Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 12. ΑΓΙΟΣ ΜΕΛΕΤΙΟΣ ΑΝΤΙΟΧΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΒ΄!!

ΜΕΛΕΤΙΟΣ ΑΝΤΙΟΧΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν Ἱεράρχην Κυρίου θεῖον Μελέτιον, τιμήσωμεν συμφώνως, εὐσεβῶν αἱ χορεῖαι· οὗτος γὰρ ἐν νόμῳ τῷ τοῦ Θεοῦ, μελετήσας ὡς γέγραπται, Ὀρθοδοξίας τὸν πλοῦτον καρποφορεῖ, ὥσπερ δένδρον εὐθαλέστατον.

 

Τῆς ἐγκρατείας τῇ αὔρᾳ καταμαράνας σαφῶς, τὸ πῦρ τῶν παθημάτων, τὴν οὐράνιον δρόσον, ἐδέξω ἐν καρδίᾳ ἱερουργέ, δι’ ἧς κόσμῳ ἀνέβλυσας, τῆς ἀληθείας τὸ ὕδωρ ὡς γλυκασμόν, ἐκ χειλέων σου Μελέτιε.

 

Ἱεραρχῶν ὡραιότης τῆς Ἐκκλησίας φωστήρ, τῆς ταπεινοφροσύνης, περιβόητον ὕψος, δογμάτων εὐσεβείας ὑφηγητής, πρακτικὸς ἀναδέδειξαι, τῶν Ἀποστόλων τὸν ζῆλον τῇ καθαρᾷ, πολιτείᾳ σου δεξάμενος.

 

Τῆς Παναγίας Τριάδος τὸ ὁμοούσιον, πανσόφως δογματίζων, ὡς ἀκτίστου Μονάδος, κινδύνους καθυπέστης καὶ διωγμούς, Ἱεράρχα Μελέτιε, ὡς ὑπηρέτης τοῦ Λόγου παναληθής· Ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅσιε Πάτερ, Ἱεράρχα Μελέτιε, σὺν τῷ Σωτῆρι πειθαρχήσας, θείας γνώσεως νάματα, ἐκ τῆς κοιλίας σου ἔβλυσας, ὡς οὗτος ἔφη· ἐν οἷς τῶν αἱρετικῶν βυθίσας τὸ στράτευμα, τῆς Ἐκκλησίας τὰς αὔλακας, κατὰ Δαβὶδ ἐμέθυσας. Διὸ τὴν πανέορτον γεραίρει μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χάριτος τῆς καινῆς, τὸν νόμον μελετήσας, νυκτός τε καὶ ἡμέρας, καινότητα ἐκτήσω, θείας ζωῆς Μελέτιε.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Χάριν θεοφεγγῆ, τῶν θείων Ἀποστόλων, Μελέτιε πλουτήσας, τὰς πενομένας φρένας, πλουτίζεις θείῳ Πνεύματι.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χάριν τῶν ἀρετῶν, τοῖς θείοις σου καμάτοις, καὶ πόνοις καὶ κινδύνοις, εἰς ὕψος θεωρίας, Μελέτιε σὲ ὕψωσε.

 

Δόξα. Τριαδικόν.

Χάρις ἡ τοῦ Πατρός, καὶ Πνεύματος καὶ Λόγου, καθὰ καὶ ἡ οὐσία, μία ἐστι τὴν κτίσιν, συνέχουσα καὶ σώζουσα.

 

Καὶ νῦν. Θεοτοκίον.

Χάριτος θεϊκῆς, ἐδείχθης πρυτανεῖον, Παρθένε Θεοτόκε, χαρίτων χορηγίας, παρέχουσα τοῖς δούλοις Σου.

                  

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.

Νόμον ἔνθεον, ἐμμελετήσας, τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις, τῇ Ἐκκλησίᾳ Ἱεράρχα Μελέτιε, τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον, αἱρετικῶν διαλύεις τὰς φάλαγγας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τοῦ Ἱεράρχου, δευτεροῦντες τὰ δύο πρῶτα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Μελετήσας μακάριε, Ἱεράρχα Μελέτιε, νόμον τὸν σωτήριον, καθὼς γέγραπται, ξύλον ἐδείχθης ἐν ὕδατι, ἀσκήσεως κείμενον, καὶ καρποὺς τῶν ἀρετῶν, προβαλλόμενον χάριτι, τοῦ φωτίσαντος, τὴν ἁγίαν ψυχήν σου καὶ παντοίων, δεκτικὴν ἐργασαμένου, πνευματικῶν ἐπιλάμψεων.

Ὡραιώθησαν Πάνσοφε, γραφικῶς σιαγόνες σου, ὡς τρυγόνες στέργουσαι τὴν ἐγκράτειαν, καὶ τὴν τρυφὴν διαπτύουσαι, ἐφέσει Μελέτιε, τῆς τρυφῆς τῆς νοητῆς, ἥν Χριστὸς σοι χαρίζεται, προσδεξάμενος, τοὺς πολλούς σου ἀγῶνας καὶ τὸν ζῆλον, τὸν διάπυρον ὃν ἔσχες, προκινδυνεύων τῆς πίστεως.

Ἐγκρατείᾳ ἐμάρανας, τῆς σαρκὸς τὰ σκιρτήματα, καὶ παθῶν Μελέτιε, κατεκράτησας, καὶ ἀπαθείας λαμπρότητι, σεαυτὸν ἐφαίδρυνας, καὶ ἁγνῶς καὶ καθαρῶς, τῷ Χριστῷ ἱερούργησας, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Τῇ σαρκὶ καθ' ὑπόστασιν, ἑνωθέντα τὸν ἄσαρκον, καὶ Πατρὶ συνάναρχον, Λόγον Πάνσοφε, δίχα τροπῆς καὶ συγχύσεως, σοφῶς ἐδογμάτισας, ἐνεργοῦντα δὲ διττῶς, καταλλήλως ταῖς φύσεσιν, ἐξ ὧν σύγκειται, καὶ ἐν αἷς θεωρεῖται, εἷς ὑπάρχων, ἀδιαίρετος τῷ ὄντι, τοῦτο κἀκεῖνο νοούμενος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Μελέτην σοφίας τὸν βίον σου θέμενος, πρὸς γνῶσιν ἀληθείας, τοὺς πιστοὺς διήγειρας, θεοφόρε Μελέτιε. Τῆς ἱερωσύνης γὰρ τὴν στολὴν ἐνδυσάμενος, τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, μίαν Θεότητα, ὁμοούσιον καὶ ὁμόθρονον, διετράνωσας τοῖς πέρασιν, ἀσυγχύτως τῇ φύσει ἑνουμένην καὶ ἀτμήτως τοῖς χαρακτῆρσι διαιρουμένην· ὅθεν τῶν λόγων τὴν ἀκρίβειαν, τῆς πολιτείας τῷ τρόπῳ βεβαιώσας, τῆς πίστεως τὸν τάλαντον, ὡς πιστὸς οἰκονόμος ἐπλεόνασας. Καὶ νῦν πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἠμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.

Τῆς εὐσεβείας ὑπέρμαχος, Ἱεράρχα Μελέτιε, ἀληθῶς ἀναδέδειξαι. Τὸν γὰρ παράφρονα Ἄρειον, τὸν εἰς κτίσιν τὸν Υἱὸν καταγαγόντα τοῦ Θεοῦ, καὶ τὸν Πνευματομάχον Μακεδόνιον, οἷα λύκους βαρεῖς, τῇ σφενδόνῃ τῶν δογμάτων σου, τῆς ποίμνης τοῦ Χριστοῦ ἐξώθησας, καὶ τῆς ὁμοουσίου Τριάδος τὸ ὁμόδοξον, ὀρθῶς ἀνεκήρυξας. Διὸ τῶν πόνων σου τὴν ἀντάμειψιν, ἐν τῇ ἀϊδίῳ δόξῃ καρπούμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.

Ἀποστολικῶς διαπρέψας, τῆς ἱερωσύνης τῇ λυχνίᾳ ἀνέλαμψας, Ἱεράρχα Μελέτιε· ὅθεν, τῇ τοῦ βίου σου λαμπρότητι, τῶν αἱρετικῶν τὴν μανίαν ἤμβλυνας, τῶν ἱερῶν παραδόσεων φύλαξ γενόμενος. Τὴν ἀληθῆ γὰρ ἐμμελετῶν δικαιοσύνην, τῆς ἀφθαρσίας τὰ δόγματα, ἐν ταῖς πλαξὶ τῶν μαρδιῶν ἐγχαράττεις, τῷ καλάμῳ τοῦ λόγου σου, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Τὸν Ἱεράρχην Χριστοῦ, Μελέτιον τὸν θεῖον, ἐπαξίως τιμήσωμεν. Θεοπρεπῶς γὰρ πολιτευσάμενος, τῆς πνευματικῆς γνώσεως κρατὴρ γέγονεν· ἐξ οὗ ἡ σεπτὴ Ἐκκλησία, τῆς Ὀρθοδοξίας ἀντλοῦσα τὰ νάματα τῆς ὁμοουσίου Τριάδος, καρποφορεῖ τὴν ἐπίγνωσιν·  ἀλλ’ ὦ παμμάκαρ Μελέτιε, ἐν οὐρανίοις ἀδύτοις περιπολῶν, ἐπιγείων πειρατηρίων ἀπάλλαξον, τοὺς τελοῦντας τὴν μνήμην σου.

 

Ἦχος δ΄.

Τοὺς ἀσκητικούς σου πόνους, Μελέτιε ἔστεψας, τοῖς ὑπὲρ τῆς ἀληθείας, ἀνενδότοις ἀγῶσιν· ὅθεν ἀμφοτέρωθεν διαλάμπων, τὴν δοθεῖσάν σοι χάριν πρακτικῶς ἐγεώργησας. Δι’ ἧς τὸ λογικόν σου ποίμνιον ἐκθρέψας, εἰς τὸ ἐπουράνιον, θυσιαστήριον ἐν χαρᾷ προσεχώρησας. Διὸ τὰς ἱλαστηρίους δεήσεις μὴ παύσῃ ἀναφέρων, τῷ τῶν ὅλων Σωτῆρι καὶ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὴν ἱεραρχικὴν διπλοΐδα σου, τοῖς ἱεροῖς καμάτοις, λαμπροτέραν εἰργάσω Μελέτιε. Σὺ γὰρ ὡς ὑπηρέτης τοῦ Λόγου, τῆς οἰκονομίας Αὐτοῦ τὸ μυστήριον, εὐσεβῶς ἐδογμάτισας· ὅθεν, τῇ δρεπάνῃ τῆς πίστεως, τῶν αἱρετικῶν ἀνασπάσας τὰ ζιζάνια, τῆς ὀρθῆς διδασκαλίας ἐκκαλιέργησας τὴν ἄρουραν. Διὸ ἡ οὐράνιος ἀπόλαυσις, ἀντὶ τῶν μακρῶν σου πόνων, λαμπρῶς σε διεδέξατο· ὅπου γὰρ Χριστός, ὡς διάκονος Αὐτοῦ, ἐκεῖ κατεσκήνωσας.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἱεραρχῶν ἡ κρηπίς, Ὀρθοδοξίας ἡ κιθάρα ἡ εὔσημος, ἡ ἅπασιν ἐνηχοῦσα, τῆς ὑπερθέου ἀρχῆς, τὴν μιὰν οὐσίαν καὶ Θεότητα, Πατρὶ καὶ τῷ Λόγῳ, καὶ τῷ Πνεύματι Ὅσιε, γνωριζομένην, συναΐδιον σύνθρονον, καὶ ὁμόδοξον, τῇ θελήσει καὶ χάριτι· ὅθεν καὶ τὰ ἀπύλωτα, ἐνέφραξας στόματα, Μακεδονίου Ἀρείου, καὶ Σαβελλίου τοῦ ἄφρονος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Φέγγει, τῆς ἀκηράτου ζωῆς, διασκεδάσας τῶν παθῶν τὴν σκοτόμαιναν, ἐδέξω ἐν τῇ ψυχῇ σου, τὰς θεϊκὰς ἀστραπάς, δι’ ὧν ὥσπερ λύχνος διαυγέστατος, τῷ κόσμῳ ἐξέλαμψας, ἀκριβῶς μιμησάμενος, Δαβὶδ τὸ πρᾶον, Σολομῶντος τὴν σύνεσιν, καὶ τοῦ σώφρονος, Ἰωσὴφ τὴν λαμπρότητα· ὅθεν Πέτρου ὁμότροπος, ὡς θρόνου διάδοχος, ὁμολογίᾳ καὶ ζήλῳ, ἀναδειχθεὶς συνδεδόξασαι, Χριστοῦ Ἀποστόλοις, ἐξαιτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ μελετήσας σοφῶς, Εὐαγγελίου τὰ σωτήρια ῥήματα, καὶ νόμον τὸν τῆς εἰρήνης, ἐν ταῖς πλαξὶ τῶν ψυχῶν, μυστικῷ δακτύλῳ ἐγγραψάμενος· δι’ οὗ ἐναπέξεσας, ἀνομίας τὴν ἄκανθαν, ὡς οἰκονόμος, τῶν θρεμμάτων τοῦ Πνεύματος, καὶ ὁμότροπος, Ἀποστόλων Μελέτιε· ὅθεν καὶ τὸν οὐράνιον, ψυχῶν ἐν ταῖς αὔλαξι, καταβαλλόμενος σπόρον, ζωῆς ἐδρέψω τὸν ἄσταχυν, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Τὴν ἱερωσύνην ὁμολογίᾳ λαμπρύνας, τῇ Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν ἐκράτυνας, Ἱεράρχα Μελέτιε· ὅθεν στῦλον καὶ ἑδραίωμα, καὶ πίστεως ὅρον σε γινώσκοντες, ἐκ τοῦ καρποῦ τῶν χειλέων σου, δαψιλῶς ἐμφορούμεθα. Σὺ γὰρ ἀποστολικῆς χάριτος μετασχών, τὴν Τριάδα ἐν μιᾷ τῇ Θεότητι κηρύττεις, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.

Νόμον ἔνθεον, ἐμμελετήσας, τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις, τῇ Ἐκκλησίᾳ Ἱεράρχα Μελέτιε, τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον, αἱρετικῶν διαλύεις τὰς φάλαγγας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν νόμον μελετῶν, τὸν τῆς χάριτος Πάτερ, τὸν νόμον τῆς σαρκός, ὑπερεῖδες πανσόφως, καὶ νόμων τῶν τοῦ Πνεύματος, θησαυρὸς ἀναδέδειξαι, ἐκλυτρούμενος, ἀνομιῶν πολυτρόπων, τοὺς γεραίροντας, τὴν φωτοφόρον σου μνήμην, Μελέτιε Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ πάλαι Ἀββακούμ, προτεθέαται όρος, κατάσκιον ἁγνή, ἀρεταῖς οὐρανίοις, Σὺ εἶ θεοχαρίτωτε, ἀπειράνδρως γεννήσασα, τὸν πηξάμενον, πόλον καὶ γῆν ἀσαλεύτως, καὶ στηρίζοντα, τῶν εὐσεβῶν τὰς καρδίας, τῇ βάσει τῆς πίστεως.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σοφίας ἔλλαμψιν, Πάτερ δεξάμενος, πίστεως πρόμαχος, σαφῶς γεγένησαι, μίαν οὐσίαν ἐν τρισί, κηρύττων ὑποστάσεσιν· ὅθεν ὥσπερ ἥλιος, ἐν Συνόδῳ ἐξέλαμψας, καὶ τὸν Μακεδόνιον, τοῖς σοῖς λόγοις κατέκαυσας, ποιμένων προηγούμενος πάντων, τῇ σῇ προσούσῃ θείᾳ χάριτι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ἀκατάφλεκτον, βάτον ὑμνήσωμεν, ἐξ ἧς ἐπέφανεν, Χριστὸς ὁ Κύριος, καὶ κατεφώτισεν, ἡμᾶς ἀκτῖσι τῆς Θεότητος, Χαῖρε ἀνακράζοντες, πρὸς αὐτὴν μετὰ πίστεως, θρόνε ἡλιόμορφε, τοῦ Δεσπότου τῆς κτίσεως, Ἀγγέλων καὶ ἀνθρώπων τὸ ξένον, Παρθενομῆτορ συναπτήριον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀποστόλων τὸν ζῆλον πεπλουτηκώς, εὐσεβείας τὸν λόγον μυσταγωγεῖς, εἰς κόσμου τὰ πέρατα, ἀθεΐας τὸν καύσωνα, τῆς πίστεως τῇ δρόσῳ ἐξαίρων ἑκάστοτε, τὴν μίαν τῆς Τριάδος, κηρύττων Θεότητα· ὅθεν τῆς σῆς ποίμνης, διωχθεὶς παρανόμως, εἰς τέλος ἐδίωξας, δυσσεβῶν τὴν ἀπόνοιαν, Ἱεράρχα Μελέτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀρετῶν ἀποῤῥήτων περιοχή, οὐρανίων χαρίτων σφαῖρα καινή, θεόγλυπτον ἄγαλμα, παρθενίας κειμήλιον, Τριαδικῶν ἀκτίνων τὸ πρώτιστον πλήρωμα, ἡ τῆς οἰκονομίας, τοῦ Λόγου ἐκπλήρωσις, Σὺ μόνη ἀνεδείχθης, Θεοτόκε Παρθένε, ἐν μέσῳ ἐκλάμπουσα, ἀκανθώδους συγχύσεως, ὥσπερ κρίνον μυρίπνοον, ὀσμὴν ζωαρχικὴν τοῖς ἐν γῇ, δωρουμένη προμηθείᾳ κρείττονι, καὶ ὀσμὴν τοῦ θανάτου τελείως σκεδάζουσα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Πάτερ Ἱεράρχα Μελέτιε, σὺ ὡς πνευματικὸς στρατηγός, ἐν τῷ Εὐαγγελίῳ τῆς εἰρήνης, μέχρις αἵματος ἐκακοπάθησας. Σὺ καὶ τοῖς ὅπλοις τῆς χάριτος, τῶν ἀπειθούντων ἐτροπώσω τὸ στράτευμα. Διὸ δόξα οὐράνιός σοι δέδοται, καὶ νίκης στέφος ἐπλάκη σοι. Πρέσβευε οὖν ὑπὲρ ἡμῶν, Χριστῷ τῷ Βασιλεῖ τῆς πίστεως.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Τοὺς σοὺς ἐπαίνους ἐξυφαίνω παμμάκαρ. Ποίημα Θεοφάνους.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε

Τῷ φωτοδότῃ παρεστὼς ὁλόφωτος, φωτὶ τῆς γνώσεως, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, καὶ τὴν ἀχλὺν ἀπέλασον, τῶν παθῶν σαῖς πρεσβείαις· ὡς Ἱεράρχης γὰρ ὅσιε, ἔχεις παῤῥησίαν Μελέτιε.

ἐν τοῖς κόλποις τοῦ Πατρὸς καθήμενος, ὁ συναΐδιος, καὶ συμφυὴς Λόγος, τῷ τεκόντι κήρυκα, τῆς ἑαυτοῦ γεννήσεως, προχειρίζεται μόνος, ὡς Ἀποστόλων ὁμότροπον, σὲ νῦν θεοφόρε Μελέτιε.

πὸ τῆς θείας φωτισθεὶς ἐλλάμψεως, τὸν ἐξ ἀνάρχου Πατρός, μονογενῆ Λόγον, ἄκτιστον αἰώνιον, θεολογήσας, Ὅσιε, τοὺς Ἀρείου συμμάχους, ὁμόφρονάς τε συνέχεας, θείᾳ παντευχίᾳ φραξάμενος.

Θεοτοκίον

Σεσαρκωμένον Παναγία τέτοκας, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον· μόνη ἐξ αἰῶνος γάρ, ἀκτῖσι καθαρότητος, Παρθενίας τε κάλλει, καὶ παναμώμοις χαρίσμασι, πέφηνας ἀξία πανάμωμε.

 

ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς

Στερεωτέραν τὴν ψυχήν, ἀδάμαντος κεκτημένος, τὸ σαθρὸν σὺ τῆς αἱρέσεως δόγμα, εὐσεβείᾳ πυρσωθείς, Πανόλβιε κατέπαυσας· διὸ πιστοὶ σε πάντες, ὕμνοις θεόφρον δοξάζομεν.

μοιωθεὶς δι' ἀρετῶν, τοῖς τοῦ Χριστοῦ Ἀποστόλοις, τὴν ἐκείνων αὐθεντίαν καὶ θρόνον, ἐκληρώσω προφανῶς, Μελέτιε πανένδοξε, ὀρθοδοξίας στῦλος, καὶ εὐσεβείας γενόμενος.

Υἱοθετούμενος Θεῷ, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, οὐ κατήγαγες εἰς κτίσιν ἀφρόνως, ἀλλ' ἐδόξασας Πατρί, συνάναρχον καὶ σύνθρονον, Δημιουργὸν καὶ Κτίστην, τῶν γεγονότων Θεόληπτε.

Θεοτοκίον

Σοῦ τὴν ἁγίαν ὁ Θεὸς γαστέρα κατασκηνώσας, ἐσαρκώθη Θεομῆτορ ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοῖς ζωηφόροις πάθεσιν· ὅθεν σε σωτηρίας, πύλην Παρθένε γινώσκομεν.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Μελετήσας ἡμέρας τε καὶ νυκτός, ἐν τῷ νόμῳ Κυρίου Πάτερ σοφέ, ὡς ξύλον κατάκαρπον, ἐφ' ὑδάτων τοῦ Πνεύματος, φυτευθὲν ὡράθης· διὸ ἱεράτευσας, τῷ Θεῷ ἀμέμπτως, Ἀρείου τὸ ἄθεον, καὶ τοῦ Σαβελλίου, τὸν κακόδοξον τρόπον, σαφῶς βδελυξάμενος, ὀρθοδόξῳ φρονήματι, Ἱεράρχα Μελέτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... ὅμοιον

Τὴν σοφίαν τοῦ Λόγου καταμαθών, καὶ τὸ γράμμα τοῦ νόμου ἀποβαλών, πᾶσιν ἀνεκήρυξας, τὸν τῆς χάριτος λόγον, καὶ τῶν ψυχῶν τὰς πλάκας, λαξεύσας τῇ γλώττῃ σου, ἐν αὐταῖς ἐχάραξας, τὰ θεῖα διδάγματα· ὅθεν καὶ τοῦ γνόφου, διαβὰς τὴν νεφέλην, καλυπτόμενος σώματι, ἀναλάμπεις τῷ Πνεύματι, Ἱεράρχα Μελέτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως, τῆς ἐκεῖσε δεόμεθα, καὶ ἐν πίστει βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς εὐσεβῶς προσιοῦσι, τῇ σκέπῃ τῇ θείᾳ σου.

 

ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε

πιφανῶς, Ἱερομύστα διέπρεψας, τὸν τοῦ Πέτρου, θρόνον κληρωσάμενος, τοῦ παρ' αὐτοῦ Πάτερ τοῦ Χριστοῦ, χειροτονηθέντος, οὗ καὶ τὸν τρόπον ἐζήλωσας, Υἱόν Θεοῦ τοῦ ζῶντος, τὸν Σωτῆρα δοξάζων, διδαχαῖς ταῖς ἐκείνου ἑπόμενος.

Παντοδαποῖς, κεκοσμημένος χαρίσμασι, Μοναρχίας, κήρυξ ἐχρημάτισας, τῆς ἐν Πατρὶ καὶ μονογενεῖ, Λόγῳ νοουμένης καὶ θείῳ Πνεύματι Πάνσοφε· Μονάδα γὰρ οὐσίας, ἐν Τριάδι προσώπων, ὑφεστώτων ἐδίδαξας Ὅσιε.

νακραθείς, κάλλει τῷ πρώτῳ θεσπέσιε, καὶ τῇ αἴγλῃ, τούτου συμμορφούμενος, καὶ πυρσωθεὶς θείαις ἀστραπαῖς, κατὰ μετουσίαν, τῇ Ἐκκλησίᾳ φῶς δεύτερον, ἐγένου θεοφάντορ, φωτισμὸν εὐσεβείας, ἀναφαίνων τοῖς πίστει προστρέχουσιν.

Θεοτοκίον

να μορφήν, τὴν κεχωσμένην τοῖς πάθεσιν, ἐκζητήσῃς, πλούτου ἀγαθότητι, Παρθενικὴν ᾤκησας νηδύν, ἐξ ἧς ἡ Σοφία, Θεοῦ ναὸν ᾠκοδόμησας, δι' οὗ συνανεστράφης, τοῖς ἀνθρώποις οἰκτίρμον, καὶ διέσωσας κόσμου τὰ πέρατα.

 

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω

Νεμομένης ἀτόπως, πάντας τῆς αἱρέσεως τῆς κακοδαίμονος, ὑπερῆρας Πάτερ, εὐγενείᾳ ψυχῆς καὶ φαιδρότητι, καὶ πανάγνῳ γνώμῃ, καὶ σταθηρᾷ θεοσεβείᾳ, θεοφάντορ παμμάκαρ Μελέτιε.

λικαῖς προθυμίαις, τοὺς Ἀρειανόφρονας καταστρεψάμενος, ὀρθοδόξῳ πίστει, θεοφόρε τὸ κράτος ἐκύρωσας, ἐν Τριάδι ἕνα, Θεὸν ἡμῖν ἀνακηρύττων, παμμακάριστε Πάτερ Μελέτιε.

περθέου Τριάδος, μύστης ἐχρημάτισας παναληθέστατος, τῷ Πατρὶ τὸν Λόγον, ὁμοούσιον σέβων καὶ σύνθρονον, καὶ τὸ θεῖον Πνεῦμα, ὁμοφυὲς Πατρὶ καὶ Λόγῳ, πανσεβάσμιε Πάτερ Μελέτιε.

Θεοτοκίον

Στρατηγίαι τῶν ἄνω, Πάναγνε Δυνάμεων σὲ μακαρίζουσι, γενεαὶ δὲ πᾶσαι, τῶν ἀνθρώπων ἀξίως δοξάζουσι· διὰ σοῦ γὰρ μόνης, οἱ ἐπὶ γῆς τοῖς οὐρανίοις, συναφθέντες ὑμνοῦμεν τὸν τόκον σου.

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ

ξήρανας ποταμούς, θεόφρον τοὺς τῆς αἱρέσεως, ἠνέῳξας δὲ πηγάς, δογμάτων ὀρθότητος, ἀήττητος πρόμαχος, τῆς ὀρθοδοξίας, γεγονὼς ὦ παμμακάριστε.

Ξηράνας τὸ θολερόν, Ἀρείου ῥεῖθρον καὶ ἄθεον, κατήρδευσας δαψιλῶς, τῆς χάριτος νάμασι, πιστῶν τὰ συστήματα, καὶ τῆς Ἐκκλησίας, τὴν εὐπρέπειαν ἐκόσμησας.

πάρχων διαπρεπής, ἐνθέοις ἐπιτηδεύμασιν, ἐγένου περιφανής, Πάτερ πρακτικώτατος, ἀκλόνητος σύμμαχος τῆς θεοσεβείας, καὶ Ποιμένων προηγούμενος.

Θεοτοκίον

Φωτίζουσι τὰς ψυχάς, τῶν ὀρθοδόξως ὑμνούντων σε, αἱ ῥήσεις τῶν προφητῶν, τὴν σὴν προμηνύουσαι, πανάχραντον σύλληψιν, καὶ τὴν ὑπὲρ λόγον, θεονύμφευτόν σου γέννησιν.

 

Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.

Ὀρθοδοξίας τοῖς τρόποις κοσμούμενος, τῆς Ἐκκλησίας προστάτης καὶ πρόβολος, ἐδείχθης παμμάκαρ Μελέτιε, καταπυρσεύων τὰ πέρατα δόγμασι, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.

Ὁ Οἶκος

Τῶν Ἀποστόλων ὁμότροπόν σε, καὶ ὁμόδοξον πάντες ἐγνωκότες πιστοί, καὶ σύνθρονον Πάτερ Ὅσιε, καὶ τῆς Τριάδος μύστην καὶ λάτριν, καὶ Διδάσκαλον μέγαν τῆς Ἐκκλησίας, ὑπὲρ αὐτῆς τὴν ψυχήν σου τρισμάκαρ προθέμενον, τῷ ζήλῳ τῆς εὐσεβείας πυρσούμενον, θεόφρον Μελέτιε, συμφώνως πάντες ἀνυμνοῦμέν σε, τὴν σεπτήν σου καὶ ἔνθεον γεραίροντες κοίμησιν, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.

 

Συναξάριον.

Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μελετίου, Ἀρχιεπισκόπου Ἀντιοχείας τῆς Μεγάλης.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν

γία σε Σύνοδος, πρωτοστατοῦντα ἔσχε Θεόληπτε, ἣν τὸ Ἅγιον Πνεῦμα, ἐκ τῶν περάτων εἰς ἓν συνήθροισεν, ὑμνολογοῦσαν αὐτοῦ τὴν Θεότητα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

σότιμον ἔλαχες, τὴν προεδρείαν τοῖς Ἀποστόλοις Χριστοῦ, καὶ τὴν ἔνθεον τούτων, διδασκαλίαν ἐκληρονόμησας, καὶ πολιτείαν μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοῦν ἔχων ὀξύτατον, πρὸς θεοπτίαν ἀνατεινόμενον, τὴν τῶν αἱρετιζόντων, ἀμβλυωπίαν ἐξεμυκτήρισας, τοὺς εὐσεβεῖς δὲ διδάσκων ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν

Θεοτοκίον

ς ἔσοπτρον ἄχραντε, σὺ τῆς ἁγίας στίλβουσα χάριτος, φωτοτόκος Παρθένε, καὶ Θεοτόκος πάναγνε γέγονας· διὸ συμφώνως τῷ τόκῳ σου ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

Περιφανῶς ἐδίδαξας, μίαν σέβειν Θεότητα, τὴν ἐν τῷ Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι, καὶ δύναμιν ἄπειρον, καὶ βασιλείαν μίαν σαφῶς, τῶν ἰδιωμάτων, ἀσφαλῶς τηρουμένων, ἑκάστῃ ὑποστάσει, ᾗ καὶ ψάλλων ἐβόας· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

γιωσύνης τέμενος, Ἱεράρχα γενόμενος, πάντας ἁγιάζεις, τοὺς τῷ σῷ ὀνόματι, καλεῖσθαι σπουδάζοντας, καὶ τὴν εἰκόνα Πάτερ τὴν σήν, σχέσει τῇ πρὸς σέ, διαχαράττοντας πόθῳ, καὶ πίστει μελῳδοῦντας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μυσταγωγίαις ἄριστα, τὴν σὴν ποίμνην ἐφώτισας, νῦν δὲ πρωτοτόκων, Ἐκκλησίαν ηὔξησας, προσθήκη γενόμενος, τοῖς ἀπ' αἰῶνος λάμψασιν, ἱεραρχικαῖς καὶ μυστικαῖς λειτουργίαις, μεθ' ὧν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μεμυημένοι Πάναγνε, τὸ ἐπὶ σοὶ Μυστήριον, καὶ τὴν γενομένην, διὰ σοῦ δρεπόμενοι, ψυχῶν ἀπολύτρωσιν, καὶ σωτηρίαν κράζομεν, σὺν τῷ Γαβριήλ, τῷ Ἀρχαγγέλῳ τὸ Χαῖρε, βοῶντες Θεοτόκε, καὶ πιστῶς μελῳδοῦντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός

ΰλως τῷ ἀΰλῳ παρεστηκώς, ὃν καὶ Κτίστην τῶν ὅλων καὶ Κύριον, καὶ τοῦ Πατρός, Λόγον καὶ σοφίαν οὐσιωδῶς, καὶ συμφυῶς ὑπάρχοντα, σὺ ἐθεολόγεις εἰλικρινῶς, αἰτούμενος μὴ παύσῃ, σωθῆναι τοὺς ἐν πίστει, σὲ θεηγόρε μακαρίζουσιν.

Καμάτοις ἐνιδροῦντα πνευματικοῖς, καὶ προθύμως εἰσέτι μαχόμενον, ὑπὲρ αὐτοῦ, τοῖς Πνευματομάχοις σὲ καθορῶν, τὸ καθαρὸν καὶ Ἅγιον, Πνεῦμα στεφανῶσαν ὡς νικητήν, προσέλαβεν ἀξίως, καὶ ταῖς ἄνω Παμμάκαρ, χοροστασίαις συνηρίθμησεν.

γῶνας διανύσας τοὺς εὐαγεῖς, καὶ τὸν δρόμον τελέσας τὸν κάλλιστον, καὶ τὴν ὀρθήν, πίστιν ἐκδιδάξας πανευσεβῶς, δικαιοσύνης στέφανον, παρὰ τοῦ τῶν πάντων Δημιουργοῦ, ἐδέξω θεηγόρε, συνόδῳ διδασκάλων, ὕμνοις ἐξ ὕμνων προπεμπόμενος.

Θεοτοκίον

αδίως Θεοτόκε διαπερᾶν, τὸν τοῦ βίου παράσχου μοι κλύδωνα, τῶν πειρασμῶν, τὰς ἐπαναστάσεις καὶ τῶν παθῶν, ὡς ἀγαθὴ πραΰνουσα, καὶ καθοδηγοῦσα πρὸς ἀρετῆς, οὐράνιον πορείαν, ὅπως ὡς εὐεργέτην, ἀκαταπαύστως μεγαλύνω σε.

 

 

Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἡ παμφαὴς ἐπέστη, τοῦ Ἱεράρχου ἑορτή, δεῦτε προθύμως ἐν ταύτῃ, ἀνευφημήσωμεν Χριστόν, τὸν θαυμαστὸν ἐν Ἁγίοις, καὶ μόνον Κύριον ὄντα.

Θεοτοκίον

Ἐλπὶς τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, σὺν Ἀποστόλοις Προφήταις, καὶ Μάρτυσι τὸν σὸν Υἱόν, ἱκέτευε ὑπὲρ πάντων, τῶν σὲ πιστῶς προσκυνούντων.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἱερὲ Μελέτιε, καταυγασθεὶς τὴν ψυχήν, ταῖς ἐνθέοις ἐλλάμψεσιν, ὡς φωστὴρ ἀνέτειλας, σελασφόρος τῆς πίστεως, καταπυρσεύων κόσμου τὰ πέρατα, Ὀρθοδοξίας τοῖς ἀπαυγάσμασιν· ὅθεν ὡς σκεῦός σε, τοῦ φωτὸς γεραίρομεν καὶ κοινωνόν, Βασιλείας Ὅσιε, τοῦ Παντοκράτορος.

 

Πάτερ, παμμάκαρ Μελέτιε, ταῖς τῶν ἀγώνων βολαῖς, ἀριστεὺς ὡς ἀήττητος, πόῤῥῳ ἀπεδίωξας, τοῦ ἐνθέου πληρώματος, Μακεδονίου τὴν ἀθεότητα, καὶ τοῦ Ἀρείου τομὴν τὴν βλάσφημον, μίαν Θεότητα, τρισὶν ὑποστάσεσιν, ὁμολογῶν, ἄτμητον ἀσύγχυτον, καὶ προαιώνιον.

 

Ὅσιε Πάτερ Μελέτιε, ἱεραρχίας στολήν, ἱερῶς περικείμενος, πρὸς τὸ καταπέτασμα, τὸ ἐσώτερον ἔδραμες, τὰ ὑπὲρ λόγον μυσταγωγούμενος, καὶ τοῖς προσπαίουσιν ἱλεούμενος, τὸν ὑπεράγαθον, ὡς μεσίτης ἔνθεος ἱερουργέ, τῆς ἀγαθοδότιδος, σαφῶς χρηστότητος.

 

Ὅσιε Πάτερ Μελέτιε, καθάπερ στῦλος φωτός, καὶ νεφέλη σκιάζουσα, ἀπλανῶς ὡδήγησας, τὸν λαὸν τοῦ Κυρίου σου, ἐκ τῆς συγχύσεως τῶν αἱρέσεων, ὀρθοδοξίας πρὸς γῆν ὑπέρλαμπρον· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον περιχαρῶς, πάντες ἑορτάζοντες, σὲ μακαρίζομεν.

 

Δόξα. Ἦχος πλ. δ΄

Τῷ πυρὶ τῆς γλώττης σου, τῆς ἀπάτης τὴν ὕλην ἐνέπρησας, Μελέτιε Ὅσιε, ἱεράρχα σοφέ· ὅθεν τῆς ἀληθείας τὸν πυρσόν, τῇ Ἐκκλησίᾳ δᾳδουχῶν, τὸ ὑπερούσιον φέγγος, ἐν ταῖς διανοίαις τῶν πιστῶν κατήστραψας, ἑνικὸν μὲν τῇ φύσει, τρισσὸν τοῖς προσώποις. ᾯ καὶ ὡς θυσίαν εὐπρόσδεκτον, τῶν ἀρετῶν σου τὸν πλοῦτον, καὶ τῆς πολιτείας τὴν ἄθλησιν προσήγαγες. Καὶ νῦν τῶν μακαρίων συναγελάζων τοῖς δήμοις, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 
Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Μελέτη δογμάτων πανευσεβῶν, τῆς Ὀρθοδοξίας, ἀναβλύζεις τὸν γλυκασμόν, καὶ τῆς ἀνομίας, ἐξαίρεις τὴν πικρίαν, Μελέτιε τρισμάκαρ, Τριάδος πρόμαχε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου