ὑπὲρ τῶν εὐφημούντων σε, Βαραδᾶτε
Ἅγιε, λυτρωθῆναι κινδύνων καὶ θλίψεων, καὶ τῶν πταισμάτων διδόναι ἡμῖν, οἰκείᾳ
χρηστότητι συγχώρησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἱ προστρέχοντες Ἅγιε, τῇ
σῇ προστασίᾳ πληροῦνται χάριτος, Βαραδᾶτε χαριστήριον, ὕμνον εὐχαρίστως σοι
προσάγοντες.
Ὑπαχθεὶς τῷ ἀλάστορι, πάσης
ἀφροσύνης τὸν νοῦν πεπλήρωμαι· ἀλλὰ σύ με ἀπολύτρωσαι, θεοφόρε τούτου τῆς
κακώσεως.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ
ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Βαραδᾶτε παναοίδιμε, τῇ πρὸς τὸν Σωτῆρα ἱκεσίᾳ
σου.
Θεοτοκίον.
Κυριώνυμε Δέσποινα, τὸν
κυριευθέντα ὑπὸ τοῦ ὄφεως, ἀπολύτρωσαι καὶ δίδου μοι, μετανοίας φῶς καθικετεύω
Σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχων πρὸς Χριστόν,
παῤῥησίαν Πάτερ Ὅσιε, καθικέτευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει παρεστώτων τῇ
Εἰκόνι σου.
Πάσης προσβολῆς, καὶ μανίας
τοῦ ἀλάστορος, καὶ δεινῶν δυχερεῖν ῥῦσαι ἡμᾶς, Βαραδᾶτε τῇ ταχείᾳ ἀντιλήχει
σου.
Ἔπιδε ἡμῖν, οὐρανόθεν Πάτερ
Ὅσιε, προσδεχόμενος τὴν δέησιν ἡμῶν, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε
ἀειπάρθενε, τὴν ῥυπῶσάν μου ἐκκάθαρον ψυχήν, καὶ φωτί τῆς μετανοίας με
καταύγασον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐκ πάσης, ἐπιφορᾶς καὶ
ὀδύνης, ἀνωτέρους ἡμᾶς φύλαττε Πάτερ, καὶ χαλεπῆς, τρικυμίας τοῦ βίου, τοὺς τῷ
ἁγίῳ ναῷ σου προστρέχοντας, ὡς ἐν λιμένι γαληνῷ, Βαραδᾶτε Ὁσίων ὡράϊσμα.
Χαρίτων, ἀξιωθεὶς οὐρανίων,
ἐπιγείων ἀναγκῶν καὶ κινδύνων, καὶ νοσημάτων καὶ πόνων παντοίων, ῥύου ἡμᾶς
Βαραδᾶτε μακάριε, τοὺς προσιόντας εὐλαβῶς, τῇ θερμῇ σου πρεσβείᾳ καὶ χάριτι.
Ἀφ’ ὕψους, βλέψον ἡμῖν
θεοφόρε, τοῖς τῇ θείᾳ καὶ σεπτῇ σου εἰκόνι, πανευλαβῶς, Βαραδᾶτε ἑστῶσι, καὶ
τὴν θερμήν σου αἰτοῦσι βοήθειαν, καὶ πλήρου τούτων συμπαθῶς, τὰ αἰτήματα Πάτερ
δεόμεθα.
Θεοτοκίον.
Ῥημάτων, τῶν ταπεινῶν τῆς
ψυχῆς μου, Θεοτόκε τὰς φωνὰς δεχομένη, ἃς ἐν πολλῇ, κατανύξει προσάγω, τῆς
χαλεπῆς δυναστείας με λύτρωσαι, τοῦ παναλόστορος ἐχθροῦ, καὶ πικρᾶς συνηθείας
πανάχραντε.
Διάσωσον,
ἡμᾶς ἐκ πάσης ἀνάγκης ταῖς σαῖς πρεσβείαις, Βαραδᾶτε τοὺς εὐλαβῶς προσιόντας
σοι, ὡς ἀντιλήπτωρ καὶ θεῖος ἡμῶν προστάτης
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Πάτερ
προστρέχοντες, δυσπραγιῶν πολυτρόπων λυτρούμεθα, καὶ πάσης πληρούμεθα χάριτος,
καὶ ἀθυμίας τὸ ἄχθος ἐκκρούομεν· διὸ Βαραδᾶτε ὑμνοῦμέν σε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν
Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν
βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ
πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’
ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Βίον ἐνθεώτατον, ἐν
ἐγκρατείᾳ ἁπάσῃ, Βαραδᾶτε Ὅσιε, καὶ πόνοις ἀσκήσεως πεπολίτευσαι, καὶ ζωῆς
κρείττονος, ἤδη ἠξιώθης. Διὰ τοῦτό σου δεόμεθα· ἡμῶν ἑκάστοτε, δέχου τὰ
αἰτήματα Ἅγιε, καὶ πρέσβευε πρὸς Κύριον, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐν
ὁμονοίᾳ, καὶ πάσῃ εὐπραγίᾳ καὶ χαρᾷ, ἡμᾶς ἀνύειν ἐνίσχυσον, τὴν ζωὴν δεόμεθα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύων τὰς νόσους τῶν
ψυχῶν καὶ σωμάτων μὴ παύσῃ Ἅγιε, ἡμῶν τῶν προσιόντων, πιστῶς σοι Βαραδᾶτε, καὶ
βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συνοχῆς ψυχοφθόρου καὶ
παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαξον, καὶ πάσης δυσχερείας, θεόφρον Βαραδᾶτε, τοὺς ἐν
πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαληνότατον ὅρμον τὸν ναόν
σου πλουτοῦντες τούτῳ προστρέχομεν, καὶ πάσης τρικυμίας, καὶ ζάλης τῆς ἐν βίῳ,
ἐκλυτρούμεθα Ἅγιε, καὶ εὐχαρίστῳ φωνῇ, ὑμνοῦμέν σου τὴν χάριν.
Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων ὁ
ὑπέρθεος Λόγος σάρκα ὡς ἔλαβε, διπλοῦς ὤφθη τῷ κόσμῳ, μιᾷ ἐν ὑποστάσει, διασώζων
τοὺς ψάλλοντας· χαῖρε Παρθένε ἁγνή, τοῦ κόσμου σωτηρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥύου ἀπαύστως, ἐπερχομένων
κινδύνων, καὶ ἀπάλλαττε ἡμᾶς, δεινῶν σκανδάλων, Πάτερ Βαραδᾶτε, τοὺς σὲ
ἀνευφημοῦντας.
Ἄνωθεν δίδου, τὴν εὐλογίαν
σου Πάτερ, τοῖς τὴν μνήμην σου, τὴν θείαν ἐκτελοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Σκέδασον πᾶσαν, ἐπιφορὰν
τοῦ βελίαρ, καὶ συγχώρησιν, πταισμάτων ἡμῖν αἴτει, Πάτερ Βαραδᾶτε, τοῖς σὲ
ὑμνολογοῦσι.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν
ψυχήν μου, καὶ ἀπόκρουσον, τὴν κατ’ ἐμοῦ μανίαν, τοῦ ἀνθρωποκτόνου, καὶ σῶσόν
με Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ θεοφόρε, ἡμῶν
προστατεύειν, τῶν ἐκτελούντων τὴν πάνσεπτον μνήμην σου, ὦ ἱερὲ Βαραδᾶτε, καὶ
εὐφημούντων σε.
Ὁ θεῖος Βαραδᾶτος, ἡμῶν ὁ
προστάτης, πλήρου ἡμῶν τὰ αἰτήματα πάντοτε, καὶ ἐν εἰρήνῃ βαθείᾳ ἡμᾶς
συντήρησον.
Ὑπέρτερον τὸν νοῦν μου,
δεῖξον Βαραδᾶτε, χαμαιπετοῦς ἐπινοίας τοῦ ὄφεως, καὶ τοῦ ἐν σοὶ θείου φέγγους,
τοῦτον ἀξίωσον.
Θεοτοκίον.
Ὑψίστου χαῖρε θρόνε,
κεχαριτωμένη· χαῖρε τοῦ κόσμου ταχεία βοήθεια, καὶ χαρμονὴ τῆς ψυχῆς μου, καὶ
ἀγαλλίαμα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίρων ἠκολούθησας τῷ
Χριστῷ, Πάτερ Βαραδᾶτε, δι’ ἀσκήσεως ἱερᾶς, καὶ τὸν νοῦν καθάρας, τῆς τῶν παθῶν
ἀχλύος, ἐπλήσθης θεοφόρε, θείας ἐλλάμψεως.
Πάσῃ ἐγκρατείᾳ καὶ
προσευχῇ, καὶ νηστείᾳ Πάτερ, ἀνεπτέρωσας σεαυτόν, πρὸς τελειοτάτην, ἀγάπην τοῦ
Σωτῆρος, καὶ θείας Βαραδᾶτε, χάριτος ἔτυχες.
Πᾶσαν τὴν ἀπάτην τῶν
δυσμενῶν, Πάτερ Βαραδᾶτε, τῇ ἀσκήσει σου τῇ στεῤῥᾷ, εἰς τέλος καθεῖλες· ἐξ ὧν
καὶ ἡμᾶς ῥῦσαι, τῆς χαλεπῆς μανίας, τῇ ἀντιλήψει σσου.
Χαίροις εὐσεβούντων ὁ
βοηθός, Πάτερ Βαραδᾶτε, καὶ προστάτης καὶ ἀρωγός· χαίροις ὁ πταισμάτων,
αἰτούμενος τὴν λύσιν, τοῖς πίστει προσιοῦσι, τῇ προστασίᾳ σου.
Τοὺς μετ’ εὐλαβείας τῷ σῷ
ναῷ, Πάτερ προσιόντας, πάσης λύτρωσαι συμφορᾶς, καὶ ποικίλων νόσων, συντήρει
ἀνωτέρους, παμμάκαρ Βαραδᾶτε, ὡς συμπαθέστατος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς
Χριστόν, Πάτερ Βαραδᾶτε θεόφρον, οἷα θεράπων Αὐτοῦ, πρέσβευε δεόμεθα, πάσης
ὀργῆς καὶ φθορᾶς, καὶ δεινῶν περιστάσεων, καὶ πάσης ἀνάγκης, ῥύεσθαι τοὺς
σπεύδοντας, τῇ ἀντιλήψει σου, ἤρεμον δὲ βίον ἀνύειν, ἐν ταῖς ἐντολαῖς τοῦ
Κυρίου, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου