ΜΑΡΤΙΟΥ Α΄!!
ΠΑΡΑΣΚΕΥΑΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου Σιμωνοπετρίτου)
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τῆς Τραπεζοῦντος τὸν γόνον Παρασκευᾶν τὸν κλεινόν, Νεομαρτύρων δόξαν, εὐφημήσωμεν ὕμνοις, καὶ γὰρ τῶν Ὀρθοδόξων πίστιν λαμπρῶς, ὁμολογήσας ἀπείληφε, τὸ τῆς ἀθλήσεως στέφος καὶ νῦν Χριστῷ, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς. (Δίς)
Τὸν πόντον βίου παρόντος ἀβρόχοις ἴχνεσιν, Παρασκευᾶ διῆλθες, καὶ ἐφεῦρες λιμένα, τῆς ἄνω Βασιλείας, ἐν ᾗ ὡς ναῦς θεοΐστιος ἔφθασας, Χριστὸν ὁρῶν Ὅν ἐπόθησας ἐκ ψυχῆς, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.
Ὄντων τροφὴν τὴν ἀρίστην καὶ διαμένουσαν, κατὰ τὴν θεῖαν κλῆσιν, παρεσκεύασας Μάρτυς· διὸ καὶ ἐν τραπέζῃ τῇ μυστικῇ, Παραδείσου ἐκάθησας, τρυφῶν τῆς θέας Δεσπότου εὐφραντικῶς, και πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.
Οὐχ ὁ ἐπίδοξος βίος οὐδὲ ἀγάπη χρυσοῦ, ἀλλ’ οὔτε φαντασία, τῶν παρόντων ψυχήν σου, χωρίσαι τοῦ Κυρίου Παρασκευᾶ, ἠδυνήθησαν πώποτε, σὺ γὰρ τὰ μένοντα μόνον ἐπιποθῶν, οὐρανοὺς ἐκληρονόμησας.
Δόξα. Ἦχος β΄.
Δεῦτε τὸν καλὸν τραπεζίτην τοῦ Χριστοῦ, Παρασκευᾶν τὸν Νεομάρτυρα, μελῳδικῶς οἱ χριστώνυμοι εὐφημήσωμεν, οὗτος γὰρ τὸ δηνάριον τῆς χάριτος ἑκατονταπλασιάσας, τὴν θεοπαράδοτον πίστιν ὡμολόγησε ἐνώπιον τῶν ἀθέων ἀγαρηνῶν, καὶ ἀλογήσας προσκαίρου βίου καὶ περιφανοῦς, δι’ ἀγχόνης ὡς πτηνὸν ἐπετάσθη εἰς τὰς αὐλὰς τὰς πεποθημένας, καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων χαρμονικῶς τὴν θείαν μνήμην αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. (Κεφ. 2, 1-12)
Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ, καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Είς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ὑπεριδῶν θεοπρεπῶς τῶν βιοτικῶν σειρήνων τὰς παγίδας, χριστόστεπτε Παρασκευᾶ, τῆς Τραπεζοῦντος Νεομάρτυς καλλίνικε, ἔσχες τὸν πολίτευμά σου ἐν οὐρανοῖς, κατὰ τὸν Μέγαν Παῦλον, καὶ τὴν Ὀρθοδοξίαν διατόρως κηρύξας ἐνώπιον ἀπίστων τυράννων, γέγονας μὲν τῆς ἐπιγείου σου πατρίδος χαρά, τῶν δ’ Ἁγίων συνόμιλος. Μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, τηρεῖν ἀεὶ ἐν ἡμῖν τοῦ μαρτυρικοῦ φρονήματος τὸ πῦρ ἀκοίμητον.
Ἦχος β΄.
Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, καὶ ὡς ὄνειρον παρόδιον ὁ βίος ἅπας, τοῦ Κυρίου φωνοῦντος, ὡς νουνεχὴς Παρασκευᾶ ἀκούσας, τῆς ἀσαλεύτου ζωῆς προετίμησας τὸν κλῆρον, ἀφόβως ὁμολογήσας, τὴν σωστικὴν τοῦ Εὐαγγελίου πίστιν, καὶ σοφῶς ἐξέλεγξας τὴν τῶν Ἀγαρηνῶν εἰδωλοφροσύνην. Ὅθεν ἐν οὐρανοῖς νῦν κατοικῶν, μνήσθητι καὶ ἡμῶν τῶν τιμώντων ἐν χορῷ τὴν ἁγίαν μνήμην σου.
Ἦχος γ΄.
Τοῦ Πόντου εὐμοιρήσας πατρίδα, ἐπόντισας τῇ ἐκχύσει τοῦ σοῦ αἵματος τὸν νοητὸν καὶ σκοτώδη Φαραώ, Παρασκευᾶ θείε Νεομάρτυς, καὶ ὡς ἀκάτιον χρησάμενος τῇ ἀγχόνῃ, μετεβιβάσθης ἀσφαλῶς εἰς τὰ δώματα τῆς χριστοευφράντου Βασιλείας, ἐν ᾗ ἀπολαύων τῆς τῶν πρωτοτόκων χαρᾶς, μνήσθητι εὐμενῶς, πάντων τῶν τελούντων σου τὴν πανήγυριν.
Ἦχος δ΄.
Φλογὶ τῆς τοῦ Κυρίου ἀγάπης ὁλοκαυτούμενος, ἔσβεσας τὸ πῦρ τῆς τῶν ἐγκοσμίων ἡδονῶν ἀπάτης, Παρασκευᾶ θεομακάριστε· καὶ πᾶσι χαῖρε εἰπὼν τοῖς παρερχομένοις τοῦ βίου, γέγονας συνέστιος τῶν πεπελεκισμένων διὰ τὸ Ἀρνίον Χριστόν. Αὐτὸν καθικέτευε ἐκτενῶς, τῇ μαρτυρικῇ συ παῤῥησίᾳ ὑπὲρ ἡμῶν, Νεομάρτυς ἀξιοθαύμαστε.
Δόξα. Ἦχος πλ. α΄.
Ὦ Τραπεζοῦς ἁγιότοκε, ὦ πόλις μαρτυρομῆτορ, ὡς ἐκαλλιώθη σου ἡ δόξα ἐκ Θεοῦ! Ὡς ἐμεγαλύνθη ἐν Χριστῷ τὸ ὄνομά σου! Ἰδοὺ γάρ, τὸ γενναιόφρον τέκνον Παρασκευᾶν, τῇ πορφυραυγεῖ τραπέζῃ τῶν Νεομαρτύρων ἀνέθηκας, ὡς ὀψώνιον πολυτελές. Τοῦτον οὖν ἔχουσα πρέσβυν ἀσφαλὴ, τὸν Δεσπότην καθικέτευε, ὅπως καὶ αὖθίς σοι ἀποδώσῃ τὴν ἀπωλεσθείσαν δόξαν, ἐπενδύων σε στολὴν τὴν πρώτην, καὶ καταργήσῃ τὴν νῦν ἐν σοὶ ἐπιπολάζουσαν τῶν Ἀγαρηνῶν σκοτόμαιναν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐσοφίσθης μακάριε, τῇ σοφίᾳ τοῦ Πνεύματος, καὶ ἐφλέχθης ἔρωτι τοῦ Κυρίου σου, ὅθεν ποθήσας τὰ μέλλοντα, ὡς μένοντα ἔτυχες, μαρτυρίῳ ἐφετοῦ, ἐξελέγξας ψυχόλεθρον, πλάνην Ἅγιε, καὶ διέβης τὸν κλύδωνα τοῦ βίου, τὸν Χριστὸν ὁμολογήσας, Παρασκευᾶ ὡς Θεάνθρωπον.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἧ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται...
Τῷ ἐλαίῳ τῆς πίστεως, τὴν λαμπάδα φαιδρύνας σου, τὸν Νυμφίον Ἅγιε ἐκαρτέρησας, καὶ δι’ ἀγχόνης ἐπέτυχες, νυμφῶνος ὡς ἄριστος, τραπεζίτην σου τὴν μνᾶν, ἀποδοὺς σωφρονέστατος, ὅθεν χόρευε, συνεστὼς τοῖς συμμάρτυσί σου χαίρων, καὶ ἡμῶν μὴ ἐπιλάθου, Παρασκευᾶ θεοδόξαστε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πλοῦτον δόξαν καὶ εὔκλειαν, οὐδαμῶς λογισάμενος, καὶ τοῦ γένους ἔνδοξον περιφάνειαν, Παρασκευᾶ προετίμησας, θανεῖν διὰ Κύριον, ἵνα εὕρῃς πολλαπλῶς, ἅ ἐνταῦθα κατέλιπες, ὥσπερ ἄχυρον, Βασιλείας δὲ θείας κληρονόμος, ὤν μηδέποτε ἐλλείπῃς, ὑπὲρ ἡμῶν Μάρτυς εὔχεσθαι.
Δόξα. Ἦχος πλ. β΄.
Ὡς χριστοφίλητος ἑστιάτωρ καὶ θεοευλόγητος Μάρτυς, Παρασκευᾶ Τραπεζούντιε, τράπεζαν ἄφθορον καὶ ψυχευφραντικὴν σήμερον παρέθου ἡμῖν, ὅθεν μυστικῶς κορεννύμενοι, τῇ τῶν ἀθλητικῶν ἀγώνων σου πανδαισία, ἱκετεύομέν σε κράζοντες· καὶ ἡμᾶς συμπαράλαβε συνδαιτημόνας, εἰς τὸν Δεῖπνον τὸν ἄφθαρτον.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν ἐπίκηρον καταφρονήσας σοφῶς, σαυτὸν παρεσκεύασας θῦμα σεπτὸν τῷ Χριστῷ, συμφώνως τῇ κλήσει σου· ηὔφρανας ἐκκλησίαν, σῇ ἀγχόνῃ τρισμάκαρ, πλάνην καταπατήσας, τὴν τῆς Ἄγαρ γενναίως· διὸ Παρασκευᾶ σε, ὕμνοις γεραίρομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Κηρύξας εὐθαρσῶς, τὸν Χριστὸν Νεομάρτυς, Υἱὸν τὸν τοῦ Θεοῦ, καὶ Σωτῆρα τοῦ κόσμου, τῆς Ἄγαρ ἀπήλεγξας, τὴν σκοτώδη κακόνοιαν, ὅθεν εὔχαρις, ἐπὶ τοῦ ξύλου ἀγχόνης, ὡς στρουθὸς Χριστοῦ, ἀνεβιβάσθης καὶ εὗρες, αἰώνιον κατοίκησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους Σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πλούτου ἠλόγησας, καὶ δόξης Ἅγιε, τρωθεὶς τῷ ἔρωτι, Χριστοῦ καρδίαν σου, διὸ ἐκήρυξας Αὐτόν, Θεάνθρωπον τοῖς ἀνόμοις, ὅθεν ἀπῃώρησαι, ἐν ἀγχόνῃ καὶ εἴληφας, στέφος τὸ οὐράνιον, γεγονὼς τῆς πατρίδος σου, ἐγκαύχησις κλεινὲ Νεομάρτυς, Παρασκευᾶ ἀξιοθαύμαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς σοφὸς μεταπράτης Μάρτυς ἀντήλλαξας, τῇ τοῦ αἵματος δόσει θείαν κατάπαυσιν, κατευφράνας τοὺς πιστοὺς τῇ ἐκδημίᾳ σου, ὅθεν μνημόνευε ἀεί, τῶν εὐφημούντων ἐκ ψυχῆς σὴν ἄθλησιν τὴν ἁγίαν, καὶ παρασκεύασον ἄνω, Παρασκευᾶ ἡμῖν τράπεζαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοδάβιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον· τοῦ Ὄρθου τοῦ Ἁγίου Γεωργίου (ζήτει ΚΓ΄ Ἀπριλίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς μυστικῆς τραπεζῆς ἐντρυφῶν, Παρασκευᾶ Ἀθλοφόρε, μὴ ἐπιλάθου πέμπειν φιλαδέλφως καὶ ἡμῖν, τοῖς ἔτι περιλειπομένοις καὶ τὸν Χριστὸν σφόδρα πεινῶσι, ψυχία τῆς μαρτυρικῆς δόξης σου, ἵνα κατὰ χρέος τιμῶμεν, Νεομάρτυς Τραπεζούντιε, τὴν χαρμόσυνον μνήμην σου.
Οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τράπεζαν, Παρασκευᾶ, ἑτοίμαζέ μοι ἄνω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὴν θείαν σου ἄθλησιν, Παρασκευᾶ ἑορτάζοντες, δεήσεις αἰτούμεθα, τὰς φιλαδέλφους σου, ὅπως χαίροντες, τελέσωμεν τὸν δρόμον, καὶ λάβωμεν στέφανον μυριοπόθητον.
Ῥεόντων ὁ πόθος σε, οὐ κατεκράτησεν Ἅγιε, τυχεῖν τῆς ἐφέσεως, ἀλλὰ ἐπύρωσεν, τὴν καρδίαν σου, τὸ φίλτρον τοῦ Δεσπότου, πρὸς Ὃν Μάρτυς ἔφθασας, ὡς ναῦς πολύολβος.
Ἀγάπης κειμήλιον, Παρασκευᾶ ἀναδέδειξαι, ἐν ὅλῃ καρδίᾳ σου ποθήσας Κύριον, καὶ ἐξέχεας, τὸ αἷμά σου προθύμως, δι’ οὗ ἐπορφύρωσας, γῆν τραπεζούντιον.
Θεοτοκίον.
Πανάμωμε Δέσποινα, ἐν Σῇ κοιλίᾳ ἐβάστασας, Χριστὸν ᾧ οἱ Μάρτυρες κατηκολούθησαν, καὶ γεγόνασι, Αὐτοῦ θείας ἀγάπης, εὐπρόσδεκτα θύματα, κόσμον μισήσαντες.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐφλέχθης τῷ ἔρωτι Κυρίου, καὶ πάντα παρεῖδες τὰ τερπνά, τοῦ βίου καὶ τὰ θέλγητρα, Παρασκευᾶ χριστόψυχε, καὶ λεοντίως ἔδραμες, πρὸς τὴν ὁδὸν τῆς ἀθλήσεως.
Ζωὴ πεφυκὼς ὁ Ἰησοῦς μου, καὶ μόνος Σωτὴρ γένους βροτῶν, πλανᾶσθε ἔφης ἄνθρωποι, τὴν πλάνην τῆς σκοτώσεως, Παρασκευᾶ μακάριε· διὸ Αὐτῷ ἐπιστρέψατε.
Ἀνοίξατε πύλας τὰς καρδίας, καὶ ἴδετε φῶς ἀληθινόν, ἀγαρηνοῖς ἐβόησας, ὦ Νεομάρτυς πάντιμε, ὃ ἐκ Χριστοῦ παρέχεται, καὶ σώζει γένος ἀνθρώπινον.
Θεοτοκίον.
Νικῶσί με πάθη τὰ ὑλώδη, καὶ ὁ νόμος ὁ ἕτερος Ἁγνή· διὸ ἐπικαλοῦμαί Σου, τὴν ἄμαχον βοήθειαν, ἵνα ἐκφύγω πτώσεως, καὶ μεγαλύνω Δεσπότην μου.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Γενναιότητι ψυχῆς, Μάρτυς Χριστοῦ Παρασκευᾶ, ἠκολούθησας Αὐτῷ, ὥσπερ ἀρνίῳ τῷ κριῷ, ὁμολόγησας ἐνώπιον τῶν τυράννων, τὴν σάρκωσιν τρανῶς, καὶ τὰ παθήματα, ὧν γέγονας σοφός, ἐκμιμητὴς Ἀθλητά, καὶ εἰληφὼς τὸ στέφος νῦν ὑπερεύχῃ, τῶν γεραιρόντων τὴν μνήμην σου, καὶ αἰτουμένων, τὰς ἱκεσίας, σοῦ Τραπεζούντιε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει Σου Θεοτόκε, βάτον ἐν πυρί, ἀκατάφλεκτον, ῥάβδος Ἀαρών, τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ Σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Πίπτει ὡς ἀνίσχυρον πετεινόν, ὁ ἀντίδικός σου διάβολος, καὶ ὀλολύζων, κλαίει σφόδρα τὴν αὐτοῦ, ἧτταν καὶ τὴν ταπείνωσιν, ἣν Παρασκευᾶ τεταπείνωται.
Ἄγαρ τὰ γεννήματα σφαλερῶς, ἔχοντα τὴν πίστιν ἠθέλησαν, σὲ ἀποστῆσαι, τοῦ φωτὸς Παρασκευᾶ, ὅμως ματαίως ἔδραμον, σὲ εὑρόντες πέτραν στερέμνιον.
Ῥήτωρ ἀνεδείχθης τὴν τοῦ Χριστοῦ, περὶ τὸ ἀνθρώπινον κένωσιν, τοῖς παρανόμοις, ἀναπτύξας Ἀθλητά, ὅμως οὐκ ἠβουλήθησαν, σκότος διαπτῦσαι οἱ ἄθλιοι.
Θεοτοκίον.
Ἄνασσα Ἀγγέλων τε καὶ βροτῶν, γέγονας λοχείᾳ τῇ θείᾳ Σου, Παρθενομῆτορ, ἣν κλεινὸς Παρασκευᾶς, τρανῶς καθωμολόγησε, πρὸ τοῦ κριτηρίου ὡς εὔτολμος.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σωθῆναι δυνάμενος, Παρασκευᾶ χριστόψυχε, ἐκ τοῦ γενομένου μαρτυρίου, οὐ δειλιάσας, τὴν τῆς παρούσης ζωῆς, πρόσκαιρον ἀπώλειαν θερμῶς, ἔδραμες πρὸς ἄθλησιν, δι’ ἀγάπην Κυρίου σου.
Κρατήσας τῆς πίστεως, τὸν θησαυρὸν ἀλώβητον, νῦν ἐθησαυρίσθης Νεομάρτυς, ἐν τοῖς ταμείοις, τοῦ οὐρανοῦ ἀσφαλῶς, ἔνθεν ἐξαπόστειλον ἡμῖν, δύναμιν παλαίουσι, κατ’ ἐχθροῦ ψυχολέτειρος.
Εἷς πέλεις τρισάγιος, Θεὸς καὶ Ὑπερούσιος, ἔκραξας γενναίως τοῖς ἀνόμοις, ὑμῶν δὲ μύθοι, πρὸς τὴν αἰώνιον, ἄγουσιν ἀπώλειαν ψυχάς· ὅθεν ἐπιστρέψατε, πρὸς τὸ φῶς καὶ σκοτίσθητε.
Θεοτοκίον.
Ὑλώδεις καὶ ἄχρηστοι, κυκλοῦσι Παναμώμητε, λογισμοὶ τὴν τάλαιναν καρδίαν, καὶ ἐκζητοῦσιν, ἐπὶ τοῦ πίνακος, τὴν ψυχὴν ὡς δήμιοι δεινοί· διὸ σπεῦσον σῶσόν με, μητρικῇ προστασίᾳ σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀγχόνην χαίρων πανάριστε, ἐδέξω τὴν Χριστῷ σε συνάψασαν, καὶ στέφος ἄφθαρτον, ἐπενεγκοῦσαν ἠγάπησας, καὶ τοῦ θείου Δείπνου μετέσχηκας.
Εἰ ὧδε πάσχομεν, Χριστοῦ ὁμολογοῦντες διδάγματα, ἄνω εὑρήσομεν, τὴν αἰώνιον ἀνάπαυσιν, σὺν πᾶσι τοῖς Ἁγίοις, ὦ ἀλιτήριοι.
Τυράννων φροῦδας ἀπέδειξας, ἐλπίδας Ἀθλητὰ γενναιότατε, ὅτε ἠγχόνισαι, τῶν δὲ πιστῶν τὰ συστήματα, ἐνέπλησας ἀπείρου, χαρᾶς θανάτῳ σου.
Θεοτοκίον.
Οὐ στέργω Μῆτερ διάστασιν, Υἱοῦ Σου καὶ Θεοῦ με χωρίζουσαν· ὅθεν προβάλλομαι, Σὲ ἀσθενείας μου στήριγμα, ἐλπὶς ἀπηλπισμένων, καὶ καταφύγιον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὸν Χριστὸν Θεάνθρωπον, ὁμολογήσας γενναίως, τὴν ἀχλὺν διέλυσας, ἀγαρηνῶν Νεομάρτυς· ὅθεν σε, ἀναβιβάσαντες τῇ ἀγχόνῃ, στέφανον, σοὶ προεξένησαν ἀφθαρσίας· διὸ πρέσβευε ἀπαύστως, ὑπὲρ τιμώντων, Παρασκευᾶ τὴν μνήμην σου.
Ὁ Οἶκος.
Τραπεζοῦντος τὸν γόνον τὸν ἔξοχον, οὐρανῶν συμπολίτην γινώσκομεν, ὡς ὁμολογητὴν χριστόφωνον καὶ τῶν Νεομαρτύρων ἀγλάϊσμα· οὗτος γὰρ καὶ ἐπὶ γῆς περιφάνειαν ἐκέκτητο, ἀλλὰ καὶ ἄνω οὖν τοῖς δυνατοῖς τοῦ Θεοῦ συνηρίθμηται, πλάνην ἐλέγξας κραταιῶς τὴν τῆς Ἄγαρ, καὶ Θεανθρώπου ἀνακηρύξας τὰ σωτήρια δόγματα. Τῇ ἀγχόνῃ δ’ ἀνελθών, μετεωροπόρος ὤφθη ταχύπτερος, καὶ συνεσθίει τοῖς μάρτυσον ἐν Δεσποτικῇ τραπέζῃ φιλαδέλφως ἡμῶν ἀεὶ προσδεχόμενος τὴν αἴτησιν· Πρέσβευε Χριστῷ ἐκτενῶς ὑπὲρ πιστῶν τιμώντων, Παρασκευᾶ, τὴν μνήμην σου.
Συναξάριον.
Μὴν Μάρτιος, ἔχων ἡμέρας λα΄.
Τῇ Α΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Παρασκευᾶ τοῦ Τραπεζούντιου, τοῦ ἔτει 1659 μαρτυρήσαντος.
Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἰθυνομένος πνοὴ τοῦ θείου Πνεύματος Μάρτυς πανένδοξε, μετὰ φωνῆς ἰσχυρᾶς, Χριστοῦ ὡμολόγησας, τὴν συγκατάβασιν· ὅθεν εἴληφας, κατὰ τὴν παῤῥησίαν σου, καὶ τὸν στέφανον τῆς νίκης.
Μὴ ἐλπίζετε ἐπαγγελίας ἄνομοι, ψευδοπροφήτου σαθροῦ, ἐβόας τοῖς σοῖς κριταῖς, ἀλλὰ ἐπιστρέψατε, ἐπὶ τὸν Κύριον, τὸν παρέχοντα, πᾶσιν ἀνθρώποις ἔλεος, καὶ Αὐτοῦ τὴν Βασιλείαν.
Ἄρχων πέφυκας ἐπὶ τῆς γῆς πανέντιμος Παρασκευᾶ θαυμαστέ, ἀλλὰ καὶ οὐράνιον, δόξαν κατείληφας, ὁ γὰρ Κύριος, ἑκατονταπλασίονα, ἀνταπέδωκε τὴν δόσιν.
Θεοτοκίον.
Ζωοποίησον θανόντα ἐν πταισμάτων με ὦ Παναμώμητε, καὶ αἴροντα ἐπαχθές, φορτίον τῶν πράξεων, δι’ ὧν ἐλύπησα, τὸν Δεσπότην μου, ταῖς μητρικαῖς πρεσβείαις Σου, τοῦτον Μῆτερ δυσωποῦσα.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔχων νῦν ἃ πρώην ἐπεπόθεις, μετάδος ὦ Νεομάρτυς τοῖς τιμῶσί σε, οὐρανόθεν χάριτας, καὶ Χριστὸν ἱκέτευσον, ὅπως παράσχῃ ἄφεσιν, πλημελημμάτων ἡμῶν, καὶ στηρίξῃ ἅπαντας τοὺς ὁδεύοντας, τὴν ὁδὸν ἐντολῶν τὴν σωτήριον.
Μοίρας δεξιᾶς ἠξιωμένος, Κριτὴν ἐκδυσώπησον πρεσβείαις σου, Μάρτυς Τραπεζούντιε, δεξιόθεν στῆσαί με, ἐν τῇ ἡμέρᾳ Κρίσεως, τὸν ἀνυμνοῦντά σε, ἐκκαθαίρων, τῆς ψυχῆς μου πταίσματα, συγγνωστὰ καὶ ἀσύγγνωστα ἅπαντα.
Ὅλως τοῦ φωτὸς ἐμπεπλησμένος, ἀκτῖνας φωτοειδεῖς ἡμῖν κατάπεμψον, τὰς λύουσας Ἅγιε, νέφη τὰ τῶν θλίψεων, καὶ τὸν Χριστὸν ἱκέτευσον, ὅπως παράσχῃ τὸ φῶς, τοῖς ἐν σκότει, οὖσι παραπτώσεων, καὶ καρδίας ἀνοίξῃ τὰ ὄμματα.
Θεοτοκίον.
Ἶρις τοῦ Θεοῦ εἰρηνοφόρος, ἐφάνης Πανάμωμε τοῖς δούλοις Σου, τὸν εἰρήνης Ἄρχοντα, τέξασα καὶ ἥνωσας, ἅπερ δεινῶς ἐχώρισεν, τῆς ἁμαρτίας κλυσμός· ὅθεν δίδου πάντοτε Σῇ χάριτι, σωτηρίας ψυχῶν τὴν βεβαίωσιν.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄγαρ δουλικήν, ὁ δοῦλος τῷ σώματι, Μάρτυς ἠχρείωσας, τῇ γὰρ μαρτυρία σου, ταύτην ἀπέπνιξας γενναιότατα, γινόμενος τῇ πόλει σου, καύχησις ἔνδοξος, καὶ γονάτων, στήριξις θεόσδοτος, ἀδελφῶν σου συνδούλων χριστόψυχε.
Νίκην τὴν κλεινήν, λαβὼν ἐνδοξότατε, ἡμῖν συνέργησον, ἔτι ἐν τοῖς σώμασιν, ὑποκειμένοις καὶ πρὸς τὰ πνεύματα, τῆς πονηρίας ἔχουσιν, ἀγῶνα ἄνισον· ὅθεν δίδου, χεῖρά σου φιλάδελφον, ἐνισχύων ἡμᾶς ταῖς πρεσβείαις σου.
Ὢ Παρασκευᾶ, Μάρτυς Τραπεζούντιε, καὶ χριστοστέφανε, τράπεζαν ἑτοίμαζε, τοῖς σὲ τιμῶσιν εἰς τὴν οὐράνιον, και ποθητὴν πανήγυριν, τῶν πρωτοτόκων χορῶν, ὅπου πάντες, εἰς αἰῶνα ἅπαντα, εὐλογῶμεν Τριάδα ὑπέρθεον.
Θεοτοκίον.
Ἄνασσα Ἁγνή, τὸ κάλλος τὸ πρότερον ἡμῶν ἠχρείωται! Ποῦ ἡ Θεοσκέπαστος, καὶ πάντα Πόντου θυσιαστήρια; Τὸ βδέλυγμα ἐκράτησεν φεῦ! ἐρημώσεως, ἐκδιῶξαν, πίστιν τὴν Ὀρθόδοξον· ὅθεν τάχει τὴν πτῶσιν ἀνάστησον.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Παρασκευὴν ποιούμενος, σῆς ἐξόδου σοφίᾳ, ὅτε Χριστός σε κέκληκεν, μαρτυρῆσαι προθύμως, εἰσῆλθες ἐν τῷ σταδίῳ καὶ καθεῖλες τῆς πλάνης πατέρα καὶ γεννήτορα, ὃν ἀγχόνῃ τελείᾳ, δι’ ἧς αὐτός, ᾤετός σε Μάρτυς κατανικῆσαι, Παρασκευᾶ παρέδωκας, Τραπεζοῦντι ἀθλήσας.
Θεοτοκίον.
Δέσποινα Θεοσκέπαστε, Μῆτερ εὐλογημένη, ἡ Σῇ Μονῇ φυλάξασα, ὡς πολύτιμον ὄλβον, λειψάνων τὴν θείαν θήκην, Νεομάρτυρος τοῦτον, συμπρεσβευτὴν παράλαβε, σὺν χορείᾳ Ἁγίων, τῶν ἀπ’ ἀρχῆς, Τραπεζοῦντι Κόρη διαλαμψάντων, καὶ τῷ Χριστῷ πρεσβεύετε, ὑπὲρ σύμπαντος κόσμου.
Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Παρασκευᾶ Τραπεζούντιε, κλέος πάτριδος τερπνόν, τῇ ἀθλήσει σου ηὔφρανας, χριστωνύμους ἅπαντας, καὶ τὴν πίστιν ἐστήριξας, τελέσας δρόμον τὸν τῆς ἀθλήσεως εἴληφας στέφος τὸ ἀμάραντινον, ὅθεν τὸν Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν τελούντων σήμερον τὴν θείαν μνήμην σου.
Παρασκευᾶ γενναιότατε, πῦρ ἐν καρδίᾳ βαλών, ὅ Χριστὸς πρῶτος ἤναψεν, ὅλος πῦρ γεγένησαι, καὶ κατέφλεξας ξόανα, μακρύνοντά σε τῆς ἁγιότητος, καὶ αἰωνίας ζωῆς στεῤῥοῦντά σε, διὸ τῆς πίστεως, σῳστικὸν μυστήριον πρὸ δικαστῶν, πόθῳ ὡμολόγησας καὶ ἐμαρτύρησας.
Παρασκευᾶ χριστοφίλητε, ὡς στρατιῶτης Θεοῦ, πανοπλίαν ἐνδέδυσαι, Παναγίου Πνεύματος, συμπλακεὶς σκότους ἄρχοντι, ὅν καὶ καθεῖλες σοφῇ ἐνστάσει σου, πλάνην ἐλέγξας Ἄγαρ τὴν δύσθεον, ὅθεν ὡς κλίμακα, πρὸς Χριστὸν ἀνάγουσαν εὗρες καλήν, τὴν ἀγχόνην Ἅγιε, τὴν στεφοδότειραν.
Παρασκευᾶ παμμακάριστε, σὸν αἷμα δοὺς τῷ Χριστῷ, τῶν Μαρτύρων συνόμιλος, γέγονας καὶ εἴληφας, ἅ ἐπόθεις καὶ ἤλπιζες· διὸ πρεσβεύων μὴ παύσῃ Ἅγιε, ὑπὲρ πατρίδος καὶ συνωνύμων σοι, δρόσον τῆς χάριτος, πέμπων ὡς ἀντίδωρον ἐξ οὐρανοῦ, τοῖς πιστῶς γεραίρουσι τὸ σὸν μνημόσυνον.
Δόξα. Ὁ αὐτός.
Ὡς τῶν μελλόντων ποθητής, καὶ τῶν μενόντων γνώστης, Παρασκευᾶ ἀξιάγαστε, εἰς φιλοτιμίαν μετεποίησας την ἀνάγκην, πλούτου γὰρ καὶ δόξης καὶ περιφανείας κοσμικῆς τὸ νέφος, Θεοῦ ἀγάπης χωρίσαι σε οὐκ ἴσχυσεν, ὅθεν ὡς πνευματοδήγητος θεολόγος, τὴν τῶν ἐσκοτισμένων Ἀγαρηνῶν πλάνην μυκτηρίας τρανῶς, τῇ ἀγχόνῃ ὡς ταχυδρόμος δρομεὺς κατείληφας, τὴν ποθητήν σοι νύσσαν τῆς Βασιλείας. Πρέσβευε οὖν δεόμεθα, Νεομάρτυς πανένδοξε, καὶ ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τὸν τῆς Τραπεζοῦντος θεῖον βλαστόν, καὶ τραπέζης ἄνω καλλιέρημα μυστικόν, τὸν ἀγχόνῃ δρόμον, τελέσαντα Μαρτύρων, Παρασκευᾶν ἐν ὕμνοις ἀνευφημήσωμεν.
Θείαν παρεσκεύασας χαρμονήν, σεαυτῷ τρισμάκαρ, τῇ ἀγχόνῃ τελειωθείς, πλάνην δὲ τῆς Ἄγαρ, σκοτώδη διαλύσας, Παρασκευᾶ εὐφραίνῃ σὺν τῷ Κυρίῳ σου.
Μνήσθητι τιμώντων σου τὴν σεπτήν, ἄθλησιν ἐκ πόθου Νεομάρτυς Παρασκευᾶ, καὶ χαρᾶς ἀλήκτου, ἀξίωσον εὐχαῖς σου, ἐν ὥρᾳ τῇ ἐσχάτῃ τοὺς φιλομάρτυρας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου