Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 11. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΦΕΙΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΑ΄!!
ΖΑΦΕΙΡΙΟΣ ΝΕΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου μοναχοῦ Σιμωνοπετρίτου,· )

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς ἐν Χριστῷ εὐσεβείας Μάρτυς Ζαφείριε, ἀκλόνητος ἐδείχθης, καὶ στεῤῥὸς θεολόγος, αἰσχύνας θεοσόφως τοὺς ἀσεβεῖς, τοὺς μεγάλως βιάζοντας, σὲ ἐξομόσαι καὶ Ἄγαρ σκοτοειδοῦς, λατρευτὴν πιστὸν γενέσθαι σε.

Ὀρθοδοξίας τὸ γάλα πιὼν μακάριε, καὶ ἐν τῷ Ὄρει Ἄθω, διδαχθεὶς τὰ πρακτέα, οὐδόλως ἐσαλεύθης ἐξ ἀπειλῶν, καὶ πολλῶν ὑποσχέσεων, ἐκ τῶν θελόντων ἑλκῦσαί σε δυσσεβῶς, πρὸς Μωάμεθ τὴν ἀπώλειαν.

Οὔτε νεότητος κάλλη οὐδὲ προσπάθεια, πρὸς ἡδονὰς τοῦ βίου, Νεομάρτυς Κυρίου, ἐξίσχυσαν πλανῆσαι καὶ εἰς βυθόν, ἀσεβείας κατάξαι σε, ἀλλ’ ὡς ἀφροὶ διελύθησαν ἀσεβῶν, αἱ παγίδες καὶ τὰ ἔνεδρα.

Τῆς παρανοίας Μωάμεθ πλάνην ἐξήλεγξας, ἐνώπιον τυράννων, τοῦ Σταυροῦ τῇ δυνάμει, Ζαφείριε τρισμάκαρ καὶ τοῦ Χριστοῦ, εὐθαρσῶς τὴν θεότητα, ὁμολογήσας ἐτμήθης τὴν κεφαλήν, εἰληφὼς στέφος τὸ ἄφθαρτον.

Ἡμισελήνου τὸ σκότος Μάρτυς διέφυγες, υἱὸς φωτὸς ὑπάρχων, ἐξ αὐτῶν τῶν σπαργάνων, Ζαφείριε θεόφρον μόνος φανείς, τοῦ Κυρίου ὑπέρμαχος, ἐξ ὁμηλίκων τὴν πίστιν δυναστικῶς, ἀρνηθέντων φεῦ! σωτήριον.

Τῶν Ἀθλητῶν τοῦ Δεσπότου χοροὺς κατηύφρανας, Ζαφείριε τελέσας, ἀνδρικῶς τὸν ἀγῶνα, εἰς ὃν ἐνέβαλέ σε ὁ τῶν ψυχῶν, προκαλῶν τὴν ἀπώλειαν, μεγαλοφώνως κηρύξας τοῦ Ἰησοῦ, πρὸ τυράννων τὴν θεότητα.

Δόξα. Ἦχος πλ. β΄.
Ὀρθοδοξίας τοῖς δόγμασιν ἐκ βρέφους συντραφείς, καὶ τὴν εὐσέβειαν ἐν τῷ Ἄθωνι εὐλαβῶς ἐνδυναμώσας, οὐκ ἐδειλίασας μεγαλοφώνως κηρύξαι Χριστοῦ τὴν θεότητα, πρὸ τῶν ἀθέων Ἀγαρηνῶν· ὅθεν τοῦ ψευδοπροφήτου τὴν πλάνην ἀνδρείως ἀπελέγξας, καὶ τῶν ὑπεσχημένων σοι ἀπολαύσεων γενναιοφρόνως καταφρονήσας, τὸ ἄφθαρτον στέφος ἀπείληφας τῶν Μαρτύρων, Ζαφείριε θεομακάριστε· ὅθεν τῷ Κυρίῳ διὰ παντὸς παριστάμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει τελούντων, τὴν ψυχοχαρμόσυνον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Υἱὸς φωτὸς καὶ ἡμέρας ὑπάρχων, Ζαφείριε χριστόψυχε, τὸ σκότος διέλυσας τῆς Ἄγαρ, καὶ μὴ δειλιάσας τῶν τυράννων τὰς βασάνους, οὐδὲ ταῖς αὐτῶν ψυχοφθόροις κολακείαις ὑπαχθείς, γενναίως τοῦ Κυρίου τὴν θεότητα ὡμολόγησας, καὶ ὡς ἀμνὸς ἐθελουσίως τεθανάτωσαι. Διὸ σὺν τῷ χορῷ τῶν ἐνδόξων Νεομαρτύρων ἐπαξίως συνταχθείς, πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῇ γονικῇ εὐσεβείᾳ ἐῤῥιζωμένος, ταύτην κατεπότισας φιλοθέως, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος μάκαρ Ζαφείριε. Ὅθεν ἐν καιρῷ τῷ δέοντι πρὸ τῶν ἀθέων τυράννων, ὡμολόγησας μεγαλοφώνως, τοῦ Κυρίου Ἰησοῦ τὴν θεότητα, καὶ μυκτηρίσας τὴν πλάνην τοῦ ψευδοπροφήτου, θύμα γέγονας τῆς Ὀρθοδοξίας. Διὸ δώρησαι καὶ ἡμῖν, εὐλαβῶς πολιτεύεσθαι, καὶ μὴ ὑπείκειν τοῦ πειρασμοῦ ταῖς ψυχοφθόροις ὑποσχέσεσι.

Ἦχος γ΄.
Τοῦ σταυροῦ ἀγαπήσας τὴν μαρτυρικὴν ὁδόν, συνόμιλος γέγονας Ζαφείριε, τῶν προτέρων τοῦ Χριστοῦ Μαρτύρων. Τῆς ἀληθείας γὰρ τὸ φῶς ἔχων ἐν τῇ καρδίᾳ σου ἄσβεστον, ἀνδρικῶς ἠρνήσω τῶν Ἀγαρηνῶν τὰς θωπείας. Διὸ ὡς πρόβατον ἄκακον παραδοθεὶς ταῖς βασάνοις, ἄφθαρτον εἴληφας τὸν στέφανον τῆς ὁμολογίας, καὶ πρεσβεύεις διηνεκῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει τιμώντων σε.

Ἦχος δ΄.
Νεανικὴν ἔχων τὴν ἡλικίαν, γεροντικὴν ἐπλούτεις τὴν σύνεσιν, προκρίνας θεοσόφως τῶν προσκαίρων τὰ μένοντα αἰωνίως. Διὸ πᾶσαν ἡδυπάθειαν τῆς σκοτομόρφου Ἄγαρ ἀρνησάμενος, τοῦ μαρτυρίου ἐβάδισας τὸν δρόμον γενναιοφρόνως, Ζαφείριε ἀξιοθαύμαστε, Χριστὸν ὁμολογήσας τέλειον Θεὸν καὶ ἄνθρωπον, Ὃν καθικέτευε Νεομάρτυς, ὑπὲρ τῶν χαρμοσύνως καταγεραιρόντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Τοῦ νοητοῦ ἡλίου τῷ φωτὶ περιλαμπόμενος, τῆς ἐλλιποφώτου ἡμισελήνου τὴν σκοτώδη πλάνην ἀπεστράφης, καταμυκτηρίσας θεοσόφως τῶν Ἀγαρηνῶν τὴν ἀσέβεια. Διὸ Χριστῷ ὡλοκαυτώθης Ζαφείριε, ὡς σφάγιον θεόδεκτον καὶ ἄμωμον, καὶ ἀπολαύεις ἀλήκτως, τοῦ φωτομόρφου Προσώπου τοῦ Δεσπότου, Ὃν καθικέτευε Νεομάρτυς γενναιόψυχε, καὶ ἡμῖν δωρήσασθαι, τοῦ φωτὸς Αὐτοῦ μικράν τινα ἀπόμοιραν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Βασιλείας Χριστοῦ, ἔνδοξε σάπφειρε Ζαφείριε πάμφωτε, ὁ Ἄγαρ σκοτώδη πλάνην, ὁμολογίᾳ στεῤῥᾷ, διαλύσας ὥσπερ τι νεφύδριον· τὴν πίστιν ὀρθόδοξον, ἔχων ὅπλον ἀήττητον, ψευδοπροφήτου, τὰ μυθώδη ληρήματα, γενναιότατα, πρὸ τυράννων ἀνέτρεψας· ὅθεν τῷ μαρτυρίῳ σου, μεγάλως ἐδόξασας, τὸν ἐν σταυρῷ ὑψωθέντα, φιλανθρωπότατον Κύριον, Ὃν θείαις πρεσβείαις, καθικέτευε δοθῆναι ἡμῖν τὸ ἔλεος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὦ Νεομάρτυς Χριστοῦ, ὁ νέοις χρόνοις ἰσοστάσιος Μάρτυσιν, ἀρχαίος φανεὶς καὶ τούτων, ἐκμιμηθεὶς τὴν ὁρμήν, κατὰ διαβόλου τοῦ ἀλάστορος, Ζαφείριε ἔνδοξε, Ἀθλητὰ γενναιότατα, ὁ τοῦ Κυρίου, ἀνδρικῶς τὴν θεότητα, καὶ τὴν σάρκωσιν, τὴν Αὐτοῦ θείοις λόγοις σου, πρὸ τῶν ὑποβαλόντων σε, βασάνοις ὠμότατα, ὁμολογήσας καὶ πλάνην, καταφρονήσας τὴν ἄθεον, πλουτῶν θείαν χάριν, Παρακλήτου ἐν ψυχῇ σου, κατασκηνώσαντος.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Χαίροις, ὁ δι’ ἀγάπην Χριστοῦ, ὑπεφρονήσας θαυμαστῶς τῆς νεότητος, καὶ πάντα τερπνὰ τοῦ βίου, ὥσπερ μὴ ὄντα λιπών, καὶ ζωῆς μελλούσης θεῖα θέλγητρα, ὁρῶν ἐν καρδίᾳ σου, καρτερῶς πρὸς μαρτύριον, πίστει χωρήσας, Νεομάρτυς Ζαφείριε, καὶ κατήσχυνας, τὸν τῆς πλάνης γεννήτορα· ὅθεν τὴν σὴν πανήγυριν, τελοῦντες εὐφρόσυνον, αἶνον χαρᾶς τῷ Κυρίῳ, πλήθη πιστῶν ἀναμέλπομεν, αἰτοῦντες δοθῆναι, καὶ ἡμῖν ταῖς σαῖς πρεσβείαις, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ παμφώτου ἡλίου Χριστοῦ, τὰς ἐλλάμψεις νηπιόθεν δεξάμενος Ζαφείριε, τὴν ἐρεβώδη πλάνην τῶν Ἀγαρηνῶν ἐμυκτήρισας, ὁμολογίας τε καὶ μαρτυρίου τὸ στέφος, ἐκ πολλῶν ὁμηλίκων σὺ μόνος ἀξιωθείς· ὅθεν τῆς ἀσαλεύτου Βασιλείας τοῦ Θεοῦ πολίτης γενόμενος, καὶ τὸ ὑπέρκαλλον κάλλος τοῦ Δεσπότου διηνεκῶς καθορῶν, πρέσβευε καὶ ὑπὲρ ἡμῶν δεόμεθα, Νεομάρτυς ὡς φιλάδελφος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν τῇ πίστεως πέτρᾳ ἑδρασθεὶς γενναιότατα, πλάνην ἐμυκτήρισας Ἄγαρ, Νεομάρτυς Ζαφείριε· νεότητος τὸ ἄνθος παριδών, τὸ αἷμά σου προσήνεγκας Θεῷ· ὅθεν στέφει ἐκοσμήθης ἐν οὐρανοῖς, ὡς Ἀθλητὴς χριστόψυχος. Δόξα τῷ σὲ καλέσαντι Θεῷ, δόξα τῷ σὲ δυναμώσαντι, δόξα τῷ δεδωκότι σε ἡμῖν, μεσίτην ἀκαταίσχυντον.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν πάγχρυσον σειράν, τῶν Ἁγίων Μαρτύρων, ἐστόλισας φαιδρῶς, τῇ σεπτῇ σου ἀθλήσει, Ζαφείριε χριστόψυχε, διελέγξας σοφώτατα, πλάνην ἄθεον, ψευδοπροφήτου Μωάμεθ, καὶ θεότητα, ἀνακηρύξας Κυρίου, τοῦ πλάσαντος τὰ σύμπαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν πίστιν ἐκράτησας Ὀρθοδοξίας στεῤῥῶς, γενναίως ἀπέῤῥιψας, τῶν ἀσεβῶν τὰς τιμάς, Ζαφείριε ἔνδοξε· τρέχων δὲ πρὸς τὸ στέφος, τοῦ σεπτοῦ μαρτυρίου, εἴληφας τοῦτο τέλος, ἐκτμηθείς σου τὴν κάραν, πρεσβεύων τῷ Δεσπότῃ Χριστῷ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ παναμώμητε καὶ ἀπειρόγαμε, ἡ μόνη τὸν ἄχρονον, Υἱὸν καὶ Λόγον Θεοῦ, ἐν χρόνῳ κυήσασα, τοῦτον σὺν τοῖς Ἁγίοις, καὶ σεπτοῖς Πατριάρχαις, Μάρτυσι καὶ Ὁσίοις, καὶ Προφήταις δυσώπει, δωρήσασθαι ἡμῖν ἱλασμόν, καὶ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοῦ Δεσπότου βαδίσας ὁδὸν σταυροῦ, ὥσπερ ἔλαφος ἔδραμες πρὸς πηγάς, παμμάκαρ Ζαφείριε, παριδὼν τῆς νεότητος, καὶ αἰσθήσεων κάλλος, τῷ χρόνῳ φθειρόμενον, ἵνα τύχῃς Μαρτύρων, τὸ κλέος τὸ ἄφθιτον· ὅθεν διελέγξας, τὴν ἀσέβειαν Ἄγαρ, Τριάδος ἐκήρυξας, ἀνδρικῶς τὴν θεότητα· διὸ θάνατον εἴληφας, καὶ νῦν συμβασιλεύων Χριστῷ, τῶν πταισμάτων αἴτησαι τὴν ἄφεσιν, τῶν ἀνυμνούντων ἐκ πόθου, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλεήμονα Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς Σὲ καταφεύγοντας, πειρασμῶν καὶ νόσων καὶ πάσης κακώσεως, καὶ αἰωνιζούσης, φλογὸς ἐλευθέρωσον, ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν Σου, τὸν πλοῦτον δοξάζομεν, καὶ τὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν Σοι πάντοτε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσι ἀξίως, τὸν τόκον Σου ἄχραντε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς εὐσεβείας τὸν πλοῦτον μὴ ἀρνησάμενος, τῆς δυσσεβείας τὸ σκότος διήλεγξας, Ζαφείριε μακάριε· ὅθεν Ἀγαρηνῶν τὰς ὑποσχέσεις βδελυξάμενος, καὶ πάντων καταφρονήσας τῶν ἡδέων τοῦ βίου, σταυρὸν τοῦ μαρτυρίου ἀνδρειοφρόνως προετίμησας· διὸ σὺν τῷ χορῷ τῶν Νεομαρτύρων παριστάμενος, μνήσθητι τῶν τιμώντων, τὴν πανέορτον μνήμην σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: ᾌσω σε, Ζαφείριε, σάπφειρον τοῦ Κυρίου. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
ᾈσμάτων τῇ σάλπιγγι, ἀνακηρύττομεν σήμερον, Ζαφείριε ἔνδοξε, σὴν θείαν ἄθλησιν, ἣν ἐτέλεσας, νεότητος ἐν ἄνθει, τῆς Ἄγαρ δυσσέβειαν, ἐλέγξας ἄριστα.
Σὺ μόνος διέμεινας, ἐξ ὁμηλίκων ἀκλόνητος, τὴν πίστιν Ζαφείριε, καὶ οὐκ ἐξώμοσας, ὅτε βάρβαροι, ἠπείλων σε βασάνοις, καὶ στέφος ἀπείληφας, τῆς μαρτυρίας σου.
Ὡραῖος τῷ σώματι, τὴν δὲ ψυχὴν ὡραιότερος, ἐφάνης Ζαφείριε, Ὀρθοδοξίαν στεῤῥῶς, καὶ τὴν σάρκωσιν, κηρύξας τοῦ Δεσπότου, Μωάμεθ μυθεύματα, δείξας ψυχώλεθρα.
Θεοτοκίον.
Σοῦ Ὄρος Ζαφείριος, Μῆτερ τὸ Ἅγιον ᾤκησεν, ἐν ᾧ τὴν σωτήριον, πίστιν ἐπηύξησεν, καὶ ἐκήρυξεν, ταύτην πρὸ ἀσεβούντων, Υἱοῦ Σου γενόμενος, Μάρτυς θεόστεπτος.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐν βάθει καρδίας σου φυλάξας, τὴν πίστιν ὡς μέγαν θησαυρόν, οὐδόλως ἐδειλίασας, Ζαφείριε μαρτύρια, ἀλλὰ προθύμως ἔδραμες, ἀποτμηθεὶς θείαν κάραν σου.
Ζωῆς τῆς παρούσης ἀπολαύσεις, καὶ πᾶσαν τρυφὴν καὶ ἡδονήν, Ζαφείριε παρέβλεψας, καὶ μόνον ἐπεπόθησας, τὴν τοῦ Κυρίου ἕνωσιν, τυθεὶς ὡς πρόβατον ἄμωμον.
Ἀνδρείως μισήσας τῶν τυράννων, τρυφὰς καὶ ἀπόλαυσιν σαρκός, εὗρες τὴν ἐπουράνιον, καὶ ἄληκτον ἀπόλαυσιν, ἔνθα πάντες οἱ Ἅγιοι, κατασκηνοῦσι Ζαφείριε.
Θεοτοκίον.
Φωτός με Δεσπότου κληρονόμον, πανάμωμε δεῖξον καὶ υἱόν, ἡμέρας ταῖς πρεσβείαις Σου, ὅτι ὅλος τετύφλωμαι, καὶ οὐχ ὁρῶ τὸν Κύριον, τὸν ποθητὸν καὶ ἐράσμιον.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀρχαίων Μαρτύρων ζῆλον τὸν ἔνθεον, μιμηθεὶς εὗρες δόξαν τούτων ἰσότιμον, ὑπομείνας καρτερῶς ἅπασαν βάσανον, καὶ ἐλέγξας ἀνδρικῶς, πλάνην Ἄγαρ σκοτεινήν· διὸ τμηθείς σου τὴν κάραν, συμβασιλεύεις Κυρίῳ, δι’ Ὃν ἠγώνισαι Ζαφείριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.











ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἔχων δυναμοῦσάν σε μυστικῶς, τὴν τοῦ Παρακλήτου ἐνίσχυσιν, ὡς θεολόγος, ἀνεκήρυξας Χριστόν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τέλειον κατ’ ἄμφω Ζαφείριε.
Ἴχνεσιν ἑπόμενος παλαιῶν, τῶν Χριστοῦ Μαρτύρων Ζαφείριε, οὐκ ἐξηρνήσω, τὴν ἀλήθειαν Αὐτοῦ, ἀλλὰ στεῤῥῶς ἐβάδισας, πρὸς ἀθλητικὰ ἀγωνίσματα.
Ῥήτωρ ἀνεδείχθης νικητικός, καὶ παρ’ ἡλικίαν θαυμάσιος, πλάνην τῆς Ἄγαρ, διελέγξας ἀνδρικῶς, Ζαφείριε καὶ εἴληφας, στέφος ἐκ Κυρίου ἀμάραντον.
Θεοτοκίον.
Ἴασαί μου τραύματα τῆς ψυχῆς, ἅπερ Παναγία ὁ ἄθλιος, ἀπροσεξίᾳ, προεξένησα καὶ νῦν, πρὸς θάνατον αἰώνιον, ἕλκουσι καὶ κόλασιν ἄμετρον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐλεύθερον ἔχων σου, τὸ φρόνημα Ζαφείριε, οὐ ταῖς κολακείαις ὑπετάγης, δι’ ὧν τὰ τέκνα, τῆς Ἄγαρ ᾤοντο, φέρειν εἰς τὸ φρόνημα αὐτῶν, ἀλλὰ κατῃσχύνθησαν, σὲ εὑρόντες στερέμνιον.
Σταυρὸν ἐπεπόθησας, Χριστοῦ ᾆραι Ζαφείριε· ὅθεν ὥσπερ ἔλαφος πρὸς ὕδωρ, ἔδραμες πάντα, ὑπεριδὼν τὰ φθαρτά, καὶ θεολογήσας ἀνδρικῶς, ἀσεβῶν ἐφίμωσας, τὰ ἀπύλωτα στόματα.
Ἀγάπῃ πυρούμενος, τοῦ Ἰησοῦ Ζαφείριε, ἔκραζες ὡς Παῦλος πρὸς Ῥωμαίους· οὐδὲν ἰσχύσει, τοῦ ἀποσπάσαι με, ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον αὔξησιν, προκαλέσει σωτήριον.
Θεοτοκίον.
Παθῶν με ἐκύκλωσεν, ἡ ἄβυσσος Θεόνυμφε, καὶ καταβιβάσαι ἀπειλεῖ με, πρὸς ἀπωλείας, βάθος ἐξώτερον· ὅθεν δυσωπῶ Σε ἐκ ψυχῆς, πρόφθασον καὶ σῶσόν με, μητρικαῖς ἱκεσίαις Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Φωτὸς υἱὸς ὢν Ζαφείριε, τὸ σκότος ἀσεβείας διέλυσας, τῷ μαρτυρίῳ σου, λαμπροφανῶς τὴν θεότητα, κηρύξας τῆς Τριάδος, τῆς στηριξάσης σε.
Ἐν μέσῳ λύκων ὡς πρόβατον, εὑρέθης Νεομάρτυς Ζαφείριε, ἐκπιεζόντων σε, ἀπαρνηθῆναι τὸν Κύριον, ἀλλ’ ἕστης ὥσπερ πύργος, ἀκαταμάχητος.
Ἰδὼν ἐχθροῦ παγιδεύματα, διῆλθες ταῦτα Μάρτυς Ζαφείριε, Χριστοῦ τῇ χάριτι, μηδὲν παθὼν ἀλλὰ ἔμεινας, τῇ πίστει τῇ πατρώᾳ, ἣν ὡμολόγησας.
Θεοτοκίον.
Ῥητόρων πλάνης διέλυσε, φληνάφους ῥήσεις Κόρη Ζαφείριος, καὶ Σὲ ἐκήρυξε, Λόγου Θεοῦ τὴν γεννήτριαν, καὶ πρέσβειραν τοῦ κόσμου, τὴν ἀκαταίσχυντον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Στερωθεὶς ἐπὶ τῆς πίστεως πέτραν, παραμονῇ σου ἐν τῷ Ὄρει τοῦ Ἄθω, γενναίως ἐκαρτέρησας τυράννων ἀπειλάς, καὶ Μωάμεθ ἤλεγξας τὴν σκοτώδη θρησκείαν· ὅθεν ὥσπερ πρόβατον, καθαρὸν τοῦ Δεσπότου, ἐθυσιάσθης καὶ στεφανωθείς, ἐν Παραδείσῳ, εὐφραίνῃ Ζαφείριε.
Ὁ Οἶκος.
Οὐ πολυχρόνιόν ἐστι τίμιον ἅπαν γῆρας, ἀλλ’ ἡλικία στολισμὸν ἔχουσα σωφροσύνην· διὸ νεότητι σφυζούσῃ καὶ ἀκμάζων ἐν συνέσει, ὡς τῇ δυνάμει τοῦ σταυροῦ κραταιωθείς, καὶ Πνεύματι Ἁγίῳ φωτισθείς, θεολογούσῃ γλώσσῃ Ἰησοῦν τὸν Θεάνθρωπον, πρὸ τῶν ἀσεβῶν τρανῶς ἀνεκήρυξας, καὶ βδελυξάμενος αὐτῶν τὰς ὑποσχέσεις, διήλεγξας ἀνδρικῶς τὴν τῆς Ἄγαρ ψυχώλεθρον πλάνην· ὅθεν τὴν κάραν ἀποτμηθεὶς ὡς σφάγιον τίμιον Κυρίου, φιλομαρτύρων νῦν τοὺς χορούς, εὐφραίνεις Ζαφείριε.
Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Ζαφείριος, ἐν ἔτει 1821, ἐν Θεσσαλονίκῃ, τελειοῦται.
Χριστοῦ κηρύξας θεότητα γενναίως,
Μαρτύρων εὗρες Ζαφείριε, τὴν δόξα.
Πρώτῃ τε δεκάτῃ Ζαφείριος, Χριστῷ παρέστη.
Οὗτος, ἔφηβος ἔτι ὤν, καὶ ἐργαζόμενος ἐν Ἁγίῳ Ὄρει, κατὰ τὴν ἐπανάστασιν τοῦ 1821, συνελήφθη καὶ ἤχθη εἰς Θεσσαλονίκην μεθ’ ἑτέρων 69 συνομηλίκων. Ἐκεῖ, μετὰ βιαίους προπηλακισμοὺς καὶ ἀπειλάς, οἱ μὲν συνομήλικοι ἅπαντες ἐδέξαντο τὴν τοῦ Μωάμεθ ψευδοθρησκείαν περιτμηθέντες· μόνος δὲ ἀπομείνας ὁ Ἅγιος Ζαφείριος, τὸν Χριστὸν Θεάνθρωπον ὡμολόγησε καὶ μὴ δεξάμενος τὸν ἐξισλαμισμόν, μετὰ καὶ πλήθους Ἁγιορειτῶν Πατέρων, μαρτυρικῶς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν τελοῦμεν τῆς ἐν Ἁγίῳ Ὄρει, ἐν τοποθεσίᾳ τῇ καλουμένῃ ᾌδειν ἀγγελικῆς παρουσίας καὶ διδαχῆς τοῦ προϋμνίου· Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν τὴν Θεοτόκον, προτασσομένου τῆς ᾨδῆς· Τὴν τιμιωτέρα τῶν Χερουβίμ.
Ἄξιόν ἐστιν, Ἄγγελος ὑφηγεῖται,
Σεπτὴν Μητρόθεον Μαριὰμ μεγαλύνειν.
Εἰς τὴν πρωτεύουσαν τοῦ Ἁγιωνύμου Ὄρους τοῦ Ἄθωνος, τὰς Καρεάς, ἐν τῇ άριστερᾷ ὄχθῃ τοῦ κατιόντος χειμάρρου τοῦ Λιβαδογένη, κάτωθεν τῆς ῥωσσικῆς σκήτεως τοῦ Ἁγίου Ἀνδρέου, εἰς τὰ ὅρια τῆς Ι. Μ. Παντοκράτορος, εὑρίσκεται μεγάλος τις λάκκος, ὁ ὁποῖος ἔχει κελλία διάφορα. Εἰς ἕνα τῶν κελλίων τούτων ἐπ’ ὀνόματι τιμώμενον τῆς Κοιμήσεως τῆς Θεοτόκου, κατὰ τὸ ἔτος 982, κατῴκει γέρος τις ἱερομόναχος ἐνάρετος μετὰ τοῦ ὑποτακτικοῦ αὐτοῦ. Ἦτο δὲ συνήθεια τότε νὰ γίνεται ἀγρυπνία καθ’ ἑκάστην Κυριακὴν εἰς τὸν Ι. Ν. τοῦ Πρωτάτου. Κατὰ τὸ ἑσπέρας τοῦ Σαββάτου λοιπὸν τῆς 10ης Ἰουνίου, θέλοντας νὰ ὑπάγει ὁ προῤῥηθεὶς Γέρων εἰς τὴν ἀγρυπνίαν μόνος, λέγει τῷ μαθητῇ αὐτοῦ: Τέκνον, ἐγὼ μὲν ὑπάγω εἰς τὴν ἀγρυπνίαν ὡς συνήθως, σὺ δὲ μεῖνον εἰς τὸ κελλίον, καὶ ἀνάγνωσον ὡς δύνασαι τὴν ἀκολουθίαν σου. Καὶ οὕτως εἰπών, ἀπῆλθε. Παρελθούσης δὲ τῆς ἑσπέρας, ἰδού, κρούει τις τὴν θύραν τοῦ κελλίου· ὁ δὲ ὑποτακτικὸς τοῦ Γέροντος ἀνοίξας, εἶδεν ὅτι ἦτο ξένος τις μοναχός, ἄγνωστος εἰς αὐτόν· ὁ ὁποῖος εἰσελθὼν κατὰ τὴν αἴτησιν αὐτοῦ, ἔμεινεν τὴν νύκτα ἐκείνην εἰς τὸ κελλίον. Ἐν δὲ τῷ μεσονυκτίῳ ἀναστάντες, ἔψαλλον ὁμοῦ τὴν καθορισμένην ἀκολουθίαν· καὶ ὅταν ἔφθασαν εἰς τὴν Τιμιωτέραν, ὁ μὲν ὑποτακτικὸς ἔψαλλε μόνον· τὴν Τιμιωτέραν τῶν Χερουβίμ· καὶ καθ’ ἑξῆς ἕως τέλους, τὸν συνήθη δηλαδὴ παλαιὸν ὕμνον τοῦ Ἁγίου Κοσμᾶ τοῦ Ποιητοῦ· ὁ δὲ ξένος ἐκεῖνος μοναχός, σταθεὶς ἔμπροσθεν τῆς Ἱ. Εἰκόνος τῆς Θεοτόκου μετὰ περισσῆς εὐλαβείας καὶ φόβου, ἔκαμεν ἀρχὴν ἑτέραν τοῦ ὕμνου, ψάλλων μελιῤῥύτῳ φωνῇ οὕτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ὅθεν θαυμάζων ὁ ὑποτακτικός, λέγει τῷ φαινομένῳ ξένῳ: Ὁσιώτατε ἀδελφέ, ἡμεῖς μόνον τὴν τιμιωτέραν ψάλλομεν, τὸ δὲ Ἄξιόν ἐστιν οὐδέποτε ἠκούσαμεν, οὔτε ἡμεῖς, οὔτε οἱ πρότεροι ἡμῶν. Ἀλλὰ παρακαλῶ σε, ποίησον ἀγάπην καὶ γράψον καὶ εἰς ἐμὲ τὸν θαυμαστὸν τοῦτον ὕμνον, ὅπως καὶ ἐγὼ ψάλλω εἰς τὴν Θεοτόκον. Ὁ δὲ ἀποκριθείς: φέρε μοι, λέγει, μελάνι καὶ χαρτὶ διὰ νὰ τὸν γράψω. Οὗτος ἀντέφη: Δὲν ἔχω οὔτε μελάνι, οὔτε χαρτί. Φέρε μοι τότε μίαν πλάκα, εἶπεν ὁ ξένος. Δραμὼν λοιπόν, προσεκόμισεν πλάκα τινά, τὴν ὁποίαν προχείρως εὗρε. Λαβὼν οὖν ταύτην ὁ ξένος, ὦ τοῦ παραδόξου θαύματος! διὰ τοῦ δακτύλου αὐτοῦ, ἔγραψεν ἐπάνω αὐτῆς τὸν ῥηθέντα ὕμνον τοῦ Ἄξιόν ἐστιν. Τοσοῦτον δὲ βαθέως τὰ γράμματα ἐκεῖνα ἐχαράχθησαν ἐπάνω εἰς τὴν σκληρὰν πλάκα, ὥς αὕτη νὰ ἦτο πηλὸς ἁπαλώτατος: Λέγων δέ: Ἀπὸ σήμερον καὶ εἰς τὸ ἑξῆς, οὕτω νὰ ψάλλετε καὶ ἐσεῖς καὶ ἅπαντες οἱ Ὀρθόδοξοι τῇ Κυρίᾳ ἡμῶν Θεοτόκῳ. Καὶ ταῦτα εἰπών, ἔγινεν ἄφαντος. Ἐπιστρέψαντος τοῦ γέροντος ἐκ τῆς ἀγρυπνίας, πάντα ἀκούσας ὑπὸ τοῦ ὑποτακτικοῦ του, ἰδὼν δὲ καὶ τὸ ἱερὸν πλακίδιον, ἔμεινεν ἐκστατικὸς διὰ τὸ τοιοῦτον θαυμάσιον. Λαβόντες λοιπὸν ὁμοῦ Γέρων καὶ μαθητὴς τοῦτο, ἀπῆλθον εἰς τὸ Πρωτάτον. Ὁ δὲ πρῶτος τοῦ Ἁγίου Ὄρους καὶ οἱ λοιποὶ Γέροντες τῆς κοινῆς συνάξεως, ἀκούσαντες ὑπ’ αὐτῶν τὰ περὶ τοῦ γενομένου θαύματος, ἐθαύμασαν, ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Κυρίαν Θεοτόκον καὶ τὸν Ἀρχιστράτηγο Γαβριήλ. Εὐθὺς δὲ ἀπέστειλαν τὴν Ἀγγελοχάρακτον πλάκα εἰς Κωνσταντινούπολιν πρὸς τὸν Πατριάρχη καὶ τὸν Βασιλέα. Ἀπεφάσισαν δέ, ὅπως μεταθέσωσι τὴν ἱερὰν τῆς Θεοτόκου εἰκόνα, καὶ καταθέσωσιν αὐτὴν ἐντὸς τοῦ Ἁγίου Βήματος τοῦ Ι. Ν. τοῦ Πρωτάτου. Ἐνθρόνισαν δὲ αὐτὴν εἰς τὸ μέσον τοῦ ἱεροῦ συνθρόνου, ὄπισθεν τῆς Ἁγίας Τραπέζης, ἔνθα καὶ μέχρι σήμερον κεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Τούτων μὲν ὁ Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα μαθητῶν, ὃς Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον αὐτοῖς παραδοὺς Εὐαγγέλιον, Σταυρῷ παραδοθεὶς ἐν Ἀλβανουπόλει, τελειοῦται ἐνδόξως· καὶ ἐν μολυβδίνῃ λάρνακι τεθείς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ θείας προνοίας, μέχρι Σικελίας, ἐν Λιπάρει τῇ νήσῳ κομισθείς, καὶ φανερωθείς, ἐκεῖ θάπτεται, πολλῶν θαυμάτων, ὡς ἔκ τινος πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ σοροῦ ἀναδιδομένων, καὶ πᾶσι τοῖς πιστῶς προσερχομένοις, ταχεῖαν διδόντων τὴν ἴασιν, καὶ πρὸς τὰ οἰκεῖα μετ’ εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Ὁ δέ γε Βαρνάβας, ὅς καὶ Ἰωσῆς ἐν ταῖς τῶν Ἀποστόλων πράξεσιν ἀναγέγραπται, εἷς τῶν ἑβδομήκοντα ὑπάρχων, συνέκδημος Παύλου χειροτονεῖται. [Ἑρμηνεύεται τοῦτο τὸ ὄνομα, Υἱὸς παρακλήσεως], ἐκ φυλῆς μὲν Λευΐ ὁρμώμενος, κατὰ τὴν Κύπρον δὲ νῆσον γεννηθὴς καὶ τραφείς. Οὗτος πρῶτον ἐν Ἱερουσαλήμ, εἶτα καὶ ἐν Ῥώμῃ καὶ Ἀλεξανδρείᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ἐπελθὼν ἐν Κύπρῳ, ὑπό τε Ιουδαίων καὶ Ἑλλήνων λίθοις κτείνεται, καὶ πυρὶ παραδίδοται. Ὅν Μάρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς συγκομίσας, ἔθετο ἐν σπηλαίῳ, καὶ ἐκπλεύσας εἰς Ἔφεσσον πρὸς Παῦλον, ἀνήγγειλεν αὐτῷ τὴν τελείωσιν Βαρνάβα· ἔκλαυσε δὲ αὐτὸν Μάρκος ἐπὶ πολύ. Οὗτος λέγεται τεθάφθαι ἅμα τῷ ὑπ’ αὐτοῦ γραφέντι κατὰ Μάρκος Εὐαγγελίῳ, τῷ καὶ ἐσύστερον εὑρεθέντι μετὰ τοῦ άποστολικοῦ σώματος. Ὅθεν καὶ προνόμιον ἔλαβον οἱ πιστοί, μὴ ὑποκεῖσθαι τινὶ τῶν ἄλλων Επισκόπων ταύτην τὴν νῆσον, ἀλλ’ ὑπὸ τοῦ ἰδίου Ἐπισκόπου χειροτονεῖσθαι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, μετὰ καὶ ἑτέρων τεσσάρων, ξίφει τελειοῦται.
Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους,
Εὑρὼν συνάθλους πέμπτος αὐτὸς εὑρέθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν Βάσῃ ἀσκήσαντος.
Ὄφιν νεκρώσας δι’ ἀσκήσεων πόνων,
Εὗρες βραβεῖα βίον φθαρτὸν ἐξεπέρησεν.
Οὗτος, ἦν εἷς τῶν Τριακοσίων Ἀλαμάνων, τῶν εἰς Κύπρον ἐλθόντων ἐκ Παλαιστίνης, διὰ τὸν φόβον τῶν μιαρῶν Ἀγαρηνῶν. Ἀφιχθεὶς ἐν Κύπρῳ, προσῆλθεν εἰς τὸ παρὰ τὴν κώμην Βάσαν σπήλαιον, ἔνθα διῆγεν ἀσκητικῶς ἀγωνιζόμενος, ἐν προσευχαῖς, νηστείαις καὶ ἐν πάσῃ κακοπαθείᾳ. Ἀσκήσας οὖν ἐνταῦθα πλείστους χρόνους καὶ καθάρας ἑαυτὸν ταῖς ἀρεταῖς, πλήρης ἡμερῶν ἐκοιμήθη ὁσιακῶς, τῶν Βασέων παρισταμένων αὐτῷ, οἵτινες κατεῖδον τὸ πρόσωπον αὐτοῦ, ὑπὲρ ἡλίου ἀκτίνας ἐξαστράπτων ἐν τῇ ὥρᾳ τῆς κοιμήσεώς του. Τὸ τίμιον αὐτοῦ σκῆνος ἐνεταφιάσθη ἔνδον τοῦ σπηλαίου του. Μετὰ δὲ παρέλευσιν χρόνων ἱκανῶν εὑρέθησαν τὰ λείψανά του καὶ μετεκομίσθησαν ἐν τῇ κώμῃ τῆς Βάσης.






Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μητροφάνους Τσὶ-Τσούνγκ, ἱερέως τῆς ὀρθοδόξου ἱεραποστολῆς ἐν Πεκίνῳ, τῆς Μάρτυρος συζύγου αὐτοῦ πρεσβυτέρας Τατιανής, τῶν υἱῶν αὐτοῦ Ἰωάννου καὶ Ἡσαΐου μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας, τοῦ Παύλου Οὐὰν κατηχητοῦ τῆς ἱεραποστολῆς, τοῦ Ματθαίου Χάϊ-Τσούγη, καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος Κούϊ-Κίν, τῆς Ἄννης Τσού, καὶ ἑτέρων Νεομαρτύρων, ἐν συνόλῳ 222, σφαγιασθέντων ὑπὸ τῶν ἀθέων ἐν ἔτει 1900 μ. Χ.
Ὡς ὀπτοηθέντες ἐν βασάνων κλιβάνῳ,
δόξης δοχεῖα ἡ σποδὸς ἡμῶν ὤφθη,
τράπεζα σινικοῖς Χριστοῦ,
σκεύεσιν κοσμηθεῖσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ ἀρχιεπισκόπου Συμφερουπόλεως τῆς Κριμαίας, τοῦ ἰατροῦ.
Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης,
καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις.
Οὗτος, ὑπῆρχεν ἐκ πόλεως Κὲρτς τῆς Χερσονήσου τῆς Κριμαίας, πατρὸς Φέλικος Στανισλάβοβιτς, ῥωμαιοκαθολικοῦ ἐν τῇ πίστει καὶ μητρὸς Μαρίας Δημητρίεβνα, πιστῆς Ὀρθοδόξου. Ἐγεννήθη ἐν ἔτει 1877ῳ. Πολλάκις εὑρέθη προσφοιτῶν τοῖς ἁγίοις λειψάνοις ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἔνθα καὶ τὰ σπέρματα ἔλαβεν τῆς θείας χάριτος αὐξήσας ταῦτα ἱκανῶς ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἀνδρωθεὶς ἐσπούδασεν τὴν τῶν ἰατρῶν ἐπιστήμην ἐν τῷ Πανεπιστημίῳ τοῦ Κιέβου ἀριστεύσας ἐν ταῖς ἐπιδόσεσιν αὐτοῦ. Εἶτα ἐνυμφεύθη τὴν Ἄννα Βασιλιγίεβνα, ἀποκτήσας μετ’ αὐτῆς τέσσαρα τέκνα. Τῆς ἰδίας αὐτοῦ γυναικὸς θανούσης προώρως, ἐχειροτονήθη ἱερεύς, και μετ’ οὐ πολὺ ἐπίσκοπος, καρεὶς πρότερον μοναχός, καὶ εἰληφὼς πρὸς τοῦτο τοὔνομα Λουκᾶς, τοῦ προτέρου ὀνόματος, ἤγουν τοῦ Βαλεντίνου καταλιπόντος. Ὡς ἰατρὸς καὶ ἱεράρχης, ἐνισχυθεὶς ὑπὸ τῆς ἄνωθεν ῥοπῆς ὡμολόγησε θαρσαλέως το τοῦ Χριστοῦ ὄνομα πρὸ τῶν δικαστικῶν βημάτων καὶ ἀθέων ἀνδρῶν. Διῆλθεν ἱκανὸν χρόνον τοῦ βίου αὐτοῦ ἐν ταῖς φυλακαῖς καὶ ὑπέστη διὰ τὴν πίστιν  αὐτοῦ διωγμούς, καὶ μαρτύρια, μὴ δειλανδρίσας πρὸ τῶν ἀπειλῶν και τῶν μηχανημάτων τοῦ ἀρχεκάκου ἐχθροῦ. Διαμείβων ὁ μακάριος ἐκ πόλεως εἰς πόλιν διὰ τὴν κατ’ αὐτοῦ μανίαν τῶν διωκτῶν ἀθέων ὡς ἐπίσκοπος θεοφιλῶς ἐστήριξε τὸ τοῦ λαοῦ πλήρωμα εν ταῖς ἐπισκοπαῖς Τασκένδης, Ταμπώφ, και Συμφερουπόλεως τῆς Κριμαίας καὶ ἀλλαχοῦ καὶ ὡς ἰατρὸς ἐν πλείστοις τόποις της Ῥωσίας διέσωσεν ἐκ τοῦ θανάτου πολλοὺς τῶν νενοσηκότων. Ἐχαρίσατο αὐτῷ ὁ Θεός, καὶ ἐν ζωῇ και μετὰ τὸ θανεῖν αὐτὸν ἐνεργήματα ὑπερφυσικῶν δυνάμεων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν τῇ Συμφερουπόλει ἐν ἔτει 1961.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν ποταμῷ Βετολοῦγκα, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐχ ἐμείωσας τὴν θέρμην τῆς ἀγάπης σου Μάρτυς Ζαφείριε, πρὸς τὸν Χριστὸν ἀνδρικῶς, ἀλλ’ ἔτι ἐκράτυνας, ταύτην καὶ ἔλεγες, τυραννοῦσί σε· γνῶτε ὅτι ὁ Κύριος, ὁ ἐμὸς ἔρως ὑπάρχει.
Νὺξ ἀσέληνος ἡ πίστις Ἄγαρ πέφυκεν καὶ πρὸς ἀπώλειαν, ἑλκύει πάντας ἡμᾶς· διὸ τὴν ἀλήθειαν, μάθετε τάλανες, ὁ Ζαφείριος, βασανισταῖς ἐκραύγαζε, τοῦ σεπτοῦ Εὐαγγελίου.
Τὸ ὑπερκαλλον τοῦ Θεανθρώπου πρόσωπον ἐπιποθῶν κατιδεῖν, βασάνοις προσωρινοῖς, τὸ σῶμα προδίδωμι καὶ οὐ πεφόβημαι, ὁ Ζαφείριος, μεγαλοφώνως ἔκραζε, πρὸς μαρτύρια βαδίζων.
Θεοτοκίον.
Ὄρος Ἅγιον τοῦ Ἄθωνος Ζαφείριον ἁγνὴ ἐξέθρεψεν, Ὀρθοδοξίας κρουνοῖς· διὸ ὡς στερέμνιον τεῖχος ὑπέμεινεν, τὰ μαρτύρια, καὶ κληρονόμος δέδεικται, Βασιλείας τοῦ Κυρίου.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὑπὲρ τὰ φαινόμενα φρονήσας, Ζαφείριε ὄμματα ἐστήριξας, τῆς ψυχῆς πρὸς ἄϋλα, καὶ μὴ μεθιστάμενα, ὥσπερ οἱ παλαι Ἅγιοι, ὧν κατηξίωσαι, χορείας μετασχεῖν μαρτυρίῳ, μέλπων αἰωνίως, Κυρίῳ σὺν Ἀγγέλοις.
Κύκλῳ ἀσεβεῖς περιεπάτουν, ψυχήν σου καταπιεῖν Ζαφείριε, θέλοντες καὶ θέλγητρα, ὑπισχνοῦντο πρόσκαιρα, ἀλλὰ αὐτοὺς κατήσχυνας ἐν παῤῥησίᾳ πολλῇ· διὸ τὴν κεφαλὴν ἀπετμήθης, καὶ Χριστῷ ἡνώθης, εἰς πάντας τοὺς αἰῶνας.
Ὕψωσας τὸ κέρας ὑποδούλων, καὶ σκότος ἡμισελήνου τὸ βαθύτατον, ἄθλοις σου διέλυσας, Ἅγιε Ζαφείριε, καὶ γόνατα ἠνώρθωσας, χριστιανῶν ψυχικά, διδάξας καρτερίαν ἐν πόνοις, καὶ τὴν δι’ ἀγάπην, Χριστοῦ ζωῆς θυσίαν.
Θεοτοκίον.
Ῥῶσίν μοι παράσχου Παναγία, τὸ σῶμα καὶ τὴν ψυχὴν ἐξασθενήσαντι, ὅπως τοῦ Δεσπότου μου, πράττω τὰ θελήματα, καὶ ἁμαρτίας θάνατον φύγω πρεσβείαις Σου, δοξάζω τὴν πολλήν Σου ἀγάπην, καὶ φιλοτεκνίαν, πρὸς πάντας χριστωνύμους.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἱεροπρεπῶς, τὴν μνήμην σου σήμερον, ἐπιτελοῦντες πιστοί, Ἅγιε Ζαφείριε, τὰς ἱκεσίας πρὸς τὸν Κύριον, ἀπὸ ψυχῆς αἰτούμεθα ὅπως συντύχωμεν, Παραδείσου, ἔνθα νῦν παρίστασαι, τὸν μισθὸν εἰληφὼς τῆς ἀθλήσεως.
Οἰ ἐπὶ τῆς γῆς, εἰσέτι χριστώνυμοι καταγεραίρομεν, ὕμνοις τοὺς ἀγῶνάς σου, οἱ δὲ Ἁγίων χοροὶ εὐφραίνονται, λαβόντες σε Ζαφείριε, ἐν τοῖς σκηνώμασιν, ἔνθα μόνον, ἡ Τριὰς δοξάζεται, καὶ τὸ φῶς βασιλεύει τὸ ἄκτιστον.
Ὕδωρ τῆς ζωῆς, ποθήσας Ζαφείριε, τῷ μαρτυρίῳ σου, τούτου καταπέπλησαι, καὶ αἰωνίως δίδως τοῖς μέλπουσιν, τὴν ἱεράν σου ἄθλησιν, καὶ τὴν ἀγάπην Χριστοῦ, ἐκδιδάσκεις· δι’ ἧς κατεφρόνησας, τὰ τοῦ βίου τερπνὰ καὶ τὰ θέλγητρα.
Θεοτοκίον.
Ἄνασσα ἁγνή, Υἱόν Σου κήρυξαντες, πρὸ τῶν τυράννων τρανῶς, πάντες Νεομάρτυρες, σκότος δουλείας, λαμπρῶς ἐφώτισαν, καὶ νῦν συμπαριστάμενοι, πάντων Ἁγίων χοροῖς, φιλαδέλφως, Τοῦτον ἱκετεύουσιν, ὑπὲρ ὅσοι αὐτοὺς ὕμνοι μέλπουσι.





Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σάπφειρος ὤφθης τίμιος, τῆς Χριστοῦ Ἐκκλησίας, Ζαφείριε τὸν Κύριον, πρὸ τυράννων κηρύξας, καὶ ζοφερὰν πλάνην Ἄγαρ, ἤλεγξας παῤῥησίᾳ· διὸ τὴν κάραν τέτμησαι, καὶ χορῷ προσετέθης, θεοπρεπῶς, τῶν Νεομαρτύρων, μεθ’ ὧν δυσώπει, τῆς σωτηρίας τεύξασθαι, τοὺς τιμῶντας σὴν μνήμην.
Θεοτοκίον.
Εὐλογημένη πάναγνε, Θεοτόκε Παρθένε, χριστιανῶν τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ Ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς Σοῖς δούλοις, καὶ γὰρ ἐν Σοὶ καυχώμεθα, προστασία τοῦ κόσμου.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νεομαρτύρων τὸν σύναθλον, καὶ τῶν πιστῶν στηριγμόν, δεῦτε ὕμνοις τιμήσωμεν, τὸν σεπτὸν Ζαφείριον, δι’ ἀγάπην τοῦ Κτίσαντος, θύσαντα πάντα, ζωῆς τὰ ἥδιστα, ἵνα Κυρίῳ ζήσῃ αἰώνια, καὶ διελέγξαντα, πίστιν τὴν ψυχώλεθρον, Ἀγαρηνῶν· διὸ ξίφει τέτμηται, τὴν ἱερὰν κεφαλήν.

Μετ’ ἀσεβῶν οὐκ ἐκάθησας, ὡς μελῳδεῖ ὁ Δαβίδι, ἀλλὰ ἕστης ἀκλόνητος, εὐσεβείας δόγμασι, Νεομάρτυς Ζαφείριε, καὶ τῆς παρούσης ζωῆς προέκρινας, τὸν δι’ ἀγάπην, Κυρίου θάνατον· ὅθεν ἠξίωσαι, καθορᾶν τὸ ἄληκτον, ἐν τῇ Ἐδέμ, φῶς δι’ οὗ εὐφραίνονται, πάντων Ἁγίων χοροί.

Σάπφειρος ὤφθης Ζαφείριε, κατακοσμήσας λαμπρῶς, Ἐκκλησίας διάδημα, ὅπερ φέρει ἔκπαλαι, ἐκ πολλῶν συνιστάμενον, λίθων τιμίων, τῆς ὁσιότητος, καὶ μαρτυρίας διὰ τὸν Κύριον, οἵτινες ἅπαντες, τὴν Αὐτοῦ θεότητα τρανῇ φωνῇ, καὶ τὴν ἀνθρωπότητα, κόσμῳ ἐκήρυξαν.

Ἐξ ὁμηλίκων μονώτατος, πίστιν Χριστοῦ ἀληθῆ, ὡμολόγησας Ἅγιε, καὶ φαιδρῶς ἐχώρησας, ὡς πρὸς γάμον Ζαφείριε, τμηθῆναι κάραν καὶ στέφος ἄφθαρτον, λαβεῖν ὃ πᾶσι, παρέχει Κύριος, ἀνακηρύξασι, τὴν αὐτοῦ θεότητα, πρὸ ἀσεβῶν· ὅθεν ἀνυμνοῦμέν σου, τὴν θείαν ἄθλησιν.

Δόξα. Ἦχος α΄.
Τοῦ ἀρχιμάρτυρος Κυρίου Ἰησοῦ, μιμητὴς γνήσιος γενόμενος, ὑπὲρ τῆς ἀγάπης Αὐτοῦ τὴν ψυχήν σου προθύμως ἀνέθηξας, Νεομάρτυς ἔνδοξε Ζαφείριε, καὶ τὸ διάδημα τῆς νύμφης Ἐκκλησίας, ὡς σάπφειρος νοητὸς λαμπρῶς κατεκόσμησας· ὅθεν ὡς τοῦ Σταυροῦ καὶ τῆς Ἀναστάσεως συμμέτοχος, δεδόξασαι ἀξίως, ἐν τῇ ἀσαλεύτῳ ἄνω Σιών, ἔνθα μὴ παύσῃ αἴρειν χεῖρας πρὸς τὸν Φιλάνθρωπον, ἵνα καὶ ἡμῖν δωρήσηται τὴν κληρονομίαν τῆς θείας Βασιλείας Αὐτοῦ, ὡς πολυέλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάρια.
Ἰησοῦν κηρύξας Λόγον Θεοῦ, καὶ ἐλέγξας Ἄγαρ, τὸν ψυχώλεθρον σκοτασμόν, Μάρτυς ἀνεδείχθης, Ζαφείριε τρισμάκαρ, πρεσβεύων ὑπὲρ πάντων, τῶν γεραιρόντων σε.
Σάπφειρος ὑπάρχων θεολαμπής, Ζαφείριε ὤφθης, Νεομάρτυς τοῦ Ἰησοῦ, τὸ τῆς Ἐκκλησίας, διάδημα κοσμήσας, καὶ φωτισμὸν παρέχων, τοῖς ἀνυμνοῦσί σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου