Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 16. ΑΓΙΕΣ ΜΑΡΤΥΡΕΣ ΑΓΑΠΗ, ΕΙΡΗΝΗ & ΧΙΟΝΙΑ ΑΚΟΛΟΥΘΙΑ




ΑΠΡΙΛΙΟΣ ΙΣΤ΄!!

ΑΓΑΠΗ, ΕΙΡΗΝΗ & ΧΙΟΝΙΑ ΜΑΡΤΥΡΕΣ

ΑΚΟΛΟΥΘΙΑ

Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια. Ἦχος α' Πανεύφημοι Μάρτυρες.

Παρθένοι νεάνιδες σεπτῶν, ἀρετῶν ἐπώνυμοι, καὶ ἀρεταῖς ἐκτρεφόμεναι, πρὸς τὸν ἀκρότατον, εὐσεβείας ὅρον, ἀνδρικῶς ἐφθάσατε, καὶ νῦν πρὸς οὐρανὸν ἀνεδράμετε, Χριστῷ πρεσβεύουσαι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Παρθένοι νεάνιδες σαφῶς, Εὔας τῆς προμήτορος, ἐπιτηδείως κομίζεσθε, πόθον θεώσεως, ἀνενδότῳ νεύσει, πρὸς Θεὸν θεούμεναι, καὶ θείας θεωρίας πληρούμεναι, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Γενναίῳ φρονήματι Χριστόν, ὡς ἐνστερνισάμεναι, τὸν ἰσχυρὸν κατεπάτησαν, αἱ γενναιόφρονες, τὸν τὴν Εὔαν πάλαι, δόλῳ ἀπατήσαντα, καὶ τοῦτον κατὰ κράτος νικήσασαι, Χριστῷ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς αὐτάδελφοι ἔνθεοι, μίαν γνώμην ἠσχήκατε, καὶ μιᾷ καρδίᾳ ὁμοῦ ἠθλήσατε, ὑπὲρ Χριστοῦ τοῦ παντάνακτος, ἐχθρὸν τροπωσάμεναι, δι’ ἀγώνων ἱερῶν, τῇ ἰσχύϊ τῇ ἄνωθεν, ἀριστεύσασαι, Χιονία Ἀγάπη καὶ Εἰρήνη, οἱ βλαστοὶ Θεσσαλονίκης, καὶ ἱερὰ καλλωπίσματα.

 

Ὡς φθαρτὴν καὶ ἐπίκηρον, ὁμοφρόνως τὴν εὔκλειαν, τὴν τοῦ κόσμου ἅπασαν ἀποῤῥίψασαι, ἀνδρειοφρόνως ἠθλήσατε, παρθένοι αὐτάδελφοι, δι’ ἀγάπην τοῦ Χριστοῦ, ᾧ καὶ πίστει προσήχθητε, ὥσπερ θύματα, καὶ θυσίᾳ εὐώδης καὶ τελεία, Χιονία καὶ Ἀγάπη, σὺν τῇ Εἰρήνῃ γηθόμεναι.

 

Ὡς τρωθεῖσαι τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, ἑαυτὰς ἠρνήσασθε οὐρανόφρονες, καὶ στεῤῥοτάτῳ φρονήματι, Ἀγάπη θεόληπτε, Χιονία θαυμαστή, καὶ Εἰρήνη θεόσοφε, ἠγωνίσασθε, παριδοῦσαι τῆς φύσεως τὸ χαῦνον, καὶ ἀνδρείᾳ ἀνενδότῳ, καταβαλοῦσαι τὸν δράκοντα.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῆς Ὑπερθέου Τριάδος τῷ φωτί, μυστικῶς καταυγασθεῖσαι, τρισάριθμοι αὐτάδελφοι παρθένοι, τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα, μαρτυρικῶς διηθλήσατε, ὅθεν ἡ Ἐκκλησία τοῦ Θεοῦ, τὴν ἄθλησιν ὑμῶν ἀγαμένη, τὴν λαμπρὰν ὑμῶν μνήμην ἑορτάζει, ὁμοφώνως βοῶσα· χαίρετε αἱ τὴν οἰκείαν ἀσθένειαν, τῷ πυρὶ τῆς θείας ἀγάπης στομώσασαι, καὶ τοῦ ἀοράτου ἐχθροῦ, τὴν ἐπηρμένην καθελοῦσαι ὀφρύν· χαίρε Ἀγάπη Εἰρήνη καὶ Χιονία, τῆς ἁγνείας εὐώδη ἀλάβαστρα, καὶ παρθενομαρτύρων καλλονή· χαίρετε Θεσσαλονίκης ἀμάραντα ἄνθη, καὶ τῆς Ἐκκλησίας Χριστοῦ ὡραΐσματα· ἣν ἀεὶ στηρίζετε, ἀσιλῆ καὶ ἀκλόνητον, ταῖς πρὸς Θεὸν ὑμῶν δεήσεσι.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος· Φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10- 26)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Λιτή. Ἦχος α΄.

Τὴν τριστέλεχον χορείαν, τῶν αὐταδέλφων Παρθενομαρτύρων, Ἀγάπην Χιονίαν καὶ Εἰρήνην, πᾶς ὁ τοῦ Θεοῦ λαός, μαρτυρικοῖς ἐπαίνοις καταστέψωμεν, ἐν ἁπαλῷ γὰρ σώματι, τὸν ὑπὲρ Χριστοῦ κάλλιστον ἀγῶνα ὁμοφρόνως ἀνεδέξαντο. Καὶ ὑπελθοῦσαι τὸ στάδιον, τὸν ἐχθρὸν κατηκόντισαν, τῷ ὅπλῳ τῆς πίστεως, καὶ νίκης μέγα τρόπαιον ἤραντο. Καὶ τῷ νυμφῶνι τῆς ζωῆς, νικηφόροι χωρήσασαι, τὸν τῆς Εὔας ἐκπληρώσαντο πόθον, θεωθεῖσαι κατὰ μέθεξιν, καὶ πᾶσιν αἰτούμεναι ἱλασμὸν καὶ θεῖον ἔλεος.

 

 

 

 

Ἦχος β΄.

Τὴν τοῦ κόσμου εὔκλειαν, ὡς ἀπανθοῦσαν λιποῦσαι, τῷ Χριστῷ ἠκολουθήσατε, οὐρανίῳ ἔρωτι, παρθένοι αὐτάδελφοι. Καὶ ἐν ὄρει σκηνώσασαι, ὡς ἁγναὶ περιστεραί, πρὸς ἀθλητικοὺς καμάτους, ἑαυτὰς ἡτοιμάσατε, ταῖς πρὸς τὸ κρεῖττον ἀναβάσεσιν, ὅλῳ γὰρ τῷ νοΐ, τῷ ἀθανάτῳ Νυμφίῳ ἀτενίζουσαι, ὡς οὐδὲν ἡγήσασθε, τῶν βασάνων τὴν ἔφοδον. Καὶ τὸν φθειρόμενον ἄνθρωπον, ἀποβαλοῦσαι τῇ ἀθλήσει, τῆς ἀφθαρσίας τὴν χλαῖναν, μεγαλοπρεπῶς ἠμφιάσασθε, ἀλλ’ ὦ καλλίνικοι Μάρτυρες, Ἀγάπη Εἰρήνη καὶ Χιονία, ἐν ἀγάπῃ καὶ εἰρήνῃ ἡμᾶς συντηρήσατε, καὶ ὑπὲρ χιόνα λευκανθῆναι, τὰς ψυχὰς ἡμῶν πρεσβεύσατε, ἐναρέτοις πράξεσι.

 

Ἦχος β΄.

Ὥσπερ θύματα ἄμωμα, καὶ προσφοραὶ ὁλόκληροι, τῷ ἀθανάτῳ Νυμφίῳ προσηνέχθητε, τῷ πυρὶ τελειούμεναι, ἀνενδότῳ καρδίᾳ, Ἀγάπη καὶ Χιονία πανένδοξοι. Καὶ τὸ οἰκεῖον αἷμα, ὡς μύρον πολύτιμον, προσενήνοχας Χριστῷ, τοξευθεῖσα τῷ βέλει, Εἰρήνη μεγαλώνυμε. Τίς οὖν ἀξίως ὑμνήσει τὴν ἀνδρείαν ὑμῶν, καὶ τῆς ψυχῆς τὴν λαμπρότητα; ὅτι κατ’ ἄνδρας ἠγωνίσασθε, τῶν ἀντικειμένων δυνάμεων, τὸ μαινόμενον κράτος θριαμβεύσασαι. Διὸ Χριστὸς ὑμᾶς ἐδόξασεν, ἀθανάτῳ εὐκλείᾳ, ὁ δοξασθεὶς ὑμῶν τοῖς σκάμμασι.

 

Δόξα. Ἦχος δ΄.

Παρθενικῇ ὡραϊσμέναι χάριτι, ἀθλητικαῖς ἀριστείαις, πλέον ἐλαμπρύνθητε, νομίμως ἀθλήσασαι, Παρθενομάρτυρες ἔνδοξοι. Καὶ δι’ ἀμφοτέρων εὐαρεστήσασαι Χριστῷ, τῷ ὡραίῳ κάλλει ὑπὲρ υἱοὺς τῶν ἀνθρώπων, κατὰ           Δαβὶδ τὸν θεῖον, τῷ φωτὶ τῆς δόξης Αὐτοῦ ἐσκηνώσατε, τὰς ὑπὲρ νοῦν ἀμοιβὰς ὁρῶσαι καὶ ἀπολαύουσαι, ἀλλ’ ὦ Ἀγάπη Χιονία καὶ Εἰρήνη, ὁμαίμονες ἔνδοξοι, καὶ Μάρτυρες πολύαθλοι, μὴ παύσητε πρεσβεύουσαι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου λύτρωσαι Εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, τῶν τοῦ κόσμου ἀγαθῶν, γνώμῃ θεολήπτῳ συμφώνως, ἀπεμακρύνθητε, τότε ᾑρετίσασθε, οἰκεῖν ἐν ὄρεσι, τὸν Χριστὸν θεραπεύουσαι, τελείᾳ καρδίᾳ, καὶ στεῤῥῶς ἀθλήσασαι, ἐχθρὸν ἠσχύνατε, ὅθεν, οὐρανίου παστάδος, Χιονία ἅμα Εἰρήνη, μετὰ τῆς Ἀγάπης ἠξιώθητε,

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μου καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Φέρουσαι τὸ πῦρ ἐν τῇ ψυχῇ, τῆς Χριστοῦ τελείας ἀγάπης, φλέγον τὴν ὕλην παθῶν, ἀνδρικῶς ἠνέγκατε, πυρὸς κατάφλεξιν, Χιονία θεόληπτε, μετὰ τῆς Ἀγάπης, καὶ ἀπάτης ἅπασαν, πυρὰν ἐσβέσατε, βέλει δὲ πληγεῖσα Εἰρήνη, πρὸς τὸν Ἀρχηγὸν τῆς εἰρήνης, νικηφόρος χαίρουσα ἀνέδραμες.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, τῶν παρθένων ἡ τριάς, αἱ ἀδελφικῇ συμφωνίᾳ, λαμπρῶς συνδούμεναι, καὶ καταπαλαίσασαι, ὁμοῦ τὸν δράκοντα, μαρτυρίου παλαίσμασι, Ἀγάπη θεόφρον, Χιονία ἔνδοξε, Εἰρήνη πάνσεμνε, χαίρετε, παρθένων ἡ δόξα, καὶ Θεσσαλονίκης τὰ κρίνα, τὴν ὀσμὴν τὴν θείαν διαπνέοντα.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀδελφικῇ συμφυΐᾳ, τὴν συμφωνίαν τῆς πίστεως ἐλαμπρύνατε, Παρθενομάρτυρες ἔνδοξοι. Τοῦ Δαβὶδ γὰρ τὴν ῥῆσιν ὑποφωνοῦσαι· ἰδοὺ δὴ τὶ καλὸν ἢ τὶ τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, ὁμοφρόνως ἠγωνίσασθε, κατὰ τῆς ἀντικειμένης δυνάμεως. Καὶ τὸν Χριστὸν δοξάσασαι οἰκείοις μέλεσι, τῆς αἰωνίου δόξης, κληρονόμοι γεγόνατε, Ἀγάπη Χιονία καὶ Εἰρήνη, ἀδελφαὶ μακάριαι, καὶ Ἀθληφόροι ἀήττητοι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσαι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ὡς αὐτάδελφοι κόραι καὶ οὐρανόφρονες, πρὸς εὐσεβείας ἀγῶνας ὁμονοοῦσαι καλῶς, τὸν ἀρχέκακον ἐχθρὸν κατεπαλαίσατε, Χιονία ἡ σεμνή, σὺν Ἀγάπῃ τῇ κλητῇ, Εἰρήνη ἡ πανολβία, καὶ νῦν Χριστὸν δυσωπεῖτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Αὐτάδελφοι σεμναί, καὶ θεόφρονες κόραι, καὶ Μάρτυρες στεῤῥαί, τοῦ τῶν ὅλων Δεσπότου, Ἀγάπη Χιονία τε, καὶ Εἰρήνη ἐδείχθητε, ἐναθλήσασαι, καὶ καθελοῦσαι τὸν ὄφιν, ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ μύρου τῆς ζωῆς, τοῦ ἐκ Σοῦ προελθόντος, δεχθεῖσαι τῇ ψυχῇ, τὴν ὀσμὴν τὴν ἁγίαν, παρθένοι αἱ τρισάριθμοι, Θεοτόκε πανύμνητε, πᾶσαν ἔλιπον, τὴν κοσμικὴν ἐξαπάτην, καὶ ὀπίσω Σου, ἀκολουθήσασαι πόθῳ, λαμπρῶς ἐδοξάσθησαν.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀγάπη τοῦ Κτίσαντος ἐπτερωμέναι τὸν νοῦν, Ἀγάπη ἡ ἔνθεος καὶ Χιονία ὁμοῦ, Εἰρήνη ἡ πάνσεμνος, ἤνεγκαν ἀνενδότως, τῶν βασάνων τὰ ἄλγη, λύσασαι δι’ ἀγώνων, τὴν πολύθεον πλάνην, καὶ νῦν Χριστὸν δυσωποῦσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σαρκὶ καθ’ ὑποστάσιν ἐκ τῶν αἱμάτων τῶν Σῶν, τεχθεὶς ὁ Ὑπέρθεος Λόγος Θεοῦ καὶ Θεός, ἀτρέπτως δι’ ἔλεος, ἔσωσε τῶν ἀνθρώπων, τὴν φθαρεῖσαν οὐσίαν, δείξας τοῖς ἐν τῷ κόσμῳ, σωτηρίας τὴν τρίβον, ἣν ἡμᾶς βαδίζειν καλῶς, Παρθένε ἐνίσχυσον.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν σταδίῳ λάμψασαι, Μαρτύρων πόνοις, τοῦ ἐχθροῦ τὴν ἅπασαν, ἀπημαυρώσατε ἰσχύν, Παρθενομάρτυρες ἔνδοξοι, αἱ τῆς Ἁγίας, Τριάδος ἰσάριθμοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐκ γαστρός Σου ἄχραντε, ὁ Θεὸς Λόγος, τῶν βροτῶν τὸ φύραμα, ἀναλαβὼν δίχα τροπῆς, πρὸς τὴν ἀρχαίαν ἀνήγαγε, Παρθένε δόξαν, Ἀδὰμ τὸν πρωτόπλαστον.

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μου καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον· τῶν Δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ΙΖ΄ Σαββάτῳ τοῦ Ματθαίου.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθληφόρων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Παρθενομάρτυρες ἔνδοξοι, τῆς φύσεως τὴν σχέσιν λαμπροτέραν ἐδείξατε, ὁμοφροσύνῃ ψυχῆς, καὶ μαρτυρίου ἀηττήτοις ἄθλοις. Τοῦ γὰρ Νυμφίου Χριστοῦ, ἐνδεδυμέναι τὴν δύναμιν, οὐδόλως ἐπτοήθητε, τῶν τυράννων τὰς ἀπειλάς, οὐδὲ τὸν βίαιον θάνατον. Καὶ νῦν ἀθανάτου ζωῆς ἀξιούμεναι, Ἀγάπη Εἰρήνη καὶ Χιονία, τῇ Ὑπερθέῳ Τριάδι πρεσβεύσατε, θανάτου ἁμαρτίας ἡμᾶς ῥυσθῆναι, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς περιόδου· καὶ τῶν Ἁγίων δύο.

Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ προσοίσω Μάρτυσι θεῖον μέλος. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. δ'. Ὁ Εἱρμός. ᾌσωμεν τῷ Κυρίῳ

Χάριν μοι οὐρανόθεν, Μάρτυρες Κυρίου νῦν αἰτήσασθε, τὴν ὑμῶν εὐφημοῦντι, ἐπὶ γῆς φωτοφόρον πανήγυριν.

ήξασαι προσπαθείας, σαρκικῆς δεσμὰ ἐν θείῳ Πνεύματι, τῷ Χριστῷ αἱ Παρθένοι, συνεδέθησαν σθένει Θεότητος.

σχυσεν ὁ Βελίαρ, ἀπατῆσαι πρὶν τὴν Εὔαν σεπταὶ Μάρτυρες, ἀλλὰ νῦν κατῃσχύνθη, τοῖς ποσὶν ὑμῶν ὄντως πατούμενος.

Σώμασιν ἡγνισμένοις, ἐκ Παρθένου Κόρης τὸν ἐκλάμψαντα, θεραπεύσασαι Λόγον, αἱ Παρθένοι, σὺν τούτῳ εὐφραίνονται.

Θεοτοκίον

Τίκτεις ἀνερμηνεύτως, ὃν Πατὴρ ἀῤῥεύστως ἀπεγέννησε, καὶ μαζοῖς διατρέφεις, τὸν τὰ σύμπαντα τρέφοντα Δέσποινα.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Ἁγνείᾳ κοσμήσασα τὴν ψυχήν, Μάρτυς τὴν λαμπάδα, ἀνῆψας ταύτην τῷ πυρί, τῷ τῆς ἀγαπήσεως τοῦ Κτίστου, καὶ τῆς Αὐτοῦ παστάδος ἔτυχες.

Βίον τὸν ἰσάγγελον ἐν σαρκί, μετὰ τῶν συνάθλων, καὶ ὁμοτρόπων σου σεμνή, Εἰρήνη ἀσκοῦσα ἀσωμάτων, θείας χορείας κατηξίωσαι.

Γενναίῳ φρονήματι τοῦ ἐχθροῦ, κράτος καθελοῦσαι, ἐν ἀσθενείᾳ τῆς σαρκός, Μάρτυρες ἀήττητοι στεφάνων, ἀθλητικῶν κατηξιώθητε.

Θεοτοκίον

Γαλήνην Σε ἔχοντες οἱ πιστοί, ἐν ταῖς τρικυμίαις, Θεοτόκε τῶν πειρασμῶν, καὶ τῶν νοσημάτων ἀκυμάντως, Σαῖς ἱκεσίαις κυβερνώμεθα.

 

 

ᾨδὴ γ' Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα

μβροις θείου Πνεύματος, καταρδευόμεναι στάχυας, μαρτυρικούς, θείᾳ γεωργίᾳ, αἱ Παρθένοι ἐξήνθησαν.

πὲρ τὰ ὁρώμενα, τὰ μὴ βλεπόμενα στέργουσαι, τοὺς ὁρατούς, καὶ τοὺς ἀοράτους, ἐτροπώσαντο δαίμονας.

Πῦρ οὐκ ἑπτοήθητε, προσαναπτόμεναι Πνεύματος, θείῳ πυρί· ὅθεν ἰαμάτων, θείαν δρόσον πηγάζετε.

Θεοτοκίον

ῆξον τῶν πταισμάτων μου, δεινὸν χειρόγραφον Δέσποινα, ἡ τὰ δεσμά, λύσασα τοῦ, ᾍδου, τῇ ἀσπόρῳ κυήσει σου.

 

Ἕτερος. Ὅμοιος.

Δῶρα ὡς εὐπρόσδεκτα, τὰ τῆς ἀθλήσεως αἵματα, τῷ καθαρῷ, παρθένοι Νυμφίῳ, Χριστῷ προσενηνόχατε.

Ἔῤῥιπται ὁ τύραννος, καὶ συμπεπάτηται ἅπασα, τούτου ἰσχύς, τῶν καλλιπαρθένων, ἁγνείᾳ καὶ στεῤῥότητι.

Ζάλην κατευνάσασα, τὴν τῶν παθῶν νοΐ σώφρονι, πρὸς γαληνόν, Εἰρήνη λιμένα, ἀθλήσεως κατήντησας.

Θεοτοκίον

Ἔλυσεν ὁ τόκος Σου, τὰς ἐνοχὰς ἡμῶν ἄχραντε, καὶ ἑαυτῷ, δι’ υἱοθεσίας, πάντας πιστοὺς συνέδησεν.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείαν δύναμιν, ἄνωθεν σχοῦσαι, ἠγωνίσαντο, ἀνδρειοφρόνως, αἱ τρισάριθμοι Ἅγιαι Μάρτυρες, σὺν Χιονίᾳ Εἰρήνη ἡ πάνσεπτος, καὶ ἡ Ἀγάπη ἐχθρὸν καταισχύνουσαι, ὅθεν ἅπαντες, τὴν τούτων ἁγίαν ἄθλησιν, τιμήσωμεν Τριάδα μεγαλύνοντες.

Δόξα. Ἕτερον. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Νυμφευθεῖσαι Κυρίῳ θεοπρεπῶς, ὥσπερ προῖκα τὸ αἷμα καὶ τὴν αὐτῷ σφαγήν, προσηνέγκατε, Ἀθληφόροι Νεάνιδες, καὶ νυμφῶνος θείου, ἀξίως ἐτύχετε, φωτισμοῦ ἀῤῥήτου, ἀπαύστως πληρούμεναι· ὅθεν τὴν ἁγίαν, καὶ σεπτὴν ὑμῶν μνήμην, τελοῦντες ἐν πνεύματι, τὸν Σωτῆρα δοξάζομεν, καὶ πιστῶς ἀνακράζομεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν πάντα βαστάζοντα, τὸν τροφοδότην πάντων καὶ πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, παναγία Παρθένε· Ἐν ὥρᾳ τῆς κρίσεως, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, δώρησαί μοι τότε τὴν σήν, φιλανθρώπως ταχινὴν βοήθειαν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

 

ᾨδὴ δ' Ὁ Εἱρμός Εἰσακήκοα Κύριε

Οἱ τοῦ σώματος ἔρωτες, ἔρωτι τῷ θείῳ ὑποχωρήσαντες, καταγώγια τοῦ Πνεύματος, τὰς Χριστοῦ Παρθένους ἀπειργάσαντο.

Συμφωνίᾳ θεόφρονι, τοῖς ὑπεναντίοις ἀντιταξάμεναι, νίκην θείαν ἀπηνέγκασθε, καὶ στεφάνων θείων ἠξιώθητε.

χορὸς ὁ μακάριος, τῶν ἀειπαρθένων πυρὶ ὀπτώμενος, εὐωδίᾳ προσενήνεκται, τῷ ἐκ τῆς Παρθένου ἀνατείλαντι.

ερῶς ὥσπερ ἄκακοι, ἤγεσθε ἀμνάδες θύεσθαι πάνσεμνοι, οὐκ ἐρίζουσαι, οὐ κράζουσαι, ἀλλὰ προαιρέσει θανατούμεναι.

Θεοτοκίον

Σωματούμενον Κύριον, ἔτεκες Κυρία πάσης τῆς κτίσεως, ὃν ἱκέτευε ῥυσθῆναί με, ἐχθροῦ Παναγία κυριεύοντος.

 

Ἕτερος. Ὅμοιος.

Ἡ ἀήττητος δύναμις, τοῦ Ἁγίου Πνεύματος ἐκραταίωσεν, ἐν ἀγῶσι καὶ παλαίσμασι, γυναικείαν φύσιν, καὶ ἐδόξασεν.

Θησαυρίσασα ἔνδοξε, πλοῦτον ἐν ψυχῇ σου τῆς θείας γνώσεως, τοῦτον ἔνειμας Εἰρήνη σεμνή, ἐν ἀφθόνῳ δόσει, ταῖς συνάθλοις σου.

Ἰσχυρὸς καταβέβληται, τῶν καλλιπαρθένων ἐνστάσει τύραννος, καὶ ὑψώθη ἡ ἐπίγνωσις, τοῦ Θεοῦ τῶν ὅλων, ἐν τοῖς πέρασιν.

Θεοτοκίον

Ὡς πηγὴ ἀνεξάντλητος, οὖσα τῶν θαυμάτων θεοχαρίτωτε, ποταμοὺς τῶν ἰαμάτων ἡμῖν, ἀναβλύζεις ἀεί, Σὲ γεραίρουσιν.

 

ᾨδὴ ε' Ὁ Εἱρμός. Φώτισον ἡμᾶς

ρθρισαν ὁμοῦ, πρὸς Χριστὸν τὸ φῶς τὸ ἄδυτον, αἱ Παρθένοι αἱ θεόφρονες, καὶ ὑπὲρ φέγγος, τοῦ ἡλίου κατηυγάσθησαν.

Μέλη ἀνδρικῶς, ἐκδεδώκατε πρὸς βάσανα, βασανίσασαι τὸν τύραννον, τῇ καρτερίᾳ, ἀξιάγαστοι τῆς πίστεως.

νθος ἱερόν, τῶν Μαρτύρων ἀνεδείχθητε, εὐωδίαν θείας γνώσεως, τῇ Ἐκκλησίᾳ διαπνέουσαι πανεύφημοι.

ήμασιν ὑμῶν, ὁ μεγάλαυχος πεφίμωται, καρτερίᾳ δὲ νενίκηται, καὶ ἀφανείᾳ, παρεπέμφθη παναοίδιμοι.

Θεοτοκίον

Τέλος μοι χρηστόν, προσγενέσθαι Κόρη πρέσβευε, ὅπως φύγω τὰς μενούσας με, ἀτελευτήτους, τιμωρίας καὶ σωθήσομαι.

 

Ἕτερος. Ὅμοιος.

Κάμινον παθῶν, καὶ πολέμων κατασβέσασα, ἐν τοῖς ὄμβροις τῶν δακρύων σου, Εἰρήνη φλόγα, πλάνης ἔσβεσας τοῖς αἵμασιν.

Λύχνον διαυγῆ, τοῦ Χριστοῦ πόθον κατέχουσα, σὺν Ἀγάπῃ Χιονία πρὸς φῶς, τοῦ μαρτυρίου, εὐκλεῶς καθωδηγήθης.

Μύρα νοητά, τῆς ἁγνείας διαπνεύσασα, Θεοδοσία δι’ ἀθλήσεως, δεκτὴ Κυρίῳ, εὐωδία προσενήνεκται.

Θεοτοκίον

Ῥώμην κατ’ ἐχθρῶν, καὶ κραταίωμά Σε ἔχοντες, ὑπεραγία Θεονύμφευτε, βραβεῖα νίκης, καὶ στεφάνους κομιζόμεθα.

 

ᾨδὴ ς' Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ

πέμειναν τῆς σαρκὸς τὰς ὀδύνας, καὶ πυρὸς τὰς τιμωρίας ἀνδρείως, αἱ τοῦ Χριστοῦ, Ἀθληφόροι καὶ νύμφαι, ἡ Χιονία Ἀγάπη Εἰρήνη τε, καὶ στέφανον τὸν εὐπρεπῆ, καὶ τὴν ἄῤῥητον δόξαν ἀπέλαβον.

Συρόμεναι ἐπὶ γῆς ὥσπερ λίθοι, κατεστρέψατε Παρθένοι τῆς πλάνης, οἰκοδομήν, πᾶσαν σθένει τοῦ Λόγου, καὶ πρὸς ναὸν ἐνεχθεῖσαι τὸν ἅγιον, παρίστασθε περιχαρῶς, τῷ δεσπόζοντι πάσης τῆς Κτίσεως.

άματα ἡ σορὸς Χιονίας, καὶ Εἰρήνης καὶ Ἀγάπης πηγάζει, ἐκ τῶν πηγῶν, ἀρδομένη πλουσίως, τοῦ Παρακλήτου, καὶ παύει νοσήματα, ποτίζει δὲ τῶν εὐσεβῶς, προσιόντων καρδίας ἐν χάριτι.

Θεοτοκίον

Νεκρώσεως δερματίνους χιτῶνας, ὁ Ἀδὰμ ἀποβαλὼν τῇ σαρκώσει, τοῦ σοῦ Υἱοῦ, Θεοτόκε Παρθένε, καταστολὴν θείας δόξης ἐνδέδυται, δοξάζων σε περιχαρῶς, ὡς Μητέρα Θεοῦ παναμώμητον.

 

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.

Ναμάτων τῶν νοητῶν, ἐμφορουμένη τοῦ Πνεύματος, τῆς γνώσεως ποταμούς, Εἰρήνη ἐπήγασας, ἐξ ὧν ταῖς συνάθλοις σου, πόμα τῆς τοῦ Κτίστου, ἐπιγνώσεως ἐκέρασας.

Ξίφεσι τὴν τοῦ Χριστοῦ, ἀντιστήσασαι ἀγάπησιν, ἀπτόητοι ταῖς ψυχαῖς, ἐν ἄθλοις ἠνδρίσασθε· διὸ καλλιπάρθενοι, στεφάνοις τῆς νίκης, παρ’ Αὐτοῦ κατεκοσμήθητε.

Ὁ λόγος ὁ τοῦ Θεοῦ, μαχαίρας πάσης τομώτερος, ὑπάρχων καὶ ἐνεργῶν, ἐν ὑμῖν ἀοίδιμοι, πρὸς πᾶσαν ἐπίνοιαν, ἀκαταμαχήτους, τῶν ἐχθρῶν ὑμᾶς παρέστησαν.

Θεοτοκίον

Γνωρίσαντες διὰ Σοῦ, τὸν πάντων Κτίστην καὶ Κύριον, Θεογεννῆτορ ἁγνή, τῆς πλάνης ἐῤῥύσθημεν· διὰ τοῦτο πόθῳ Σε, ἀνυμνολογοῦμεν, καὶ δοξάζομεν τὸν τόκον Σου.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Παρθενίας ἔσοπτρα, φωτοειδῆ πεφυκυῖαι, νοερῶς ἠστράψατε, ἀθλητικὰς λαμπηδόνας, πᾶσαν μέν, τὴν Ἐκκλησίαν ἀγλαϊζούσας, νύκτα δέ, τῶν νοσημάτων ἀπελαυνούσας, Χιονία καὶ Ἀγάπη, σὺν τῇ Εἰρήνῃ Χριστοῦ κειμήλια.

Ὁ Οἶκος.

Τῷ τῆς Τριάδος φωτισμῷ, τὸν νοῦν καταυγασθεῖσαι, ὁμαίμονες αἱ εὐκλεεῖς, ἔλιπον δόξαν κοσμικήν, τρυφάς τε καὶ ἀνέσεις, καὶ ἠκολούθησαν Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ καὶ ὁλοτρόπῳ νεύσει. Καὶ ἐν ὄρει αὐλισθεῖσαι, τὴν τῶν δυσσεβῶν ἐκλίνουσαι ὁρμήν, μυστικῶς Κυρίῳ προσωμίλησαν, προσευχαῖς καὶ νηστείαις, καὶ ἱεραῖς σχολάζουσαι μελέταις, ἔνθεν πρὸς ἀγῶνας ἀχθεῖσαι μαρτυρικούς, ἀκμὴν ἡλικίας ὑπερεῖδον, καὶ τυραννικὰς ἀπειλὰς οὐ κατέπτηξαν, ποικίλαις προσομιλήσασαι βασάνοις, ῥωννύμεναι παντοδυνάμῳ σθένει τοῦ οὐρανίου Νυμφίου Χριστοῦ. Καὶ Ἀγάπη σὺν τῇ Χιονίᾳ διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσαν, ἡ δὲ Εἰρήνη βέλει πληγεῖσα δεδόξασται· ἃς εὐφημοῦντες εἴπωμεν· Χαίρετε Παρθενομάρτυρες ἔνδοξοι, Χριστοῦ κειμήλια.

Συναξάριον

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμός. Παῖδες Ἑβραίων

Θῆρας ἀγρίους ἐπιόντας, οὐ παφλάζουσαν ὁρμὴν πυρὸς ἀστέκτου, οὐ μελῶν ἐκτομάς, οὐ πόνους πολυτρόπους, αἱ τοῦ Χριστοῦ νεάνιδες, ἐδειλίασαν ἐμφρόνως

χουσαι ὄμματα καρδίας, πρὸς τὸν σῴζοντα Θεὸν καὶ Βασιλέα, αἱ Ἀμνάδες Χριστοῦ, ἐχώρησαν πρὸς πᾶσαν, τοῦ δυσμενοῦς παράταξιν, καὶ ἐνίκησαν ἀνδρείως.

λεως ἔσο τοῖς σοῖς δούλοις, Ὑπεράγαθε πρεσβείαις Χιονίας, καὶ Εἰρήνης σεμνῆς, καὶ τῆς σεπτῆς Ἀγάπης, ἁμαρτιῶν συγχώρησιν, δι' αὐτῶν ἡμῖν παρέχων.

λον τὸν νοῦν πρὸς τὸν νυμφίον, ἀνατείνασαι Χριστὸν αἱ Ἀθληφόροι ὡς τρυφὰς τὰς πικράς, ἡγήσαντο βασάνους· Εὐλογητὸς εἶ κράζουσαι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Νέκρωσον Ἄχραντε τὴν ζῶσαν, καὶ νεκροῦσαν τὴν ψυχήν μου ἁμαρτίαν, καὶ ζωῆς μετασχεῖν, ἀξίωσόν με θείας, ἡ τὴν χαρὰν κυήσασα, καὶ νεκρώσασα τὸν ὄφιν.

 

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πρὸς ἀκήρατον δόξαν, ἀφορῶσα Εἰρήνη, καὶ πλοῦτον ἄσυλον, δόξης τῆς ἐπικήρου, καὶ σώματος καὶ πλούτου, κατεφρόνησας κράζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥώμῃ τῆς παρθενίας, καὶ ψυχῆς προθυμίᾳ, καὶ γενναιότητι, ἐχθρῶν ταῖς μεθοδείαις, ἀντέστητε παρθένοι, καὶ πῦρ οὐκ ἐπτοήθητε, δοξολογοῦσαι Χριστόν, τὸν μόνον εὐεργέτην.

Σωφροσύνῃ τὴν ὥραν, τὴν τοῦ σώματος Μάρτυς, ὑπερφαιδρύνασα, τυράννοις καὶ διώκταις, αἰδέσιμος ἐδείχθης, Χιονία κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἱλασμόν Σε πταισμάτων, καὶ ψυχῶν ἰατρεῖον, καὶ τῶν σωμάτων ἁγνή, καὶ λύτρωσιν κινδύνων, κεκτημένοι ἀπαύστως, βοῶμέν Σοι καὶ λέγομεν·  εὐλογημένη βροτῶν, ὑπάρχεις σωφροσύνη.

 

ᾨδὴ η' Ὁ Εἱρμός. Οἱ θεοῤῥήμονες Παῖδες

Μεμυημέναι τὰ θεῖα παραδόξως, ἐν τῷ καιρῷ τῶν ἀγώνων, γνώμην ἀνδρείαν ἀνέλαβον, τοῦ Χριστοῦ αἱ Ἀμνάδες, στεῤῥῶς ἐναθλήσασαι.

σκοτισμένος τῇ μέθῃ ὁ διώκτης, τῆς ζοφερᾶς ἁμαρτίας, γέλωτ’ ὀφλήσας ἐφαίνετο, αἱ Χριστοῦ δὲ Παρθένοι, ὡς φῶς ἀπεδείκνυντο.

Λύρα φωνοῦσα προφρόνως θεῖον μέλος, ὁμολογίας ἐνθέου, καὶ μαρτυρίας καὶ πίστεως, ἀνεδείχθητε ὄντως, παρθένοι Νεάνιδες.

χυρωθεῖσαι τῷ πόθῳ τοῦ Δεσπότου, τὰ ὀχυρώματα πάντα, τοῦ διαβόλου καθείλετε, Ἀθληφόροι Κυρίου, καὶ νῦν μακαρίζεσθε.

Θεοτοκίον

Σύμβολα φέρουσα πάλαι τοῦ σοῦ τόκου, τοὺς νεανίας οὐ φλέγει, Παρθενομῆτορ ἡ κάμινος, ὡς οὐδὲ τὴν νηδύν σου, τὸ πῦρ τῆς Θεότητος.

 

Ἕτερος. Τὸν Βασιλέα.

Τὴν τῆς ἁγνείας, περιβολὴν Ἀθλοφόρε, αἵμασι κοσμοῦσα μαρτυρίου, ἔνδον οὐρανίων, εἰσέδραμες θαλάμων.

Ὑπερισχύουσαι, τῇ Χριστοῦ συνεργείᾳ, πάσης μηχανῆς τῶν ἐναντίων, νίκης Ἀθλοφόροι, ἐδέξασθε βραβεῖα.

Φωτὸς τοῦ θείου, ταῖς ἀστραπαῖς ἐλλαμφθεῖσαι, σκοτὸς ἀθεΐας Ἀθλοφόροι, καὶ εἰδώλων γνόφος, ἐφύγετε ἐνθέως.

Θεοτοκίον

Ὁ συναΐδιος, τῷ Πατρὶ Θεὸς Λόγος, ἐκ Σοῦ σαρκωθεὶς Θεογεννῆτορ, χάριτι οἰκείᾳ, ἐθέωσεν ἀνθρώπους.

 

 

ᾨδὴ θ' Ὁ Εἱρμός. Κυρίως Θεοτόκον

θύνθητε Παρθένοι, θείους πρὸς λιμένας, τῇ κυβερνήσει Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τῶν πειρασμῶν παρελθοῦσαι ἄγρια κύματα.

ς ἄστρα ὡς λαμπάδες, φαίνουσαι Εἰρήνη, σὺν Χιονίᾳ Ἀγάπῃ φωτίζουσι, τῆς Ἐκκλησίας πλουσίως ἅπαν τὸ πλήρωμα.

Συνήφθητε χορείαις, ταῖς τῶν Ἀσωμάτων, τοὺς ἀσωμάτους ἐχθροὺς μετὰ σώματος, περιφανῶς, Ἀθληφόροι καταπαλαίσασαι.

λίου λαμπροτέρα, φαίνουσα ἡ μνήμη, ἡμῶν φωτίζει πιστῶν ἅπαν πλήρωμα, ἣν ἐτησίως τιμῶμεν Παρθενομάρτυρες.

Θεοτοκίον

Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον ἀποκυήσασα.

 

Ἕτερος. Ὅμοιος.

Χριστὸν τὸν εἰρηνάρχη, Εἰρήνη ποθοῦσα, τῇ φερωνύμῳ σου κλήσει εἰρήνευσας, δι’ ἐγκρατείας καὶ ἄθλων, παθῶν τὸν πόλεμον.

Ψυχὰς προκαθαρθεῖσαι, ἀρεταῖς καὶ πόνοις, Ἀγάπη σὺν Χιονίᾳ ἐτύχετε, παστάδος τῆς ἀκηράτου, δι’ ἀθλήσεως.

Ὡς κρείττονος τυχοῦσαι, Μάρτυρες παστάδος, καὶ παῤῥησίας καὶ δόξης καὶ χάριτος, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, ἐξιλεώσασθε.

Ὑμνεῖν με συνειδότι, ἁγνῷ Θεοτόκε, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην ἀξώισον, ἀκαταπαύστως ἐν πόθῳ, καὶ μεγαλύνειν Σε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸ ἀσθενὲς τῆς φύσεως, ἐμφρόνως ἀποῤῥίψασαι, τοῦ μαρτυρίου τοὺς ἄθλους, ἀνδρειοτάτῃ καρδίᾳ, ὡς ἀδελφαὶ θεόφρονες, Ἀγάπη Χιονία τε, σὺν τῇ Εἰρήνῃ χαίρουσαι, ἠνύσατε καὶ τῆς πλάνης, καθείλετε τὴν μανίαν.

Θεοτοκίον

Θεὸν τὸν Ὑπερούσιον, μετὰ σαρκὸς κυήσασα, ἀνακαινίζοντα κόσμον, ἐκ τῆς ἀρχαίας κατάρας, παλαιωθέντα πάθεσι, τὸν νοῦν μου ἀνακαίνισον, καὶ μετανοίας φέγγει με, καταύγασον Θεοτόκε, τὸν ζῶντα ἐν ῥαθυμίᾳ.

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν αὐταδέλφων παρθένων καὶ Ἀθληφόρων Χριστοῦ, Ἀγάπης Χιονίας, καὶ Εἰρήνης τὴν μνήμην, τελέσωμεν προθύμως βοῶντες αὐταῖς· παῤῥησίαν ὡς ἔχουσαι, πρὸς τὸν Σωτῆρα ἀπαύστως ὑπὲρ ἡμῶν, δυσωπεῖτε καλλιπάρθενοι.

 

Ὁμοφροσύνῃ καρδίας ὁμονοοῦσαι καλῶς, αὐτάδελφοι παρθένοι, ἠγωνίσασθε ἅμα, Ἀγάπη καὶ Εἰρήνη σὺν τῇ σεμνῇ, Χιονίᾳ δοξάσασαι, τοῦ μαρτυρίου καμάτοις τὸ τοῦ Χριστοῦ, θαυμαστὸν καὶ μέγα ὄνομα.

 

Ὡς ὁλοκάρπωμα θεῖον καὶ προσφοραὶ λογικαί, Ἀγάπη καὶ Χιονία, καὶ Εἰρήνη θεόφρον, προσήχθητε Κυρίῳ αἱ μὲν τῷ πυρί, τὸν ἀγῶνα τελέσασαι, ἡ δὲ πληγεῖσα τῷ βέλει καὶ τῆς ζωῆς, τῆς ἀγήρω ἠξιώθητε.

 

Θεσσαλονίκης τα ἄνθη τὰ εὐωδέστατα, τὰ τῆς ἁγνείας σκεύη, τῶν Μαρτύρων τὸ κλέος, Ἀγάπην καὶ Εἰρήνην καὶ τὴν σεμνήν, Χιονίαν ὑμνήσωμεν, τῇ γὰρ Τριάδι πρεσβεύουσιν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. Α΄.

Τὴν τρίφωτον λυχνίαν, τὴν μαρτυρίου φέγγει τὴν Ἐκκλησίαν καταλάμπουσαν, τὰς τρεῖς αὐταδέλφους Παρθενομάρτυρας, Ἀγάπην Εἰρήνην καὶ Χιονίαν, μελῳδικῶς εὐφημήσωμεν, ἐν τρισὶ γὰρ σώμασι, μίαν γνώμην ἔσχον, καὶ ὁμοῦ ὑπὲρ Χριστοῦ, ἀθλῆσαι προείλοντο, ὁ γὰρ θεῖος ἔρως, ὑπεράνω σαρκὸς καὶ αἵματος, ταύτας ἀνέδειξε. Καὶ ἐν ἀνδρείᾳ ψυχῆς, τὸ τῆς ἀθλήσεως στάδιον ἀνύσασαι, λαμπαδηφόροι εἰσῆλθον, εἰς τὸν νυμφῶνα τῆς ζωῆς, ἀλλ’ ὦ κλειναὶ Ἀθληφόροι, καὶ παρθένοι σεμναί, μὴ παύσησθε πρεσβεύουσαι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις αὐταδέλφων τριὰς σεπτή, Ἀγάπη Εἰρήνη, Χιονία ἡ ἐκλεκτή, αἱ διὰ βασάνων, Κυρίῳ προσαχθεῖσαι, Ὃν ἵλεων γενέσθαι, ἡμῖν πρεσβεύσατε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου