Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΦΟΡΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ Θ΄!!
ΝΙΚΗΦΟΡΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Τῶν λόγων τῶν θείων πληρωτής, ἀκριβὴς γενόμενος, ὡς καθαρὸς τὴν διάνοιαν, λαμπρῶς ὑπέδειξας, πᾶσι τῆς ἀγάπης, Νικηφόρε ἔνδοξε, τὸν πλοῦτον ἀληθῶς τὸν οὐράνιον, καὶ τὴν λαμπρότητα, καὶ τὴν δύναμιν τὴν ἄμαχον· ὅτι χαίρων, ὑπὲρ ταύτης ἤθλησας.

Θεὸν ἀγαπήσας ἐκ ψυχῆς, τὸν δι’ ἀγαθότητα, καὶ δι’ ἀγάπην ἀμέτρητον, βροτὸν γενόμενον, ἐπίσης θεόφρον, τὸν ἐγγὺς ἠγάπησας, ἐξ ὅλης τῆς καρδίας σου ἔνδοξε· διὸ ἠξίωσαι, τῶν στεφάνων τῆς ἀθλήσεως, Νικηφόρε αἰσχύνας τὸν δράκοντα.

Τὸ μῖσος μισήσας ἐκ ψυχῆς, ὡς θανάτου πρόξενον, διαλλαγῆναι ἐσπούδασας, πρὸς τὸν Σαπρίκιον, ἀλλ’ αὐτὸς ἐκπέσας, τῆς ἐνθέου χάριτος, κακίας τὸ ποτήριον ἔπιε, σὺ δὲ μακάριε, τοῦ Κυρίου τὸ γλυκύτατον, ἐναθλήσας πέπωκας ποτήριον.

Χριστὸν εὐθαρσῶς ὁμολογῶν, Νικηφόρε Ἅγιε, ὑπὲρ Αὐτοῦ χαίρων τέτμησαι, καὶ Μάρτυς ἔνθεος, ὤφθης τοῦ Σωτῆρος, ὡς ἀγάπης ἔμπλεως, καὶ ἔπνιξας ἐχθρὸν τὸν μισάνθρωπον, ῥείθροις αἱμάτων σου· διὰ τοῦ ὡς ἀγάπης σε, Ἀθλοφόρε στήλην μακαρίζομεν.

Δόξα. Ἦχος α΄.
Ἐν πλάτει ἀγάπης, εὐαρεστῶν τῷ Κυρίῳ, τὸν θάνατον Αὐτοῦ ἐζήλωσας, Νικηφόρε θεόφρον· ἐν φρονήσει γὰρ πολλῇ, τὸν ἀγῶνα ὑπῆλθες, ἀντὶ τοῦ σὲ μισήσαντος, ἀδίκῳ κρίσει, καὶ σκληρότητι ψυχῆς. Καὶ τῆς αἰωνίου ζωῆς λαβόμενος, τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐδέξω, καὶ τοῖς μαρτυρικοῖς συναγελάζῃ δήμοις. Μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.


Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Μάρτυς περιφανής, Κυρίου χρηματίσας, θεόφρον Νικηφόρε, ἀξίως τῶν στεφάνων, τῆς νίκης κατηξίωσαι.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ᾜσχυνας τὸν ἐχθρόν, ὑπὲρ Χριστοῦ ἀθλήσας, θεόφρον Νικηφόρε, καὶ ἔδειξας τοῖς πᾶσιν, ἀγάπης τὴν λαμπρότητα.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Αἵματι ἱερῷ, Χριστοῦ τὴν Ἐκκλησίαν, φοινίξας Νικηφόρε, πιστοὺς πρὸς τῆς ἀγάπης, παιδεύεις τὴν ἀκρότητα.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, ὑπέρθεε Θεότης, λιταῖς τοῦ Νικηφόρου, νίκαις ἡμᾶς στεφάνωσον.

Καὶ νῦν. Θεοτοκίον.
Δίδου ὡς συμπαθής, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογοῦσιν, κακῶν παντοίων λύσιν, καὶ τῶν πταισμάτων ἄφεσιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι, ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησαν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νόμοις, πειθαρχῶν τοῦ δι’ ἡμᾶς, σάρκα ἐπὶ γῆς εἰληφότος, καὶ πάθος τίμιον, Μάρτυς ὑπομείναντος, θεομακάριστε, τὴν ἀγάπην ἐτήρησας, τὴν πρὸς τὸν πλησίον, νόμου τὸ κεφάλαιον, οὖσαν καὶ τῶν Προφητῶν· ὅθεν, καὶ μακάριο τέλος, εἴληφας πηγῇ τῆς ἀγάπης, νῦν ὦ Νικηφόρε παριστάμενος.

Κλίνεις, τὸν αὐχένα τῷ Θεῷ, ᾧ τὰ πάντα κλίνει τὸ γόνυ, Μάρτυς θαυμάσιε, κάραν ἐκτεμνόμενος, καὶ χωριζόμενος, τοῦ γενναίου σου σώματος, Χριστῷ δὲ τῇ πάντων, κεφαλῇ ἑνούμενος, καθαρωτάτῳ νοΐ· οὗ νῦν τῷ φωτὶ πλησιάζων, αἴτησαι ἡμῖν Νικηφόρε, πᾶσι φωτισμὸν τοῖς εὐφημοῦσί σε.

Ῥείθροις, τῶν αἱμάτων σου σοφέ, τῶν ὑπὲρ Χριστοῦ κενωθέντων, τὴν γῆν ἡγίασας· πνεύματι δὲ πνεύματα, ἐχαροποίησας, ἀσωμάτων Δυνάμεων, Μαρτύρων ἀγέλας, πάσας δὲ ἐφαίδρυνας, ταύταις ἑνούμενος, μάκαρ, ὡς γενναῖος ὁπλίτης, ὡς ἀκαταγώνιστος Μάρτυς, καὶ ὑπὲρ ἡμῶν Θεοῦ δεόμενος.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τῆς νίκης ἐπώνυμος, νικητὴς ἀναδέδειξαι, κατὰ τοῦ ἀλάστορος θείῳ Πνεύματι, καὶ τῆς ἀγάπης τὴν ἔλλαμψιν, ὡς λύχνος πολύφωτος, διαλάμπεις πανταχοῦ, Νικηφόρε μακάριε, ὡς ἀήττητος, Ἀθλητὴς τοῦ Σωτῆρος ὡς τοῦ μνίσους, καθαιρέτης καὶ τῆς νίκης, κεκοσμημένος ταῖς χάρισι.

Τῆς ἀγάπης τὸ πλήρωμα, γεωργῶν θείαις πράξεσι, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, καὶ τῆς κακίας τὸν σύνδεσμον, εἰς τέλος διέλυσας, ἀγαθότητι πολλῇ, καὶ πλουσίᾳ χρηστότητι, τῆς καρδίας σου· διὰ τοῦτο ὡς Μάρτυρα οἰκεῖον, ὁ Σωτήρ σε Νικηφόρε, δόξῃ ἀῤῥήτῳ ἐδόξασε.

Οὐρανίῳ φρονήματι, ὑπελθὼν τὸ μαρτύριον, ἀντὶ τοῦ χωρήσαντος πρὸς τὸν τύραννον, μνησικακίαις σκληρότητι, Νικηφόρε ἔνδοξε, δι’ ἀγάπην τοῦ Χριστοῦ, ἀπετμήθης τὴν κάραν σου, καὶ ἀνέδραμες, νικηφόρος τοῖς δήμοις τῶν Μαρτύρων, μεθ’ ὧν πρέσβευε σωθῆναι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.



Δόξα. Ἦχος πλ. β΄.
Ἔδειξας πᾶσιν ἐμφανῶς, Ἀθλητὰ Νικηφόρε, ὅτι τὸν πλησίον ὁ μὴ φιλῶν, οὔτε τὸν Δεσπότην ἀγαπῆσαι δύναται, διόπερ, αὐτὸς μὲν εἰλικρινῶς ἀγαπήσας Σαπρίκιον τὸν ὁμόδουλον, ἐντεῦθεν καὶ πρὸς τὸν θεῖον ἀνεπτερώθης ἔρωτα, καὶ τὴν ψυχήν σου τέθεικας, ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας καὶ πίστεως. Σαπρίκιος δὲ ὁ δυσώνυμος, ἄσπονδον πρὸς σὲ τὸ μῖσος κτησάμενος, ἀρνητὴς ἐδείχθη καὶ τοῦ Δεσπότου Χριστοῦ, ᾧ νῦν αὐτὸς παρεστώς, καθικέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


























Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ἀθλητὰ Νικηφόρε, ὅτι τῷ νόμῳ Αὐτοῦ ἀμέμπτως ἐπορεύθης, καὶ ἀθλητικῆς ἀναῤῥήσεως, μεγαλοπρεπῶς ἠξιώθιης· τοῖς γὰρ καρποῖς τοῦ Πνεύματος, τὴν καλὴν ὁμολογίαν συνάψας, δι’ ἀμφοτέρων εὐηρέστησας, τῷ Ἀθλοθέτῃ Λόγῳ, καὶ Αὐτός σε ἐδόξασεν, ἐν τῇ ἀϊδίῳ ζωῇ. Συγκληρονόμον γάρ σε ἔδειξε, τῆς Βασιλείας Αὐτοῦ, ὡς ἀψευδῶς ἐπηγγείλατο καὶ Ἀγγέλων συνόμιλον βοῶντα· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Εὐαγγελικῶς πολιτευόμενος, δίκαιος καὶ ἄμεμπτος, καὶ πλήρης καλῶν πράξεων, ἐναντίον Κυρίου εὑρέθης. Καὶ ὡς θυσίαν ἄμωμον, τὴν σὴν δικαιοσύνην δεξάμενος, τῆς ἀρετῆς ὁ βραβευτής, τῶν οἰκείων παθῶν σε, μιμητὴν προσήκατο, μαρτυρικῇ ἐνστάσει, καὶ τῇ ἐκχύσει τοῦ αἵματος· ἀλλ’ ὡς καλῶς ἀριστεύσας, ἐν ἀγάπης πληρότητι, καὶ ἀθλητικῷ παραστήματι, διπλῶν ἐπάθλων ἠξίωσαι, Ἀθλητὰ Νικηφόρε, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τῆς ἀγάπης τὸ πῦρ, ἐν τῇ ψυχῇ θησαυρίσας, τὴν μοχθηρίαν τῆς ἔχθρας, ὡς φρυγανώδη ὕλην καταφλέξας, Νικηφόρε Μάρτυς θεόληπτε. Τὸν γὰρ σὸν φίλον Σαπρίκιον, τοῖς τοῦ μίσους δικτύοις περιπεσόντα, ποικίλοις τρόποις ἀνελκύσαι ἀγωνισάμενος, τὴν ἐν σοὶ κεκρυμμένην λαμπρότητα, ὑπὲρ ἥλιον λάμπουσαν, τῷ κόσμῳ ἔδειξας. Καὶ ἀντ’ αὐτοῦ πεπτωκότος εἰς θάνατον, τὸν αὐχένα τῷ ξίφει ὑπέσχες, καὶ τῆς Μαρτύρων εὐκλείας, ἐνδίκως ἠξίωσαι. Οὕτω γὰρ οἶδε δοξάζειν Χριστός, τοὺς Αὐτὸν ἀγαπήσαντας, καὶ τὸν θάνατον Αὐτοῦ προθύμως ζηλώσαντας· ᾯ πρέσβευε Ἅγιε, σώζεσθαι τοὺς τιμῶντάς σε.

Δόξα. Ἦχος δ΄.
Τῇ φερωνύμῳ κλήσει, πόῤῥωθεν προέγραψας, τὴν ἐσομένην σοι εὔκλειαν, Νικηφόρε μακάριε. Νικητὴς γὰρ ἀληθής, τοῦ μίσους ἀνεδείχθης, ἐν μιμήσει τῆς τοῦ Χριστοῦ ταπεινώσεως. Καὶ τῶν εἰδώλων τὴν πλάνην νενίκηκας, τῆς καρδίας σου, ὁμολογήσας τοῦ Σωτῆρος τὸ ὄνομα· ἀλλ’ ὡς Μάρτυς Χριστοῦ ἀκαταγώνιστος, νικητὰς καὶ ἡμᾶς ἀνάδειξον, κατὰ παθῶν ὀλεθρίων, καὶ πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Μάρτυς, Νικηφόρε ἔνδοξε, τῇ ἀγαπήσει Χριστοῦ, πτερωθεὶς τὴν διάνοιαν, τὰ ἐν κόσμῳ ἅπαντα, θεοφρόνως παρέδραμες, καὶ καταισχύνας σκότους τὸν ἄρχοντα, τῇ σῇ προθύμῳ ἀθλήσει Ἅγιε, χαίρων ἀνέδραμες, πρὸς τὰ ἐπουράνια, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μάρτυς, Νικηφόρε ἔνδοξε, μνησικακίᾳ δεινῇ, ὁ σὸς φίλος Σαπρίκιος, συσχεθεὶς ἀπώλετο, σκοτισθεὶς τὴν διάνοιαν· τῆς ἀρετῆς δέ, σὲ ἀμειβόμενος, πιεῖν προθύμως, σὲ κατηξίωσε, Χριστὸς ὁ Κύριος, τούτου τὸ ποτήριον, καὶ κοινωνόν, δόξης σε εἰργάσατο, τῆς ὑπὲρ ἔννοιαν.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Μάρτυς, Νικηφόρε ἔνδοξε, καθάπερ θῦμα δεκτόν, καὶ θυσία εὐπρόσδεκτος, τῷ Χριστῷ προσήνεξαι, ἐκτημθεὶς τὸν αὐχένα σου, ὁμολογήσας πίστιν τὴν ἔνθεον, καὶ ἐκνικήσας, πλάνην τὴν βέβηλον· ὅθεν ἠρίθμησαι, τῶν Μαρτύρων τάγμασι, καὶ τῶν γερῶν, τῶν ὑπὲρ κατάληψιν, μετέχεις πάντοτε.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς τοῦ Σωτῆρος μιμητής, ὑπὲρ τῆς θείας ἀγάπης, προθύμως εἰς θάνατον, σαὐτὸν δέδωκας μακάριε. Τῆς ἀλήκτου γὰρ ζωῆς, τὰς ἀποῤῥοίας ἤδη καρπούμενος, οὐκ ἐδειλίασας τυραννικὴν μανίαν, ἀλλ’ ἀγαλλομένῃ ψυχῇ, καὶ φαιδρῷ προσώπῳ, ὑπἐκλινας τῷ ξίφει βοῶν· Δέξαι Κύριε, τὸ πνεῦμά μου, ὅτι Σὲ ἀγαπήσας, πάντα ἡγησάμην σκύβαλα. Καὶ νῦν Νικηφόρε ἔνδοξε, Ἀγγέλοις συνών, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι, ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησαν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τῶν θείων ἐντολῶν, τῷ φωτὶ διαλάμπων, Μαρτύρων τῆς χαρᾶς, εὐκλεῶς ἠξιώθης, ἀθλήσας ἐννομώτατα, Νικηφόρε τρισόλβιε· ὅθεν στέφανον, νικητικὸν δεδεγμένος, καθικέτευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἔνδοξον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ Σοῦ σωματικῶς, ὁ τῶν ὅλων Δεσπότης, τεχθεὶς ὑπερφυῶς, διὰ σπλάγχνα ἐλέους, ἀνεῖλε τοῦ Προπάτορος, τὴν ἀρὰν ὡς Φιλάνθρωπος· ὅθεν μέλπομεν, τὴν Σὴν ἀνέκφραστον δόξαν· ὅτι γέγονας, τοῦ Βασιλέως τῆς δόξης, Παρθένε παλάτιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἀγάπης τῷ νόμῳ περιφραττόμενος, μνησικακίας καθεῖλες τὴν ἀνομίαν στεῤῥῶς, Νικηφόρε Ἀθλητὰ ἀξιοθαύμαστε, καὶ νίκης στέφανον λαμπρόν, θριαμβεύσας τὸν ἐχθρόν, ἐδέξω παρὰ Κυρίου· Ὃν ἐκδυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μὴ λιπὼν τοὺς Πατρώους κόλπους ἐσκήνωσεν, ὁ ὑπερούσιος Λόγος τοῦ προανάρχου Πατρός, ἐν νηδύϊ Σου ἁγνὴ καὶ σὰρξ γεγένηται, μείνας ὃ ἦν οἷα Θεός, καὶ διπλοῦς τοῖς ἐπὶ γῆς, προῆλθε δι’ εὐσπλαγχνίαν, καὶ ἔσωσε Θεοτόκε, τοὺς μεγαλύνοντας τὴν δόξαν Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν τῆς πλάνης σύνδεσμον, τῇ σῇ ἀθλήσει, ὡς τοῦ μίσους πρότερον, καταπαλαίσας νουνεχῶς, ὡς νικητὴς θεῖος δέδεξαι, ὦ Νικηφόρε, τῆς δόξης τὸν στέφανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν Ὃν ἔτεκες, ἀνερμηνεύτως, τὸν πεσόντα ἄνθρωπον, ἀνακαλούμενον ἁγνή, πρὸς τὴν ἀρχαίαν ἀπόλαυσιν, Αὐτὸν δυσώπει, τοῦ σώζεσθαι ἅπαντας.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀγάπης σε ἄγαλμα, ἡ Ἐκκλησία κεκτημένη, τῷ σῷ ὑποδείγματι παιδεύει τοὺς υἱοὺς αὐτῆς, πρὸς κτῆσιν τῶν κρειττόνων, Ἀθλητὰ Νικηφόρε. Καὶ τῇ χύσει τῶν αἱμάτων σου, πείθειν ὑπερορᾶν σαρκός, ὑπὲρ τῆς θείας ἀγάπης· ἐν ταῖς τρίβοις αὐτῆς, ἀσφαλῶς ἡμᾶς κατεύθυνον, ὡς ἂν ζωὴν τὴν αἰώνιον κληρονομήσωμεν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεότοκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Κλεινὸν ἐν ἀθλοφόροις Νικηφόρον ᾄσματι μέλπω. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Κορυφουμένην τὴν τοῦ βίου θάλασσαν, καὶ κυματοῦσαν δεινῶς, τὸ τῆς ψυχῆς σκάφος, πειρασμοῖς καὶ πάθεσιν, ὁ τῆς εἰρήνης αἴτιος, πρὸς γαλήνην βαθεῖαν, ὡς εὐεργέτης μετάβαλε, Μάρτυρος Χριστὲ ταῖς ἐντεύξεσι.
Λελογισμένῃ διανοίᾳ πάνσοφε, τῷ νοερῷ τῆς ψυχῆς, τὸ τῆς ὀργῆς πάθος, εὐσεβῶς ὑπέταξας, καὶ τῷ πλησίον ἔδραμες, Σαπρικίῳ σπουδάζων διαλλαγῆναι θεσπέσιε, νόμοις τοῦ Σωτῆρος πειθόμενος.
Ἐνδεδυμένος τοῦ Σταυροῦ τὴν δύναμιν, ἐρρωμενέστερον, τῷ δυσμενεῖ Μάρτυς συμπλακεὶς κατέρραξας, καὶ νικηφόρος γέγονας, προκληθεὶς φερωνύμως, ὦ Νικηφόρε πανεύφημε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.
Τριαδικόν
Ἰσοσθενὴ ὁμοφυῆ καὶ συνθρονον, καὶ ὁμοούσιον, τὴν τριφεγγῆ αἴγλην, τῆς μιᾶς Θεότητος, ὁμολογοῦντες σέβομεν, ἐν τρισὶ τοῖς προσώποις, ἀδιαιρέτως κηρύττοντες, Λόγον σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Νοῦς καὶ οὐράνιος τὸ σὸν μυστήριον, τὸ ἀκατάληπτον, κατανοεῖν ὄντως, ἀτονεῖ πανύμνητε· τοῦ Πατρὸς γὰρ ὁ σύνθρονος, ἐν γαστρί σου σκηνώσας, ἐκ σοῦ τεχθῆναι ηὐδόκησε, φύσεσι διτταῖς γνωριζόμενος. 














ᾨδὴ γ', τοῦ Μάρτυρος. Ὁ στερεώσας κατ' ἀρχάς
Ὁ Νικηφόρος προκληθείς, ἐπὶ τῶν ἔργων ἐδείχθη, νικηφόρος· τῆς γὰρ πλάνης τὸν ζόφον, τῷ τῆς χάριτος φωτί, διασκεδάσας ἔλυσε, κράζων· Οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Νενεκρωμένον διὰ σέ, πεπιστευκὼς τὸν Δεσπότην, αὐθαιρέτως τῷ θανάτῳ προστρέχεις, τὴν ἑκούσιον αὐτοῦ, ἐπιποθήσας νέκρωσιν, ὡς νικηφόρος Μάρτυς, θείᾳ δυνάμει ῥωννύμενος.
Ἐπὶ τῆς γῆς ἀγωνιστής, ἐν οὐρανοῖς στεφανίτης, ὁ θεράπων τοῦ Χριστοῦ Νικηφόρος, ἀναδέδεικται σαφῶς, σὺν Ἀσωμάτων τάξεσι, κράζων· Οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Τριαδικόν
Νοῦ ἐκ μεγάλου τοῦ Πατρός, ἐξορμηθέντα τὸν Λόγον, ἐκπορευθὲν δὲ καὶ τὸ Ἅγιον Πνεῦμα, διδαχθέντες εὐσεβῶς, τοῖς θεοπνεύστοις δόγμασιν, ὁμολογοῦμεν πάντες, ἄκτιστον μίαν Θεότητα.
Θεοτοκίον
Ἀπειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων τεχθέντα, ἐν γαστρί σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον. 

Κάθισμα. Ἦχος πλ. δ'.  Τὴν Σοφίαν καὶ Λόγον.
Ἐντολῶν τοῦ Κυρίου ἐκπληρωτής, πεφηνὼς κατηλλάγης τῷ δυσμενεῖ, πρὸς σὲ τὴν διάνοιαν, τὴν αὐτοῦ Μάρτυς ἔχοντι, καὶ τὴν διὰ ξίφους, τελείωσιν εἴληφας, ἀντ' ἐκείνου Μάκαρ, Θεοῦ σε καλέσαντος· ὅθεν νικηφόρον, φερωνύμως δειχθέντα, αὐτὸς ἐστεφάνωσεν, ὡς Δεσπότης ἀξίως σε, Ἀθλοφόρε, ἀήττητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.








ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε.
Θείας ζωῆς, ὦ Νικηφόρε τετύχηκας, θείας αἴγλης, Μάκαρ κατηξίωσαι, θείου φωτός, ἀκτινοειδῶς, νῦν ἀντανακλάσεις, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, θεόφρον ἀντιπέμπεις, τοῖς ἐν πίστει βοῶσι. τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Λάμπεις Χριστοῦ, Μάρτυσι συναριθμούμενος· ἔλυσας γάρ, πλάνην τὴν πολύθεον, ξίφει τμηθείς, σὺ τὴν κεφαλήν, καὶ ταῖς τῶν αἱμάτων, ῥοαῖς σου πᾶσαν κατέκλυσας, εἰδώλων τὴν ἀπάτην, τῷ Δεσπότῃ κραυγάζων· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὁ τοὺς θεσμούς, σοῦ μὴ φυλάξας Σαπρίκιος, σῆς γυμνοῦται, Σῶτερ θείας χάριτος· καὶ τοῖς ἐχθροῖς νῶτα δεδωκώς, τῆς τῶν σῶν Μαρτύρων, στερεῖται δόξης ὁ δείλαιος· διό σου τῆς δικαίας, ἐκπλαγέντες Προνοίας. τῇ δυνάμει σου δόξα κραυγάζομεν.
Τριαδικόν
Φῶς ὁ Πατήρ, ἄναρχον καὶ πάντων αἴτιον, φῶς ὁ Λόγος, φῶς τὸ Πνεῦμα τὸ Ἅγιον, ἐκ τοῦ Πατρός, ὥσπερ ἐκ πηγῆς, πρὸ πάντων αἰώνων, ἀφράστως ἀπαυγαζόμενα, τρισήλιος Θεότης, ἐν μιᾷ τῇ οὐσίᾳ, καὶ δυνάμει καὶ δόξῃ γνωρίζεται.
Θεοτοκίον
Ὅλον ἐν σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλος ὅλῃ, Πάναγνε ἑνούμενος, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας ἑκουσίως πτωχεύσας, καὶ πλουτήσας τὸν κόσμον Θεότητι. 

ᾨδὴ ε'. Ἵνα τὶ με ἀπώσω
Ῥοῇ τῶν σῶν αἱμάτων, τὸν τῆς Ἐκκλησίας Παράδεισον, ἤρδευσας, ἀφοριζομένη, εἰς ἀρχὰς τετραρίθμους μακάριε, ἀρετῶν ἐνθέων, ἐξ ὧν ψυχῶν ὦ Νικηφόρε, ἀρυόμεθα θεῖα χαρίσματα.
Ὁ σπορεὺς τῆς κακίας, τῇ μνησικακίᾳ τὸν δείλαιον ἥρπασε τῆς χρηστότητος δέ, καὶ εἰρήνης, αἴτιος εἵλκυσεν, ἀντ ἐκείνου θεῖον, φωτοειδῆ ἠγλαϊσμένον, Νικηφόρον θεόφρονα Μάρτυρα.
Ἱερεύεται Σῶτερ, τὸ σὸν ἐθελούσιον πάθος μιμούμενος· ταῖς γὰρ ἐκ πλευρᾶς σου, ὁ Θεόφρων ῥανίσι σταζόμενος, τῶν αὐτοῦ αἱμάτων, σοὶ τοὺς κρουνοὺς ἀντικομίζει, διὰ ξίφους πρὸς σὲ πορθευόμενος.
Τριαδικόν
Σωτηρίας κρηπῖδα, τὴν ὀρθοδοξίαν εἰδότες συνάναρχον, τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα κηρύττομεν, τρισὶν ἐν προσώποις, μίαν ἀρχὴν μίαν οὐσίαν, μίαν θέλησιν, μίαν ἐνέργειαν.
Θεοτοκίον
Νοερῶς ἐμυήθη, προφητῶν ὁ σύλλογος τὰ σὰ Μυστήρια· Οὐρανοῦ γὰρ πύλην, ἐπὶ γῆς ὁ Δεσπότης σε ἔδειξε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ὡς Ἥλιος ἔλαμψεν. 

ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτιῶν
Ἴασαι τὴν συντριβήν, τῆς ψυχῆς μου Νικηφόρε θεόφρον, καὶ τῶν παθῶν τὸν ζόφον, διαλύσας ἀπέλασον, λαμπηδόνι τῆς ἐν σοὶ θείας λαμπρότητος, ἱκετεύων τὸν λυτρωτήν Χριστὸν μακάριε.
Κλύδωνος εἰδωλικοῦ, τρικυμίαν ἀθλητὰ Νικηφόρε, τῷ τοῦ σταυροῦ ἱστίῳ, καὶ ταῖς αὔραις τοῦ Πνεύματος, εὐσταλῶς διαπερῶν, Μάρτυς ἀήττητε, τῷ λιμένι τῷ γαληνῷ, Χριστῷ προσώρμισαι.
Ἤθλησας μαρτυρικῶς, καὶ τῷ ὄντι Νικηφόρος ἐγένου, τὰς μηχανὰς ἀνδρείως, διαλύσας τοῦ δράκοντος, καὶ παθῶν ὡς κοινωνός, Μάκαρ γενόμενος, τοῦ Δεσπότου, νῦν ἐπαξίως συνδεδόξασαι.
Θεοτοκίον
Φρίττουσιν αἱ νοεραί, τῶν Ἀγγέλων ἐκπληττόμεναι τάξεις, τὸν τῷ Πατρὶ συνόντα πρὸ αἰώνων καὶ Πνεύματι, ἐκ γαστρός σου σαρκικῶς, βρέφος τικτόμενον καθορῶσαι, Θεογεννῆτορ πανσεβάσμιε. 

Κοντάκιον. Ἦχος γ'. Ἡ παρθένος σήμερον.
Πτερωθεὶς Ἀοίδιμε, τῇ τοῦ Κυρίου ἀγάπῃ, καὶ τὸν τούτου ἔνδοξε, Σταυρὸν ἐπ' ὤμων βαστάσας, ᾔσχυνας τοῦ διαβόλου τὰς μεθοδείας, ἤθλησας μέχρι θανάτου καὶ ἀληθείας· διὰ τοῦτο ἀνεδείχθης, ὁπλίτης μύστης, Θεοῦ τῆς Χάριτος. 
Ὁ Οἶκος
Τὴν τοῦ Παύλου σαφῶς διδασκαλίαν ἐπόθησας, καὶ τοῖς στέρνοις τοῖς σοῖς Ἔνδοξε κατεφύτευσας, βοῶν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ, αὕτη τὸν Κτίστην ἄνθρωπον τέλειον ἡμῖν ἐχαρίσατο, δι' ἀγάπην πάντα ὑπέμεινεν, ἥλους καὶ σταυρόν, ὄξος καὶ ἐμπτύσματα, λόγχῃ ἐπάγη πλευρὰν ἁγίαν, δι' ἧς ἀνέβλυσεν ἡμῖν αἷμα καὶ ὕδωρ θεουργόν, ὃν ποθήσας, ἐφάνης νικηφόρος, ὡς καὶ τῇ κλήσει, ὁπλίτης, μύστης Θεοῦ τῆς χάριτος. 
















Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου
Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον,
Τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον.
Φασγάνῳ ἀμφ' ἐνάτῃ Νικηφόρε, δειροτομήθης.

Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς ἁμμάτων (δεσμῶν δηλ.),
Τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ Κίλικα
Λήθην βαθεῖαν εἶχε καὶ ζῶν τοῦ βίου,
Ῥωμανὸς οὗτος, ὃς μετέστη τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου τοῦ Δαμασκηνοῦ
Ὁ διελέγξας τοὺς παραπλῆγας Πέτρος,
Θνῄσκει μονοπλὴξ τῷ διὰ ξίφους τέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀμμὼν καὶ Ἀλεξάνδρου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Νικηφόρου καὶ Γενναδίου, τῶν ἐν Σβὶρ Ῥωσίας


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν Λειψάνων τοῦ Ἁγίου Ἰννοκεντίου Ἰρκούτσκ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν
Ὁ θάνατος γέγονε, σοὶ Νικηφόρε διαβατήριον, ἐκ τῶν ἐντεῦθεν Μάκαρ, πρὸς οὐρανὸν σε καὶ τὰ οὐράνια, διαβιβάζων Ἀγγέλοις συμψάλλοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥωννύμενος πάθεσι, τῆς ἀσθενείας τοῦ Παντοκράτορος, τὸ μετέωρον ὄμμα, καὶ ἐπηρμένην ὀφρὺν κατέβαλες, εἰς γῆν θεόφρον, κραυγάζων τῷ Κτίστη σου· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁδὸν μαρτυρίου σου, ὁ Νικηφόρος τρέχων διήνυσε, πλατυνθεὶς τὴν καρδίαν, τῇ ἐνεργείᾳ τοῦ θείου Πνεύματος, καὶ νῦν προθύμως κραυγάζει σοι Δέσποτα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν
Νοῦν πρῶτον καὶ ἄναρχον, γεγεννηκότα Λόγον συνάναρχον, ἀπαθῶς καὶ ἀχρόνως, καὶ προβαλόντα Πνεῦμα Πανάγιον, σὲ τὸν Πατέρα εἰδότες κραυγάζομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἀμφότερα πέφυκας, Παρθένος Μήτηρ Θεοκυῆτορ ἁγνή, ἐν γαστρὶ συλλαβοῦσα, Θεὸν ἀφράστως ἐκ σοῦ σαρκούμενον, ἐν ἑκατέρᾳ μορφῇ γνωριζόμενον, θεανδρικῶς ἐπὶ γῆς πολιτευσάμενον. 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Σημειωθεὶς τῇ χάριτι, τοῦ Σωτῆρος αὐτόκλητος, σὺ πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς ἐχώρησας, καὶ νίκην ἀράμενος, κατ' ἀντιπάλων Μάρτυς Χριστοῦ, τοῖς νικητικοῖς κατεκοσμήθης στεφάνοις, ἐνθέως ἀναμέλπων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μυστικωτέρᾳ κλίμακι, κεχρημένος τῷ αἵματι, πρὸς τὸν ὑπὲρ σοῦ διὰ Σταυροῦ ἐκχέαντα, τὸ αἷμα τὸ ἴδιον, σφαγιασθεὶς ἀνῆλθες φαιδρῶς, τὰς τῶν δυσμενῶν διεκφυγὼν μεθοδείας, καὶ χαίρων ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἁγιασθεὶς δι' ὕδατος, Νικηφόρε καὶ πνεύματος, καὶ μαρτυρικοῖς πεφοινιγμένος αἵμασι, μαρτύρων μετέσχηκας, τῶν ἀληθῶν Χριστοῦ τοῦ Θεοῦ, τῆς φωτοειδοῦς λαμπρότητος ὦ παμμάκαρ, ἐν ῇ νῦν ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν
Σὺν ἀσωμάτοις Τάξεσιν, ἐν Τρισὶν Ὑποστάσεσι, μίαν ἀγαθότητος πηγὴν ἀέναον, ἀγέννητον ἄναρχον, ὑπερτελῆ Θεότητα, δημιουργικήν, καὶ Βασιλίδα τῶν ὅλων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανύμνητε, τῆς ὑπερκοσμίου τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον. 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Μετέστης ὡς νυμφίος ὡραϊσθείς, ἐν στολαῖς ὑφανθείσαις ἐξ αἵματος, μαρτυρικοῦ, θείας ἀγλαΐας πρὸς μετοχήν, τοῦ κοσμηθέντος σώματος, καὶ καλλωπισθέντος τῷ σταυρῷ, τῷ πάθει τῷ Τιμίῳ, τοῦ πάντων εὐεργέτου, ὦ Νικηφόρε παμμακάριστε.
Ἐθέλχθης τοῦ Δεσπότου ταῖς καλλοναῖς, ὧν οὐδὲν ὡραιότερον ἔνδοξε, καὶ τῆς αὐτοῦ, σπεύδων ἀπολαύειν διηνεκοῦς, καὶ εὐπρεποῦς λαμπρότητος, ξίφει ἐκτεμεῖν σου τὴν κεφαλήν, ἠρέθισας τυράννους, πυρούμενος τῷ πόθῳ, ὦ Νικηφόρε τοῦ Κυρίου σου.
Λαμπρῶς κατὰ τῆς πλάνης Μάρτυς Χριστοῦ, ἀριστεύσας καὶ ταύτην τρεψάμενος, ὡς νικητής, στέφος ἐκομίσω τῇ κορυφῇ, τὸ τῶν χαρίτων ἔνδοξε, καὶ νῦν συγχορεύεις μαρτυρικῶς, Μαρτύρων ταῖς χορείαις, παμμάκαρ Νικηφόρε, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.
Τριαδικόν
Πατρὸς ἐξ ἀγεννήτου θεοπρεπῶς, τὸν Υἱὸν γεννηθέντα δοξάζοντες, καὶ τὸ εὐθές, Πνεῦμα πρὸ αἰώνων ἐκπορευθέν, τρεῖς ὑποστάσεις σέβομεν, τῆς ὑπερουσίου καὶ ἀρχικῆς, Τριάδος ἡνωμένας, ἑνώσει ἀσυγχύτῳ, καὶ εὐσεβοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται. 

Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Φερώνυμος ἐδείχθης, τῆς νίκης ὦ Νικηφόρε, ἀγάπῃ καὶ μαρτυρίῳ, νενικηκὼς τοὺς τυράννους· ὅθεν καὶ νίκης τὸ στέφος, ἐδέξω παρὰ Κυρίου. 
Θεοτοκίον
Τῇ κραταιᾷ σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς ἁγνή, τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις. 











Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Νικηφόρου τὴν μνήμην πανηγυρίσωμεν· ἐμφρόνως γὰρ νικήσας, τὸν πολύμορφον ὄφιν, ἀγάπῃ καὶ αἱμάτων τοῖς σταλαγμοῖς, Ἀθλητὴς ὤφθης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης παρ’ Οὗ λαμπρῶς, ἐδοξάσθη θείαις χάρισι.

Τοῦ Σαπρικίου τὴν ἔχθραν σπεύδων ἐν ὅλῃ ψυχῇ, σκεδάσαι Νικηφόρε, ἐν ἀγάπῃ πλουσίᾳ, ἤρθης μαρτυρίου πρὸς δόξαν λαμπράν, ἐναθλήσας στεῤῥότατα, καὶ τοῦ ἐχθροῦ τὴν κακίαν τὴν χαλεπήν, καταπνίξας τοῖς σοῖς αἵμασι.

Ἀθλητικῶς τὸν ἀγῶνα τελέσας Ἅγιε, τῶν Ἀθλητῶν τῆς δόξης, κοινωνὸς ἀνεδείχθης, μεθ’ ὧν ἀεὶ δυσώπει ὑπὲρ ἡμῶν, Νικηφόρε μακάριε, εὐαρεστεῖν τῷ Κυρίῳ ἔργοις φωτός, καὶ ἀγάπης τῇ λαμπρότητι.

Ταῖς τῶν Ἀγγέλων χορείαις συναυλιζόμενος, καὶ τῶν μαρτύρων δήμοις, εὐκλεῶς συγχορεύων, θεόφρον Νικηφόρε καὶ μετοχῇ, ἀποῤῥήτῳ θεούμενος, μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. α΄.
Μακάριος εἶ, Ἀθλητὰ Νικηφόρε, ὅτι τὸν μόνον μακάριον Θεόν, ὁλοψύχως ἠγάπησας, καὶ τὸν πλησίον ὡς σεαυτόν, κατὰ τὴν θείαν ἐντολὴν καὶ ὑπὲρ Αὐτοῦ τὴν ζωήν σου τέθεικας, ἀπαρνησάμενος σῶμα, καὶ ὑπεριδὼν τὰ γεηρά, οὐρανόφρονι γνώμῃ. Ἀλλ’ ὡς τῶν ἄνω μέτοχος, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς κληρονόμος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Πλήρης ὢν ἀγάπης τῆς πρὸς Θεόν, ἠγάπησας μάκαρ, τὸν πλησίον ὡς σεαυτόν· ὅθεν καὶ ἀθλήσας, τοῦ μίσους τὸν ἐργάτην, καθεῖλες Νικηφόρε, Χριστῷ πειθόμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου