Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 1. ΑΓΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΕΥΔΟΚΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ Α΄!!

ΕΥΔΟΚΙΑ ΟΣΙΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἅπασαν ἀπόλαυσιν, ἡδυπαθείας ἐμίσησας, ἐπιγνώσει τοῦ κρείττονος, καὶ βίον ἰσάγγελον, πίστει ὑπελθοῦσα, πολύτιμον σκεῦος, ὤφθης τῆς χάριτος Χριστοῦ, Ὃν δι’ ἀθλήσεως μεγαλύνασα, μεγάλων κατηξίωσαι, ἀνταποδώσεων ἔνδοξε, Εὐδοκία πρεσβεύουσα, ὑπὲρ τῶν εὐφημούντων σε.

 

Πρότερον ἀσκήσασα, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα, ἐγκρατεία μαράνασα, ἀθλήσει τὸ δεύτερον, τοῦ ἐχθροῦ καθεῖλες, τὰς μηχανουργίας, καὶ νίκην ἦρας κατ’ αὐτοῦ, ὦ Εὐδοκία θεομακάριστε· διό σε ἐστεφάνωσεν, ἐπὶ διπλοῖς ἀγωνίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Καρδίας ταῖς αὔλαξι, σπόρον τὸν θεῖον εἰσδέδεξαι, ὡς γῆ πίων θεόπνευστε, καὶ ἑκατοστεύοντα, μαρτυρίου στάχυν, ἐξήνθησας ὄντως, καὶ ἀποθήκαις νοηταῖς, ἐθησαυρίσθης σθένει τοῦ Πνεύματος, τοῦ σὲ μεταποιήσαντος, καὶ ἀλλοιώσει τῇ κρείττονι, ἀλλοιώσαντος χάριτι, Εὐδοκία πανεύφημε.

 

Νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσφθέγματι, Εὐδοκία πανεύφημε, νεκρώσασα πάνσοφε, ἐγκρατείας πόνοις, τοῦ σώματος πάθη· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ Μαρτύρων καλῶς τελέσασα, τὸν δρόμον τῆς ἀθλήσεως, τῇ συνεργείᾳ τοῦ Πνεύματος, ὑπὲρ πάντων τῶν πίστει σε, ἀνυμνούντων πρεσβεύουσα.

 

Δόξα. Ἦχος πλ. β΄.

Καταλιποῦσα τὰ τερπνά, Εὐδοκία τοῦ βίου, ἡ Ὁσία καὶ Μάρτυς, καὶ Σταυρὸν ἀραμένη ἐπ’ ὤμων, προσῆλθε τοῦ νυμφευθῆναί Σοι Χριστέ, καὶ σὺν οἰμωγαῖς δακρύων ἐβόα Σοι· μή με τὴν πόρνην ἀποῤῥίψης, ὁ ἀσώτους καθαίρων, μή μου τὰ δάκρυα παρίδῃς, τῶν δεινῶν ὀφλημάτων, ἀλλὰ δέξαι με ὥσπερ τὴν πόρνην ἐκείνην, τὴν τὸ μύρον Σοι προσενέγκασα, καὶ ἀκούσω κἀγώ· ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Σῆς Ὁσίας, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Φέγγει τῷ νοητῷ, κατέλιπες τὸ σκότος, τῆς ἁμαρτίας Μῆτερ, καὶ τῷ Χριστῷ προσῆλθες, λιποῦσα τὰ ἐπίγεια.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Πόνοις ἀσκητικοῖς, λαμπρῶς θαυμαστωθεῖσα, ἀθλήσει Εὐδοκία, τοῖς πᾶσιν ὑπεμφαίνεις, Χριστοῦ δόξαν τὴν ἄῤῥητον.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Λόγῳ ζωοποιῷ, Χριστοῦ τῇ ἐπικλήσει, νεκροὺς ἐγείρεις Μῆτερ, τὴν νέκρωσιν τῆς πλάνης, εἰς τέλος θριαμβεύσασα.

 

Δόξα. Τριαδικόν.

Κράτος ἓν ἀμερές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σῶζε τοὺς λατρευτάς Σου, πρεσβείαις εὐπροσδέκτοις, τῆς Σῆς Ὁσιομάρτυρος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἤθλησε καρτερῶς, ῥωσθεῖσα τῇ δυνάμει, τοῦ Σοῦ Υἱοῦ Παρθένε, ἡ Μάρτυς Εὐδοκία, ὑμνοῦσά Σε πανύμνητε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προσέδραμες· οὗ τὸν ζυγὸν τῇ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι’ αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὁσιομάρτυρος. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Καταυγασθεῖσα τῇ αἴγλῃ τοῦ θείου Πνεύματος, διδασκαλίαις θείαις, Γερμανοῦ τοῦ Ὁσίου, ἐδέξω εὐδοκίας τῆς θεϊκῆς, Εὐδοκίας τὴν ἔλλαμψιν, καὶ τὸν τοῦ σκότους προστάτην ἔργοις φωτός, θεοφόρε ἀπημαύρωσας.

 

Ἀποκαλύψεσι θείαις γνῶσιν τὴν κρείττονα, λαμπρῶς εἰσδεξαμένη, τῷ Σωτῆρι προσῆλθες, ᾯ πίστει νυμφευθεῖσα πλοῦτον τὸν σόν, θεαρέστως ἐσκόρπισας, καὶ ἀρετῶν ἐκομίσω τὸν θησαυρόν, Εὐδοκία θείοις σκάμμασι.

 

Μαρτυρικῶς ἐναθλοῦσα ἐχθροὺς κατήσχυνας, θεόφρον Εὐδοκία, στεῤῥοτάτῃ καρσίᾳ, νεκροὺς δὲ ὡς ἐξ ὕπνου λόγῳ τῷ σῷ, παραδόξως ἐγείρασα, πλείστους προσάγεις τῇ πίστει τῇ τοῦ Χριστοῦ, τῶν θαυμάτων σου τῇ χάριτι.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.

Λιποῦσα σαρκὸς τὰς ἡδονάς, Εὐδοκία πάνσεμνε, ἀλλοιωθεῖσα τῇ χάριτι, τοῦ θείου Πνεύματος, ὡς ὠσὶν ἐδέξω, λόγον τὸν σωτήριον, τῆς θεογενεσίας τοῖς νάμασι, πιστῶς ἐτρύφησας, καὶ Κυρίῳ εὐηρέστησας, ἐγκρατείᾳ, καὶ πόνοις ἀθλήσεως.

 

Ἀνέτειλεν ἄνωθεν ἐν σοί, ἡ αὐγὴ τῆς χάριτος· ὅθεν τὸν ζόφον κατέλιπες, τῆς ματαιότητος, καὶ τὸν συναχθέντα, πλοῦτον ψυχῇ ἔμφρονι, διένειμας καὶ χαίρουσα ἔδραμες, Χριστοῦ τοῖς ἴχνεσιν, Εὐδοκία παμμακάριστε· διὰ τοῦτο, θαυμαστῶς δεδόξασαθι.

 

Ἀσκήσει νεκρώσασα σαρκός, πάντα τὰ φρονήματα, ἀθλητικοῖς ἀγωνίσμασι, Χριστὸν ἐδόξασας, καὶ θαυμάτων ὤφθης, ὄργανον θεόπνευστον, νεκροὺς ζωοποιῷ σου προσφθέγματι, Μῆτερ ἐγείρουσα, Εὐδοκία καὶ πρεσβεύουσα, ὑπὲρ πάντων, τῶν μακαριζόντων σε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς εὐδοκίας τοῦ Θεοῦ, τὴν ἀποκάλυψιν ἐδέξω, φωτισθεῖσα τὰ ὄμματα τῆς ψυχῆς θεόπνευστε· ὁ γὰρ λόγος τῆς χάριτος, τῆς ἁμαρτίας τὴν παλαίωσιν ἐν σοὶ νεκρώσας, καινότητα ζωῆς ἐβράβευσε, τὴν ἐν Χριστῷ ἀνάπλασιν, δεξαμένη διὰ πίστεως. Καὶ ἐν ἀσκήσει ἀρετῶν, καὶ τῇ ἀθλήσει δι’ αἵματος, τῆς δωρεᾶς τὸ μέγεθος δοξάσασα, ἐπαξίων ἔτυχες ἐπάθλων, Ὁσιομάρτυς Εὐδοκία ἀξιάγαστε. Ἀλλ’ ὡς ἔχουσα παῤῥησίαν, μὴ διαλίπῃς δυσωποῦσα, σώζεσθαι ἡμᾶς πάσης θλίψεως.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Φῶς θεῖον τῇ ψυχῇ σου, προφητικῶς ἀνέτειλε, καὶ ἡ ἐκ τούτου εὐφροσύνη, Εὐδοκία θεόφρον. Τὴν γὰρ θείαν ἀλλοίωσιν, ἀθρόον δεξαμένη, τὸν ἐν Χριστῷ ἐνεδύσω καινὸν ἄνθρωπον, ἀπαρνηθεῖσα τὴν φθοράν, καὶ τὰ ἔργα τοῦ σκότους. Καὶ θείῳ ἔρωτι τρωθεῖσα, ἐν ἀσκήσει οὐρανόφρων ὤφθης, καὶ ἐν ἄθλοις περιφανής, ταῖς τῶν θαυμάτων δυνάμεσι. Χριστὸς γὰρ Ὃν ἐπόθησας, λαμπρῶς σε ἐμεγάλυνε. ᾯ πρέσβευε μακαρία, δοῦναι ἡμῖν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

 

Ὅλῃ ψυχῇ ἀκολουθήσασα, τῷ σὲ καλέσαντι Χριστῷ, Γερμανοῦ ταῖς ὑποθήκαις, πρὸς θείας ἤρθης ἀναβάσεις. Τῆς γὰρ κρείττονος ζωῆς, τοὺς καρποὺς ἐγεώργησας, καὶ τῆς θείας εὐδοκίας φερωνύμως, ἐμυήθης τὰς δωρεάς. Ἀλλ’ ὡς ἐν ἄθλοις ἀήττητος, Ὁσιομάρτυς Εὐδοκία, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἱδρῶσιν ἀσκήσεως, καθαρθεῖσα τῶν προσύλων, τῆς ἐπιπνοίας τοῦ Πνεύματος, ἐπλήσθης θεόληπτε. Καὶ τύπος θείων ἐπιδόσεων, ταῖς μοναζούσαις φανεῖσα, θαυμάτων τὴν δύναμιν, ταῖς χερσὶν ἐδέξω· ὅθεν νεκρὺς μὲν ὡς ὑπνοῦντας ἤγειρας, τοὺς δὲ ξεσμοὺς τοῦ σώματος, ὡς ἄσαρκος ἤνεγκας. Καὶ πλείστους Χριστῷ προσαγαγοῦσα, ὡς θῦμα εὐπρόσδεκτον, καὶ ἱερεῖον λογικόν, ἐπὶ τέλει Αὐτῷ προσήχθης, τῇ τομῇ τοῦ αὐχένος. Καὶ νῦν ἀμέσως Αὐτῷ συνοῦσα, Ὁσιομάρτυς Εὐδοκία, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἀπ’ οὐρανοῦ χρηματισθεῖσα, τῆς σωτηρίας τὸ Εὐαγγέλιον, καὶ δι’ Ἀγγέλου πιστωθεῖσα, τῆς μετανοίας τὴν χαράν, οὐκ ἀπειθὴς ἐγένου, τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τῷ λόγῳ τῆς χάριτος, ὑποκλίνασα τὸ οὖς, τὸν μὲν πλοῦτον τὸν φθαρτὸν ἐμίσησας, τῆς ἀφθάρτου δὲ ζωῆς ἐπελάβου, καταλλήλως τῇ κλήσει, ἀγῶνας ἐπιδείξασα. Καὶ νῦν ἐν τῷ ἀφθάρτῳ νυμφῶνι, ὡς Ὁσία καὶ Μάρτυς, Εὐδοκία σὺν Ἀγγέλοις χορεύουσα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

Δόξα. Ἦχος γ΄.

Ἐν ἀνδρείῳ φρονήματι, τῆς μαρτυρίας ὑπελθοῦσα τὸ στάδιον, τῷ οἰκείῳ αἵματι, τὴν τῆς ἀσκήσεως στολὴν ἐφοίνιξας, Εὐδοκία παμμακάριστε. Τῶν γὰρ εἰδώλων τὴν πλάνην, τοῖς σοῖς ἀγῶσιν κατήσχυνας, θαυματουργοῦσα ἐν τῇ δυνάμει Χριστοῦ. Καὶ δι’ ἀμφοτέρων καμάτων, τῷ σῷ νυμφίῳ εὐαρεστήσασα, διπλοῦν ἐδέξω στέφανον, τὸν δρόμον τελέσασα. Ἀλλ’ ἀπαύστως πρέσβευε, Ὁσιομάρτυς ἔνδοξε, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀφράστως κυήσασα, τὸν Βασιλέα καὶ Θεὸν ἡμῶν, ῥυόμενον κόσμον τῆς ἀρχαίας ἀρᾶς, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην καταλείψασα, τὴν ματαιότητα κόσμου, καὶ πλοῦτον τὸν ῥέοντα, καὶ σαρκὸς μισήσασα τὴν ἀπόλαυσιν, τῆς Χριστοῦ πίστεως, ἐν τῇ σῇ καρδίᾳ, τὰ σωτήρια διδάγματα, ταῖς εἰσηγήσεσι, Γερμανοῦ ἐδέξω τοῦ μάκαρος, καὶ ταῦτα ἐγεώργησας, θείων ἀρετῶν ἐπιδόσεσιν· ὅθεν Εὐδοκία, τῆς θείας εὐδοκίας τὰς λαμπράς, ἐκληρονόμησας χάριτας, ἱερῶς ἀθλήσασα.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Ἄρασα ἐπ’ ὤμων σου, ἐν οὐρανόφρονι γνώμῃ, Εὐδοκία πάνσεμνε, τὸν Σταυρὸν τοῦ Κτίστου σου, θείῳ ἔρωτι, σεαυτὴν ἅπασι, κόσμου τοῖς ἡδέσι, θείοις σκάμμασιν ἐσταύρωσας, καὶ ὥσπερ ἄγγελος, ἔζησας ἐν σώματι ἔνδοξε, καὶ τοῦ Ἁγίου Πνεύματος, σκήνωμα πολύτιμον γέγονας· ὅθεν τῶν θαυμάτων, ἐδέξω δαψιλῶς τὰς δωρεάς, καὶ τοῖς οἰκείοις σου αἵμασι, τὸν ἐχθρὸν ἀπέπνιξας.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαίρουσα ὑπέμεινας, τὰς χαλεπὰς ἀλγηδόνας, πτερουμένη ἔρωτι, Εὐδοκία πάνσεμνε τοῦ νυμφίου σου, καὶ ξεσμῶν ἤνεγκας, τὰς πικρὰς ὀδύνας, δι’ ὧν πᾶσαν τῆς νεκρώσεως, φθορὰν ἀπέῤῥιψας, καὶ τῆς ἀφθαρσίας τὸ ἔνδυμα, προφητικῶς ἠμφίεσαι, καὶ τομῇ τῆς κάρας διέκοψας, Μάρτυς ἐν ἐκστάσει, ἐχθρῶν τῶν νοητῶν τὰς κεφαλάς, καὶ τῷ Χριστῷ τελεώτερον, συνήφθης πανένδοξε.

 

Δόξα. Ἦχος δ΄.

Ἀσκητικῇ διαπρέπουσα εὐδοξίᾳ, ἀθλητικῇ ἐλαμπρύνθης ἀγλαΐᾳ, Εὐδοξία καλλιμάρτυς θεόφρον· ἐν ὁσιότητι γὰρ θεοειδὴς ὡράθης, καὶ ἐν ἄθλοις μαρτυρίου, περιφανὴς καὶ ἀήττητος. Καὶ νῦν πρέσβευε Χριστῷ, Ὁσιομάρτυς ἔνδοξε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προσέδραμες· οὗ τὸν ζυγὸν τῇ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι’ αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὴν νύκτα τῶν παθῶν, τῷ φωτὶ τοῦ Κυρίου, λιποῦσα νουνεχῶς, Εὐδοκία θεόφρον, ἀσκήσεως τοῖς σκάμμασιν, ἐν τῷ κόσμῳ διέλαμψας, καὶ ἀθλήσασα, πρὸς τὸ ἀνέσπερον φέγγος, ἀνελήλυθας, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν πίστει τιμώντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Κυήσασα σαρκί, τὸν Δεπότην τῶν ὅλων, καὶ μείνασα ἁγνή, ὡς πρὸ τόκου παρθένος, ἁγνεύειν με ἀξίωσον, νῷ καὶ λόγοις καὶ πράξεσι, ἐνθυμήσεσι, καὶ λογισμοῖς τῆς καρδίας, ἵνα μέτοχος, τῆς οὐρανῶν Βασιλείας, γενήσωμαι ἄχραντε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τὴν ἀφθονίαν τοῦ σοῦ πλούτου Ὁσία, ὃν δι’ ἀτόπου ἐργασίας συνῆξας, τῷ τοῦ Χριστοῦ προστάγματι σκορπίσασα, χαίρουσα ἐπτώχευσας, καὶ ψυχῇ καὶ αἰσθήσει, καὶ σεμνῇ διέπρεψας, ἐπὶ γῆς πολιτείᾳ, μαρτυρικῷ δὲ τέλει πρὸς ζωήν, ὦ Εὐδοκία, τὴν ἄνω ἀνέδραμες.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἡ τῶν Ἀγγέλων ἀληθὴς εὐφροσύνη, καὶ τῶν ἀνθρώπων σωτηρία καὶ σκέπη, Θεογεννῆτορ Κόρη ἀειπάρθενε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, τῆς ἐκ τοῦ ἀλάστορος, τοὺς πρὸς Σὲ ἀφορῶντας, καὶ ἐκβοῶντας ὅλης ἐκ ψυχῆς· χαῖρε Παρθένε, ἡμῶν ἡ βοήθεια.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐγκρατείας σκάμμασιν, ἐκκαθαρθεῖσα, μαρτυρίου ἔλαμψας, ταῖς καθαραῖς μαρμαρυγαῖς, ὦ Εὐδοκία κραυγάζουσα· Σύ μου οἰκτίρμων, ἰσχὺς καὶ κραταίωμα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐξ ἁγνῶν αἱμάτων Σου, σεσαρκωμένος, προελθὼν ὁ Κύριος, Σὲ προστασίαν ἀψευδῆ, Θεογεννῆτορ ἀνέδειξε, τοῖς προσιοῦσι, πιστῶς τῇ πρεσβείᾳ Σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, τῆς Γ’ Κυριακῆς τῶν Νηστειῶν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῇ ἀγάπῃ τοῦ Χριστοῦ, τὴν ψυχὴν στομωθεῖσα, τὸ σῶμα ἐνέκρωσας, ἐγκρατείας τοῖς πόνοις. Καὶ τὴν καλὴν ὁμολογήσασα ὁμολογίαν, διὰ μαρτυρικῶν ἀγώνων, τῆς Εὔας ἐτρύγησας, ἐπιτηδείως τὸν πόθον, Ὁσιομάρτυς θεόφρον. Καὶ νῦν ἐν μεθέξει θείᾳ θεουμένη, Εὐδοκία πρέσβευε, δοῦναι ἡμῖν πταισμάτων ἄφεσιν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας δύο.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῆς Εὐδοκίας τοὺς ἀγῶνας, αἰνέσω.

ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ

Τὴν ἐξ ἀπροσεξίας, σκότωσίν μοι Μάρτυς ἐπισκήψασαν, πρεσβειῶν σου ἀκτῖσιν, Εὐδοκία ὑμνοῦντί σε σκέδασον.

γρευσεν ἡ σαγήνη, λόγων θεοπνεύστων Καλλιμάρτυς σε, ἀθανάτου τραπέζης, ἀπολαύσεως θείας ἐντρύφημα.

Στέμμα τῆς ἀφθαρσίας, καὶ τὴν διαμένουσαν ἀπόλαυσιν, τὰ γῆς παρωσαμένη, Εὐδοκία, ἀξίως κεκλήρωσαι.

Θεοτοκίον

λυσε τοῦ θανάτου, ἐκ τῆς καταδίκης με Πανάμωμε, ὁ ἐκ σοῦ Θεὸς Λόγος, σαρκωθεὶς διὰ σπλάγχνα ἐλέους αὐτοῦ.

 

 

 

 

 

 

Ὁ β΄ Κανών.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φαιδρῶς ἐξανέτειλεν, ἡ ἱερά σου πανήγυρις, ἀκτῖσι τοῦ Πνεύματος, περιαυγάζουσα, τοὺς ὑμνοῦντάς σου, ἐν ταύτῃ τοὺς ἀγῶνας, καὶ τὰ κατορθώματα, Μάρτυς πανεύφημε.

Ἡμῶν τὴν ἀσθένειαν, ὁ προσλαβόμενος Κύριος, τοῦ κόσμου τὰ πταίσματα, ὁ ἀφαιρούμενος, ἐκ πελάγους σε, ἀπάτης ψυχοφθόρου, λιμένι τῆς χάριτος, Μάρτυς καθώρμισεν.

Λουτρὸν τῆς ἀφέσεως, τῇ συνεργίᾳ τοῦ Πνεύματος, λαβοῦσα πρὸς ἄσκησιν, απηυτομόλησας, καὶ κατέκαυσας, πυρὶ τῆς ἐγκρατείας, παθῶν εὐκατάπρηστον, ὕλην θεόνυμφε.

Τυράννων πρὸ βήματος, ἀνδρειοφρόνως ἐκήρυξας, Χριστοῦ τὰ παθήματα, καὶ τὴν Ἀνάστασιν· ὅθεν μάστιξι, σφοδρῶς ἀλγυνομένη, τὸν πρὶν σε πτερνίσαντα, ὄφιν κατέβαλες.

Θεοτοκίον

Λυτρούμενος ἔλαμψε, Σοῦ ἐκ νηδύος ὁ Κύριος, τοῦ κόσμου τὰ πέρατα, πλάνης Θεόνυμφε· Ὃν ἱκέτευε, Ὃν πάντοτε δυσώπει, σωθῆναι τοὺς πίστει Σε, Κόρη γεραίροντας.  

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα

λην καταλείψασα, τὴν πολυποίκιλον ἔνδοξε, κόσμου φθαρτοῦ, ὄλβον Εὐδοκία, ἀναφαίρετον εἴληφας.

Δόξης ἀγαλλίαμα, τῆς μετανοίας σου σύμβολον, ἐν οὐρανοῖς, σεπτὴ κατιδοῦσα, ἐφωτίσθης βαπτίσματι.

λην σου τὴν ὕπαρξιν, διασκορπίσασα πάνσεμνε, τῶν ἐν Χριστῷ, ἀγαθῶν ἐκτήσω, θησαυρὸν τὸν οὐράνιον.

Θεοτοκίον

λην μου τὴν ἔφεσιν, Θεογεννήτρια δέομαι, πρὸς τὸν ἐκ σοῦ, ἴθυνον τεχθέντα, τῶν παθῶν ῥυομένη με.

 

Ἕτερος. Οὐκ ἐν σοφίᾳ.

Οὐκ ἐν ἰσχύϊ, τῆς σαρκὸς ἀλλὰ σθένει τοῦ πνεύματος, τὸν ἀνίσχυρον ἐχθρόν, τροπαίοις νίκης κατέαξας, Μάρτυς φρυαττόμενον, ἀξιοθαύμαστε.

Δι’ ἐγκρατείας, τῆς σαρκὸς θανατώσασα φρόνημα, συνεργίᾳ τοῦ νεκροῖς, ἀθανασίαν πηγάσαντος, νεκροὺς ἐξανέστησας, Μάρτυς ἀοίδιμε.

Τοῦ σταυρωθέντος, δι’ ἡμᾶς τὰ παθήματα στέργουσα, φλεγομένη τὴν ψυχήν, ἐλάφου δίκην κατέσπευσας, θανάτου ποτήριον, πιεῖν πανένδοξε.

Θεοτοκίον

Ἁγιωτέραν, τῶν ἁγίων καὶ πάσης τῆς κτίσεως, ἀνωτέραν ὁ ἐκ Σοῦ, σαρκὶ τεχθεὶς Σὲ εἰργάσατο· ὅθεν Σε ὡς Δέσποιναν, πάντως γεραίρομεν.

 

 

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν

Φωτισθεῖσα τῇ αἴγλῃ τῇ θεϊκῇ, τὸν τῆς πλάνης κατέλιπες σκοτασμόν, καὶ βίον ἀνέλαβες, μετὰ σώματος ἄϋλον, χαρισμάτων δὲ θείων, πλησθεῖσα τοῦ Πνεύματος, ἐκ ψιλῆς προσρήσεως, νεκροὺς ἐξανέστησας· ὅθεν ἐπὶ τέλει, μαρτυρίου στεφάνῳ, ἐνθέως κεκόσμησαι, καὶ τὸν δόλιον ᾔσχυνας, Εὐδοκία Ἰσάγγελε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἐννοῶν μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι, τῷ Κριτῇ ὁ ταλαίπωρος; πρὸς τὴν σὴν δὲ βλέπων, εἰκόνα πανύμνητε, ἀναψυχὴν λαμβάνω, Κυρία τῶν πόνων μου, καὶ ἀπεγνωσμένος, σοὶ προσπίπτω κραυγάζων· Ἐλέησον, οἴκτειρον, Παναγία μου πρόφθασον, ἐν ἡμέρᾳ τῆς κρίσεως, ὅπως ταῖς πρεσβείαις ταῖς σαῖς, ὁ Υἱός σου ἵλεώς μοι γένηται, ἐπεὶ περ ἄλλην ἐλπίδα, ἐκτός σου οὐ κέκτημαι.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε

Καλλονῇ ὑπερέχουσα, σώματος ἀξίως ψυχῆς ἐξήνθησας, ὡραιότητα κατάλληλον, πόνοις Εὐδοκία ἀπαστράπτουσα.

εραῖς εἰσηγήσεσι, ταῖς τοῦ Γερμανοῦ τὴν κρίσιν εὐΐλατον, δι' ἐλέους Μάρτυς εἴληφας, τῶν πρὶν ἀθεμίτων ἀλογήσασα.

πημαύρωσας ἅπασαν, πλάνης προσβολήν· φωτὸς ἀληθείας γάρ, ὁδηγὸν ἔσχες Ἀρχάγγελον, θείας σοι ἐμφάσεις ἐκκαλύπτοντα.

Θεοτοκίον

Σὺ πανάμωμε Δέσποινα, σάλον τῶν κυμάτων ψυχῆς μου πράϋνον, ἁμαρτίας με τοῦ κλύδωνος, καὶ τῆς τρικυμίας ἀπαλλάττουσα.

 

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.

Ἐκ βυθοῦ σε ἀσωτίας, εἰς περίδοξον εἵλκυσεν, ἀφθαρσίας κλέος, Λόγος καθαρὸς Ὃν ἠγάπησας, Ὃν ἀδιστάκτῳ καρδίᾳ, ἐξεζήτησας, οὗ τὰ στίγματα  ἐν τῇ σαρκί, Μάρτυς ἤνεγκας.

Φανοτάταις θεωρίαις, νοηταῖς ἀναβάσεσιν, ἐνασχολουμένη, πόνους ὑποφέρεις ἀσκήσεως, ἀθλητικὰς ἀλγηδόνας, ἐκαρτέρησας, Ὁσιομάρτυς μοναζουσῶν, ἐγκαλλώπισμα.

Δροσισμῷ σου τῶν δακρύων, ἡδονῶν πῦρ κατέσβεσας, καὶ πυρὶ αἱμάτων, τῆς ἀθλητικῆς καρτερίας σου, τῆς ἀσεβείας τὴν ὕλην, ἀπετέφρωσας, Εὐδοκία Μαρτύρων Χριστοῦ, σεμνολόγημα.

Θεοτοκίον

Ἡ ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος, καὶ κατάσκιον, ὡς χωρήσασα τὸν πλαστουργόν, μακαρίζεται.

 

 

 

ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε

Τὸν βόρβορον τῶν πράξεων δάκρυσιν, ἐκπλυθεῖσα λουτρῷ τοῦ Βαπτίσματος, ἡλίου πλέον ἐξέλαμψας.

Οὐ πλοῦτος, οὐ θωπεῖαι, οὐ μάστιγες, οὐ ξεσμοὶ σε, οὐ ξίφος, οὐ θάνατος, Θεοῦ χωρίσαι δεδύνηνται.

σκήσει Εὐδοκία τὸ πρότερον, εἶτα σεμνή, αἵματι ἀθλήσεως, τὸν σὸν νυμφίον ἐδόξασας.

Θεοτοκίον

λώδους προσπαθείας μου ἄκανθαν, Θεοτόκε, φλέξον τῷ μὴ φλέξαντι, πυρὶ τὴν θείαν γαστέρα σου.

 

Ἕτερος. Ἀσεβεῖς οὐκ ὄψονται.

Ἀσεβεῖς κατήσχυνας, εὐσέβειαν σαφῶς, καταγγέλουσα καὶ θανεῖν, ὑπὲρ ταύτης σπεύδουσα, Μάρτυς πανένδοξε, καὶ ὡς χοῦν ἐλέπτυνας, τῶν εἰδώλων τὰ σεβάσματα.

Τὸν νεκροῖς ἐμπνέοντα, ζωὴν θεαρχικῶς· παῤῥησία μαρτυρικῇ, αἰτουμένη ἤγειρας, νεκροὺς ἀοίδιμε, καὶ νεκρὸν τὸν δράκοντα, Εὐδοκία ἐναπέδειξας.

Ἐπιστάς σοι Ἄγγελος, μετέωρον ποιεῖ, πρὸ μυήσεως βαπτισμοῦ, τοῦ ἐχθροῦ ῥυσθεῖσάν σε, ὑποδεικνύων σοι, ταῖς ἐλπίσι πόῤῥωθεν, τοῦ Θεοῦ ἐκκαλουμένου σε.

Θεοτοκίον

Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς ἐνθέοις πράξεις, καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.

ᾨδὴ ς'. Χιτῶνά μοι παράσχου φωτεινόν

Στεῤῥῶς τῷ τῆς ἀθλήσεως πυρί, σεαυτὴν λιπάνασα, βασάνοις ἀνάλωτος, Εὐδοκία, ἀνεδείχθης σεβάσμιε.

γάπης ἐραστῶν τῶν φθαρτικῶν, σεμνὸν προτιμήσασα Νυμφίον τῷ ἔρωτι, Εὐδοκία τῷ ἀφθάρτῳ ἐπανέθου σαυτήν.

Ξεσμοὺς τοὺς τῆς σαρκός σου ἀνδρικῶς, Μάρτυς ὑπομείνασα, τὸ τῆς νεκρώσεως, ἀπεβάλου Εὐδοκία χιτώνιον.

Θεοτοκίον

Γαλήνης ἡ κυήσασα Χριστόν, τὸν αἴτιον Δέσποινα, τὸν ἄγριον κλύδωνα, τῶν παθῶν μου, Παναγία ἡμέρωσον.

      

 

 

 

 

 

 

Ἕτερος. Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον.

Ἐπέστρεψας, πλανωμένους λαοὺς πρὸς εὐσέβειαν, παραδόξως, ἐνεργοῦσα ἐξαίσια θαύματα, καὶ Θεῷ προσῆξας, Εὐδοκία σεμνὴ διὰ πίστεως.

Μεγάλα σου, τὰ τῆς πίστεως ἔργα πεφύκασιν· ἐκ γὰρ μόνου, τῆς τιμίας χειρός Σου χαράγματος, ὁ νεκρὸς ψυχοῦται, καὶ ζωὴν ἀληθῆ ὑποδέχεται.

Νεκρώσεως, ἐξεδύσω χιτῶνα τοῖς ἄθλοις σου, Ἀθληφόρε, ἐνεδύσω στολὴν ἀφθαρσίας δε, μεθ’ ἧς εἰς τὰ ἄνω, σὺν Ἁγίοις χορεύεις Βασίλεια.

Ἐχείμασεν, οὐδαμῶς ἀθεΐας σε θάλασσα· θείαις αὔραις, εἰς λιμένα καὶ γὰρ θείας πίστεως, καθωρμίσθης δόξης, λαβομένη σεμνὴ καὶ λαμπρότητος.

Θεοτοκίον

Ἀνάτειλον, μετανοίας ἀκτῖνάς μοι Δέσποινα, καὶ τὰ νέφη, πονηρῶν λογισμῶν διασκέδασον, τοῦ ἡλίου πύλη, τῆς δικαιοσύνης Μητροπάρθενε.

 

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.

Ὁ εὐδοκήσας ἐκ βυθοῦ ἀπωλείας, πρὸς εὐσεβείας τὸν ἀκρότατον ὅρον, ἀναγαγεῖν σε ἔνδοξε ὡς λίθον ἐκλεκτόν, οὗτος καὶ τὸν βίον σου, τῇ ἀθλήσει λαμπρύνας, χάριν ἰαμάτων σοι, Εὐδοκία παρέχει· ὃν ἐκδυσώπει σῴζεσθαι ἡμᾶς, Ὁσιομάρτυς, Ἀγγέλων ἐφάμιλλε.

Ὁ Οἶκος.

Καταυγασθεῖσα τῷ φωτί, τῆς θείας εὐδοξίας, ἐξ ἀγνωσίας ζοφερᾶς, καὶ σκοτασμὸν ἁμαρτιῶν, ὥσπερ λαμπὰς περιφανής, ἀνέλαμψας θεόφρον, τὴν ζωοποιὸν τοῦ Χριστοῦ φωτοχυσίαν δεξαμένη πλουσίως ἐν τῇ καρδίᾳ, Εὐδοκία παμμακάριστε· ἔνθεν τοῦ πολλοῦ σου πλούτου τὸν ὄγκον, θεοφιλῶς διανείμασα, γυμνὴ φροντίδων κόσμου, καὶ ματαίων ἐλπίδων ἐξῆλθες, εἰς ἀναζήτησιν τοῦ οὐρανίου Νυμφίου. Καὶ τοῦτον εὑροῦσα, δι’ ἀσκήσεως ἱερᾶς, καὶ μαρτυρικῆς ἀθλήσεως, μυστικῶς Αὐτῷ συνήφθης, καὶ μάλα εὐφράνθης, τῇ ἀποῤῥήτῳ ἑνώσει, καὶ θαυμάτων χάριν εἴληφας, καὶ ζωὴν αἰώνιον ἐτρύγησας. Καὶ νῦν δυσωποῦμέν σε οἱ τελοῦντες τὴν μνήμην σου, ἱκέτευε ἐκτενῶς, σώζεσθαι ἡμᾶς, Ὁσιομάρτυς, Ἀγγέλων ἐφάμιλλε.

 

Συναξάριον.

Μὴν Μάρτιος, ἔχων ἡμέρας λα΄.

Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Αγίας Ὁσιομάρτυρος Ευδοκίας τῆς ἀπὸ Σαμαρειτῶν

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

ς ζωῆς κληρονόμος, καὶ θανάτου ῥυσθεῖσα τοῦ ψυχοφθόρου σαφῶς, εὐχῇ τοὺς τεθνεῶτας, ζωοῦσα Εὐδοκία, τῷ Χριστῷ ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ναὸς τῆς ἁμαρτίας, προϋπάρξασα Μάρτυς σαυτὴν καθῆρας Θεῷ, ναὸν ἡγιασμένον, ἐνάρετον δεικνῦσα, Καλλιμάρτυς κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

σκήσεως ἱδρῶσι, πιανθεῖσα ἐλαία ὤφθης κατάκαρπος· ἀθλήσεως δὲ ξίφει, καὶ λύθρῳ Εὐδοκία, τρυγωμένη ἐκραύγαζες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Συντριβέντα κακίᾳ, καὶ δειναῖς ἁμαρτίαις καταβριθόμενον, Ἀμνὸν τὴν ἁμαρτίαν, τὸν αἴροντα τοῦ κόσμου, ἡ κυήσασα Δέσποινα, ἐπικρατείας αὐτῶν, Παρθένε, τήρησόν με.

 

Ἕτερος. Ὁ διασώσας ἐν πυρί.

Τὰς μεθοδείας τοῦ ἐχθροῦ, καὶ τὰ πολυμήχανα κέντρα, τῶν προσευχῶν ἐπιμονῇ, καὶ ταῖς θείαις μελέταις ἀπήμβλυνας, Εὐδοκία κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ὕδωρ ἁλλόμενον σαφῶς, θείαν πρὸς ζωὴν ἐν καρδίᾳ, φίλτρον κατέχουσα Χριστοῦ, ἀπιστίας χειμάῤῥους κατέκλυσας, μελῳδοῦσα θεόπνευστε· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θαῦμα ἐξαίσιον ἰδού, πᾶσι τοῖς πιστοῖς καθορᾶται· πῶς εἰς πυθμένα τῶν κακῶν, ἡ τὸ πρὶν δυσσεβῶς καταντήσασα, εἰς αὐτὸ τὸ ἀκρότατον, τῶν καλῶν ἀνεβιβάσθη, ἐνθέοις τρόποις;

Θεοτοκίον

Καὶ μετὰ τόκον ὡς τὸ πρίν, μένεις ἀειπάρθενος Κόρη· Θεὸς γάρ ἐστιν ὁ ἐκ Σοῦ, ὑπὲρ φύσιν τεχθεὶς ᾧ κραυγάζομεν· ὑπερύμνητε Κόρη, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Τὸν Βασιλέα τῶν οὐρανῶν

ϋλον πῦρ σοι ἐνδομυχοῦν, καὶ ἐν κόλποις, θεῖος ἄνθραξ Πάνσεμνε ὑπάρχων, ἔφλεξε τυράννους, ἀλώβητον τηρῶν σε.

δρώτων θείων τὰς ἀμοιβὰς Εὐδοκία, ἰαμάτων εἴληφας πλημμύρας, νόσους θανατοῦσα, καὶ τοὺς νεκροὺς ζωοῦσα.

σβεσας Μάρτυς, τῆς ἀσεβείας τὴν φλόγα, τῶν αἱμάτων σου τοῖς ῥείθροις Εὐδοκία, καὶ ζωῆς πρὸς ὕδωρ, ἰθύνθης τῆς ἀγήρω.

Θεοτοκίον

Νενεκρωμένην ταῖς ἡδοναῖς τὴν ψυχήν μου, Θεοτόκε ζώωσον· ζωὴν γάρ, μόνη ἀπειράνδρως, γεγέννηκας Παρθένε.

 

 

 

Ἕτερος. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε.

Ὑπὲρ φύσιν τὰ σὰ κατορθώματα, ὑπὲρ νοῦν καὶ τὰ θεῖα χαρίσματα, αἱ δωρεαὶ δὲ μείζονες, καὶ τὰ ἔπαθλα Μάρτυς, τῶν σῶν ἀγώνων, ὡς διήνυσας γνώμης στεῤῥότητι.

Θανατοῦται δεινῶς θανατώσας σε, τῇ τοῦ ξίφους τομῇ ὁ παράνομος, δαιμονικαὶ δὲ φάλαγγες, διεκόπησαν Μάρτυς, καὶ ἀνιάτως, πληγωθεῖσαι εἰς τέλος ἀπώλοντο.

Λυτρωτὰ τοῦ παντὸς πολυέλεε, τὴν εἰς βάθη δεινῶν ὀλισθήσασαν, εἰς ἀγαθῶν ἀκρώρειαν, εἰς περίδοξον ὕψος, τοῦ μαρτυρίου, ὡς γνησίαν σου νύμφην ἀνήγαγες.

Θεοτοκίον

Τὸν θερμὸν τῶν πιστῶν ἱλαστήριον, καλλονὴν Ἰακὼβ ἣν ἠγάπησε, Θεὸς καὶ ἐξελέξατο, τὸ κατάσκιον ὄρος, τὴν Θεοτόκον, γενεαὶ γενεῶν μακαρίζουσιν.

 

ᾨδὴ θ'. Κυρίως Θεοτόκον

λύθης τῶν προσκαίρων, Μάρτυς Εὐδοκία, καὶ ἐφετῶν τὸ ἀκρότατον εἴληφας, πρὸς τὸν Θεόν, διὰ ξίφους ἐπιδημήσασα.

Σὺν Μάρτυσιν ὡς Μάρτυς, καὶ σὺν ταῖς Ὁσίαις, ὡς Ἀσκητῶν ἀκροθίνιον ἔλαμψας, θαυματουργὸς Εὐδοκία, δειχθεῖσα ἔνδοξε.

Στολαῖς τῆς ἀφθαρσίας, καθωραϊσμένη, καὶ σὺν Ἀγγέλοις ἀπαύστως χορεύουσα, ὑπὲρ ἡμῶν Εὐδοκία, Χριστὸν ἱκέτευε.

Θεοτοκίον

ς θείαν προστασίαν, καὶ ὡς ἀσφαλῆ σε, ἐλπίδα μόνην κατέχω Μητρόθεε, ἁμαρτιῶν καὶ κινδύνων ἐκλυτρωθῆναί με.

 

Ἕτερος. Ὁ τόκος σου ἄφθορος ἐδείχθη.

Ἀγγέλων ἐπέφραυνας χορείας, Μαρτύρων συνήφθης ὁμηγύρει, καὶ παστάδος τῆς ἄνω, ὡς σεμνὴ κατηξιώθη Μάρτυς θεόφρον· ὅθεν συμφώνως, οἱ πιστοί σε μεγαλύνομεν.

Χειμάῤῥου τρυφῆς νῦν ἀπολαύεις, τὰς ἄνω κληροῦσαι κατοικίας, ὡμοιώθη Ἀγγέλοις, ἀντιδόσεις σου τῶν πόνων ἀπολαμβάνεις, τὸν εὐεργέτην, Εὐδοξία μεγαλύνουσα.

Οὐκέτι ὁρᾷς ὡς ἐν ἐσόπτρῳ, καλῶν τὸ ἀκρότατον Ὁσία, πρὸς δὲ πρόσωπον Μάρτυς, θεωρεῖς πρόσωπον ἤδη διαλυθέντων, τῇ ἀληθείᾳ, Εὐδοκία τῶν ἐμφάσεων.

Χαρᾶς ἡμῖν πρόξενος ἡ μνήμη, τῆς σῆς ἐναθλήσεως ὑπάρχει, ἣν τελοῦντας ἐν πίστει, πρὸς Θεὸν ὡς παῤῥησίαν ἔχουσα Μάρτυς, ῥῦσαι κινδύνων, Εὐδοκία ταῖς πρεσβείαις σου.

Θεοτοκίον

Ῥομφαῖαι ἐξέλιπον εἰς τέλος, ἐχθροῦ Θεομῆτορ· ἐκ γαστρός Σου, ἀνατείλας Θεὸς γάρ, τῇ βουλήσει τοῦ Πατρὸς τούτου μετ’ ἤχου, μνήμην καθεῖλε, διασώσας τὸ ἀνθρώπινον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῆς πλάνης τὴν σκοτόμαιναν, ἐμφρόνως ἀποῤῥίψασα, τῆς εὐσεβείας ἐδέξω, τὰς φωταυγεῖς διαδόσεις, καὶ μαρτυρίου αἵμασιν, ὡς θεῖον ὁλοκάρπωμα, Χριστῷ προσήχθης ἔνδοξε, ὑπὲρ ἡμῶν Εὐδοκία, διὰ παντὸς δυσωποῦσα.

Θεοτοκίον

Θεὸν τὸν ὑπερούσιον, οὐσίαν τὴν ἀνθρώπινον, ἀναλαβόντα Παρθένε, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, δι’ εὐσπλαγχνίαν ἄμετρον, ὑπερφυῶς ἐκύησας· διό Σε μεγαλύνομεν, ὡς τῆς ἡμῶν σωτηρίας, ἀρχὴν καὶ πύλην καὶ ῥίζαν.

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς ἀκήκοας ἔνδοξε, Γερμανοῦ τοῦ θεόφρονος, λόγον τὸν σωτήριον ἀναπτύσσοντος, φόβου τοῦ θείου τοῖς βέλεσιν, ἐπλήγης καὶ ἔλιπες, τοὺς ματαίους ἐραστάς, καὶ Κυρίῳ νενύμφευσαι, ἐκκαθάρασα, σεαυτὴν τῷ Βαπτίσματι τῷ θείῳ· διὰ τοῦτο Εὐδοκία, θεοπρεπῶς ἠνδραγάθησας.

 

Ἐν ἀσκήσει διέπρεψας, ἐν ἀθλήσει ἠρίστευσας, κατὰ τοῦ ἀλάστορος θείῳ Πνεύματι, ἐν ἀσθενείᾳ τῆς φύσεως, αὐτοῦ διολέσασα, τὴν ὀλέθριον ἰσχύν, Εὐδοκία πανεύφημε, καὶ ἐδόξασας, εὐσεβείας τὸ κράτος τοῖς σοῖς ἄθλοις, καὶ θαυμάτων ἐπιδείξει, Ὁσιομάρτυς θεόληπτε.

 

Τὴν ζωὴν ἐν σοὶ ἔσχηκας, ἐπανθοῦσαν τὴν κρείττονα, τῆς σαρκὸς νεκρώσασα τὰ σκιρτήματα· ὅθεν νεκροὺς ἐξανέστησας, εὐχῇ σου πρὸς Κύριον, καὶ ἀθλήσασα στεῤῥῶς, Εὐδοκία πανθαύμαστε, ἀπενέκρωσας, τὸν νεκρώσαντα πάλαι τοὺς Γενάρχας, καὶ θεώσεως τὸν πλοῦτον, ἐπιτηδείως ἐτρύγησας.

 

Καὶ τὸν πλοῦτον σκορπίσασα, καὶ ὁσίως δουλεύσασα, Εὐδοκία πάνσεμνε τῷ νυμφίῳ σου, τούτου τὸ ἅγιον ὄνομα, ἀνόμοις ἐκήρυξας, καὶ ὑπέμεινας ξεσμούς, καὶ στρεβλώσεις τοῦ σώματος, ὡς ἀσώματος, καὶ τμηθεῖσα τῷ ξίφει νικηφόρος, πρὸς νυμφῶνας οὐρανίους, Ὁσιομάρτυς ἀνέδραμες.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὴν ἐν ἀσκήσει ἀρετήν, ἀθλητικῷ ἐλάμπρυνας αἵματι, Ὁσιομάρτυς Εὐδοκία πανθαύμαστε. Τῆς γὰρ ἀγάπης Χριστοῦ, οὐδέν σε χωρίσαι ἴσχυσε, τῷ ἀχράντῳ κάλλει, νοερῶς ἀτενίζουσαν, καὶ ἔξω κόσμου γενομένην· ὅθεν νομίμως ἠγώνισαι, καὶ ἀξίως ἐδέξω, τὸ τῆς νίκης διάδημα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

 

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χάρις εὐδοκία τῆς θεϊκῆς, ἐν σοὶ Εὐδοκία, ἐνεργήσασα θαυμαστῶς, νύμφην σε Κυρίου, λαμπρῶς πεποικιλμένην, ἀσκήσει καὶ ἀθλήσει, ἔδειξε λάμψασαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου