Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 10. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΙΧΑΗΛ ΜΑΥΡΟΥΔΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ Ι΄!!
ΜΙΧΑΗΛ ΝΕΟΜΑΡΤΥΣ ΜΑΥΡΟΥΔΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Αἱ ἀγγελικαί.
Αἴγλῃ ἀρετῶν, Μιχαὴλ λελαμπρυσμένος, ἤθλησας στεῤῥῶς, δι’ ἀγάπην τοῦ Σωτῆρος, καὶ ᾔσχυνας τὴν πλάνην, εὐτολμίᾳ τῶν λόγων σου, καὶ τῇ θαυμαστῇ ὁμολογίᾳ, δι’ ἧς Χριστὸν ἀνακηρύττεις, Θεὸν ἅγιον, λαβόντα σάρκα δι’ ἡμᾶς, δι’ ἔλεος ἄφατον.

Ἔστης εὐθαρσῶς, πρὸ βημάτων παρανόμων, στόματι λαμπρῷ, οἷα σάλπιγξ οὐρανία, κηρύττων Νεομάρτυς, τοῦ Σωτῆρος τὴν σάρκωσιν, πάντων τῶν γηΐνων ἀλογίσας, καὶ τοῦ πυρὸς μηδόλως δείσας, ὁρμὴν ἄσχετον· διὸ τὴν ἄθλησιν τὴν σήν, Μιχαὴλ γεραίρομεν.

Τὴν σὴν θαυμαστήν, καὶ λαμπρὰν ὁμολογίαν, καὶ τῆς σῆς ψυχῆς, τὴν ἀνδρείαν Ἀθλοφόρε, ἐθαύμασαν Ἀγγέλων, οὐρανόθεν τὰ τάγματα, καὶ τῶν εὐσεβούντων αἱ χορεῖαι, τοὺς σοὺς ἠγάσθησαν ἀγῶνας, δι’ ὧν ἔλαμψας, ὥσπερ νεόφωτος ἀστήρ, Μιχαὴλ τοῖς πέρασι.

Ἤνεγκας πυρός, τὴν κατάφλεξιν ἀνδρείως, καὶ ὡς προσφορά, καὶ θυμίαμα εὐῶδες, καὶ θεῖον ἱερεῖον, καὶ σεπτὸν ὁλοκαύτωμα, Μιχαὴλ Κυρίῳ προσηνέχθης, καὶ διαδήματι τῆς δόξης, λαμπρῶς ἔστεψαι, ὡς ἀριστεὺς περιφανής, Χριστοῦ τοῦ παντάνακτος.

Δόξα. Ἦχος α΄.
Τῇ θεϊκῇ σοφίᾳ λαμπρυνθείς, ἀπτοήτῳ στόματι κηρύττεις, τοῦ Σωτῆρος τὴν σάρκωσιν, Μιχαὴλ μακάριε. Πίστει γὰρ τούτῳ στρατευθείς, σθένος θεῖον ἐνεδύσω, καὶ τοῦ φωτὸς τοῖς ὅπλοις κατεπάλαισας, τὰ τοῦ σκότους φρυάγματα. Καὶ στεῤῥῶς ἀγωνισάμενος, ἀθλητικῆς εὐκλείας ἐπέβης, ὡς Ἀθλητὴς περίδοξος, πᾶσιν ἡμῖν αἰτούμενος, εἰρήνην καὶ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ῥήτωρ θεοειδής, ὦ Μιχαὴλ ἐδείχθης, λαμπρῶς ἀνακηρύττων, ἐπὶ ἐχθρῶν ἀπίστων, τὴν τοῦ Χριστοῦ θεότητα.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Ἅπασαν ἀπειλήν, τυράννων ὑπερεῖδες, ἀτρέπτῳ διανοίᾳ, καὶ ἤνυσας ἀνδρείως, τὸ σκάμμα τῆς ἀθλήσεως.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Φέρων ἐν τῇ ψυχῇ, τὸ πῦρ τὸ θεῖον Μάρτυς, ὑπῆλθες στεῤῥοτάτως, ὦ Μιχαὴλ θεόφρον, τὴν τοῦ πυρὸς κατάφλεξιν.

Δόξα. Τριαδικόν.
Στόματι ἱερῷ, ὦ Μιχαὴλ κηρύττεις, τὴν μίαν Θεαρχίαν, Πατέρα Λόγον Πνεῦμα, οὐσίαν τρισυπόστατον.

Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ τῆς ἁγνῆς, Παρθένου εἰληφότα, ὁμολογεῖς τὸν Λόγον, Χριστὸν τὸν Βασιλέα, ὦ Μιχαὴλ δι’ ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σοφίᾳ τῇ θεόθεν δεδομένῃ κοσμούμενος, ἐκήρυξας εὐτόλμως, τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ τούτῳ ὡς θυσία καθαρά, προσήχθης τῷ πυρὶ τελειωθείς, διὰ τοῦτο Νεομάρτυς σε Μιχαήλ, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος! ἀπτοήτῳ ψυχῇ, καὶ σοφίᾳ κρείττονι, κηρύττει περιφανῶς, Χριστὸν τὸν Κύριον, βημάτων πρὸ δυσσεβῶν, ὁ Μιχαὴλ ὡς πλησθεὶς θείου Πνεύματος, καὶ ᾔσχυνε τὴν ὀφρύν, φρυαττομένων ἐχθρῶν θείοις σκάμμασιν· ὅθεν τὴν ἁγίαν τούτου, ἄθλησιν τιμήσωμεν, τὸν Χριστὸν ἀνυμνοῦντες, τὸν λαμπρῶς Αὐτὸν δοξάσαντα.

Βαβαὶ τῆς σῆς παῤῥησίας σοφέ! Σὺ γὰρ ὑπερεῖδες, σαρκὸς τὴν ἀσθένειαν, καὶ πᾶσαν τῶν διωκτῶν, Μιχαὴλ δύναμιν, καὶ στόματι ἱερῷ, ἀκαταπλήκτῳ ψυχῇ ὡμολόγησας, τὸν πάντων Δημιουργόν, τὸν δι’ ἡμᾶς ἑκουσίως πτωχεύσαντα· ὑπὲρ Οὗ στεῤῥῶς ἀθλήσας, τῶν ὑπὲρ κατάληψιν, ἠξιώθης ἐπάθλων, Ἀθλητὴς ὡς ἐνθεώτατος.

Τὴν σὴν ἀνδρείαν ἐθαύμασαν, πάντες οἱ ὁρῶντες, Μάρτυς τοὺς ἀγῶνάς σου, καὶ σθένος τὸ θαυμαστόν, τῆς διανοίας σου, στεῤῥῶς γὰρ τὸν ἐν πυρί, καθάπερ ἄσαρκος ἤνεγκας θάνατον, καὶ ἔφλεξας Μιχαήλ, τῇ σῇ ἐνστάσει, ἐχθρῶν τὴν παράνοιαν· ὅθεν δόξης οὐρανίου, μέτοχος γεγένησαι, καὶ Μαρτύρων τοῖς δήμοις, ἠριθμήθης ἀγαλλόμενος.

Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ θεόφρον Μιχαήλ, Ἀθλητὴς ἀήττητος, τῆς εὐσεβείας γενόμενος, ὑστέροις ἔτεσι, τὴν τῆς δυσσεβείας, ᾔσχυνας παράταξιν, δυνάμει οὐρανίῳ νευρούμενος, καὶ χαίρων ἤνυσας, τὸν ἀγῶνα τῆς ἀθλήσεως· διὰ τοῦτο, πάντες σε γεραίρομεν.

Σοφίαν τὴν ἄνωθεν λαβών, βίου καθαρότητι, ἀνδρειοφρόνως ἐκήρυξας, Χριστοῦ τὴν σάρκωσιν, καταπλήξας πάντας, Μιχαὴλ τοῖς λόγοις σου, καὶ τῷ ἀθλητικῷ παραστήματι, καὶ προσενήνεξαι, λογικὸν ὡς ὡλοκαύτωμα, τῷ Κυρίῳ, τελέσας τὸν δρόμον σου.

Ἀγάλλεται Μάρτυς Μιχαήλ, ἡ πατρίς σου Ἅγιε, ἐγκαυχωμένη τοῖς ἄθλοις σου, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζει, ἐκ ψυχῆς βοῶσά σοι· Ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, ἀεὶ ἱκέτευε, Ἀθλοφόρε ἀγγελώνυμε, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.





Δόξα. Ἦχος πλ. β΄.
Τῇ εὐσεβείᾳ διαπρέπων, μαρτυρικὸν ὑπῆλθες ἀγῶνα, ἐν ἀνδρείᾳ ψυχῆς, ἀγγελώνυμε Μάρτυς Μιχαήλ. Καὶ τῇ σῇ ἀθλήσει, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα, καὶ πάντας διεγείρεις ἐν τῇ σῇ μνήμῃ, ὁμοφώνως βοῆσαι· χαίροις, ὁ τῇ ἄνωθεν σοφίᾳ, φρυαττομένην ἰσχὺν φαυλίσας, καὶ τὸν λόγον τῆς πίστεως, τρανῶς ὁμολογήσας· χαίροις, ὁ τοῦ πυρὸς μὴ πτήξας τὴν ὁρμήν, ἀλλ’ ἀτρόμως ὑπελθὼν τὴν ἀναφθεῖσάν σοι φλόγα, καὶ ὡς θῦμα ἄμωμον προσενεχθεὶς τῷ Κυρίῳ· χαίροις, Μαρτύρων ἐφάμιλλε, Εὐρυτανίας δόξα, καὶ τῆς σῆς πατρίδος Γρανίτσης καλλώπισμα. Πρέσβευε Χριστῷ τῷ Θεῷ, Νεομάρτυς ἔνδοξε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Ὡς θαυμαστὴ ἡ σὴ μαρτυρία, ἀγγελώνυμε Μάρτυς, Μιχαὴλ πανθαύμαστε! Θείῳ γὰρ ἔρωτι τρωθείς, ὑπερεῖδες σαρκὸς καὶ αἵματος, καὶ ὅλος θεόληπτος ὤφθης, ἐν τῷ ἀγῶνι τῆς ἀθλήσεως. Καὶ λόγῳ πλουσίῳ, καὶ ἀηττήτῳ ἐνστάσει, καταπλήξας τοὺς ἐχθρούς, ἀκατάπληκτος εἰσέδραμες, τὴν ἀναφθεῖσάν σοι φλόγα. Δι’ ἧς τὴν μὲν ἀπάτην ἔφλεξας, τῶν δὲ πιστῶν τὰς ψυχὰς ἐθέρμανας, ἀνυμνεῖν σου τοὺς ἄθλους, καὶ τῷ Σωτῆρι βοᾶν· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Μαρτυρικὴν ἀρετὴν μιμησάμενος, τυραννικὴν κατηγωνίσω ματαιότητα, ὡς τοῦ Χριστοῦ στρατιώτης, Μιχαὴλ ἀξιΰμνητε. Τῆς ἀληθείας γὰρ τὸν πλοῦτον, θησαυρίσας ἐν σοί, τῆς ἀσεβείας τὸ κίβδηλον, ὁλοσχερῶς ἐθριάμβευσας· θεοσόφῳ γὰρ γλώσσῃ, τοῦ Σταυροῦ τὸ μυστήριον κηρύττεις, ὡς τῷ Χριστῷ συσταυρωθείς. Καὶ εὐτόλμῳ παῤῥησίᾳ, τῆς εὐσεβείας τὴν λαμπρότητα, πᾶσιν ὑπέδειξας· καὶ νομίμως ἠρίστευσας, ἐπαξίων ἠξίωσαι γεηρῶν, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Ἦχος γ΄.
Ὥσπερ ἄνθραξ νοητός, τῷ τοῦ Πνεύματος πυρὶ ἠνάλωσας, τῆς ἀπάτης τὴν ὕλην, Μιχαὴλ Μάρτυς ἀήττητε. Οὐδόλως γὰρ ἐκάμφθης, ἐναθλῶν ἀνδρικῶς, τῶν ἐναντίων ταῖς ἀπειλαῖς, οὐδὲ πυρὸς τοῦ παμφάγου, τὴν ὁρμὴν ἐδειλίασας· ἡ γὰρ θεία χάρις σε, ὅλον μετάρσιον ἀνέδειξε, καὶ ἐν πᾶσι στεῤῥότατον· ἔνθεν ὡς ἱερεῖον ἔμψυχον, καὶ θῦμα εὐπρόσδεκτον, τῇ Παναγίᾳ Τριάδι προσενήνεξαι, καὶ Μαρτύρων τοῖς δήμοις, ἀξίως συνέταξαι. Μεθ’ ὧν πρέσβευε δεόμεθα, Νεομάρτυς ἀξιάγαστε, ῥύεσθαι ἡμᾶς, ἐπινοιῶν τοῦ ἀλάστορος.

Δόξα. Ἦχος δ΄.
Τὴν θείαν ἰσχὺν ἐνδυσάμενος, ὑπερεῖδες σαρκὸς φθειρομένης, ἐν τῷ πικρῶς τιμωρεῖσθαί σε, Ἀθλητὰ Μιχαήλ· ὅλῳ νοΐ γὰρ ἀτενίζων, τῷ ποθουμένῳ σοι Χριστῷ, πάντα ὡς σκύβαλα ἡγήσω, καὶ πάντων ὑπέρτερος γέγονας, ἐν τῇ μεθέξει τοῦ κρείττονος· ἀλλ’ ὡς καλῶς ἀνδραγαθήσας, δίδου ἡμῖν ἰσχὺν κατὰ παθῶν ὀλεθρίων, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, Νεομαρτύρων ἐγκαλλώπισμα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπὶ βήματος ἑστώς, ἤνοιξας τὸ στόμα σου Μάρτυς, ἐν παῤῥησίᾳ πολλῇ, τότε ὡμολόγησας, Χριστοῦ τὴν δύναμιν, καὶ τὸ μέγα μυστήριον, τῆς οἰκονομίας, Τούτου ἀνεκήρυξας, ὡς ῥήτωρ ἔνθεος· ὅθεν, καὶ νομίμως ἀθλήσας, στέφος ἀφθαρσίας ἐδέξω, Μιχαὴλ χειρὸς ἐκ τοῦ Παντάνακτος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Ὄντως, ἐπληρώθη ἐπὶ σοί, ἡ ἐπαγγελία θεόφρον, τρανῶς τοῦ Κτίσαντος· στόμα καὶ σοφία γάρ, θεία σοι δέδοται, ᾗ οὐδόλως δεδύνηνται, ἀντειπεῖν τῆς πλάνης, πάντες οἱ συνήγοροι, ὡς ματαιόφρονες· ὅθεν, ὡς λαμπρὸν ἀριστέρα, τοῦ Χριστοῦ καὶ μέγαν ὁπλίτην, Μιχαὴλ συμφώνως εὐφημοῦμέν σε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Νεομάρτυς Μιχαήλ, γόνος εὐκλεὴς τῆς Γρανίτσης, καὶ θεῖον καύχημα, τῆς Θεσσαλονίκης δὲ γέρας πολύτιμον· ἐν αὐτῇ γὰρ τὸν κάλλιστον, ἀνύσας ἀγῶνα, θεῖον ὁλοκαύτωμα, Χριστῷ προσήνεξαι· ὅθεν, ἀμφοτέραις ἐξαίτει, χάριν καὶ εἰρήνην θεόθεν, εὐπαῤῥησιάστοις μεσιτείαις σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ Πνεύματος πυρί, τὴν φθορὰν ἀναλώσας, τῆς ἀφθαρσίας ἠμφιάσω τὴν στολήν, τῇ ἐνύλῳ φλογὶ τακεὶς τὰς σάρκας, Μιχαὴλ πανθαύμαστε. Μαρτυρικοῖς γὰρ σκάμμασι, τῆς θείας ἀγάπης, τὴν δύναμιν ὑπέφηνας, καὶ τὸν Χριστὸν μεγαλύνας, τῆς μεγαλοπρεποῦς δόξης κοινωνός, ἐγένου μακάριε· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν λιταῖς σου, οἱ τελοῦντες τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σοφίᾳ τῇ θεόθεν δεδομένῃ κοσμούμενος, ἐκήρυξας εὐτόλμως, τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ τούτῳ ὡς θυσία καθαρά, προσήχθης τῷ πυρὶ τελειωθείς, διὰ τοῦτο Νεομάρτυς σε Μιχαήλ, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτῆρ.
Ἐφλέχθης ἐν πυρί, ὁ φωτὸς κληρονόμος, καὶ ἔλαμψας ἡμῖν, ὡς ἀστὴρ ἑωσφόρος, λαμπρύνων τὰ νοήματα, τῶν πιστῶν τῇ ἀθλήσει σου· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, εὐφημοῦμέν σε, ὡς τοῦ Χριστοῦ στρατιώτην, Μιχαὴλ μακάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας ἡμῖν, τὸν Θεὸν τῶν ἁπάντων, λαβόντα ἐκ τῶν Σῶν, παναγίων αἱμάτων, ἀνθρώπων τὸ φύραμα, ἀσυγχύτως δι’ ἔλεος· ὅθεν ἄχραντε, ὡς σωτηρίας Σε πύλην, μεγαλύνομεν, καὶ τῇ θερμῇ Σου πρεσβείᾳ, ἀεὶ καταφεύγομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, τῶν δυσσεβούντων ἡ πληθύς, καὶ εὐφράνθη εὐπρεπῶς, τῶν Ὀρθοδόξων ὁ χορός, ἐν τῇ λαμπρᾷ ὁμολογίᾳ σου Ἅγιε· σὺ γὰρ τὸν Χριστόν, Θεὸν καὶ ἄνθρωπον, στόματι σοφῷ, καθωμολόγησας, καὶ τοῦ πυρὸς ἐνεγκὼν τὴν κατάφλεξιν, μαρτυρικῆς δόξης ἔτυχες, Χριστῷ πρεσβεύων, ἡμῖν δοθηναι, ὦ Μιχαὴλ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ γαστρός Σου τῆς ἁγνῆς, ὁ ὑπερούσιος Θεός, οὐσιωθεὶς τὸ καθ’ ἡμᾶς, δι’ ἀγαθότητα πολλήν, τὴν τῶν ἀνθρώπων ἀνεμόρφωσεν οὐσίαν· ὅθεν ὡς Θεοῦ, Μητέρα πάναγνον, μέλπομεν ἀεί, καὶ ἀνυμνοῦμέν Σε· ἀλλ’ ὦ Παρθένε ἡμῶν ἡ βοήθεια, μὴ διαλίπῃς δεόμεθα, ἡμῖν αἰτεῖσθαι, πταισμάτων λύσιν, καὶ πειρασμῶν ἀπολύτρωσιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ καθοπλισθείς, ἐν πολλῇ παῤῥησίᾳ ὁμολογεῖς, τὸ μέγα μυστήριον, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ τῆς ἀπάτης λύεις, ἀχλὺν τὴν καχέσπερον, τῷ φωτισμῷ τῆς θείας, λαμπόμενος πίστεως· ὅθεν καὶ ὡς θῦμα, λογικὸν προσηνέχθης, Χριστῷ τῷ παντάνακτι, τῷ πυρὶ τελειούμενος, Μιχαὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς καθέδρα καὶ ὄχημα θαυμαστόν, καὶ πυρίμορφος θρόνος καὶ ὑψηλός, κρατεῖς ἐν ἀγκάλαις Σου, τὸν τὰ πάντα κατέχοντα, καὶ συντηροῦντα Κόρη, ἀεὶ καὶ συνέχοντα, χειρὶ παντοδυνάμῳ, καὶ πλούτῳ χρηστότητος· Ὅνπερ Θεοτόκε, ὡς Υἱόν Σου καὶ Πλάστην, ἀπαύστως ἱκέτευε, ὑπὲρ πάντων δεόμεθα, τῶν πιστῶς ἐκβοώντων Σοι· Χαῖρε τῶν Ἀγγέλων χαρά, καὶ ἀνθρώπων μέγα καταφύγιον· χαῖρε σκέπη τοῦ κόσμου, καὶ πάντων ἀντίληψις.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ ἀδύτῳ φωτί, τῆς τριλαμποῦς Θεαρχίας καταυγαζόμενος, ὡς τοῦ σκότους τὸν ἀρχηγὸν ὀλέσας, Μιχαὴλ Νεομάρτυς, σκοτασμοῦ ἁμαρτιῶν, λύτρωσαι ἡμᾶς, καὶ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς τὴν φωτοφόρον σου, μνήμην ἑορτάζοντας.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀγίου οὗ ἡ ἀκροστιχίς: ᾌδω, Μιχαήλ, μέλος σοῖς ἄθλοις. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἀκτῖσι τοῦ Πνεύματος, καταλαμπόμενος Ἅγιε, τὸν νοῦν μου καταύγασον, φωτὶ τῆς χάριτος, ἵνα μέλψω σου, ὦ Μιχαὴλ τρισμάκαρ, τὴν ἔνδοξον ἄθλησιν, δι’ ἧς δεδόξασαι.
Δυνάμει τῇ κρείττονι, καὶ τῇ σοφίᾳ τῇ ἄνωθεν, Χριστὸν ὡμολόγησας, ἐπὶ ἀπίστων στεῤῥῶς, καὶ κατήσχυνας, πολλῇ ἐν παῤῥησίᾳ, τῆς πλάνης τὸ φρύαγμα, Μιχαὴλ ἔνδοξε.
Ὡς ἄστρον νεόφωτον, ἐκ τῆς Γρανίτσης ἀνέτειλας, καὶ φέγγει τῶν ἄθλων σου, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας, καιρῷ τῷ τῆς δουλείας· διὸ μεγαλύνει σε, Μιχαὴλ χαίρουσα.
Θεοτοκίον.
Μηδόλως τὴν μήτραν Σου, φλέξας πυρὶ τῆς Θεότητος, ἐκ Σοῦ εἰσελήλυθε, Χριστὸς ὁ Κύριος, ὡς ἡ βάτος γάρ, ἀφλέκτως Θεοτόκε, τὴν φύσιν τὴν ἄστεκτον, γαστρὶ ἐχώρησας.













ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰθύνας νοός σου τὰς κινήσεις, πρὸς μόνον Χριστὸν ἀπὸ παιδός, ὑπὲρ Αὐτοῦ ἠξίωσαι, ἀνῦσαι θείῳ ἔρωτι, τὸ σκάμμα τῆς ἀθλήσεως, ὦ Μιχαὴλ ἀξιάγαστε.
Χριστός ἐστι Κτίστης τῶν ἁπάντων, καὶ μόνος Θεὸς καὶ Ποιητής, σὺν τῷ Πατρὶ καὶ Πνεύματι, ὦ Μιχαὴλ ἐκραύγαζες, τοῖς ἕλκουσί σε Ἅγιε, πρὸς ἀσεβείας τὰ βάραθρα.
Ἀνοίξας τὸ ἅγιόν σου στόμα, ὡς ῥήτωρ σοφίας θεϊκῆς, περιφανῶς ἐκήρυξας, Χριστὸν τὸν Παντοκράτορα, ὦ Μιχαὴλ καὶ ᾔσχυνας, τῶν δυσσεβούντων τὸ φρόνημα.
Θεοτοκίον.
Ἡλίου νεφέλη τοῦ ἀδύτου, ἀκτῖνα φωτός μοι νοητοῦ, ἐπίλαμψον πανάμωμε, καὶ φώτισον τὰ ὄμματα, τὰ τῆς ψυχῆς μου δέομαι, ἀμαυρωθέντα τοῖς πάθεσι.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ πῦρ τὸ οὐράνιον ἐν τῇ ψυχῇ ἐσχηκώς, πυρὸς κατεφρόνησας τοῦ ὑλικοῦ καὶ φθαρτοῦ, γενναίῳ φρονήματι· ὅθεν σου τοὺς ἀγῶνας, Μιχαὴλ εὐφημοῦμεν, πάντων γὰρ τὰς καρδίας, Ἀθλητὰ κατευφραίνεις, τῇ σῇ λαμπρᾷ ἀθλήσει, δι’ ἧς Χριστὸν ἐδόξασας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Κτίστην καὶ Κύριον καὶ Βασιλέα Χριστόν, προήγαγες σώματι δίχα τροπῆς καὶ φυρμοῦ, τὸν ἄνθρωπον σώζοντα· ὅθεν Θεογεννῆτορ, σωτηρίας πρὸς τρίβον, ἴθυνον τοὺς ἐν πίστει, ἀληθεῖς ἐκβοῶντας· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον θεία βουλήν.
Λύσας τῆς ἀπάτης λόγοις σοφοῖς, Μιχαὴλ θεόφρον τὸν σύνδεσμον, τὰς διανοίας, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, τῶν εὐσεβῶν συνέδησας, πλεῖον τοῖς στεῤῥοῖς σου παλαίσμασι.
Μέγας ἐν ἀθλήσει ἀναφανείς, Μάρτυς ἐν ὑστέροις τοῖς ἔτεσι, μεγίστης δόξης, ἠξιώθης Μιχαήλ, τῆς ὑπὲρ νοῦν λαμπρότητος, μέτοχος ἀξίως γενόμενος.
Ἔφερες ὡς ἄσαρκος ἐν τῇ σαρκί, στρέβλας καὶ αἰκίας καὶ μάστιγας, Χριστὸν δοξάζων, Μιχαὴλ τὸν θαυμαστόν, ἰσχύν σοι παρεχόμενον, ἐν τῷ θλίβεσθαί σε μακάριε.
Θεοτοκίον.
Λύτρωσαι κινδύνων παντοδαπῶν, καὶ πολυειδῶν περιστάσεων, Θεογεννῆτορ, τοὺς ἐν ὅλῃ τῇ ψυχῇ, τὴν παρὰ Σοῦ βοήθειαν, Κόρη αἰτουμένους ἑκάστοτε.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Οὐδόλως ἐπτόησαι, τυραννικὴν ὠμότητα, ἀλλ’ ἀκαταπλήκτῳ παῤῥησίᾳ, ἐπὶ βημάτων δικαστικῶν Ἀθλητά, γλώσσῃ λιγυρᾷ ὁμολογεῖς, τοῦ Χριστοῦ τὴν σάρκωσιν, Μιχαὴλ τὴν ἀπόῤῥητον.
Σαρκὸς οὐκ ἐφρόντισας, οἷα θνησκούσης Ἅγιε, ἀλλ’ ἀνδρειοτάτῃ διανοίᾳ, τὴν ἀναφθεῖσαν πυρὰν εἰσέδραμες, καὶ τροπαιοφόρος πρὸς Χριστόν, Μιχαὴλ ἀνέδραμες, τὸν ἀγῶνα τελέσας σου.
Σοφίαν σοι δέδωκε, Χριστὸς ὥσπερ ὑπέσχετο, δοῦναι τοῖς Αὐτὸν θερμῶς ποθοῦσιν, ᾗ ἀντιστῆναι ἢ ἀντειπεῖν οὐδαμῶς, ἴσχυσαν εἰς τέλος Μιχαήλ, πλάνης οἱ συνήγοροι, ὡς ἐν σκότει καθήμενοι.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, Θεοῦ τοῦ Παντοκράτορος, κεχαριτωμένη Θεοτόκε, τῆς μετανοίας φωτὶ καταύγασον, τὴν ἀμαυρωθεῖσάν μου ψυχήν, λόγοις τε καὶ πράξεσι, τοῦ δεινοῦ πολεμήτορος.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἰσχύϊ θείᾳ ῥωννύμενος, τὸν μέγιστον ἀγῶνα διήνυσας, τὸν τῆς ἀθλήσεως, ὦ Μιχαὴλ ἀγαλλόμενος, καὶ νικηφόρος ἤρθης, πρὸς τὰ οὐράνια.
Σῶμα ὁρῶντες τὸ θεῖόν σου, φλεγόμενον πιστῶν τὰ συστήματα, Χριστὸν ἐδόξαζον, τὸν παρασχόντα τοιαύτην σοι, ὦ Μιχαὴλ ἀνδρείαν, καὶ γενναιότητα.
Ἀγαλλιᾶται τοῖς ἄθλοις σου, Γρανίτσα ἡ πατρίς σου ὑμνοῦσά σε, Θεσσαλονίκη δέ, ὦ Μιχαὴλ ἐν σοὶ γάνυται, ἰδοῦσα τοὺς μεγίστους, Μάρτυς ἀγῶνάς σου.
Θεοτοκίον.
Θεὸν ἀφράστως κυήσασα, καὶ ἄφθορος ἁγνὴ διαμείνασα, μετὰ τὴν κύησιν, φθοροποιῶν νοημάτων με, καὶ λογισμῶν ἀτόπων, ῥῦσαι καὶ σῶσόν με.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἀθλητὴς θεόσοφος, καὶ στρατιώτης γενναῖος, Μιχαὴλ μακάριε, Χριστοῦ ἀθλήσας ἐδείχθης· πᾶσαν γάρ, καταπατήσας ἐχθροῦ μανίαν, ἤνεγκας, τὸν ἐν πυρὶ θάνατον χαίρων, καὶ ὡς θεῖον ἱερεῖον, Χριστῷ προσήχθης, τῷ σὲ δοξάσαντι.
Ὁ Οἶκος.
Ταῖς ὁδοῖς τοῦ Χριστοῦ πορευόμενος, μαρτυρίου ὑπῆλθες τὸ στάδιον, ἀπαρνησάμενος σαυτόν, καὶ ἅπαντα καταλιπών, τὰ γεηρὰ οἷα φθαρτά, τῷ ἔρωτι Κυρίου. Σὺ γὰρ φρονήσει ἱερᾷ κοσμούμενος, Κυρίῳ ἐστρατεύθης, καὶ τῶν πάλαι Μαρτύρων ζηλωτὴς καὶ ὁμότροπος ὤφθης, ἀνενδότῳ καρδίᾳ, καὶ τελειοτάτῃ ψυχῇ. Καὶ ἐν σοφίᾳ λόγων, τὸ μυστήριον τῆς εὐσεβείας κηρύξας, καὶ τὸν Χριστὸν ἐναντίον ἐχθρῶν δυσμενῶν δοξάσας, πρὸς Αὐτὸν νικηφόρος ἀνέδραμες, Μιχαὴλ ἀξιοθαύμαστε. Τοῦ γὰρ πυρὸς τὴν κατάφλεξιν, ὡς ἄλλου πάσχοντος ὑπέμεινας, καὶ ὡς θεῖον ἱερεῖον, Χριστῷ προσήχθης, τῷ σὲ δοξάσαντι.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μαυρουδής, ἐκ Γρανίτσης Εὐρυτανίας, ἐν Θεσσαλονίκη, ἐν ἔτει 1544, πυρὶ τελειοῦται
Οὐ Μάρτυς ἁπλοῦς ἀλλὰ καὶ θείων λόγων,
ῥήτωρ ἐδείχθης ὦ Μιχαὴλ παμμάκαρ.
Μιχαὴλ δεκάτῃ πυρὶ λάβρῳ φλεγένουσι δυσσεβεῖς.
Οὗτος ἦν τὸν 16ον αἰῶνα, καταγόμενος ἔκ τινος χωρίου τῆς Εὐρυτανίας, Γρανίτσα καλουμένου, ἐν τῇ τῶν Ἀγράφων περιοχῇ. Μετοικήσας ἐν Θεσσαλονίκῃ, τὸ τοῦ ἀρτοποιοῦ ἐπάγγελμα μετήρχετο, ζῶν ἐν πάσῃ εὐσεβείᾳ, καὶ ἀμέμπτως πορευόμενος ἐν τοῖς δικαιώμασι Κυρίου. Φθονηθεὶς ὑπὸ τῶν Ἀγαρηνῶν, ἐβιάσθη πρὸς ἐξόμοσιν τοῦ σωτηρίου τοῦ Κυρίου ὀνόματος· ἀλλὰ ἀτρέπτῳ παῤῥησίᾳ, καὶ θαυμαστῇ, ὡς ἀληθῶς, ὁμολογίᾳ, ἐν τῇ δοθείσῃ αὐτῷ ἄνωθεν σοφίᾳ, ἀνεκήρυξε τὸ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ τὴν προαιώνιον τοῦ Σωτῆρος Θεότητα, καὶ τὴν ἐπ’ ἐσχάτων ὑπὲρ ἡμῶν ἀπόῤῥητον αὐτοῦ κένωσιν, καταπλήξας καὶ καταισχύνας τῶν ἀντικειμένων τὰς τάξεις. Ποικιλοτρόπως δὲ αἰκισθείς, καὶ φρουρᾷ καθειρχθείς, ὑπέστη ἀγαλλόμενος τὸν διὰ πυρὸς θάνατον ἐν ἔτει 1544ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ· Ἀνεκτοῦ, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος
Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας
Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ' αἱμάτων πλύνῃ.
Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,
Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.
Ὁρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει,
Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.
Οὗτοι ὑπῆρχον ἐκ Κορίνθου, κατὰ τοὺς καιροὺς Δεκίου καὶ Οὐαλεριανοῦ, Ἰάσωνος τῆς Ἑλλάδος ἡγεμονεύοντος. Ὁ δὲ Ἅγιος Κοδράτος, κομιδῇ νήπιος καταλειφθείς, τῆς μητρὸς αὐτοῦ τελευτησάσης, παραδόξως ἐτρέφετο, νέφους ἐπ’ ἀυτὸν ἐρχομένου, καὶ χορηγοῦντος τὴν τροφήν. Ἤδη δὲ καὶ ἐν νεανίσκοις τελῶν, συνήθεις αὐτῷ οἱ εἰρημένοι γεγόνασιν Ἅγιοι, ἄλλος ἀλλαχόθεν ὁρμώμενος. Μεθ’ ὧν συνελήφθη διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, καὶ τυφθεὶς σφοδρῶς, εἶτα σὺν αὐτοῖς ἀπετμήθη τὴν κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἀναστασίας τῆς Πατρικίας
Ἡ Πατρικία πάντα λιποῦσα τάδε,
Πάντων κατέστη κυρία ἐν τῷ πόλῳ.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαρκιανός, ξύλοις θλασθείς, τελειοῦται.
Ἐθαύμασαν βροτοὶ σε θλασθέντα ξύλοις,
Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Ἀγάθωνος, τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ τοῦ Ἁγ. Συμεών, ἐν τῷ Χαλεπίῳ τῆς Συρίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Ἰωάννου τοῦ Γεωργιανοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν
Λαμπρυνόμενος φωτὶ τῆς θείας πίστεως οὐδόλως ἔπτηξας τῆς φθειρομένης φλογός, τὴν θέαν τὴν βρέμουσαν, Μιχαὴλ ἔνδοξε· ἀλλ’ ἐκραύγαζες, ἐν τῷ πυρὶ φλεγόμενος· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὅλος ἔνθεος ὡράθης καὶ θεόληπτος ἑστὼς πρὸ βήματος τυραννικοῦ Μιχαήλ, καὶ γλώσσῃ ἐκραύγαζες, ἐν θεοῤῥήμονι· μόνος Κύριος, Χριστός ἐστιν ὦ ἄνομοι, καὶ Θεὸς πάντων τῶν ὄντων.
Ἱλαρώτατος καὶ πλήρης δόξης κρείττονος ὑπῆλθες Ἅγιε τὴν ἀναφθεῖσαν πυράν, ἐν ᾗ συμφλεγόμενος, τὴν πλάνην ἔφλεξας, καὶ ἀνέδραμες, πρὸς δόξαν τὴν οὐράνιον, Μιχαὴλ τροπαιοφόρος.
Θεοτοκίον.
Σεσωμάτωται ἐκ τῶν ἁγνῶν αἱμάτων Σου ὁ ὑπερούσιος καὶ σὰρξ ὡράθη ἁγνή, καὶ κόσμον διέσωσε, τῆς πάλαι πτώσεως· διὸ πάντες Σε, ὑμνοῦμεν ἀειπάρθενε, ὡς ἀρχὴν τῆς σωτηρίας.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Γνώσει θεϊκῇ λελαμπρυσμένος, καὶ ἤθεσιν ἐναρέτοις σεμνυνόμενος, Μάρτυς ἀπαράγραπτος, ὤφθης τοῦ Παντάνακτος, ἐν τοῖς ἐσχάτοις ἔτεσιν, ἀθλήσας ἔνδοξε· διὸ μαρτυρικῆς εὐκληρίας, μέτοχος ἐδείχθης, σὺν Μάρτυσιν Ἁγίοις.
Ἔχει σε Γρανίτσα ἡ πατρίς σου, προστάτην καὶ ἀρωγὸν καὶ ἀντιλήπτορα, ἣν ἀπαύστως φύλαττε, πάσης περιστάσεως, χαρμονικῶς τὴν μνήμην σου, πανηγυρίζουσαν, θεόφρον Μιχαὴλ Νεομάρτυς, καὶ δοξολογοῦσαν, Χριστὸν τὸν Ἀθλοθέτην.
Ῥήσεων τῶν σῶν μὴ ἐνεγκόντες, τὴν δύναμιν Μιχαὴλ οἱ ματαιόφρονες, μάστιξιν ᾐκίζοντο, καὶ εἱρκταῖς τὸ σῶμά σου, καὶ λάβρῳ τοῦτο ἔφλεξαν, πυρὶ μακάριε, οἱ μέτοχοι πυρὸς αἰωνίου, σὺ δὲ λαμπροφόρος, πρὸς δόξαν ἤρθης θείαν.
Θεοτοκίον.
Ἄνωθέν μοι δύναμιν παράσχου, Παρθένε ὡς συμπαθείας μὲν πέλαγος, τοῦ πατεῖν τὴν δύναμιν, πᾶσαν τοῦ ἀλάστορος, καὶ ἐν ἰσχύϊ ἄχραντε, θείᾳ ὁδεύειν καλῶς, τῶν ἐντολῶν τῶν θείων τὴν  τρίβον, τὴν καθοδηγοῦσαν, ζωὴν πρὸς αἰωνίαν.



ᾨδὴ θ’. Ἅπας γηγενής.
Στόματι λάμπρῷ, Χριστὸν ὡμολόγησας Θεὸν καὶ ἄνθρωπον, πάντα μὲν τὸ πρότερον, ἐκ τοῦ μὴ ὄντος καθυποστήσαντα, εἶτα σαρκὸς γενόμενον δι’ ἀγαθότητα, Νεομάρτυς, Μιχαὴλ πανεύφημε, ὑπὲρ Οὗ καὶ ἀνδρείως ἐνήθλησας.
Ἵνα τοῦ φωτός, τῆς ἄνω λαμπρότητος τύχῃς μακάριε, τὸν ἐν πυρὶ θάνατον, ἀνδρειοτάτως Μάρτυς ὑπέμεινας, καὶ χαίρων πρὸς ἀθάνατον ζωὴν ἀνέδραμες, ἐν μεθέξει, Μιχαὴλ θεούμενος, καὶ ἡμῖν τὸν Χριστὸν ἱλεούμενος.
Μόνον τὸν Χριστόν, ἐκ βρέφους ἐπόθησας νοΐ θεόφρονι· ὅθεν καὶ τοῖς ἴχνεσι, τούτου ἐνθέως ἐπηκολούθησας, καὶ μαρτυρίου σκάμμασιν Αὐτὸν ἐδόξασας· διὰ τοῦτο, αἰωνίου δόξης σε, Μιχαὴλ κληρονόμον εἰργάσατο.
Ὁ νεοφανής, ὁπλίτης καὶ ἔνδοξος τοῦ Παντοκράτορος, Μιχαὴλ μακάριε, ἐκ τῶν παγίδων τοῦ κοσμοκράτορος, τὸν νοῦν μου ἐλευθέρωσον καὶ δέξαι δέομαι, τὸν παρόντα, ὕμνον μου καὶ δίδου μοι, ταῖς λιταῖς σου πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, τὸν νοῦν παναμώμητε πρὸς πόθον κρείττονα, ἐκ τῆς ματαιότητος, τῶν χαμαιζήλων καὶ τῆς κακώσεως, παθῶν τοῦ πολεμήτορος ἡ ἀνυψώσασα, τῷ ὑψίστῳ, Τόκῳ Σου τὴν ἔκπτωτον, τοῦ Ἀδὰμ πάλαι φύσιν δι’ ἔλεος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Σοφίαν τὴν τοῦ Πνεύματος, ἐν τῇ ἀνοίξει εἵλκυσας, τοῦ στόματός σου κηρύττων, τὴν Παναγίαν Τριάδα, δι’ ἧς ἀφώνους ἔδειξας, καὶ ἐνεοὺς τοὺς ἄφρονας, καὶ καρτερῶς ἠγώνισαι, ὑπὲρ τῆς δόξης Κυρίου, ὦ Μιχαὴλ Νεομάρτυς.
Θεοτοκίον.
Σαρκὸς ἐν ὁμοιώματι, τὸν πάντων Βασιλεύοντα, ἀποτεκοῦσα Παρθένε, τὴν τῶν ἀνθρώπων οὐσίαν, τῆς πάλαι κατακρίσεως, ἀπήλλαξας καὶ ὕψωσας, πρὸς τὴν ἀρχαίαν εὔκλειαν, τῇ Σῇ ἀφράστῳ κυήσει· διό Σε δοξολογοῦμεν.










Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἀγγελώνυμον πάντες Κυρίου Μάρτυρα, τὸν ἐν σοφίᾳ θείᾳ, ἐν πολλῇ παῤῥησίᾳ, κηρύξαντα τὸ ὄνομα τοῦ Χριστοῦ, Μιχαὴλ εὐφημήσωμεν· ἀθλητικῶς γὰρ καθεῖλε τῶν δυσμενῶν, τὴν ἰσχὺν ψυχῆς στεῤῥότητι.

Τῆς σῆς ἀθλήσεως Μάρτυς τοὺς πόνους μέλπομεν, δι’ ὧν ὡς ἑωσφόρος, νοητὸς ἀνατείλας, πᾶσαν καταυγάζεις τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ἐν Πνεύματι· σὺ γὰρ ἀθλήσας εὐφραίνεις ὦ Μιχαήλ, εὐσεβούντων τὰ πληρώματα.

Ὡς ὁλοκάρπωμα θεῖον καὶ προσφορὰ λογική, διὰ πυρὸς τελέσας, Μιχαὴλ τοὺς ἀγῶνας, Κυρίῳ προσηνέχθης καὶ τῆς Αὐτοῦ, ἠξιώθης λαμπρότητος· ἀλλὰ πρεσβείαις σου ῥύου καὶ τῶν παθῶν, ἀμαυρώσεως δεόμεθα.

Τὸν μιμητὴν τῶν Μαρτύρων καὶ ἰσοστάσιον, τῆς τούτων εὐκληρίας, καὶ στεφάνων τῆς δόξης, τὸ βλάστημα Γρανίτσης καὶ πρὸς Θεόν, πρεσβευτὴν ἑτοιμότατον, ἀνευφημήσωμεν ἅπαντες Μιχαήλ, Ἐκκλησίας τὸ ἑδραίωμα.

Δόξα. Ἦχος πλ. α΄.
Τῇ μαρτυρικῇ σου ἐνστάσει, τῆς ἀσεβείας τεταπείνωται ἡ ἰσχύς, καὶ εὐσεβῶν τὸ κέρας ὑψώθη, Μιχαὴλ ἀξιοθαύμαστε. Σὺ γὰρ προθύμῳ καρδίᾳ, πρὸς ἀθλητικοὺς ἐχώρησας ἀγῶνας, Χριστὸν ἐνδεδυμένος, καὶ νίκην ἧρας περιφανῇ, κατὰ τῶν ἀντικειμένων, ὑπερφρονήσας πάντων τῶν γεηρῶν. Καὶ δι’ ἐνύλου πυρός, τῷ ἀΰλῳ διαβὰς φωτί, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύεις, ἑνώσει θείᾳ θεούμενος. Ἀλλ’ ὦ Μαρτύρων ἀξιάγαστε, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ Γρανίτσης θεῖος βλαστός, ὁ Χριστὸν δοξάσας, δι’ ἀθλήσεως θαυμαστῆς· χαίροις ὁ Κυρίῳ, προσενεχθεὶς ὡς θῦμα, ὦ Μιχαὴλ ἐνέγκας, πυρὸς τὴν ἔκκαυσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου