Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 29. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΩΣΙΠΑΤΡΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ ΚΘ΄!!
ΣΩΣΙΠΑΤΡΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Παύλου τῷ κηρύγματι, καταυγασθεὶς τὴν διάνοιαν, τοῖς αὐτοῦ θείοις ἴχνεσι, θερμῶς ἠκολούθησας, Σωσίπατρε μάκαρ, τοῦ Εὐαγγελίου, μυσταγωγὸς ἀναδειχθείς, καὶ Ἀποστόλων τῶν Ἐβδομήκοντα, συνάριθμος καὶ σύσκηνος· διὸ τὴν μνήμην σου σήμερον, τὴν σεπτὴν ἑορτάζοντες, τὸν Χριστὸν μεγαλύνομεν.

Βέῤῥοια ἀγάλλεται, βλαστόν σε θεῖον πλουτήσασα, θεηγόρε Σωσίπατρε· ἀπαρχὴ γὰρ γέγονας, ἐν αὐτῇ τρισμάκαρ, τῶν πεπιστευκότων, Εὐαγγελίῳ τοῦ Χριστοῦ, καὶ μετὰ πίστεως διηκόνησας, Παύλῳ τῷ θεομακάρι, καὶ σὺν αὐτῷ χαίρων ἔδραμες, πρὸς Ἀσίαν λαμπόμενος, τῇ αὐτοῦ θείᾳ χάριτι.

Χάριν τὴν τοῦ Πνεύματος, χερσὶ τοῦ Παύλου δεξάμενος, παρ’ αὐτοῦ προκεχείρισαι, ποιμὴν καὶ διδάσκαλος, Ἰκονίου μάκαρ, καὶ ἐν τῇ Κερκύρᾳ, σὺν τῷ Ἰάσονι ὁμοῦ, παραγενόμενοι ἐφωτίσατε, τοὺς ἐν νυκτὶ καθεύδοντας, τῆς ἀγνωσίας τὸ πρότερον, ταῖς ἀκτίσι τῆς πίστεως, θεηγόρε Σωσίπατρε.

Λόγῳ τῷ τῆς χάριτος, πολλοὺς Κυρίῳ προσήγαγες, σεσωσμένους Ἀπόστολε, καὶ πόνοις ἀθλήσεως, τὸν Χριστὸν δοξάσας, πρὸς ἄπονον λῆξιν, διεβιβάσθης ἐν χαρᾷ, σὺν τῷ Ἰάσονι ὦ Σωσίπατρε· διὸ ἡ σὲ βλαστήσασα, πόλις Βεῤῥοίας εὐφραίνεται, πανδημεὶ ἑορτάζουσα, καὶ τιμῶσα τὴν μνήμην σου.

Δόξα. Ἦχος α΄.
Τῆς ἐν Χριστῷ διδασκαλίας, δεξάμενος τὴν ἔλλαμψιν, τῆς εὐσεβείας ὑποφήτης ἱερός, καὶ Ἀποστόλων ὁμότροπος, ἀνεδείχθης Σωσίπατρε. Θεοῤῥήμονι γὰρ γλώσσῃ μυσταγωγῶν τὰ κρείττονα, σκεύη ἐκλεκτὰ κατηρτίσω Κυρίῳ, τοὺς δεξαμένους τὸν λόγον σου. Καὶ σὺν τῷ θείῳ Ἰάσονι, τὸν καλὸν ἀνύσας δρόμον, σὺν αὐτῷ πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.













Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παύλῳ τῷ ἱερῷ, μαθητευθεὶς θεόφρον, τὰ θεία ἐμυήθης, καὶ τοῦ Σωτῆρος ὤφθης, Σωσίπατρε Ἀπόστολος.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Βέῤῥοια εὐλαβῶς, Σωσίπατρε τιμᾷ σε, τοῖς σοῖς ἐγκαυχωμένη, σπαργάνοις καὶ τῇ δόξῃ, ἣν ἐκ Χριστοῦ ἐπλούτησας.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ, ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις δυὰς σεπτή, τῶν θείων Ἀποστόλων, Σωσίπατρε παμμάκαρ, Ἰάσων τε θεόφρον, τοῦ Πνεύματος κειμήλια.

Δόξα. Τριαδικόν.
Αἴγλῃ Τριαδικῇ, λαμπόμενος ἀΰλως, Σωσίπατρε ὁ μέγας, ψυχὰς καταφωτίζδει, τῷ λόγῳ τῷ τῆς χάριτος.

Καὶ νῦν. Θεοτοκίον.
Λόγος ὁ τοῦ Θεοῦ, τεχθεὶς ἐκ Σοῦ ἀφράστως, Παρθένε Θεοτόκε, Σωσίπατρον τὸν θεῖον, οἰκεῖον μύστην ἔδειξε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ λόγῳ τῆς χάριτος καταυγασθεὶς τὴν ψυχήν, τοῦ Παύλου συνόμιλος καὶ τοῦ Χριστοῦ μαθητής, ἐδείχθης Σωσίπατρε· ὅθεν σε τῆς Βεῤῥοίας, μακαρίζει ἡ πόλις, κλέος σε κεκτημένη, πρὸς Θεὸν καὶ μεσίτην· ἐκ ταύτης γὰρ Ἀπόστολε, ὡς φοῖνιξ ἐξήνθησας.
Δόξα. Ὅμοιον.
Ἀγάλλεται Βέῤῥοια ἐν σοὶ Σωσίπατρε, ὡς θεῖος Ἀπόστολος ὑποδεχθεὶς τῇ ψυχῇ, τὴν χάριν τοῦ Πνεύματος· ἔλαμψας ἐν τῷ κόσμῳ, ὡς ἀστὴρ ἑωσφόρος, ἔλυσας τῶν εἰδώλων, τὴν πολύθεον νύκτα, καὶ νῦν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν ὐμνούντων σ.ε
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.














ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ἀποστόλου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τοῦ Παύλου δεξάμενος, τὸ οὐράνιον κήρυγμα, Ἀποστόλων σύσκηνος ἐχρημάτισας, καὶ τῶν γηΐνων ὑπέρτερος, καὶ πλήρης ἐλλάμψεως, καὶ προσήγαγες Χριστῷ, σεσωσμένους τῷ λόγῳ σου, πλείστους Ἅγιε· διὰ τοῦτο Σωσίπατρε τρισμάκαρ, ἐκτελοῦντές σου τὴν μνήμην, τοὺς σοὺς ἀγῶνας γεραίρομεν.

Ὡς τῆς χάριτος ὄργανον, καὶ Χριστοῦ μύστης ἔνθεος, ἐν Βεῤῥοίᾳ ἔνδοξε διηκόνησας, Παύλῳ τῷ θείῳ Σωσίπατρε, καὶ χαίρων κατέλαβες, τὴν Ἀσίαν μετ’ αὐτοῦ, ὡς ἀγάπης ἀνάπλεως, Ἰκονίου δέ, ποιμενάρχης καὶ λύχνος φωτοφόρος, γεγονὼς πάντας φωτίζεις, διδασκαλίᾳ τῆς πίστεως.

Ἐν Κερκύρᾳ διέλαμψας, σὺν τῷ θείῳ Ἰάσονι, εὐσεβείας χάρισι λαμπρυνόμενος, καὶ σὺν αὐτῷ ἀνεκήρυξας, ἐν ταύτῃ Σωσίπατρε, τοῦ Σωτῆρος τὴν φρικτήν, καὶ ἀπόῤῥητον κένωσιν, καὶ τοῖς θαύμασι, βεβαιώσας τὸν λόγον θεοῤῥῆμον, δι’ ἀγώνων μαρτυρίου, πρὸς τὸν Χριστὸν  ἀνελήλυθας.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Ἁποστόλου Σωσιπάτρου μνήμη, τῶν πιστῶν τὰς χορείας συνεγείρει, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ. Τούτου γὰρ τὸν ζυγὸν ἀράμενος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, μυσταγωγεῖ τὰς χάριτας, καὶ φωτὶ θαυμάτων, καταυγάζει τοὺς βοῶντας· χαίροις, ὁ τῷ σκεύει τῆς ἐκλογῆς συνδεθείς, καὶ παρ’ αὐτοῦ τὰ ὑπὲρ λόγον μυηθείς, ὡς καθαρὸς τὴν καρδίαν· χαίροις, ὁ Ἰκονίου ποιμήν, καὶ τῆς ἐν Κερκύρᾳ Ἐκκλησίας, κήρυξ καὶ διδάσκαλος, σὺν τῷ θείῳ Ἰάσονι· χαίροις, ὁ τῆς Βεῤῥοίας φοῖνιξ ὑψίκομος, ὁ τοῖς καρποῖς τῶν λόγων, τῶν εὐσεβῶν διατρέφων τὰς ψυχάς. Ἀλλ’ ὦ παμμάκαρ Ἀπόστολε, τῷ Διδασκάλῳ Χριστῷ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. α΄, 13-19)
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ





Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 20- ε΄ 5)
Ἀγαπητοί, ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;

Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 11-16)
Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις Βεῤῥοίας, τῶν Ἀποστόλων Σωσίπατρον, περιφανῶς ἐνεγκαμένη· ἐκ σοῦ γὰρ ἐβλάστησε, καὶ ἀποστολικοῖς καμάτοις, τῆς εὐσεβείας τὸ μυστήριον, πᾶσι κηρύττει. Τοῦ γὰρ θείου Παύλου, καταυγασθεὶς τῷ φωτί, τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγεῖ, ἀκτῖσι τοῦ κηρύγματος. Καὶ υἱοὺς Θεοῦ ἀπεργάζεται, τοὺς πρὶν τέκνα ὀργῆς χρηματίζοντας. Καὶ ἀθλητικῶς Χριστὸν δοξάσας, τῆς αἰωνίου δόξης ἠξίωται, ἱλασμὸν ἡμῖν αἰτούμενος, καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Τῷ οὐρανοφοίτῃ Παύλῳ, μαθητευθεὶς ἱερῶς, οὐρανίου σοφίας ἐπλήσθης, τῶν γηΐνων ἀποστάς, Ἀπόστολε Σωσίπατρε. Καὶ σὺν αὐτῷ ἐξῆλθες, τῆς αἰωνίου ζωῆς εὐαγγελιζόμενος τὸν λόγον, καὶ πρὸς θεογνωσίαν ἐπιστρέφων, τοὺς ἐν ὁδῶ πορευομένους πλάνης. Τὸ γὰρ Παράκλητον Πνεῦμα, θεῖον στόμα σε ἀνέδειξε, καὶ τῆς ἐν Χριστῷ ζωῆς ὑποφήτην, καὶ δογμάτων θείων κήρυκα. Καὶ καλῶς διαγαγών, τὴν πιστευθεῖσαν δωρεάν, ὡς προσφορὰ εὐπρόσδεκτος, προσηνέχθης Κυρίῳ, τῷ πυρὶ τελειωθείς. Ἀλλ’ ὦ Μάρτυς καὶ Ἀπόστολε, καὶ μύστα τῆς χάριτος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Ἀποστολικὴν ἐκλάμπων λαμπρότητα, τῆς ἐν Ἰκονίῳ Ἐκκλησίας, ὑφηγτὴς θεόσοφος, καὶ ὁδηγὸς σωτήριος, ἀνεδείχθης θεοῤῥῆμον Σωσίπατρε. Τῷ γὰρ Νυμφίῳ Χριστῷ, οἷα νύμφην ταύτην προσήγαγες, ταῖς σαῖς παραινέσεσι. Καὶ θείῳ Πνεύματι κινούμενος, ἐν Κερκύρᾳ ἐπέστης, σὺν τῷ συναποστόλῳ καὶ συνάθλῳ Ἰάσονι. Καὶ ἐν αὐτῇ ξένων ἔργων αὐτουργὸς γεγονώς, λαὸν Θεοῦ περιούσιον ἔδειξας, τοὺς τῇ πλάνῃ λατρεύοντας· διὸ ἀξίων ἐπάθλων μέτοχος ὤφθης, καὶ τῆς ἄνω Βασιλείας κληρονόμος γέγονας, σὺν τῷ θείῳ Ἰάσονι. Μεθ’ οὗ ἀεὶ πρέσβευε, δοῦναι ἡμῖν πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος δ΄.
Τῷ θείῳ Παύλῳ διακονῶν, ἐν Βεῤῥοίᾳ τοῦτον ἐδέξω, ὡς μεσίτην τῆς πρὸς Χριστὸν οἰκειώσεως, καὶ στόμα θεῖον, καὶ σωτηρίας αἰωνίου ὑποφήτην. Καὶ σὺν αὐτῷ ἀναστρεφόμενος, τύπος καὶ ὑπόδειγμα, τῶν ἐν αὐτῇ πιστῶν ὡράθης, ἐν ἔργοις καὶ λόγοις, καὶ θεαρέστοις πράξεσιν. Ἀλλ’, ὦ Ἀπόστολε Σωσίπατρε, Βεῤῥοιαίων κλέος, μὴ παύσῃ σκέπων καὶ φρουρῶν, τὴν ἐναγκαμένην σε πόλιν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Βεῤῥοίας βλαστός, Εὐαγγελίου τὸ θεόπνευστον ὄργανον, ὁ Παύλου τῷ θείῳ λόγῳ, καταυγασθεὶς τὴν ψυχήν, καὶ υἱοθεσίας τυχὼν κρείττονος, Σωσίπατρε ἔνδοξε, Ἀποστόλων συνόμιλε, τῆς εὐσεβείας, ὑποφῆτα θεόσοφε, στόμα ἔνθεον, διδαγμάτων τῆς χάριτος, ῥεῖθρον τὸ διειδέστατον, τῆς θείας χρηστότητος, τὸ καταρδεῦον καρδίας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Παύλῳ, μαθητευθεὶς τῷ σοφῷ, τῆς ἐν Χριστῷ οἰκονομίας μεμύησαι, Σωσίπατρε θεηγόρε, τὸ ὑπὲρ λόγον καὶ νοῦν, μυστήριον μέγα καὶ ἀπόῤῥητον· καὶ πόθῳ τοῖς ἴχνεσι, τῆς αὐτοῦ ἠκολούθησας, ἀπὸ Βεῤῥοίας, εἰς Ἀσίαν Ἀπόστολε, τῶν δεσμῶν αὐτῷ, κοινωνῶν καὶ τῶν θλίψεων· ὅθεν σὺν τῷ Ἰάσονι, τῷ θείῳ κατέλαβες, τῶν Κερκυραίων τὴν νῆσον, καὶ πίστει ταύτην ηὐγάσατε· καὶ νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.


Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ, ἀναγγέλλει τὸ στερέωμα.
Λόγῳ, τῆς ἀληθείας σοφῷ, τῆς ἀλογίας διαλύων τὴν ζόφωσιν, προσάγεις Χριστῷ τῷ Λόγῳ, ὡς προσφορὰν λογικήν, τοὺς προσδεξαμένους τὸ σὸν κήρυγμα· ἐντεῦθεν ὡμίλησας, πειρασμοῖς τε καὶ θλίψεσι, καὶ μαρτυρίου, διανύσας τὸν δίαυλον, διπλοῦν στέφανον, ἐκ χειρὸς Χριστοῦ εἴληφας· ὅθεν σε μακαρίζομεν, ὡς θεῖον Ἀπόστολον, τῶν Βεῤῥοιαίων τὰ στίφη, καὶ συμπολίτην καὶ καύχημα, Σωσίπατρε μάκαρ, ἐκτελοῦντές σου τὴν μνήμην, τὴν ἀεισέβαστον.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς εὐσεβείας γεωργός, Πνεύματι Ἁγίῳ γενόμενος, κεχερσωμένας ψυχάς, ἐνεούργησας, πρὸς εἰσδοχὴν τῶν κρειττόνων, θεηγόρε Ἀπόστολε. Καὶ τῆς πλάνης τὴν ἄκανθαν, τμητικῷ σου λόγῳ ἀποτεμών, τὸν σπόρον τῆς πίστεως ἐκαλλιέργησας, πρὸς καρποφορίαν, εὐαγγελικῆς λαμπρότητος. Καὶ νῦν μάκαρ Σωσίπατρε, σὺν τῷ κλεινῷ Ἰάσονι πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ λόγῳ τῆς χάριτος καταυγασθεὶς τὴν ψυχήν, τοῦ Παύλου συνόμιλος καὶ τοῦ Χριστοῦ μαθητής, ἐδείχθης Σωσίπατρε· ὅθεν σε τῆς Βεῤῥοίας, μακαρίζει ἡ πόλις, κλέος σε κεκτημένη, πρὸς Θεὸν καὶ μεσίτην· ἐκ ταύτης γὰρ Ἀπόστολε, ὡς φοῖνιξ ἐξήνθησας.
Δόξα. Ὅμοιον.
Ἀγάλλεται Βέῤῥοια ἐν σοὶ Σωσίπατρε, ὡς θεῖος Ἀπόστολος ὑποδεχθεὶς τῇ ψυχῇ, τὴν χάριν τοῦ Πνεύματος· ἔλαμψας ἐν τῷ κόσμῳ, ὡς ἀστὴρ ἑωσφόρος, ἔλυσας τῶν εἰδώλων, τὴν πολύθεον νύκτα, καὶ νῦν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν ὐμνούντων σ.ε
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.




































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς μύστην τοῦ Χριστοῦ, καὶ συνέκδημον Παύλου, καὶ σκεῦος ἐκλεκτόν, οὐρανίων χαρίτων, Ἀπόστολε Σωσίπατρε, Βεῤῥοιεῖς σε γεραίρομεν, καὶ βοῶμέν σοι· ῥῦσαι τὴν πόλιν σου ταύτην, πάσης θλίψεως, καὶ πειρασμῶν ἀδοκήτων, λιταῖς σου πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, τῇ φωταυγείᾳ, σκότος ἔλυσας, πολυθεΐας, θαυματουργῶν ἐν Κυρίῳ Ἀπόστολε, καὶ σὺν Ἰάσονι μάκαρ Σωσίπατρε, ἐν τῇ Κερκύρᾳ Χριστὸν ἐκηρύξατε· καὶ νῦν ἄφεσιν, πρεσβεύσατε δοῦναι ἅπασι, τοῖς μέλπουσιν ὑμῶν τὰ θεῖα σκάμματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Παρακλήτου τὴν χάριν πεπλουτηκώς, καὶ σοφίας τὴν δύναμιν ἐσχηκώς, ἐξῆλθες εἰς τὸ κήρυγμα, σὺν τῷ θείῳ Ἰάσονι, παρὰ τοῦ θείου Παύλου, σταλέντες Ἀπόστολοι, τὰ ἔθνη ἐπιστρέφειν, πρὸς γνῶσιν σωτήριον· ὅθεν καὶ ἀθλήσει, τὸν σὸν βίον σφραγίσας, τῆς δόξης τὸν στέφανον, ἐκ Κυρίου ἀπείληφας, θεηγόρε Σωσίπατρε, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ, ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὁ ἀκούων ὑμῶν... Ζήτει τῇ Η΄ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ Εὐαγγελίῳ τῆς ζωῆς, πιστῶς λειτουργήσας, καὶ τῷ αἵματι Χριστῷ, ψυχὰς σημειωσάμενος, ἀθλητικῶς πρὸς Αὐτὸν ἐξεδήμησας, Ἀπόστολε Σωσίπατρε· ὅλον γὰρ σαὐτόν, τῇ θείᾳ εὐδοκίᾳ δεδκώς, τῶν μυστηρίων τῆς χάριτος ἔνθους ὑπηρέτης, καὶ θεῖος οἰκονόμος ὤφθης. Καὶ νῦν τὰς ἀμοιβὰς τῶν πόνων δρεπόμενος, ἱκέτευε ὑπὲρ τῶν ὑμνούντων σε.









Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν ἱερὸν Σωσίπατρον μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος τὴν ἔλλαμψιν, ὡς θεηγόρος Ἀπόστολος, Σωσίπατρε ἔνδοξε, λαμπρῶς δεχόμενος, φῶς μοι βράβευσον, καὶ λόγον ταῖς εὐχαῖς σου, ὡς ἄν σου τὰ σκάμματα, μέλψω γηθόμενος.
Ὁ Παῦλος ὁ μέγιστος, τῆς οἰκουμένης ὁ ἥλιος, φωτὶ καταυγάσας σε, θείῳ Σωσίπατρε, λύχνον πάμφωτον, δεικνύει σε τῷ κόσμῳ, ἀκτῖσι τῆς πίστεως, ψυχὰς αὐγάζοντα.
Ναμάτων τῆς χάριτος, ἐμφορηθεὶς θείῳ Πνεύματι, φοιτήσας Σωσίπατρε, τῷ σκεύει τῆς ἐκλογῆς, πηγὴν ἔμβλυσας, δογμάτων σωτηρίων, καὶ πλείστους κατήρδευσας, τῷ θείῳ λόγῳ σου.
Θεοτοκίον.
Ἰσχύν μοι χορήγησον, κατὰ παθῶν τῶν θλιβόντων με, ἡ κόσμῳ κυήσασα, Χριστὸν τὸν Κύριον, καὶ κατάβαλε, τὸν κατ’ ἐμοῦ ὁρμῶντα, ἐχθρὸν τὸν ἀόρατον, Κόρη πανύμνητε.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Εὑρών σε Σωσίπατρε ὁ Παῦλος, κομῶντα ἐν ἔργοις ἀγαθοῖς, Χριστῷ σε καθωδήγησε, καὶ τῆς Αὐτοῦ σαρκώσεως, Ἀπόστολον καὶ κήρυκα, καὶ ὑπηρέτην ἀνέδειξε.
Ῥωννύμενος θείᾳ δυναστείᾳ, ὑπέρτερος ὤφθης τῶν φθαρτῶν, καὶ τοῦ Χριστοῦ τῷ  ἔρωτι, πτερούμενος Σωσίπατρε, ἀρότρῳ τῷ τῆς πίστεως, ψυχὰς πολλὰς ἐνεούργησας.
Ὁ πλήρης ἐλλάμψεως τῆς θείας, ὡς θεῖος Ἀπόστολος Χριστοῦ, Σωσίπατρος ὁ πάνσοφος, Βεῤῥοίας τὸ ἀγλάϊσμα, καὶ στήριγμα ὑμνείσθω μοι, χαρμονικοῖς μελῳδήμασι.
Θεοτοκίον.
Ναὸς φωτοφόρος ἀνεδείχθης, καὶ θρόνος πυρίμορφος Θεοῦ, τοῦ προελθόντος ἄχραντε, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, Ὃν ἐκτενῶς ἱκέτευε, σῶσαι τοὺς Σὲ μεγαλύνοντας.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀκτῖσι τῆς χάριτος φωταγωγῶν τὰς ψυχάς, τὸ σκότος ἀπήλασας τῆς ἀγνωσίας μακράν, Σωσίπατρε ἔνδοξε, ὤφθης τῶν ἐν Κερκύρᾳ, ὁδηγὸς πρὸς τὰ κρείττω, λύσας παθῶν ὀδύνας, ὡς Ἀπόστολος θεῖος· διό σου τὴν ἁγίαν μνήμην ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.














ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Συγγενὴς ὤφθης τῇ πίστει καὶ τῷ λόγῳ καὶ χάριτι, ἐκλογῆς τοῦ σκεύους, τούτῳ κοινωνήσας Σωσίπατρε· μεθ’ οὗ κηρύξας Χριστοῦ τὴν συγκατάβασιν, χαίρων ἔψαλλες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ὥσπερ ἄστρον φωτοφόρον σὺν τῷ θείῳ Ἰάσονι, ἀπὸ τῆς Ἑώας, ἔλαμψας ἐν Λύσει Σωσίπατρε, καὶ Κερκυραίων τὸν δῆμον προσενήνοχας, θείοις λόγοις σου, τῷ Βασιλεῖ πάσης κτίσεως.
Συστροφῆς κατὰ τοῦ Παύλου γενομένης Σωσίπατρε, ἐν Θεσσαλονίκῃ, τοῦτον ἐν Βεῤῥοίᾳ τῇ πόλει σου, καθυπεδέξω καὶ ὅλην ἐν καρδίᾳ σου, ὑποδέδεξαι, τὴν παρ’ αὐτοῦ θείαν ἔλλαμψιν.
Θεοτοκίον.
Ἰησοῦν τὸν Ζωοδότην καὶ Θεὸν πάσης κτίσεως, ἀστενοχωρήτως, Κόρη ἐν νηδύϊ ἐχώρησας, στενοχωρίας παθῶν ἀπολυτρούμενον, τοὺς τὸν τόκον Σου, τὸν ὑπὲρ φύσιν δοξάζοντας.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Πληγαῖς προσωμίλησας, ὑπὲρ Χριστὸν Ἀπόστολε, πλήξας τὸν βελίαρ τοῖς σοῖς λόγοις, καὶ ὡς θυσία προσήχθη ἄμωμος, ἐν πυρὶ τελέσας τὴν ζωήν, τῷ Χριστῷ Σωσίπατρε, θείῳ πόθῳ φλεγόμενος.
Ἀγάλλεται Βέῤῥοια, ἡ σὴ πατρὶς Σωσίπατρε, ἀποστολικῇ σου εὐκληρίᾳ, καὶ τὴν ἁγίαν σου μνήμην ἄγουσα, κράζει ἐκ βαθέων σοι ψυχῆς· πάσης περιστάσεως, ἀσινῆ με διάσωσον.
Τοῦ Παύλου τοῖς ἴχνεσιν, ἑπόμενος Ἀπόστολε, σὺν αὐτῷ μετέβης ἐκ Βεῤῥοίας, πρὸς τὴν Ἀσίαν καὶ Ἰκονίου ποιμήν, παρ’ αὐτοῦ κατέστης ὡς φωτός, θείου ἐνδιαίτημα, καὶ σοφίας κειμήλιον.
Θεοτοκίον.
Ῥανῖσι πανάμωμε, τῶν οἰκτιρμῶν Σου ἄρδευσον, τὴν κεχερσωμένην μου καρδίαν, τῇ ἐπιθέσει τοῦ ἀρχεκάκου ἐχθροῦ, ὅπως μετανοίας τοὺς καρπούς, ἐξενέγκη Δέσποινα, πρὸς ζωὴν τὴν αἰώνιον.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ὅλον τὸν νοῦν σου ἀνέτεινας, πρὸς μόνον ἐφετῶν τὸ ἀκρότατον, Παύλου τοῖς ῥήμασι, θεοπρεπῶς παιδευόμενος, ὑπεριδὼν τὰ κάτω, μάκαρ Σωσίπατρε.
Νόμου τοῦ θείου τῆς χάριτος, σοφὸς καταγγελεὺς ἐχρημάτισας, θεῖε Σωσίπατρε, ἔνθεν ῥιζόθεν ἀνέσπασας, ἀκάνθας ἀνομίας, θείῳ κηρύγματι.
Μέγιστον κλέος σε κέκτηται, Κερκύρας Ἐκκλησία Σωσίπατρε, πλέον δὲ γάνυται, ἡ σὲ βλαστήσασα Βέῤῥοια, αἳς δίδου οὐρανόθεν, τὴν εὐλογίαν σου.
Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων αἱμάτων Σου, λαβὼν ἡμῶν ἀτρέπτως τὸ φύραμα, ὁ ὑπερούσιος, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, Παρθένε Θεοτόκε, καὶ πάντας ἔσωσε.










Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῖς τοῦ Παύλου ῥήμασι, διηυγασμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ὤφθης παμμάκαρ Σωσίπατρε, καὶ δι’ ἀθλήσεως Τοῦτον ἐδόξασας.
Ὁ Οἶκος.
Τῆς ἐν Χριστῷ ἀληθείας τὸ φῶς, ἐπιλάμψαν ἐν τῇ ψυχῇ σου, ὡς τοῦ οὐρανουβάμονος ἀκηκοότος Παύλου, λύχνον σε φαεσφόρον ἀνέδειξε, καὶ μύστην Εὐαγγελίου ἐνθεώτατον, καὶ ἐναρέτου ζωῆς ὑποφήτην, καὶ Ἀποστόλων τῶν θείων ζηλωτὴν καὶ ὁμότροπον, Σωσίπατρε μακάριε· ἔνθεν τῷ σκεύει τῆς ἐκλογῆς συνδεθείς, ἐμυήθης παρ’ αὐτοῦ τὰ ὑπὲρ λόγον, καὶ σὺν τῷ θείῳ Ἰάσονι, τῷ ὁμοψύχῳ ἐν πᾶσι, τὸν λόγον τῆς πίστεως ἐκ Κερκύρας ἐκηρύξατε, καὶ τὴν ἐκεῖ Ἐκκλησίαν, ὅλην καθαρὰν καὶ ἄμωμον Κυρίῳ παρεστήσατε, διδαχαῖς καὶ πράξεσι, καὶ θαυμάτων περιουσία· διὸ καὶ Βέῤῥοια, ἡ ἐναγκαμένη σε πόλις, ἐν σοὶ χαίρει, καὶ πόυῳ βοᾷ· Χριστὸν ὑπὲρ ἡμῶν ἱκέτευε Ἀπόστολε, διὰ πόνων γὰρ ἀθλήσεως Τοῦτον ἐδόξασας.

Συναξάριον.
Τῷ αὐτῷ Μηνὶ ΚΘ΄, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἰάσωνος καὶ Σωσιπάτρου
Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας,
ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην.
Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις
σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ.
Εἰκάδι Σωσίπατρος ἐνάτῃ πέφλεκται πυρὶ λαύρῳ.

Τῇ αὐτῇ ἡμέρα, οἱ ἍγιοιἙπτὰ Μάρτυρες· Σατορνίνος, Ἰακισχόλος, Φαυστιανός, Ἰανουάριος, Μαρσάλιος, Εὐφράσιος καὶ Μάμμινος, οἱ πρώην λησταί, οἱ διὰ τοῦ Ἁγίου Ἰάσωνος πιστεύσαντες τῷ Χριστῷ, ἐν λέβητι πίσσης καχλαζούσης βληθέντες τελειοῦνται.
Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος,
πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ.

Τῇ αὐτῇ ἡμέρα, ἡ Ἁγία Μάρτυς Κέρκυρα, ἡ θυγάτηρ Κερκυλλίνου τοῦ βασιλέως, βέλεσι κατατρωθεῖσα τελειοῦται.
Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη,
ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες· Εὐσέβιος, Ζήνων, Βιτάλιος καὶ Νέων, πυρὶ τελειοῦνται.
Ἐκ σοῦ τὸ πῦρ ὁποῖον ἐκσμήξει ῥύπον,
ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον.
Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα,
ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων.
Θεοῖς λατρεύειν μὴ θέλων Ἑλληνίοις,
καθεῖλε καυθεὶς πίστιν Ἑλλήνων Nέων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κυντιανοῦ καὶ Ἀττικοῦ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Χριστοδούλου τοῦ Αἰθίοπος


Ἀρχαγγελικὼς ὁμιλῶν τῇ Παρθένῳ,
τὸ χαιρ᾿ ἀκούεις παρ᾿ αὐτῆς, Ἰωάννη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ  Ἁγίου Βασιλείου τοῦ Ὄστρογκ, Μητροπολίτου Ζαχουμίου Σερβίας.
Ζῇ Βασίλειος καὶ θανὼν ἐν Κυρίῳ,
ζῇ καὶ παρ’ ἡμῖν ὡς λαλῶν εν σημεῖοις
Οὗτος, βλάστημα θειότατον τῆς Ἑρζεγοβίνης, ἐγεννήθη τῇ 28ῃ Δεκεμβρίου 1610, ἐκ γονέων εὐλαβῶν ὀρθοδόξων, οἵτινες ἀνέθρεψαν αὐτὸν ἐν φόβῳ Θεοῦ. Παιδιόθεν ὁ Ἅγιος ἐπεδείκνυ κλῆσιν πρὸς τὰ ἰερὰ γράμματα, τὴν νοερὰν ἢ καρδιακὴν προσευχήν, τὴν ὀρθόδοξον καὶ κατανυκτικὴν συνάντησιν μετὰ τῆς Ἁγίας Γραφῆς, καὶ τὰς ἀκολουθίας τοῦ νυχθημέρου καὶ  τὰς λειτουργίας. Ἐν ταυτῷ ἐπεδείκνυ εὐαισθησίαν καὶ συμπάθειαν πρὸς τοὺς πτωχοὺς καὶ τοὺς πάσχοντας συνανθρώπους, οὓς ὡς ἀδελφοὺς ἐν Χριστῷ ἐλογίζετο καὶ ὑπὲρ ἑαυτὸν ἠγάπα καὶ ἐφίλει. Πρὸς ἀποφυγὴν τοῦ κατ’ αὐτοῦ συμπατριωτῶν ὡδηγήθη εἰς τὴν Μονὴν τῶν Εἰσοδίων τῆς Θεοτόκου. Δραστηρίως ἠργάσθη ἐναντίον τῶν οὐνιτῶν καὶ τῶν Καθολικῶν, διὸ καὶ παρ’ αὐτῶν ἐδιώχθη. Ἐξελέγη μητροπολίτης Ζαχουμίου. Ἐλθὼν εἰς Ὄστρογον πρὸς ἀπαοφυγὴν τῆς τῶν Ἄγαρ ἐκγόνων τυραννίας ἤσκησεν ἐν τῷ σπηλαίῳ τοῦ Ὁσίου Ἡσαΐου, ἐν ᾧ ἤγειρε καὶ περικαλλῆ ναὸν τοῦ Τιμίου Σταυροῦ. Ἐκοιμήθη τῇ 29ῃ Ἀπριλίου τοῦ 1671 καὶ θαυμάτων πρόξενος παντοδαπῶν ἐγένετο. Τὰ ἅγια λείψανά του θησαυρίζονται ἐν Ὀστρόγῳ, ἔνθα πλήθη πιστῶν συῤῥέουσιν αὐτὰ προσκυνῆσαι.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀμφιλοχίου τοῦ Ποτσάεβ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Λάμπων φωτὶ τῶν ἀρετῶν, οἷάπερ Ἀπόστολος θεῖος, καταφωτίζεις τοὺς λαούς, τοὺς ἐν σκότει τῆς πλάνης καθεύδοντας, ἀνακράζων Σωσίπατρε· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Πεποικιλμένος δωρεαῖς, ταῖς τοῦ Παρακλήτου θεόφρον, ποικίλων ῥύῃ πειρασμῶν, καὶ παθῶν τοὺς ἐκβοῶντας Σωσίπατρε· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ὡς τοῦ πυρὸς τοῦ νοητοῦ, ἄνθραξ δροσοβόλος θεόφρον, τὴν τοῦ πυρὸς τοῦ αἰσθητοῦ, ὑπομένεις ἀνδρείως κατάφλεξιν, καὶ τὸ σῶμά σου ἄφλεκτον, τοῖς ποθοῦσί σε ἐδόθη χάριτι θείᾳ.
Θεοτοκίον.
Γεγαυρωμένος ὁ ἐχθρός, κατ’ ἐμοῦ καυχᾶται Παρθένε, ἀλλὰ κατάβαλε αὐτοῦ, τὴν ὀφρὺν καὶ τὸ θράσος καὶ σῶσόν με, τῆς αὐτοῦ ἐπιθέσεως, ἵνα πίστει Σε δοξάζω δεδοξασμένη.









ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἔλυσας δεσμῶν τῆς ἁμαρτίας, καὶ πίστεως τοῖς δεσμοῖς Χριστῷ συνέδησας, τοὺς τῷ σῷ κηρύγματι, μάκαρ πειθαρχήσαντας, Ἀπόστολε Σωσίπατρε· μεθ’ ὧν καὶ ἔκραζες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥώμην θεϊκὴν ἐνδεδυμένος, καὶ φέρων Παρακλήτου φῶς τὸ ἄϋλον, ἔνδον ἐν καρδίᾳ σου, ὡς Χριστοῦ Ἀπόστολος, Σωσίπατρε μακάριε, κόσμον διέδραμες, τὴν λύτρωσιν, κηρύττων τοῖς πᾶσι, τὴν γεγενημένην, Σταυρῷ τῷ τοῦ Κυρίου.
Αἵμασί σου θείοις κατεσβέσθη, ἡ κάμινος τῆς πολυθεΐας θείῳ Πνεύματι, καὶ πυρὶ τῶν ἄθλων σου, φῶς θεῖον προσέλαβον, θεογνωσίας Ἅγιε ὡς ἀκατάφλεκτον, ἰδόντες ἐν πυρί σου τὸ σῶμα, οἱ τῆς δυσσεβείας, μισήσαντες τὸν ζόφον.
Θεοτοκίον.
Σκέπε καὶ διάσωζε Παρθένε, ἐκ πάσης ἐναντιότητος καὶ θλίψεως, τοὺς ὑπὸ τὴν σκέπην Σου, ὁλοψύχως σπεύδοντας, καὶ αἴτει ἡμῖν ἄφεσιν τῶν παραπτώσεων, ὡς ἔχουσα, πολλὴν παῤῥησίαν, πρὸς τὸν προελθόντα, ἐκ Σοῦ ἀνερμηνεύτως.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἴσχυσας σοφέ, δυνάμει τῇ ἄνωθεν ἐνδυναμούμενος, μετὰ τοῦ Ἰάσονος, ἐν τῇ Κερκύρᾳ λαὸν τὸν ἄπιστον, μεταβαλεῖν Σωσίπατρε εἰς σκεύη εὔχρηστα, ὑπουργίας, τοῦ θείου θελήματος· διὰ τοῦτο Χριστός σε ἐδόξασε.
Μύστης ἀληθής, τῆς θείας σαρκώσεως τοῦ Παντοκράτορος, καὶ θεῖος Ἀπόστολος, Εὐαγγελίου τούτου γενόμενος, Σωσίπατρε μακάριε εὐηγγελίσω ἡμῖν, αἰωνίου ζωῆς τὴν λαμπρότητα, ἣν Χριστὸς τοῖς πιοστεύουσι δίδωσι.
Ὁ θεοειδής, Κυρίου Ἀπόστολος μάκαρ Σωσίπατρε, ῥῦσαι τὴν πατρίδα σου, πάσης ἀνάγκης καὶ περιστάσεως, καὶ τὸν παρόντα ὕμνον μου εὐμενῶς πρόσδεξαι, καὶ πταισμάτων, αἴτει μοι τὴν ἄφεσιν, καὶ ζωῆς αἰωνίου ἀπόλαυσιν.
Θεοτοκίον.
Ὕμνοις ἱεροῖς, ὑμνοῦμέν Σε Δέσποινα τὴν ὑπερύμνητον· Σὺ γὰρ σωματώσασα, δι’ εὐσπλαγχνίαν τὸν πάντων Κύριον, τῆς πάλαι κατακρίσεως ἡμᾶς ἀπήλλαξας· διὰ τοῦτο, πάντες ἐκβοῶμέν Σοι· χαῖρε κόσμου παντὸς ἱλαστήριον.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ Παναγίου Πνεύματος, φωτισθεὶς τῇ ἐλλάμψει, Χριστοῦ θεῖος Ἀπόστολος, καὶ διάκονος ὤφθης, Σωσίπατρε θεηγόρε, ὡς εὐθὺς τῇ καρδίᾳ· διό σε μακαρίζομεν, καὶ τὴν θείαν σου μνήμην χρεωστικῶς, ἐκτελοῦμεν σήμερον ἵνα λύσιν, πταισμάτων κομισώμεθα, πρὸς Χριστοῦ ταῖς λιταῖς σου.
Καὶ τὸ τῆς Ἑορτῆς.














Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ θεοῤῥημόνος Παύλου ταῖς εἰσηγήσεσι, καταυγασθεὶς θεόφρον, καὶ ψυχὴν καὶ καρδίαν, Ἀπόστολος Κυρίου καὶ μαθητὴς, ἀνεδείχθης περίδοξος· ἀλλὰ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Σωσίπατρε.

Τῆς θεοφθόγγου σου γλώσσης ὁ λόγος Ἅγιε, ὡς δρόσος οὐρανία, φλεγομένας καρδίας, Σωσίπατρε τρισμάκαρ πυρὶ τῶν παθῶν, ἀληθῶς κατεδρόσισεν· ὡς γὰρ Ἀπόστολος θεῖος τὸ τοῦ Χριστοῦ, Εὐαγγέλιον ἐκήρυξας.

Τοὺς ἐν Κερκύρᾳ φωτίσας σὺν τῷ Ἰάσονι, κηρύγματι τῷ θείῳ, καὶ θαυμάτων δυνάμει, ἐτέλεσας ἐν ταύτῃ διὰ πυρός, τὸν ἀγῶνα Σωσίπατρε, καὶ πρὸς τὸ φῶς τῆς ἀλήκτου χαίρων ζωῆς, ἀνελήλυθας Ἀπόστολε.

Τῶν Βεῤῥοιαίων τὰ στίφη πανηγυρίζουσι, τὴν ἱεράν σου μνήμην, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, Σωσίπατρε παμμάκαρ καὶ ἐκ ψυχῆς, ἐκ βοῶσί σε Ἅγιε· σκέπε ἐκ πάσης ἀνάγκης καὶ συμφορᾶς, τὴν βλαστήσασάν σε Βέῤῥοια.

Δόξα. Ἦχος πλ. α΄.
Τὴν ἀποστολικήν σου ζωήν, ἀθλητικῷ τέλει ἐλάμπρυνας, Χριστοκήρυξ Ἀπόστολε. Τῷ γὰρ ἀρότρῳ τῆς πίστεως, τῶν ψυχῶν τέμνων τὰς αὔλακας, τοῦ μαρτυρίου στάχυν ἐκαρποφόρησας, ἐν σοφίᾳ θείᾳ, καὶ ψυχικῇ στεῤῥότητι, τὸν ἀόρατον ἐχθρὸν καταγωνισάμενος· διὸ Κέρκυρα ἡ ὑπὸ σοῦ φωτισθεῖσα, κηρύττει τὴν χάριν σου, καὶ ἡ πατρίς σου Βέῤῥοια, καυχᾶται τοῖς σπαργάνοις σου, τελοῦσαι ἄμφω τὴν μνήμην σου. Ἀλλ’ ὦ Μάρτυς καὶ Ἀπόστολε, Σωσίπατρε θεσπέσιε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Βεῤῥοίας σεπτὸς βλαστός, καὶ τῆς ἐν Κερκύρᾳ, Ἐκκλησίας μυσταγωγός· χαίροις Παρακλήτου, Σωσίπατρε τὸ σκεῦος, Ἀπόστολε καὶ Μάρτυς, τοῦ Παντοκράτορος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου