Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 15. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΙΤΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΕ΄!!
ΒΙΤΩΝ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐκ βρέφους προσῆλθες τῷ Χριστῷ, Βίτων παμμακάριστε, τὴν πατρικὴν βδελυξάμενος, Μάρτυς δυσσέβειαν, καὶ τοῦ Παρακλήτου, ἀνεδείχθης σκήνωμα· ἐντεῦθεν μαρτυρίου τοῖς σκάμμασι, λαμπρῶς ἠρίστευσας, καὶ τῆς ἄνω κατηξίωσαι, Βασιλείας καὶ θείας λαμπρότητος.

Νεότητος ὥραν παριδών, χαίρων προσεχώρησας, ἀπεριτρέπτῳ φρονήματι, πρὸς τῆς ἀθλήσεως, τοὺς ἀγῶνας Βίτων, καὶ Χριστὸν ἐδόξασας, ἐν λόγοις καὶ ἐν ἔργοις καὶ θαύμασι· διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, πρεσβευτήν σε πρὸς Χριστὸν προβάλλομεν.

Νασάνων σκληρῶν καὶ ἀπειλῶν, καὶ πυρὸς ἀνώτερος, τῇ ἀγαπήσει τοῦ Κτίσαντος, ὤφθης μακάριε, καὶ τὴν τῶν εἰδώλων, δύναμιν κατήσχυνας, ἀθλήσας ὑπὲρ φύσιν ὡς ἄσαρκος, Βίτων πολύαθλε· διὰ τοῦτό σε ὁ Κύριος, οὐρανίων χαρίτων ἠξίωσε.

Τελέσας τὸν δρόμον ἀνδρικῶς, πρὸς Χριστὸν ἀνέδραμες, παρ’ οὗ φωνῆς θείας ἤκουσας, προσβεβαιούσης σε, περὶ τῶν μελλόντων, ἀγαθῶν ὧν μέτοχος, ἐγένου μετὰ τῶν συμμαρτύρων σου, Βίτων μακάριε· μεθ’ ὧν πρέσβευε δεόμεθα, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.

Δόξα. Ἦχος β΄.
Ἀνατεθεὶς ἀπὸ παιδὸς Κυρίῳ, τῆς ἐν αὐτῷ ζωῆς καὶ χάριτος, δαψιλῶς ἐτρύφησας, Βίτων ἔνδοξε. Καὶ πατρικῆς ἀλογήσας ἀνοίας, μαρτυρικῶς Χριστον ἐδόξασας, στεῤῥοτάτῃ ψυχῇ· διὸ ὁ πάντων Κύριος, τῆς αἰωνίου δόξης σε ἠξίωσεν. ᾯ πρέσβευε Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.












Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέον ὥσπερ φυτόν, καρποὺς ἀθανασίας, ἀθλήσας ὑπὲρ φύσιν, προσήγαγες Κυρίῳ, ὦ Βίτων παναοίδιμε.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Γνῶσιν τὴν ἀληθῆ, πλουτήσας Μάρτυς Βίτων, πατρὸς τὴν ἀγνωσίαν κατέλιπες ἐμφρόνως, καὶ τῷ Χριστῷ προσέδραμες.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πόνοις ἀθλητικοῖς, Χριστὸν δοξάσας Βίτων, λαμπρῶς ἀντεδοξάσθης, παρὰ τοῦ πάντων Κτίστου, θαυμάτων ταῖς δυνάμεσι.

Δόξα. Τριαδικόν.
Ἕνα Σε τοῦ παντός, Θεὸν καὶ Βασιλέα, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὁμόδοξε Θεότης, ὁ Βίτων ὡμολόγησε.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὸν Θεόν, ἀφράστως συλλαβοῦσα, καὶ τέξασα Παρθένε· χαῖρε δι’ ἧς τῆς πάλαι, κατάρας ἐλυτρώθημεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ παιδὸς τῷ Σωτῆρι κατηκολούθησας, καὶ μαρτυρίου ἀγῶσι στεῤῥῶς διέπρεψας, ἐναθλήσας ἀνδρικῶς Βίτω μακάριε· ὅθεν ὡς Μάρτυρα Χριστοῦ, καὶ γενναῖον Ἀθλητήν, ὑμνοῦμέν σε ἐκβοῶντες· Χριστὸν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀθλητὴν τοῦ Σωτῆρος ὕμνοις τιμήσωμεν, Βίτωνα τὸν γενναῖον, τῶν πιστῶν αἱ χορεῖαι· οὗτος γὰρ τὸ φέγγος τῆς ἐν Χριστῷ, εὐσεβείας δεξάμενος, ἐν παιδικῇ ἡλικίᾳ ἀθλητικῶς, τῷ Κυρίῳ προσενήνεκται.

Ἀπὸ δυσώδους βλαστήσας ῥίζης μακάριε, τὴν πατρικὴν ἀπάτην, ὑπερεῖδες ἐμφρόνως, καὶ ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Μάρτυς Βίτων ὡς ἄσαρκος· διὸ τὴν μνήμην σου σήμερον οἱ πιστοί, χαρμοσύνως ἑορτάζομεν.

Χάριν πλουσίαν θεόθεν Βίτων δεξάμενος, τὴν πήρωσιν ἰάσω, δι’ ἁφῆς τοῦ πατρός σου, καὶ δαίμονος τῆς μάστιγος τὸν υἱόν, τοῦ κρατοῦντος ἀπήλλαξας, καὶ τοῖς ποικίλων νοσοῦσι διὰ τῶν σῶν, προσευχῶν ὑγείαν δέδωκας.
                                       
Οὔτε μαστίγων τὸ ἄλγος οὔτε θωπεῖαι πατρός, οὐδὲ τῶν ἐν τῷ κόσμῳ, ἡδονῶν ἀπολαύσεις, ἐχώρισάν σε Μάρτυς τῆς τοῦ Χριστοῦ, ἀληθοῦς ἀγαπήσεως, ἀλλὰ στεῤῥότητι γνώμης ὑπὲρ Αὐτοῦ, ἠγωνίσω Βίτων ἔνδοξε.

Ἐν τῇ φρουρᾷ κεκλεισμένον σε ἐπεσκέψατο, ὁ Κύριος τῆς δόξης, μετ’ ἁγίων Ἀγγέλων, καὶ θείας σε ἐνέπλησε χαρμονῆς, καὶ ἀΰλου δυνάμεως· δι’ ἧς καθεῖλες νεότητι τῆς σαρκός, τὸν ἀρχαῖον Βίτων δράκοντα.

Καλῶς τελέσας τὸν δρόμον τὸν τῆς ἀθλήσεως, ἀνῆλθες μετὰ δόξης, πρὸς ζωὴν τὴν ἀγήρω· ἐντεῦθεν τῶν λειψάνων σου ἡ σορός, ἐνεργείᾳ τοῦ Πνεύματος, ἀναπηγάζει ἰάσεις παντοδαπάς, τοῖς πιστῶς Βίτων προστρέχουσι.

Δόξα. Ἦχος δ΄.
Νεανικὴν ἀνθηφορῶν λαμπρότητα, ἀθλητικὴν ἐπεδείξω στεῤῥότητα, ἐν τῇ δοθείσῃ σοι χάριτι, Βίτων Μάρτυς ἀήττητε· ἐν ἀώρῳ γὰρ ἡλικίᾳ, τὸν ὑπὲρ Χριστοῦ ἀνεδέξω ἀγῶνα, πατρικὴν σχέσιν ὑπεριδών, καὶ ποικίλων καταπτύσας κολαστηρίων· ὁ γὰρ θεῖος ἔρως, ὡς πῦρ ἀναφλέξας σε, πυρὸς καὶ σιδήρου νικητήν σε ἀνέδειξε, καὶ ἐν θαυμάτων δυνάμεσι περιβόητον· ὁ γὰρ Χριστὸς Ὃν ἐδόξασας, λαμπρῶς σε δοξάζει, καὶ παρέχει διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.





Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.







Λιτή. Ἦχος α’.
Ὡς φυτὸν ἀειθαλὲς ἐξ ἀκανθώδους ἀνθήσας ῥιζουχίας, τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, ἐκαρποφόρησας μάκαρ. Καὶ μαρτυρικοῖς ἀγῶσιν, αὐξήσας τὸ τάλαντον, τῆς χαρᾶς τοῦ Κυρίου ἠξίωσαι, ὡς στρατιώτης Χριστοῦ, καὶ Ἀθλοφόρος ἀήττητος. Ἀλλ’ ὦ Μάρτυς Βίτων ἀξιάγαστε, αἴτει ἡμῖν τοῖς τιμῶσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ θεῖον ἔλεος.

Ἦχος β΄.
Ἐν νεότητι τὸ σῶφρον, καὶ ἐν ἀθλήσει τὸ καρτερόν, ὡς πλήρης φρονήσεως, καὶ ἀνδρείας νουνεχῶς, πᾶσιν ὑπὲρ ἥλιον ἔδειξας, Βίτων Μάρτυς ἠγλαϊσμένε. Οὐ γὰρ ἔπτηξας Ἅγιε, τῶν δυσσεβῶν τὴν μανίαν, ἀλλὰ Χριστὸν ἐνδεδυμένος, ἐν αὐτῷ κατέβαλες, τῶν ἀντικειμένων τὴν πλάνην. Καὶ θαυμάτων αὐτουργὸς γεγονώς, πᾶσιν ἐφήπλωσας, τῆς εὐεργεσίας τὰς δωρεάς. Καὶ νῦν Ἀγγέλοις συνών, σὺν αὐτοῖς πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Ἦχος γ΄.
Πῦρ τὸ ἄϋλον τῆς ζωῆς, ὃ ἦλθε βαλεῖν ὁ Χριστὸς ἐπὶ γῆς, ἐν καρδίᾳ φέρων, Βίτων Μάρτυς ἀξιΰμνητε, ὑλικοῦ πυρὸς κατετόλμησας, ἀνδρικῶς αὐτῷ ἐπιβάς. Καὶ τῇ τοῦ Πνεύματος δρόσῳ περιχεόμενος, ἐν αὐτῷ ἄφλεκτος ἔμεινας, καὶ τῆς ἀσεβείας τὴν ὕλην, ὡς καλάμην ξηρὰν κατέφλεξας, τῷ πυρὶ τῶν ἄθλων σου. Ἀλλ’ ὡς τοῦ θείου φωτὸς κοινωνός, καὶ τῆς ἐν μεθέξει θεώσεως μετέχων, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Ἀθλητικοῖς πόνοις διαπρέψας, ἐν ἀτελείᾳ σώματος, πίστει τελείᾳ κατίσχυσας, τῶν ἀντεχομένων τῆς πλάνης, ἐν ἰσχύϊ γεηρᾷ, καὶ τὸν Χριστὸν ὁμολογῶν, πάντας κατέπληξας, τῇ ἀτρέπτῳ σου στάσει· ὅθεν λέων ἀτίθασος, ὡς ἀρνίον προσῆλθέ σοι ἄκακον, τῶν Χριστοῦ παθημάτων, ἐπιγνούς σε Μάρτυρα. Ἀλλὰ καὶ ἡμᾶς ἐνίσχυσον Βίτων θεόφρον, ψυχοφθόρων παθῶν κρατεῖν, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς ἀνακείμενος Θεῷ, ἀκλινῶς ἐπορεύθης τῆς ζωῆς τὴν τρίβον, ὡς ὑπερόπτης τῶν φθαρτῶν, Βίτων Μάρτυς θεόληπτε. Οὐδόλως γὰρ ἐνάρκησας ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως, καὶ νικητὴς ἐν πᾶσιν ὤφθης, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· ὑπὲρ Αὐτοῦ γὰρ προθύμως, τὴν ζωὴν ἔθηκας, καὶ ἐν χαρᾷ ἐδέξω, τὸ βραβεῖον τῆς ἄνω κλήσεως· διό σου δεόμεθα, οἱ τελοῦντες τὴν μνήμην σου, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.









Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐκ παιδὸς ἀνακείμενος, διανοίας εὐθύτητι, Βίτων παμμακάριστε τῷ παντάνακτι, αὐτοῦ τὸ πάθος τὸ ἄχραντον, προθύμως ἐζήλωσας, ἀφειδήσας τῆς σαρκός, καὶ ἀθλήσας στεῤῥότατα, ὡς ἀσώματος· διὰ τοῦτο χοροῖς τῶν Ἀσωμάτων, συναγάλλῃ ἐν ὑψίστοις, ὡς Ἀθλητὴς ἐνθεώτατος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τοῦ πατρὸς τὴν ἀσέβειαν, ἐκ καρδίας ἐμίσησας, καὶ τοῖς τούτου ῥήμασιν οὐκ ἐνέδωκας, ἀλλὰ τὰ πάντα κατέλιπες, καὶ Χριστοῦ τοῖς ἴχνεσιν, ἠκολούθησας πιστῶς, δι’ ἀγώνων ἀθλήσεως, Βίτων ἔνδοξε· διὰ τοῦτο τῆς ἄνω Βασιλείας, κληρονόμος ἀνεδείχθης, καὶ πρεσβευτὴς τῶν ὑμνούντων σε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Καὶ μαστίγων τὴν ἔφοδον, καὶ δεινῶν τὴν ἐπίτασιν, καὶ εἱρκτῆς τὴν κάκωσιν Βίτων ἔνδοξε, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, ἐν ᾧ μένεις ἄφλεκτος, τῇ δυνάμει τοῦ Χριστοῦ, ὑπομείνας στεῤῥότατα, τὴν οὐράνιον, Βασιλείαν ἀξίως ἐκληρώσω, καὶ Μαρτύρων ταῖς χορείαις, περιφανῶς συνηρίθμησαι.

Δόξα. Ἦχος πλ. β΄.
Τοῦ Σταυροῦ τὸ κράτος ἀναλαβών, ἐν ἀσθενείᾳ φύσεως, ἀθλητικῶς ἠγωνίσω, καὶ τὸν ἰσχυρὸν ἐν κακίᾳ, καταβέβληκας δράκοντα, Βίτων ἀοίδιμε. Χριστὸς γὰρ Ὃν ἐπόθησας, τοὺς σοὺς ἀγῶνας προσεδέξατο, καὶ ἐπαξίως σε ἡμείψατο, ἐπουρανίοις ἐπάθλοις, Αὐτὸν ἱκέτευε Ἅγιε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ παιδὸς τῷ Σωτῆρι κατηκολούθησας, καὶ μαρτυρίου ἀγῶσι στεῤῥῶς διέπρεψας, ἐναθλήσας ἀνδρικῶς Βίτω μακάριε· ὅθεν ὡς Μάρτυρα Χριστοῦ, καὶ γενναῖον Ἀθλητήν, ὑμνοῦμέν σε ἐκβοῶντες· Χριστὸν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς θῦμα λογικόν, καὶ σεπτὸν ἱερεῖον, προσήχθης τῷ Χριστῷ, δι’ ἀθλήσεως πόνων, καὶ στέφος ἀμαράντινον, παρ’ Αὐτοῦ Βίτων δέδεξαι· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἁγίαν σου, καὶ ἀξιέπαινον μνήμην, εὑρεῖν ἡμᾶς ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ὁ πάντων Ποιητής, καὶ Θεὸς καὶ Δεσπότης, τεχθεὶς ὑπερφυῶς, ἐξ ἀχράντου γαστρός Σου, ἐῤῥύσατο τῆς πτώσεως, τῆς ἀρχαίας τὸν ἄνθρωπον, καὶ προστάτιν Σε, καὶ καταφύγιον κόσμου, Σὲ ἀνέδειξε Θεογεννῆτορ Μαρία· διό σε δοξάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πατρός σου τὴν τύφλωσιν τοῦ ἀπειθοῦντος Χριστῷ, εὐχῇ ἰασάμενος, ὡς πλήρης θείου φωτός, ὦ Βίτων μακάριε, ἤλασας τῷ σῷ λόγῳ, ἐκ παιδὸς τοῦ κρατοῦντος, οἷα Χριστοῦ θεράπων, τὸ ἀκάθαρτον πνεῦμα· ὁ πάντων γὰρ Δεσπότης, λαμπρῶς σε ἐθαυμάστωσε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Πατρὸς τὸν συνάναρχον Υἱὸν καὶ Λόγον ἁγνή, καὶ Πνεύματι σὐνθρονον, δι’ εὐσπλαγχνίαν πολλήν, ἀφράστως κυήσασα, ἔλυσας τὴν κατάραν, τῆς Προμήτορος Εὔας, ἔβλυσας τοῖς ἐν κόσμῳ, εὐλογίας τὰ ῥεῖθρα· διό Σε Θεοτόκε, ἀπαύστως δοξάζομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὁ αὐτός. Ὁ ὑψωθείς.
Νέος ὑπάρχων κομιδῇ Ἀθλοφόρε, τὸν πολυμήχανον κατήσχυνας ὄφιν, φρονήσεως τῇ χάριτι κοσμούμενος· ὅθεν καὶ ὑπέμεινας, τῆς σαρκός σου τοὺς πόνους, ὥσπερ ἄλλου πάσχοντος, Βίτων Μάρτυς Κυρίου, καὶ τῆς ἀπόνου μέτοχος ζωῆς, μετὰ τὸ ἅγιον τέλος ἠξίωσαι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, τὸν προελθόντα ἐξ ἁγνῶν Σου λαγόνων, ὑπὲρ ἡμῶν ἀπαύστως καθικέτευε, ὅπως κυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ πταισμάτων λάβωμεν, τὴν συγχώρησιν Κόρη· Σὲ γὰρ προστάτιν ἔχομεν ἁγνή, καὶ θερμοτάτην, πρεσβείαν πρὸς Κύριον.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. κα’, 12-19)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθλοφορικῇ ἐκλάμπων εὐκλείᾳ, καὶ θέσει θείᾳ θεούμενος Βίτων, τῶν σῶν καμάτων δρέπῃ τὰ ἔπαθλα, καὶ τῆς ὑπὲρ νοῦν τρυφᾷς ἀγαλλιάσεως· διό σου δεόμεθα· τῆς τῶν παθῶν πικρίας λύτρωσαι ἡμᾶς, ἐκτενῶς Χριστῷ πρεσβεύων, διδόναι τὸ θεῖον ἔλεος.




Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀθλοφόρου οὗ ἡ ἀκροστιχίς: Χριστοῦ Ἀθλητήν, Βίτωνα μέλπω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.
Χαίρων ἀεί, τὴν ὑπὲρ νοῦν ἀγαλλίασιν, καὶ τῷ φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, φωτισμόν μοι ἐξαίτει, ὦ Βίτων Ἀθλοφόρε, ὑμνολογοῦντί σε.
Ῥῆμα ζωῆς, τῆς αἰωνίου δεξάμενος, ἀπὸ παιδὸς μακάριε, τὸν νοῦν κατηύγασαι, εὐσεβείας τῇ αἴγλῃ, καὶ τῷ Σωτῆρι Βίτων, κατηκολούθησας.
Ἵνα Χριστῷ, εὐαρεστήσῃς κατέλιπες, τὴν πατρικὴν ἀσέβειαν, καὶ πλοῦτον ῥέοντα, καὶ θερμῇ διανοίᾳ, ἐδέξω τῇ ψυχῇ σου, χάριν τὴν ἄνωθεν.
Θεοτοκίον.
Σάρκα ἐκ Σοῦ, λαβὼν Θεὸς ὁ ἀσώματος, σωματικῶν ἐῤῥύσατο, παθῶν τὸν ἄνθρωπον, καὶ ἀνύψωσε τοῦτον, Παρθένε Θεοτόκε, πρὸς δόξαν ἄῤῥητον.

ᾨδὴ γ’. Στερέωσον ἡμᾶς.
Τὸ φῶς τὸ θεϊκόν σε περιέλαμψε, συνόντα νεάνισι Μάρτυς Βίτων, καὶ ἡ χάρις ἡ τοῦ Πνεύματος, μολυσμῶν ψυχοφθόρων σε ἐῤῥύσατο.
Οὐδόλως ὁ πατὴρ συνῆκεν Ἅγιε, τὸ ἐν σοὶ γενόμενον θεῖον θαῦμα, ἀπολέσας δὲ τὴν ὅρασιν, τῇ ἁφῇ σου ὦ Βίτων τεθεράπευται.
Ὑπέστης ὥσπερ ἄλλου Βίτων πάσχοντος, ῥαβδίσματα γνώμῃ ἀνδρειοτάτῃ, καὶ τὰς ὄψεις ἀπεῤῥάπισας, ἀοράτων ἐχθρῶν, διὰ τῆς πίστεως.
Θεοτοκίον.
Ἁγία Θεοτόκε ἀειπάρθενε, τὴν ἄναγνον κάθαρόν μου καρδίαν, καὶ τὸν νοῦν μου καταλάμπρυνον, μετανοίας γνησίας φέγγει δέομαι.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ἀγῶνα τὸν μέγαν τοῦ μαρτυρίου σου, ἀπεριτρέπτῳ καρδίᾳ Βίτων διήνυσας, καὶ καθεῖλες τοῦ ἐχθροῦ τὰ μηχανήματα· ὅθεν τῆς δόξης κοινωνός, ἀνεδείχθης τοῦ Χριστοῦ, ὡς Μάρτυς τροπαιοφόρος, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐφημούντων σου τὴν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς Θεοῦ φιλανθρώπου Μήτηρ φιλάγαθος, ἐκδυσώπει ἀπαύστως Παρθένε ἄχραντε, πάσης ῥύεσθαι φθορᾶς καὶ περιστάσεως, καὶ ἀκαθάρτων ἐννοιῶν, καὶ παντοίων πειρασμῶν, τοὺς πίστει ὑμνολογοῦντας, τῆς Σῆς ἀφράστου λοχείας, τὸ ἀνερμήνευτον μυστήριον.

ᾨδὴ δ’. Ὑμνῶ σε ἀκοὴν γὰρ Κύριε.
Θαυμάτων, αὐτουργὸς γενόμενος, ἐνεργείᾳ τοῦ Παρακλήτου, τῶν τιμωρῶν Ἅγιε, ἰᾶσαι χεῖρας τὰς παθούσας· διὸ τὴν ἐν σοὶ ἰσχὺν ἐθαύμαζον, οἱ σοὶ διῶκται Βίτων παμμακάριστε.
Λαμπρότητι, ἀνδρείας Ἅγιε, ἀπημαύρωσας τὰς καρδίας, τῶν διωκτῶν· χαίρων γάρ, φέρεις τῶν πόνων τὰς ὀδύνας, Χριστὸν ἐνορῶν καρδίας ὄμμασι, καὶ παρ’ Αὐτοῦ λαμβάνων θείαν δύναμιν.
Ἠσχύνθη, ὁ ἐχθρὸς καὶ πέπτωκε, τῇ ἀτρέπτῳ σου Βίτων στάσει· ὅτι στεῤῥῶς ἤνεγκας, ἐν ἁπαλῷ σώματι Μάρτυς, στρεβλώσεις καὶ πᾶσαν ἄλλην βάσανον, κουφιζόμενος ἔρωτι τοῦ Κτίστου σου.
Θεοτοκίον.
Τοῖς ἄθλοις, τοῖς θείοις κοσμούμενος, ὁδηγίᾳ τῇ τοῦ Ἀγγέλου, ὡς Ἀθλητὴς ἔνθεος, εἰς Ἰταλίαν παρεγένου, πρὸς πόλιν τὴν ἄνω ἐπειγόμενος· ἔνθα τὸ σὸν Βίτων γέγραπται πολίτευμα.

ᾨδὴ ε’. Μεσίτης Θεοῦ.
Νέος ὢν σαρκί, τὴν ψυχὴν δὲ πολιὸς Βίτων μακάριε, τοῦ βελίαρ ἅπασαν, κατὰ σοῦ βουλὴν Μάρτυς ἠκύρωσας, καὶ νομίμως ἀθλήσας, ἀνόμους καταβέβληκας.
Βαδίζων στεῤῥῶς, τὴν ὁδὸν παμμάκαρ τῆς ἀθλήσεως, παραδόξως Ἅγιε, ὡς Ἠλίας πάλαι τροφὴν ἄνωθεν, ὑπ’ ἀετοῦ ἐδέχου, μεγάλως θαυμαζόμενος.
Ἰσχύϊ Χριστοῦ, ἐνεργῶν τὰ θαύματα ἑκάστοτε, δαιμονῶντας Ἅγιε, τῆς τοῦ πονηροῦ ἰάσω μάστιγος, καὶ τοῖς πᾶσιν ὦ Βίτων, παρέχεις τὰ ἰάματα.
Θεοτοκίον.
Τὸν πάντων Θεὸν, ἀποῤῥήτως τέξασα πανάχραντε, τῶν ἀνθρώπων γέγονας, πύλη σωτηρίας, καὶ ἀνόρθωσις· διὰ τοῦτο Παρθένε, ἀπαύστως Σὲ δοξάζομεν.

ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὡς ἐπέστης ἐν Ῥώμῃ ἰάτρευσα, τὸν τοῦ βασιλέως υἱὸν Βίτων ἔνδοξε, δαιμονικῆς κακώσεως, ὡς θεράπων Χριστοῦ τοῦ παντάνακτος.
Νοῦν τὸν σὸν ἀνυψώσας πρὸς Κύριον, τὰς τιμὰς λελόγισαι καθάπερ σκύβαλα, ἅς σοι Βίτων ὑπέσχετο, βασιλεὺς Ἀθλοφόρε ὁ ἄνομος.
Ἀνενδότως τὴν κάθειρξιν ἤνεγκας, ἔνθα σὺν Ἀγγέλοις ὁ Κύριος ὤφθη σοι, χαρᾶς πληρῶν σε Ἅγιε, καὶ παρέχων ἀήττητον δύναμιν.
Θεοτοκίον.
Μαριὰμ Θεοτόκε ἀπείρανδρε, ἡ τὸν Ζωοδότην Χριστὸν σωματώσασα, νενεκρωμένην πάθεσι, τὴν καρδίαν μου ζώωσον δέομαι.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐκ παίδων Χριστῷ, προσῆλθες Βίτων ἔνδοξε, ζεούσῃ ψυχῇ, καὶ ἤθλησας στεῤῥότατα, ἐν λόγοις τε καὶ θαύμασι, καὶ ἐν ἄθλοις αἰσχύνας τὸν δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· δυσώπει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἐξ ἀκανθώδους ῥίζης βλαστήσας, ὡς φυτὸν ὡραῖον, καὶ ἄνθος εὐωδέστατον, δαψιλῆ καρποφορίαν Χριστῷ προσήγαγες, Βίτων Μάρτυς θεοδόξαστε· ἐν ἡλικίᾳ γὰρ ἀώρῳ, διανοίᾳ σοφῇ, τὰ πάντα ἠρνήσω, καὶ πρὸς ἀθλητικοὺς ἀγῶνας ἀνδρικῶς ἀπεδύσω, ἐνδεδυμένος τὴν ἄνωθεν ἀήττητον δύναμιν. Καὶ ἐν ἀσθενείᾳ σώματος μακάριε, τῶν ἀσωμάτων τοῦ σκότους δυνάμεων, κατηγωνίσω τὰς φάλαγγας, καὶ μέγα κατ’ αὐτῶν ἤγειρας τρόπαιον, τῷ οἰκείῳ σώματι, δοξάσας τὸν Χριστόν, τὸν Βασιλέα τῆς δόξης καὶ Κύριον, τὸν σὲ λαμπρῶς θαυμαστώσαντα· Ὃν ἀπαύστως δυσώπει, ὑπὲρ πάντων ἡμῶν.















Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων ἐν Ῥώμῃ· Βίτου, Μοδέστου καὶ Κρεσκεντίας
Πάνυ νεαρᾷ ἡλικίᾳ ὁ Βίτων,
τὸν ἀρχαῖον θείοις ἄθλοις εἶλεν ὄφιν.
Δεκάτῃ ἠδὲ πέμπτῃ Βίτων βιότοιο εὗρε πέρας.
Ὁ Ἅγιος Βίτων ὥρμητο ἐκ τῆς Σικελῶν νήσου, πατέρα ἔχων τοῖς εἰδώλοις λατρεύοντα, καὶ πλούτῳ κομῶντα. Ἤθλησεν ἐν Ῥώμῃ ἐν ἔτει 303ῳ ἐπὶ τοῦ δυσσεβοῦς βασιλέως Διοκλητιανοῦ, τὸν δωδέκατον ἄγων τῆς ἡλικίας ἐνιαυτόν. Ἀναγεννηθεὶς τῷ θείῳ βαπτίσματι, ἐπλήσθη τῆς θείας χάριτος· ὑπὸ παιδαγωγοὺς τελῶν, φοβουμένους τὸν Κύριον, Μόδεστον καὶ Κρησκεντίαν καλουμένους, ἀνήγετο ἐν φόβῳ Κυρίου καὶ πάσῃ εὐσεβείᾳ. Θαύματα πλεῖστα ἐνεργῶν, καὶ ὁμολογῶν τὸν Χριστόν, πολλαῖς στρεβλώσεσι καὶ αἰκίαις καὶ τιμωρίαις ὡμίλησε· καὶ ῥάβδοις καταξανθείς, καὶ φρουρᾷ καθειρχθείς, καὶ πυρὸς ἀνώτερος φανείς, τῇ τοῦ παντουργοῦ Πνεύματος δυνάμει, ἐκοιμήθη ἐν Κυρίῳ τῇ 15ῃ Ἰουνίου μηνός, καὶ ἀπῆλθε πρὸς Κύριον, τὰ γέρα τῶν καμάτων ληψόμενος. Τὸ δὲ τίμιον αὐτοῦ λείψανον χύδην πηγάζει τὰς ἰάσεις τοῖς εὐλαβῶς προσιοῦσι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀμώς
Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος,
Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι.
Οὗτος ἦν πατὴρ Ἠσαΐου τοῦ Προφήτου, καὶ ἐγεννήθη ἐν Θεκουέ, ἐν γῇ Ζαβουλών, καὶ προεφήτευσεν ἔτη πεντήκοντα. Ἀμεσίας δὲ ὁ ἱερεὺς Βαιθήλ, συχνῶς αὐτὸν τυμπανίσας, ἐνήδρευσεν αὐτὸν καὶ ἐλοιδόρει. Εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμεσίου, ῥοπάλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχε περὶ τῆς ἐνέδρας τῶν δαμάλεων τῶν χρυσῶν. Ἦλθε δὲ ἔτι ἐμπνέων εἰς τὴν γῆν αὐτοῦ, καὶ μετὰ δύο ἡμέρας ἐκοιμήθη, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. Τὸ δὲ Ἀμὼς, ἑρμηνεύεται κρατερός.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δουλᾶς, ξίφει τελειοῦται
Δουλᾶς, ξοάνοις δουλικὸν μὴ δοὺς σέβας,
ἤνεγκε σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις.
Οὗτος ἦν ἐκ τῆς Ζεφυρίου Πραιτωριάδος, Ἐπαρχίας τῆς Κιλικίας· διὰ δὲ τὸ τὸν Χριστὸν σέβειν καὶ προσκυνεῖν, ἤχθη πρὸς τὸν Ἡγεμόνα Μάξιμον, καὶ τύπτεται ῥάβδοις. Διεξελθὼν δὲ τὰ κατὰ τὸν Ἀπόλλωνα καὶ τὴν Δάφνην, ὅτι ἐρασθεὶς αὐτῆς καὶ καταδιώξας, οὐκ ἐπέτυχε τῆς ἐπιθυμίας, ἐξεκαλέσατο εἰς πλείονα θυμὸν τὸν Ἡγεμόνα καὶ ὀργήν. Ὅθεν πάλιν τύπτεται κατὰ τῆς γαστρὸς ὕπτιος· καὶ ὄξει καὶ ὀστράκῳ κατατρίβεται, καὶ σίνηπι κατὰ τῶν μυκτήρων ἐγχέεται, καὶ σιδήροις τὰ νῶτα χαράσσεται, καὶ τὰς σιαγόνας καὶ τὰ σκέλη συντρίβεται.
Ἐρωτηθεὶς δὲ παρὰ τοῦ Ἡγεμόνος, περὶ τοῦ Χριστοῦ, πώς ἐν σαρκὶ Θεὸς νομίζεται, πᾶσαν τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἐν ἐπιτόμῳ διηγήσατο. Ἀχθεὶς δὲ εἰς τρίτην ἐξέτασιν, καὶ τῶν εἰδωλοθύτων ἀναγκαζόμενος ἀπογεύσασθαι, ὡς ἑκὼν οὐχ ὑπήκουσεν, ἀλλὰ τὴν ἐπενεχθεῖσαν βίᾳ σπονδὴν τῷ αὐτοῦ στόματι ἀπέπτυσεν, ἀναρτηθεὶς ξέεται ἐπὶ τοσοῦτον, ὥς τε τὰς μὲν παρειὰς αὐτῷ καὶ τὰ ὀστᾶ τῶν σαρκῶν γυμνωθῆναι, τὰ δὲ ἔγκατα προελθεῖν. Εἶτα ἐλασθεὶς ἕως εἰκοστοῦ μιλίου, τῶ Θεῷ τὸ πνεῦμα παρέδωκεν.










Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱερωνύμου
Ἱερώνυμον τὸν μέγαν τεθνηκότα.
μέγας μένει στέφανος οὐκ ἀπεικότως.
Ὁ Ὅσιος οὗτος Ἱερώνυμος ἐστάθη σύγχρονος μὲ τὸν Μέγαν Θεολόγον Γρηγόριον, τοῦ ὁποῖου καὶ μαθητὴς ἐχρημάτισεν ἐν ἔτει τν΄ [350]. Ἦτον δὲ ἔμπειρος τριῶν γλωσσῶν· ἐλληνικῆ, ἔβραϊκῆς καὶ λατινικῆς. Οὗτος ὁ Πατὴρ ἠσύχαζεν ἀσκητικῶς εἰς τὰ Ἰεροσόλυμα, ἐν τῇ Ἁγία Βηθλεέμ. Ὅταν δὲ ἐγήρασεν, ἀνέγνωσεν τὰ συγγράμματα, ὁποῦ ἐποίησεν ἐν τῇ νεότητί του, καὶ ἔλεγεν: Αἰσχύνομαι γέρων ὥν, ὁρᾶν ὅσα συνέγραψα νέος. Ζήσας δὲ χρόνους ἐνενηνταεπτὰ, ἐκοιμήθη καὶ ἐτάφη εἰς τὴν Ἁγίαν Βηθλεέμ. Γράφει ὁ Κασσιανός: Ὅντως Ἱερώνυμος τῶν Ὀρθοδόξων ὁ Καθηγητὴς, οὖ τὰ συγγράμματα λάμπουσιν, ὡς θεϊκαῖ λαμπάδες ἀναμμέναι, καὶ φέγγουσιν, ὡς ἡλιακαῖ ἀκτῖνες, ἀπὸ τῆς Ἀνατολὴς ἕως εἰς τὴν Δύσιν.
Ὁ θείος οὗτος Ἱερώνυμος ἦτον ἄκρος φίλος μὲ τὸν Ἅγιον Αὐγουστίνον. Ἐπειδὴ δὲ ὁ θείος Αὐγουστῖνος ἀπεφάσισε νὰ γράψη τὸ περὶ ΄΄ Πόλεως Θεοῦ΄΄ βιβλίον, διὰ τοῦτο ἠθέλησε νὰ γράψη εἰς Παλαιστίνην πρὸς τοῦτον τὸν Ἅγιον Ἱερώνυμον, καὶ νὰ τὸν ἐρωτήση ποίαν γνώμην εἴχε περὶ τὴς μακαριότητος τὴς Οὐρανίου ἑκείνης πόλεως τοῦ Θεοῦ. Ὅμως ἕως οὐ νὰ στείλη τὸ γράμμα πρὸς αὐτὸν, ἐσυνέβη νὰ κοιμηθὴ ὁ θείος οὗτος Ἱερώνυμος. Τότε αὐτὸς ἐφάνη κατ’ ὅναρ εἰς τὸν ἱερὸν Αὐγουστῖνον, καὶ τῷ εἶπε ταῦτα τὰ λόγια: ΄΄Βλέπε, ἡμπορεὶς ποτὲ νὰ ἀριθμήσης τοῦς ἀστέρας τοῦ οὐρανοῦ, ἡ τᾶς ρανίδας τῆς θαλάσσης; Ὅχι βέβαια. Ἥξευρε λοιπὸν, πώς τοῦτο εἶναι πλέον εὐκολώτερον, παρὰ νὰ τὸ διηγηθή τινας τὴν μακαριότητα τῆς Οὐρανίου πόλεως τοῦ Θεοῦ, καὶ τοῦ Παραδείσου τὴν δόξαν. Τόσον γὰρ εἶναι αὕτη ὑπερβολικὴ καὶ ἀκατάληπτος, εἰς τρόπον ὁποῦ, ἐὰν ἐγὼ μετὰ θάνατον δὲν ἔβλεπα ταῦτην, βέβαια δὲν τὸ ἐπίστευα ποτέ. Τόσον δὲ ἀπέχει ἡ πραγματικὴ δόξα αὕτη καὶ μακαριότητης τοῦ Παραδείσου, ἀπὸ ἐκεῖνην, ὁποῦ ἐγὼ ἐφανταζόμην ἀκόμη ζωντανὸς ὧντας, ὥστε, ὁποῦ, ἀπείρως καὶ ἀσυγκρίτως αὕτη εἶναι μεγαλυτέρα καὶ θαυμασιωτέρα ἀπὸ ἐκεῖνην.΄΄

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Φουρτουνάτος ἐκ τῶν Ἑβδομήκοντα, ξίφει τελειοῦται.
Φουρτουνάτος καύχημα τοῖς Ἀποστόλοις,
καὶ τοῖς Ἀθληταῖς, τὴν κάραν τετμημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Ἀχαϊκός ἐκ τῶν Ἑβδομήκοντα, λιμῷ καὶ δίψει τελειοῦται.
Λιμὸν λύει σοι καὶ τὸ δίψος παμμάκαρ,
Ὃς εἶπε, διψῶ, Δεσπότης ἐπί ξύλου.
Περὶ τοῦ Ἀχαϊκοῦ τοῦτου, γράφει ταῦτα ὁ Ἀπόστολος Παύλος: ΄΄Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Ἀχαϊκοῦ [Α΄ Κορ. ιστ΄, 17].

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀπόστολος Στεφανᾶς ἐκ τῶν Ἑβδομήκοντα, ἐν εἰρήνῃ τελειοῦται.
Ἔργῳ στεφανᾶν τὸν Στεφανᾶν μοι νόει,
φοροῦντα τὸν στέφανον οὗ βραβεὺς πόνοι.
Περὶ τοῦ Στεφανᾶ τοῦτου γράφει ὁ Παύλος: ΄΄ Παρακαλὼ δὲ ὑμᾶς ἀδελφοὶ, οἶδατε τὴν αἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς Ἁγίοις ἔταξαν ἑαυτούς΄΄. [Α΄ Κορ. ιστ΄, 15]. Καὶ περὶ τῶν τριῶν ὁμοῦ λέγει: ΄΄Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ, καὶ Φουρτουνᾶτου, καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα, οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἑμὸν πνεύμα, καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους΄΄. [Α΄ Κορ. ιστ΄, 17]





Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀρτισίου
Ἄμωμος Ὀρτίσιος ἥκει σοι Λόγε,
Oὗ μῶμον εἰπεῖν οὐδ’ ὁ μῶμος ἰσχύσει.
Περὶ τοῦ Ὁρτισίου τούτου, ἀναγινώσκομεν εἰς τὸν χειρόγραφον Παράδεισον τῶν Πατέρων, τὸν συναχθέντα ὑπὸ Παλλαδίου Ἐπισκόπου Ἐλενουπόλεως: Εἶπε ὁ Ὅσιος: ΄΄ Νομίζω ὅτι ἐὰν μὴ ὁ ἄνθρωπος φυλάξη τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα τὰ καλὰ ὅσα ἧκουσεν, ἐπιλανθάνεται καὶ ἀμελεῖ, καὶ οὗτως ὁ ἐχθρὸς εὑρῶν ἐν αὐτῷ τόπον, καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεῖς καὶ φαῖνων, ἐὰν ἀμεληθῆ λαβεῖν ἔλαιον, κατ’ ὁλίγον σβέννυται, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ’ αὐτοῦ... οὗτω καὶ ψυχὴς ἀμελούσης, ὅσον τὸ Πνεῦμα τὸ Ἅγιον ὑποχωρεὶ, ἕως τέλεον ἀποσβεσθῆ ἡ θέρμη αὐτῆς΄΄. Καὶ πάλιν εἶπεν: ΄΄ Πλίνθος ὡμὴ βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ, οὐχ’ ὑπομένει μίαν ἡμέραν. Ὁπτὴ δὲ οὗσα, ὡς λίθος διαμένει. Οὗτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων, καὶ μὴ πυρωθεῖς κατὰ τὸν Ἰωσὴφ [τὸν Πάγκαλον δηλαδὴ] τῷ φόβῳ τοῦ Θεοῦ, λύεται προελθῶν, εἰς ἀρχὴν. Πολλοὶ γὰρ τῶν τοιοῦτων οἱ πειρασμοὶ ἐν μέσῳ ἀνθρώπων ὄντων. Καλὸν δὲ τινα εἱδότα τὰ ἰδία μέτρα, ἀποφεύγειν τὸ βάρος τῆς ἀρχῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γραῦς, ξίφει τελειοῦτα..
Θύεις θεοῖς Γραῦς, ἢ ταθήσοιτο ξίφος;
χαίρω, ταθήτω· τοῖς θεοῖς γὰρ οὐ θύω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσ
 Nερσῆς ἀπῆλθε διὰ τοῦ μαρτυρίου,
ὅπου ἀθλητῶν αἱ χορεῖαι ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Αὐγουστίνου ἐπισκόπου Ἱππῶνος
Ἔρωτι φλεχθεὶς τοῦ Θεοῦ Αὐγουστῖνε.
φωστὴρ ἐδείχθης παμφαέστατος, μάκαρ.
Ὁ θείος καὶ ἱερὸς οὗτος Αὐγουστῖνος, ὁ καὶ Αὐρήλιος ὁνομαζόμενος, ἐγεννήθῃ ἐν Ταγέστῃ τὴς ἐν Καρθαγένῃ [ἧτοι τῷ νῦν Τουνεζίῳ] Νουμιδίας, καὶ ἥκμασεν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μεγάλου ἐν ἔτει 380. Διήρκεσε δὲ καὶ ἕως τῶν χρόνων Ἀρκαδίου καὶ Ὁνωρίου τῶν υἱῶν αὐτοῦ, γενόμενος ὁγδοήκοντα χρονῶν γέροντας. Σπουδάσας δὲ τὴν ἑλληνικὴν γλῶσσαν, προθυμότερον ἐσπούδασε τὴν λατινικήν. Ὅθεν καὶ ἔγινε ἐμπειρότατος εἰς τὴν φιλοσοφίαν, καὶ μάλιστα εἰς τὴν ῥητορικὴν καὶ τὴν διαλεκτικήν.
Ὅταν δὲ ἔγινε τριάντα χρονῶν νεανίας, ὄχι μόνον ἀπὸ τὸ πῦρ τῶν σαρκικῶν παθῶν περιφλέχθη, γεννήσας καὶ υἱὸν ἐκ παλλακίδος, Ἀδεόδατον καλούμενον, ἀλλὰ καὶ Μανιχαῖος γέγονεν ἔτη ἑννέα. Ἔπειτα, ἀπελθῶν εἰς Ῥώμην καὶ εἰς Μεδιόλανα διὰ νὰ διδάξη ἐκεῖ τὴν ῥητορικὴν καὶ γνωρισθεῖς μὲ τὸν Ἅγιον Ἀμβρόσιον, ἡλευθερώθῃ τὴς πλάνης μὲ τὴν ἑκεῖνου διδασκαλίαν καὶ μὲ ταῖς τῆς μητρὸς τοῦ προσευχαῖς καὶ ἐβαπτίσθῃ. Μετανοήσας δὲ ἐπὶ τοῖς πεπραγμένοις, τοσούτον πλούσιον ἔλαβε παρὰ Θεοῦ τὸ τῆς κατανύξεως χάρισμα, ὥστε ὁποῦ, εὐκολώτερον ἦτον νὰ στήσῃ τινας τὰ νάματα τῶν πηγῶν, παρὰ νὰ στήσῃ τὰ ἐκεῖνου ἀείῤῥυτα δάκρυα, διὰ τὰ ὁποία καὶ θεῖας ἐλλάμψεως καὶ φωτισμοῦ κατηξιώθη ὁ τρισμακάριστος, καὶ τὴν θεολογίαν χάριν ἄφθονον καὶ δαψιλῇ ἐκομίσατο.
Ὅθεν καὶ ἐπίσκοπος Ἱππώνος τῆς ἐν Καρθαγένῃ ἐχειροτονήθῃ, καὶ εὑρέθῃ παρῶν εἰς τὴν ἐν Καρθαγένῃ συγκροτηθείσαν Σύνοδον. Ἐπειδὴ δὲ, ὡς λέγει ὁ Δοσίθεος, τὰ συγγράμματα αὐτοῦ ἐνοθεύθησαν ἀπὸ τοῦς αἱρετικοῦς, διὰ τούτο καὶ οἱ Ὀρθόδοξοι Χριστιανοὶ δὲν δέχονται ταῦτα ἀπλῶς καὶ ὡς ἔτυχεν. Ἀλλ’ ὅσα συμφωνούσι μὲ τὴν κοινὴν δόξαν τὴς Καθολικὴς Ἐκκλησίας. Ἀῤῥωστήσας δὲ ὁ Ἅγιος, καὶ λυπηθεῖς διὰ τὴν ἄλωσιν ὁποῦ ἔκαμαν οἱ Ἀρειανισταὶ Βάνδαλοι εἰς τὴν Ἀφρικῆν, ὑπὸ τῶν ὁποίων καὶ ἡ Ἱππῶν κατεκάη, καὶ ὅλος εὑρισκόμενος εἰς τὴν προσευχήν, ἐν εἰρήνῃ τῷ Θεῷ τὸ πνεῦμα παρέδωκεν.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Οσίου Σάββα τοῦ Βατοπαιδινοῦ, τοῦ διὰ Χριστὸν Σαλοῦ.
Φάνας ὁ Σάββας ἀσκήσει οἰκουμένην,
ἔφανεν αὖθις καὶ Ἄθω τεραστίοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τῆς Μονῆς Πεσόνσα ἐν Ῥωσσίᾳ, τοῦ διὰ Χριστὸν σαλλοῦ 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πρίγκιπα Λαζάρου τοῦ Σέρβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.
Εἱρκτῆς τὴν ἐγκάθειρξιν στεῤῥῶς ὑπέστης, ἐν ᾗ σε ὁ Κύριος, ἀΰλως ἐπεσκέψατο, παρέχων σοι δύναμιν, ὡς στρατιώτῃ Αὐτοῦ, ᾯ πίστει ἐκραύγαζες· ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Λαμπόμενος χάριτι τοῦ Παρακλήτου, εἰσῆλθες ἀπτόητος, τὸν ἐκκαυθέντα κλίβανον, και ἄφλεκτος ἔμεινας, τῇ θείᾳ δρόσῳ σοφέ, ψάλλων Βίτων Ἅγιε· ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Ποσί σου προσέδραμεν ὥσπερ ἀρνίον, ὁ λέων ὁ ἄγριος, ὁ ἐπελθών σοι Ἅγιε· Χριστὸς γὰρ δοξάζει σε, ὁ ὑπὸ σοῦ δοξασθείς, ᾯ πίστει Βίτων ἔκραζες· ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Ὡς εἶδον τὸ μέγιστον θεόφρον θαῦμα, Κυρίῳ προσέδραμον, πλήθη ἀπίστων Ἅγιε, Χριστὸν μεγαλύνοντες τὸν ἐπὶ πάντων Θεόν· μεθ’ ὧν Βίτων ἔψαλλες· ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Γεννήσασα πάναγνε ἀνερμηνεύτως, τὸν πάντων δεσπόζοντα τὴν θείαν ἀναγέννησιν, ἡμῖν παρέχομενον, δι’ εὐσπλαγχνίαν πολλήν, ὤφθης πᾶσι πρόξενος, καὶ πύλη σωτηρίας, τοῖς Σὲ δοξάζουσι.

ᾨδὴ η’. Τὸν ἐν καμίνῳ.
Ἐξ οὐρανοῦ ἐπιφανείς, θεῖος Ἄγγελος δεσμῶν σε ἀπολύει, καὶ ἀστραπαὶ ἐπελθοῦσαι, μετὰ βροτῶν τὸν ναόν, εἰδώλων συνέτριψαν Ἅγιε, πάντων θαυμαζόντων, τὴν σὴν πλουσίαν χάριν.
Ῥώμῃ Θεοῦ ἐνισχυθείς, ἐθριάμβευσας ἐν πᾶσι τοῖς ἀγῶσι, καὶ ἐν δόξῃ μετῆλθες, πρὸς τὴν ἀγήρω ζωήν, ὑμνεῖτε κραυγάζων τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Βίτων εἰς τοὺς αἰῶνας.
Ἀπὸ σπαργάνων τῷ Θεῷ, ἀνετέθης πατρικὴν μισήσας πλάνην, καὶ καλῶς ἐναθλήσας, καὶ καθελὼν τὸν ἐχθρόν, ἐδέξω τὸν ἄφθαρτον στέφανον, παρὰ τοῦ δικαίου, ἀγωνοθέτου Βίτων.
Θεοτοκίον.
Σκηνὴ πολύφωτε Θεοῦ, καὶ πυρίμορφε Ὑψίστου θεῖε θρόνε, Θεοτόκε Παρθένε, τὴν ἐναγῆ μου ψυχήν, δοχεῖον τῆς χάριτος ἔργασαι, τοῦ παμβασιλέως, Χριστοῦ ἐκδυσωπῶ Σε.


ᾨδὴ θ’. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἰσχὺν λαβὼν οὐρανίαν, ἐν ἀτελεῖ ἡλικίᾳ, θαυμάσια εἰργάσω ἐν τῇ γῇ, καὶ μεγαλύνας τὸν Κύριον, στεῤῥοτάτῃ ἀθλήσει, οὐράνιον νυμφῶνα κατοικεῖν, μετὰ τέλος τὸ θεῖον, ὦ Βίτων κατηξίωσαι.
Μαρτυρικῶς ἠγωνίσω, καὶ καθεῖλες τὸν ὄφιν, τὸν πάλαι ἀπατήσαντα ἡμᾶς, καὶ καταπλήξας τὸν τύραννον, ὡς σοφὸς νεανίας· δι’ ἄθλων καὶ θαυμάτω ἱερῶν, μεταβέβηκας χαίρων, πρὸς δόξαν Βίτων ἄφθαρτον.
Ὁλολαμπὴς τῷ Κυρίῳ, ὡς κλεινὸς Ἀθλοφόρος, παρίστασαι ἀεὶ σὺν Ἀθληταῖς· διιὸ θερμῶς σου δεόμεθα, ἡμῶν δέξαι τὸν ὕμνον, καὶ αἴτει ἡμῶν Βίτων ἐκ Θεοῦ, ψυχικὴν σωτηρίαν, καὶ τῶν πταισμάτων ἄφεσιν.
Θεοτοκίον.
Ὕψιστον Λόγον τεκοῦσα, μετὰ σώματος Κόρη, ῥυόμενον ἡμᾶς ἐκ τῆς φθορᾶς, τῆς ἀλογίας με λύτρωσαι, ἐννοιῶν ἀκαθάρτων, καὶ πάσης τοῦ βελίαρ προσβολῆς, ἵνα πίστει καὶ πόθῳ, δοξάζω Σε πανύμνητε.

Ἐξαποστειλάριον. Ἦχος γ’. Ὁ ουῤανὸν τοῖς ἄστροις.
Ὦ ἀτελεῖ ἡλικίᾳ, καταβαλὼν τὸν δυσμενῆ, καὶ τοῦ Σωτῆρος τὸ πάθος, δοξάσας πόνοις ἱεροῖς, Βίτων ὁ Μάρτυς Κυρίου, ἀξιοχρέως τιμάσθω.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν τεκοῦσα, καὶ Βασιλέα τοῦ παντός, θεοχαρίτωτε Κόρη, τῆς Βασιλείας οὐρανῶν, ἀξίωσον τοὺς ὑμνοῦντας, τὰ θεῖά Σου μεγαλεῖα.

Αἶνοι. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἔδωκας τὴν ἄφεσιν, ἀπὸ παιδὸς τῷ Κυρίῳ σου, τῆς ψυχῆς σου μακάριε, καὶ πᾶσαν κατέλιπες, τὴν ἐν κόσμῳ σχέσιν, καὶ πατρὸς τὸν πλοῦτον, καὶ τὴν ἀσέβειαν ὁμοῦ, καὶ εὐσεβείας ἔργοις διέλαμψας, καὶ πόνοις τῆς ἀθλήσεως, τὸν πολυμήχανον δράκοντα, εἰς τὴν γῆν καταβέβληκας, Βίτων Μάρτυς θεόληπτε.

Ἔδωκας τὸ σῶμά σου, εἰς αἰκισμούς τε καὶ μάστιγας, δι’ ἀγάπην τοῦ Κτίστου σου, ἀτρέπτῳ φρονήματι, Βίτων Ἀθλοφόρε, καὶ ἀνδραγαθήσας, ἐν ἀσθενείᾳ τῆς σαρκός, λόγοις καὶ θαύμασιν ἐδιέπρεψας, καὶ χαίρων ἀνελήλυθας, μετὰ τὸ τέλος τὸ ἅγιον, πρὸς παστάδα οὐράνιον, ἔνθα φῶς τὸ ἀνέσπερον.

Ὤφθης ἐνθεώτατος, ἐν τῇ ἀθλήσει μακάριε, ὡς φωτὸς θείου ἔμπλεως, καὶ πᾶσαν ἠμαύρωσας, πλάνην δυσσεβείας, καὶ Εὐαγγελίου, τὰς ζωηφόρους διδαχάς, λαμπρῶς πιστώσας θαυμάτων χάρισιν, ἐδέξω τὸ διάδημα, τῶν σῶν ἀγώνων ἐπάξιον, ἐκ χειρὸς τοῦ Κυρίου σου, Βίτων Μάρτυς ἀήττητε.

Χάρις ἡ τοῦ Πνεύματος, ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἐνσκηνώσασα ἅγιε, ταύτην ἀπειργάσατο, πάσης ἀσθενείας, θεῖον ἰατρεῖον, καὶ καταφύγιον σεπτόν, τῶν τρυχομένων ποικίλοις πάθεσι· διό σε μακαρίζομεν, ὡς πρεσβευτὴν ἡμῶν μέγιστον, καὶ μεσίτην πρὸς Κύριον, Βίτων Μάρτυς ἀήττητε.

Δόξα. Ἦχος γ’.
Τὸν ἐν ἀθλήσει θαυμαστόν, ὡς ἐν παιδικῇ ἡλικίᾳ ἀριστεύσαντα, ἐν τῇ ἄνωθεν ῥοπῇ, Βίτωνα τὸν ἔνδοξον, ἀθλητικοῖς ἐγκωμίοις στέψωμεν· ἐν πολλῇ γὰρ φρονήσει, τῶν ἀοράτων ἐχθρῶν περιεγένετο, πλούτου φθαρτοῦ ὑπεραρθείς, καὶ πόνοις πλείστοις ὁμιλήσας, ἐν ἀνδρείᾳ ψυχῆς. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, τῷ Ἀθλοθέτῃ Χριστῷ πρεσβεύει, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὴν ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε ἀειπάρθενε, ἡ προστασία πάντων καὶ βοήθεια, βοήθει ἡμῖν πάντοτε, ὡς ἂν τῶν βουλευμάτων τοῦ ἐχθροῦ περιγινώμεθα.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Νέος ὢν τῷ σώματι Ἀθλητά, ἀνδρείους ἀγῶνας, ἠγωνίσω ὑπὲρ Χριστοῦ, Ὃν ἀεὶ δυσώπει, διδόναι Μάρτυς Βίτων, τοῖς σὲ ὑμνολογοῦσι, χάριν καὶ ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου