Κυριακή 15 Σεπτεμβρίου 2019

ΜΑΡΤΙΟΣ 31. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΥΠΑΤΙΟΣ ΓΑΓΓΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΥ 31.
ΥΠΑΤΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΓΑΓΓΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β´. Αἱ Ἀγγελικαί.
Ἔχων παιδὸς θεῖον φόβον ἐν καρδίᾳ βίον καθαρόν, θεοφρόνως ἐβιώσω, καὶ πλήρης χαρισμάτων, γεγονὼς θείου Πνεύματος, ὤφθης μιμητὴς τῶν Ἀποστόλων, καὶ εὐσεβείας ὑποφήτης, ὡς ἀληθῶς ἔνθεος· διὸ Ὑπάτιε Θεός, λαμπρῶς σε ἐδόξασε.

Ψήφῳ θεϊκῇ, Ἱεράρχης θεοφόρος, καὶ ἱερουργὸς ἱερὸς τῶν μυστηρίων τῆς χάριτος ἐδείχθης, καὶ ποιμὴν ἐνθεώτατος, τῶν Γαγγρῶν Ὑπάτιε παμμάκαρ, μαρτυρικῷ δὲ τέλει Πάτερ, ὡς θῦμα ἄμωμον, καὶ ὁλοκάρπωμα δεκτόν, Χριστῷ προσενήνεξαι.

Λόγῳ ἱερῷ, τὸν λαὸν Κυρίου ἄγων, ἐπὶ τὰς νομάς, σωτηρίων ἐνταλμάτων, θαυμάτων διαλάμπεις Ἱεράρχα δυνάμεσι, καὶ Ὀρθοδοξίας ὤφθης στῦλος, αἱρετικῶν τὰς φληναφίας, ἐλέγχων Ὅσιε, καὶ ἐνάρετου ἀγωγῆς, προφαίνων τὰς χάριτας.

Σάλπιγξ ἱερῶν, διδαγμάτων σου ἡ γλῶσσα, ὤφθη ἀληθῶς, τῇ τοῦ Πνεύματος δυνάμει· ἐντεῦθεν βασιλεῦσι περιβόητος γέγονας, παραδόξων ἔργων ἐνεργείαις, ὡς τοῦ Χριστοῦ πιστὸς θεράπων, Πάτερ Ὑπάτιε· διὸ γεραίρομεν πιστῶς, τὴν πάνσεπτον μνήμην σου.

Δόξα. Ἦχος α´.
Τῷ θείῳ λόγῳ τὸν νοῦν κατευθύνων, σαρκὸς ἐνέκρωσας τὸ φρόνημα, καὶ ἐνεργείας τῆς χάριτος, ὄργανον θεόπνευστον, ἐχρημάτισας Ὅσιε· καὶ θεοπρεπῶς Χριστῷ ἱερατεύσας, ὡς εὐσεβείας διδάσκαλος, ἀθλητικῷ αἵματι ἐφοίνιξας, ἱεραρχίας τὴν στολήν, παμμάκαρ Ὑπάτιε· καὶ νῦν πρόσωπον πρὸς πρόσωπον, Χριστὸν ὁρῶν καὶ ὁρώμενος, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.



Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος τοῦ παντουργοῦ, Πνεύματος ἀνεδείχθης, ὡς θεῖος Ἱεράρχης, Ὑπάτιε θεόφρον, καὶ Μάρτυς ἐνθεώτατος.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Θείαις σου διδαχαῖς, τὴν τοῦ Ναυάτου πλάνην, Ὑπάτιε ἐλέγχων, χερσὶ μιαιφονούντων, μαρτυρικῶς ἀνῄρησαι.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίους αὐτοῦ ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Θαύμασι δοξασθείς, ὡς θεῖος Ἱεράρχης, Ὑπάτιε τρισμάκαρ, ἀθλητικῷ ἐστέφθης, ἐν τέλει διαδήματι.

Δόξα. Τριαδικόν.
Σύνθρονον τῷ Πατρί, καὶ Πνεύματι κηρύττων, τὸν Λόγον Ἱεράρχα, κατῄσχυνας Ἀρείου, Ὑπάτιε τὴν αἵρεσιν.

Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ἡ τὸν Θεόν, ἀφράστως τετοκυῖα, τὸν λύσαντα τὴν πάλαι, κατάραν Θεοτόκε, οἰκείᾳ ἀγαθότητι.

Νῦν ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ, καὶ πρόεδρος ἔνθεος, τῆς Ἐκκλησίας Γαγγρῶν, ἐδείχθης Ὑπάτιε· σὺ γὰρ αἱρετιζόντων, διελέγξας τὴν πλάνην, ἤθλησας Ἱεράρχα, ὑπὲρ τῆς ἀληθείας. Καὶ νῦν Ἱερομάρτυς Χριστὸν ἡμῖν ἱλέωσαι.
Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν διαλάμπων τοῖς κατορθώμασι, τῶν θαυμάτων θεόθεν τὴν χάριν εἴληφας, Ἱεράρχα τοῦ Χριστοῦ Πάτερ Ὑπάτιε, καὶ Μαρτύρων κοινωνός, ὡς ἀθλήσας γεγονώς, δυσώπει Ἱερομάρτυς, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σοῦ ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Πάτερ Ὑπάτιε Θεῷ, σεαυτὸν ἀνέθηκας, ἀπὸ παιδὸς καὶ τοῦ Πνεύματος, σκεῦος γενόμενος, θεῖος Ἱεράρχης, καὶ ποιμὴν θεόληπτος, καὶ μάρτυς ἀληθείας περίδοξος, ὤφθης μακάριε· διὰ τοῦτο ὡς Τριάδος σε, θεηγόρον, τιμῶμεν θεράποντα.

Πάτερ Ὑπάτιε Γαγγρῶν, ποιμενάρχης ὅσιος, τῇ ἐπιπνοίᾳ τοῦ Πνεύματος, ὤφθης μακάριε· καὶ καλῶς ποιμάνας, τὸν λαόν σου Ἅγιε, ἐν θαύμασι καὶ θείοις διδάγμασι. Μαρτύρων ἄθλησιν, διανύεις ἀνδρικώτατα, καὶ στεφάνοις, διπλοῖς κεκαλλώπισαι.

Πάτερ Ὑπάτιε Χριστοῦ, τὴν ὑπὲρ κατάληψιν, κηρύττων κένωσιν Ὅσιε, Ἀρείου ᾔσχυνας, τὰς ἐρεσχελίας, καὶ Ναυάτου ἤλεγξας, ὀθνείαν διδαχὴν θείῳ λόγῳ σου· διὸ τιμῶμέν σε, ὡς ποιμένα καὶ διδάσκαλον, Ἐκκλησίας, καὶ Μαρτύρων σύνθρονον.

Ἕτερα. Ἦχος β´. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τῶν Γαγγρῶν ποιμένα τὸν ἔνθεον, καὶ τῶν Ἀποστόλων ὁμότροπον· τῆς Ὀρθοδοξίας τὸν φωστῆρα· τὸ στόμα, ὀρθῶν δογμάτων τὸ θεόληπτον· τὴν κρήνην, πολλῶν θαυμάτων τὴν θεόβρυτον· τῶν ἀρετῶν τὸ ταμεῖον· τοῦ φωτὸς τοῦ θείου, τὸν λαμπτῆρα τὸν φαεινόν, Χριστοῦ τὸν θεράποντα, τὸν θεόσοφον Ὑπάτιον.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; τὸν ἐν Ἱεράρχαις περίδοξον, καὶ ἐν ἀθληταῖς περιβόητον, ὡς ἐν ἀμφοτέροις δοξασθέντα· τὸ σκεῦος, τοῦ Παρακλήτου τὸ πολύτιμον· τὸν λύχνον, τὸν διαλάμποντα τοῖς θαύμασι, καὶ διαλύοντα ζόφον, δεινῶν παθημάτων, καὶ αἱρέσεων ζοφερῶν, τὸν μέγαν Ὑπάτιον, τὸν ἡμᾶς Χριστῷ προσάγοντα.

Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τὸν τῆς εὐσεβείας διδάσκαλον, καὶ αἱρετικῶν τὸν ἀντίπαλον· τοῦ Εὐαγγελίου τὸν ἐργάτην· Ἀρείου, τὸν καθελόντα τὰ διδάγματα· Ναυάτου, τὸν καταργήσαντα τὴν ἄνοιαν· τὸν δι᾿ οἰκείων αἱμάτων, εἰσελθόντα ἤδη, εἰς τὴν δόξαν τῶν οὐρανῶν, τὸν θεῖον Ὑπάτιον, τὸν ἡμᾶς Χριστῷ προσάγοντα.




Δόξα. Ἦχος πλ. δ´.
Θεοπρεπεῖ πολιτείᾳ ἐμπρέπων, ἱερωσύνης ἐτελέσθης τῇ δωρεᾷ, ὡς σκεῦος ἐπάξιον, Ἱεράρχα Ὑπάτιε· ὅλῃ γὰρ καρδίᾳ, τῇ θείᾳ εὐδοκίᾳ, τοῦ Εὐαγγελίου τῆς χάριτος, ἱερουργὸς ὤφθης πρακτικώτατος, λόγῳ καὶ ἔργῳ βεβαιῶν, τὸν περιούσιον λαὸν μακάριε· καὶ τὰς ὀθνείας διδαχάς, ἀνασπῶν ῥιζόθεν, μαρτυρικῷ αἵματι, τῆς ἀληθείας τὸ κράτος ἐλάμπρυνας. Καὶ νῦν Ἱερομάρτυς ἔνδοξε, τῷ Βασιλεῖ τῆς δόξης παριστάμενος ἀεί, πρέσβευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμᾶς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 31-32, ια´ 1-12).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφία Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.










Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἱερομάρτυς Ὑπάτιε, τῶν ἀρετῶν δοχεῖον γενόμενος, τῆς ἐν Γάγγραις ἁγίας Ἐκκλησίας, Εὐαγγελικῶς προέστης, ὡς πλήρης θείας ἐλλάμψεως· καὶ Ἀποστολικοῖς χαρίσμασιν ἐκλάμπων, θαυμάτων ὤφθης αὐτουργός, καὶ ψυχῶν φωταγωγός, καὶ αἱρετικῶν διώκτης ἰσχυρότατος· τῷ γὰρ πυρὶ τῆς χάριτος, τὰ ζιζάνια τούτων ἠνάλωσας, ὡς Ἠλίας ὁ ζηλωτής· καὶ μαρτυρικῶς Θεῷ ἐκδημήσας, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β´.
Εὐαγγελικαῖς κοσμούμενος πράξεσιν, Ἱεράρχης ὅσιος καὶ ἄκακος, κατὰ Παῦλον ὤφθης, καὶ μαθητῆς Χριστοῦ γνησιώτατος, θεοφόρε Ὑπάτιε· ἠγνισμένω γὰρ νοΐ, Θεῷ ἱεράτευσας, καὶ οἰκείῳ ὑποδείγματι, τὴν σὴν ποίμνην ἐπαίδευσας, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν· καὶ πρὸς αἱρετικὰς γλωσσαλγίας, μέχρις αἵματος ἀνταγωνιζόμενος, ἀθλητικῇ ἐνστάσει, τούτων τὴν πλάνην ἐθριάμβευσας· νῦν δὲ τὰ ἄνω περιπολεύων, Χριστὸν καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ´.
Τῷ φωτὶ τῶν λόγων σου, τῶν παθῶν λύων τὴν ὁμίχλην, θαυμάτων δυνάμεσι, τῶν διδαχῶν ἐκφαίνεις τὴν λαμπρότητα, Ἱερομύστα Ὑπάτιε· δαψιλῶς γὰρ ἐκκέχυται, ἥ του Πνεύματος χάρις τοῖς χείλεσί σου, καὶ θαυμαστόν σε πᾶσι καὶ αἰδέσιμον, τοῖς ἐγγὺς καὶ πόῤῥω ἀνέδειξεν· πανταχοῦ γὰρ ἐξελήλυθε, τῶν προτερημάτων σου ὁ φθόγγος, Ὅσιε Πάτερ καὶ πάντας ἐδίδαξεν, εἰς Τριάδα πιστεύειν ὁμοούσιον, ἐν μιᾷ θεότητι· ᾗ πρέσβευε δεόμεθα, τυχεῖν καὶ ἡμᾶς θείας ἐλλάμψεως.

Δόξα. Ἦχος δ´.
Τοῦ μυστικοῦ ἀμπελῶνος, ἐργάτης δόκιμος γενόμενος, δαψιλῆ καρποφορίαν Χριστῷ προσήγαγες, Ἱεράρχα καὶ Μάρτυς Ὑπάτιε· ὡς γὰρ θεῖος ἱερεύς, ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ, Χριστῷ ἱεράτευσας· ὡς δὲ Μάρτυς τῶν παθῶν αὐτοῦ, αἱρετικὴν καθεῖλες παράνοιαν· καὶ καλῶς ἀγωνισάμενος, τὸ βραβεῖον τῆς νίκης παρὰ Χριστοῦ ἐδέξω, αἰτούμενος ἡμῖν τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε· ἵνα σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.






Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὁ τῶν Γαγγρῶν θεοειδέστατος πρόεδρος, ὁ στῦλος τῆς Ἐκκλησίας, Ὀρθοδοξίας λαμπτήρ, τῶν αἱρετιζόντων σφοδρὸς ἔλεγχος, Ὑπάτιε Ὅσιε, Ἀποστόλων ὁμόζηλε, τοῦ Παρακλήτου, εὐηχέστατον ὄργανον, βίου κρείττονος, γεωργὸς καὶ διδάσκαλος· τύπος ὁ τῆς πραότητος, ἀγάπης τὸ σκήνωμα, τῆς ταπεινώσεως ὕφος, Ἱεραρχῶν τὸ κειμήλιον. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ἀρχιερέων ἱερὸν ἐγκαλλώπισμα, καὶ δόξα τῶν Ἀθλοφόρων· ἐν ἀμφοτέροις καὶ γάρ, διαλάμψας γέρας διπλοῦν εἴληφας· σοφῶς τὴν Ναυάτου γάρ, διελέγχων ἀπόνοιαν, ὑπ᾿ αὐτῶν Πάτερ, ὡς ἀρνίον πραότατον, λίθοις βέβλησαι, καὶ ἐκτάνθης εὐχόμενος. Ὅθεν Ἱερομάρτυρα, ὡς θεῖον τιμῶμέν σε, καὶ πρεσβευτὴν ἡμῶν μέγαν, πρὸς τὸν Σωτῆρα Ὑπάτιε· ᾧ πρέσβευε πᾶσι, τοῖς ὑμνοῦσί σε διδόναι, τὸ θεῖον ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίους αὐτοῦ ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὁ βασιλεῦσι καὶ τοῖς πᾶσιν αἰδέσιμος, λαμπρότητι πολιτείας, καὶ τῶν θαυμάτων φωτί, καὶ λοιποῖς σου Πάτερ προτερήμασιν· ἐντεῦθεν ἐνέκρωσας, παραδόξως τὸν δράκοντα, τὸν ἐν ταμείοις, βασιλέων φωλεύοντα, καὶ ἐξέπληξας, τοὺς πιστοὺς τοῖς σοῖς θαύμασιν. Ὅθεν ὡς Ἱεράρχην σε, καὶ Μάρτυρα ἔνδοξον, καὶ τῶν ψυχῶν οἰκονόμον, ἀνευφημοῦμεν Ὑπάτιε, Χριστὸν δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β´.
Ἱεραρχίας τὴν στολὴν ἐνδυσάμενος, ἐν Ἱεράρχαις ὤφθης περιφανής, γεωργίᾳ τοῦ κρείττονος, ὡς τῶν ἀῤῥήτων μυσταγωγός, Ἱεράρχα Ὑπάτιε· καὶ μαρτυρικῶς τελέσας τὸν δρόμον, τῆς Ἐκκλησίας καταισχύνεις τοὺς ἐχθρούς, τῷ ἐν σοὶ τῆς ἀληθείας θησαυρῷ, καὶ ψυχικῇ στεῤῥότητι· διὸ λαμπρῶς δεδόξασαι, Ἱερομάρτυς ἀξιάγαστε.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.




Νῦν ἀπολύεις, Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ, καὶ πρόεδρος ἔνθεος, τῆς Ἐκκλησίας Γαγγρῶν, ἐδείχθης Ὑπάτιε· σὺ γὰρ αἱρετιζόντων, διελέγξας τὴν πλάνην, ἤθλησας Ἱεράρχα, ὑπὲρ τῆς ἀληθείας. Καὶ νῦν Ἱερομάρτυς Χριστὸν ἡμῖν ἱλέωσαι.
Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν διαλάμπων τοῖς κατορθώμασι, τῶν θαυμάτων θεόθεν τὴν χάριν εἴληφας, Ἱεράρχα τοῦ Χριστοῦ Πάτερ Ὑπάτιε, καὶ Μαρτύρων κοινωνός, ὡς ἀθλήσας γεγονώς, δυσώπει Ἱερομάρτυς, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σοῦ ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.


























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ποιμὴν θεοειδής, καὶ σοφὸς Ἱεράρχης, καὶ Μάρτυς ἀληθής, τῶν Χριστοῦ παθημάτων, Ὑπάτιε μακάριε, ἀνεδείχθης ἐν Πνεύματι. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἐορτάζοντες, τῶν ἀρετῶν σου τῷ φέγγει, ψυχὰς φωτιζόμεθα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὶ ὑπὲρ ἡμῶν, τὸν Θεὸν τῶν ἁπάντων, κυήσασα Ἁγνή, ὑπὲρ νοῦν τε καὶ λόγον, φθορᾶς ἀπηλευθέρωσας, τῶν ἀνθρώπων τὸ φύραμα· ὅθεν Ἄχραντε, ὡς σωτηρίας σε πύλην, μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, ἀεὶ καταφεύγομεν.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Θείαν δύναμιν, ἐνδεδυμένος, ποιμὴν ἄριστος, Γαγγρῶν ἐδείχθης, καὶ εὐσεβείας ὑποφήτης Ὑπάτιε· θαυματουργῶν δὲ τῷ λόγῳ τῆς χάριτος, μαρτυρικῶς πρὸς Χριστὸν ἐξεδήμησας. Ὃν ἱκέτευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ θεῖον ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Στάμνος πάγχρυσος, τοῦ θείου μάννα, τοῦ παρέχοντος, ζωὴν τῷ κόσμῳ, ἀνεδείχθης Θεοτόκε Πανύμνητε· τὸν γὰρ Θεὸν ἀποῤῥήτως κυήσασα, πηγὴν χαρίτων βλυστάνεις τοῖς κράζουσι· χαῖρε Πάναγνε, Ἀγγέλων τὸ ἀγαλλίαμα, καὶ πάντων τῶν ἀνθρώπων καταφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ Κυρίῳ ἀμέμπτως ἱερουργῶν, ὡς πιστὸς Ἱεράρχης καὶ ἱερός, Τριάδα ἐκήρυξας, ἐν μιᾷ τῇ Θεότητι, καὶ τῶν αἱρετιζόντων, καθεῖλες τὸ φρύαγμα, καὶ μαρτυρίου Πάτερ, ποτήριον ἔπιες· ὅθεν ἐπαξίων, κοινωνήσας ἐπάθλων, παρέχεις τοῖς χρήζουσι, τὴν θερμὴν σοῦ ἀντίληψιν, Ἱερομάρτυς Ὑπάτιε, πρεσβεύων ἐκτενῶς Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ἁγίαν γαστέρα σου καὶ ἁγνήν, ὡς εὐρύχωρον σκήνωμα ὁ Θεός, οἰκήσας σεσάρκωται, ἐξ ἀχράντων αἱμάτων σου, καὶ οὐρανὸν σὲ ἄλλον, ἀνέδειξεν Ἄχραντε, πρὸς οὐρανὸν ἀνάγων, τοὺς σὲ μεγαλύνοντας· ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, καὶ πύλην οὐράνιον, καὶ πηγὴν ἁγιάσματος, ἀνυμνοῦντες βοῶμέν σοι· χαῖρε Θεοτόκε Ἁγνή, μυροθήκη τοῦ Ἁγίου Πνεύματος, ἡ παθῶν δυσωδίαν, ἐξ ἡμῶν διώκουσα.





Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίους αὐτοῦ ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16).(Ζήτει εἰς τὸν Ὄρθρον τῆς ιγ´ Νοεμβρίου: Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´.
Τῶν ἐντολῶν τῶν θείων, γεωργῶν τὸν σπόρον, πολυχοῦν καρπὸν ἀπέδωκας, τῷ γεωργῷ τῶν ψυχῶν, παμμάκαρ Ὑπάτιε· ἐν ἱερεῦσι γὰρ σοφῶς διέπρεψας, τῶν ζιζανίων καθαράς, τὸν ἀγρὸν τῆς πίστεως, καὶ ἐν Μάρτυσιν ἐδοξάσθης, τοῦ Κυρίου τὰ στίγματα, τῷ σώματί σου βαστάσας· καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶν, ἀδιαλείπτως πρέσβευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

Οἱ Κανόνες, πρῶτον τῆς Θεοτόκου καὶ εἶτα τοῦ Ἁγίου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῆς Τριάδος καταυγασθείς, ἐκ βρέφους θεόφρον, Ἱεράρχα τῷ ζωηρῷ, τῆς Πίστεως γάλακτι ἐτράφης, ταῖς ἀρεταῖς καταυγαζόμενος.
Συνέσει καὶ χάριτι κοσμηθείς, νηστείαις καὶ πόνοις, ἐχαλίνωσας τῆς σαρκός, θεόφρον παμμάκαρ τὰς ὀρέξεις, καὶ τὴν ψυχὴν ἀρεταῖς κατεκόσμησας.
Ἀστράψας τῷ βίῳ τῷ φαεινῷ, ὡς ἥλιος πᾶσαν, Ἱεράρχα τὴν τοῦ Χριστοῦ, ἐφαίδρυνας Πάτερ Ἐκκλησίαν, ἐν ταῖς ἀκτῖσι τῶν θαυμάτων σου.
Θεοτοκίον.
Ἰδοὺ αἱ προῤῥήσεις τῶν Προφητῶν, ἐπὶ σοὶ τὸ πέρας, ἀπειλήφασιν ἀληθῶς· Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ ἀπεκύησας.







ᾨδὴ γ´. Τοῦ Μηναίου. Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα
Ξύλον ζωῆς πέφυκας, καταρδευόμενος πάνσοφε, ἐκ τῶν Γραφῶν, οὗ περ οὐ προστρέχει, τῷ καρπῷ ὁ τῆς Εὔας ἐχθρός.
Στόματα ἐνέφραξας, τὰ δυσσεβῆ συσχὼν ᾄσματα, προφητικῶς, ταῖς θεοπειθέσι, πρὸς Χριστὸν παρακλήσεσι.
Γύναια βακχεύοντα, σὺ τῇ πηγῇ σοφῶς ἔθραυσας, σωφρονισμόν, τοῖς ἀγνωμονοῦσι, παραδόξως ποιούμενος.
                        
Οἶκος θείου Πνεύματος, καὶ προσευχῆς εἰκὼν γέγονας, Ἱεραρχῶν, καύχημα καὶ κλέος, τῶν Μαρτύρων Ὑπάτιε.
Θεοτοκίον.
Νόμοις οὐ δουλεύσασα, τοῖς μητρικοῖς Σεμνὴ τέτοκας, τὸν Λυτρωτήν· φύσεως οἱ νόμοι, ἐπὶ σοὶ γὰρ καινίζονται.

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τῆς πίστεως δόγματα, κρατύνων Ὅσιε, Πατρὶ συναΐδιον, καὶ ὁμοούσιον, τὸν Λόγον ἐκήρυξας· ὅθεν καὶ ὀρθοδόξως, τὴν σὴν ποίμνην ποιμάνας, ᾔσχυνας τοῦ Ἀρείου, τὴν κακόφρονα γνώμην· διὸ νῦν μεταβὰς πρὸς τὸν Χριστόν, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ καλλωπιζόμενος, Ὀρθοδόξων δογμάτων ὑφηγητὴς ἱερός, ἀνεδείχθης ἀληθῶς Πάτερ Ὑπάτιε· καὶ Μαρτύρων κοινωνός, ὡς ἀθλήσας ἀνδρικῶς, γενόμενος Ἱεράρχα, καθικετεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὸν Σωτῆρα τῶν ὅλων Παρθένε τέτοκας, τὸν ἀνασώσαντα κόσμον ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ ὑψώσαντα ἡμᾶς πρὸς τὰ οὐράνια, τὴν πεσοῦσάν μου ψυχήν, ἀνύψωσον ἐκ τῆς φθορᾶς, καὶ σῶσόν με Θεοτόκε· ὅτι ἐν σοὶ τὰς ἐλπίδας, τῆς σωτηρίας μου ἀνέθηκα.

ᾨδὴ δ´. Ἐκ τοῦ Μηναίου. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε
Ἡ τοῦ Πνεύματος ἔλλαμψις, Πάτερ ἐπὶ σοὶ πλουσίως σκηνώσασα, φωτοφόρον στῦλον ἔδειξε, δαδουχοῦντα κόσμον θείοις δόγμασι.
Τῇ γαλήνῃ τῶν λόγων σου, τὸν εἰδωλικὸν χειμῶνα ἠμαύρωσας, καὶ τροπαίοις ταπεινώσεως, ἀσεβείας θράσος κατεμάρανας.
Ἀκηλίδωτον ἔσοπτρον, Πάτερ τῆς Τριάδος ὤφθης Ὑπάτιε· κατοπτεύειν γὰρ ἠγάπησας, καθαρῶς τὴν γνῶσιν τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον.
Ὡς φρικτὸν καὶ παράδοξον, τῆς ἁγνῆς λοχείας σου τὸ Μυστήριον! ὑπὲρ φύσιν γὰρ Πανάμωμε, τὸν Δημιουργόν σου ἀπεκύησας.



ᾨδὴ ε´. Ἐκ τοῦ Μηναίου. Ὁ Εἱρμός. Ἵνα τί με ἀπώσω
Ἐπὶ ὕδωρ τῆς θείας, Πάτερ ἀναβάσεως ἔχων τὴν ἔφεσιν, καὶ τοῦ Παραδείσου, τοῦ ἀΰλου τὸ κάλλος γλιχόμενος, εὐανθέσι τόποις, συμβολικῶς ἐπανεπαύου, τὰς ἐκεῖθεν μονὰς τεκμαιρόμενος.
Ταῖς ἀΰλοις γυμνάζων, Πάτερ σεαυτὸν θεωρίαις καὶ πράξεσιν, ὑλικὰς φροντίδας, ὥσπερ βάρος ψυχῆς καταλέλοιπας, καὶ ἐν ταῖς ἐρήμοις, χοροβατῶν ὡς ἐν λειμῶνι, ἐπλουτίσθης τὴν χάριν τοῦ Πνεύματος.
Ἐπαυξήσας τὴν ποίμνην, Πάτερ ἐν τῇ πόᾳ τῶν θείων δογμάτων σου, ὥσπερ μάνδρας οἴκους, σεβασμίους παμμάκαρ καθίδρυσας, ἐν οἷς εἰσελαύνων, τὰ λογικὰ θρέμματα Πάτερ, ἐλυτρώσω θηρῶν ἐξ αἱρέσεων.
Θεοτοκίον.
Μόνη τίκτεις Παρθένος, μόνη καὶ ἀπείρανδρος ὤφθης Πανάμωμε· ἐν γαστρὶ γὰρ Λόγον, τοῦ Πατρὸς δεξαμένη τὸν ἄναρχον, γαλουχεῖς Παρθένε, θαῦμα φρικτόν! καὶ παρθενεύεις, καὶ τοὺς ὅρους καινίζεις τῆς φύσεως.

ᾨδὴ στ´. Ἐκ τοῦ Μηναίου. Ὁ Εἱρμός. Ἱλάσθητί μοι Σωτήρ
Φλογώδη ῥεῖθρα φωτός, Ἱερομάρτυς Ὑπάτιε, ἀνάψας ὁ ποταμός, νυκτὶ διαβαίνοντι, τὴν τρίβον ἐδείκνυεν, ὑποφαίνων πᾶσι, τῆς ψυχῆς σου τὴν λαμπρότητα.
Τερατουργῶν διὰ σοῦ, ὁ ζωοδότης Χριστὸς ὁ Θεός, ἰάσεων θησαυρόν, τὸ ὕδωρ ἀνέδειξεν, εὐχαῖς σου Ὑπάτιε, γλυκασμὸν θαυμάτων, τὸ πικρὸν ἀπεργασάμενος.
Θαυμάτων ὑπερφυῶν, ἐργάτης ὤφθης Ὑπάτιε· λαβὼν δὲ παρὰ Θεοῦ, χάριν τῶν ἰάσεων, πηγὴ ἐχρημάτισας, δαψιλεύων πᾶσι, σωτηρίας θεῖα νάματα.
Θεοτοκίον.
Ταῖς σαῖς πρεσβείαις Ἁγνή, κινδύνων καὶ περιστάσεων, ἐξάρπασόν με δεινῶν, καὶ ῥῦσαί με δέομαι· σὺ γὰρ τεῖχος ἄῤῥηκτον, καὶ λιμὴν καὶ σκέπη, καὶ ἀπόρθητον ὀχύρωμα.

Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ζωοποιόν, τελέσας ἱερουργίαν, καὶ τῶν δωρεῶν, τὸ τάλαντον ἐπαυξήσας, ὡς θυσία προσήχθης, καὶ κάρπωμα ἔνθεον, δι᾿ ἀθλήσεως Ὑπάτιε, τῷ δοξάσαντι τὸν βίον σου, τοῖς ἀῤῥήτοις Πάτερ θαύμασιν. Αὐτὸν δυσώπει ἀεί, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ὡς τῇ καρδίᾳ καθαρός, καὶ ἄμωμος τῷ βίῳ, δικαιοσύνης ἀληθοῦς, ἐργάτης ἀνεδείχθης, ἀποβαλῶν τῶν γεηρῶν, τὸ φρόνημα εἰς τέλος· καὶ ἐν φρονήσει ἀληθεῖ πολιτευόμενος, θαυμάτων ἐκοσμήθης δυνάμεσι, καὶ σοφίας θείας ἐπλήσθης Ὑπάτιε· ἔνθεν Ἱεράρχης θεῖος προβληθείς, Ἀποστολικῶς τῇ Ἐκκλησίᾳ διέπρεψας, ἔργῳ καὶ λόγῳ διαῤῥυθμίζων τὰς διανοίας τῶν πιστῶν, ἐλπίδι τῶν μελλόντων· αἱρετικῶν δὲ τὰ ζιζάνια ἐκτίλλων, καὶ τὴν αὐτῶν ἄνοιαν διελέγχων, ὑπ᾿ αὐτῶν ἀνῄρησαι, καὶ αἵματι ἰδίῳ, πρὸς τὰ ὄντως ἅγια τῶν ἁγίων εἰσέδραμες, τῷ προσώπῳ τοῦ Χριστοῦ ἐμφανιζόμενος· ὅν περ δυσώπει ἀεί, ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθῳ,
Τὸν Ὑπάτιον· φεῦ γυναικὶ ἀθλίᾳ!
Πρώτῃ Ὑπατίῳ βιότου πέρας ἐν τριακοστῇ.
Ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ὑπάτιος, ἐκ Κιλίκων ἀνθήσας, ἐν Γάγγραις ἀρχιερατεύσας, ἐν τῇ πρώτῃ Συνόδῳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Θεοφόρων Πατέρων εἷς γεγονώς, ὅλος πεπληρωμένος ἦν Πνεύματος Ἁγίου. Πολλοὺς δὲ πειρασμοὺς ὑπομείνας, καὶ σημεῖα διάφορα ἐκτελέσας, γέγονε περιβόητος.
Κωνσταντίνου γὰρ βασιλεύοντος, τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου, δράκων τὶς πόθεν τοῖς βασιλικοῖς ταμείοις προσπελάσας, ἐν οἷς ἅπας ὁ χρυσὸς ἐφυλάσσετο, καὶ πρὸς τῇ εἰσόδῳ αὐτῶν ἐμφωλεύσας, πολλὴν ἀθυμίαν τῷ Βασιλεῖ προεξένησε, μηδενὸς ἐκεῖ δυναμένου ὁπωσοῦν πλησιάσαι. Ἐν ἀμηχανίᾳ τοίνυν ὁ Βασιλεὺς ὤν, τὸν μακάριον τοῦτον προσκαλεῖται· ὃν παραγενόμενον, μετὰ πολλῆς ὑποδεξάμενος τῆς αἰδοῦς, περὶ τοῦ ἐπεισφρήσαντος ἀπαγγέλλει θηρός. Ὁ δὲ Ἅγιος, εἰ δυνατόν μοι, φησίν, ὦ Βασιλεῦ, τοῦ Θεοῦ συνεργοῦντος, οὐ παραιτήσομαι ποιῆσαι τὸ προσταχθέν· καὶ μὴ ἀθύμει, ὦ Βασιλεῦ· τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, τῷ Θεῷ δυνατά.
Ταῦτα τοῦ Ἁγίου εἰρηκότος, καὶ τοῦ δράκοντος πόῤῥωθεν ἀποδειχθέντος, ὁ Βασιλεύς, μὴ ἀσυντηρήτως, ὦ Πάτερ, φησί, τῷ θηρὶ πλησιάσῃς, καὶ πείσῃ, ὅπερ καὶ πολλοὶ πεπόνθασιν, ἐξ ἐμῶν ἁμαρτιῶν. Καὶ ὁ μακάριος· Ἡ ἡμετέρα εὐχή, Βασιλεῦ, οὐδὲν ἰσχύει πρὸς ταῦτα, πρὸς Θεὸν δέ σου ἡ Πίστις, καὶ ἡ τούτου μεγάλη καὶ ἀήττητος δύναμις. Τότε πεσὼν ἐπὶ τῆς γῆς, προσηύξατο ἐφ᾿ ὥραν ἱκανήν· καὶ ἀναστάς, λέγει τῷ Βασιλεῖ· Κέλευσον γενέσθαι μεγάλην πυρκαϊὰν μέσον τῆς πλατείας ὁδοῦ, ἐν ᾧ τόπῳ ἡ στήλη τοῦ σοῦ Πατρὸς ἵδρυται· καὶ οἱ μέλλοντες ταύτην ἀνάπτειν, προσμενέτωσαν ἐκεῖ, τὴν ἐμὴν ἐκδεχόμενοι ἄφιξιν. Καὶ τοῦ Βασιλέως τοῦτο προστάξαντος, ὁ Ἅγιος εἰσελθών, τὰ θύρας τῶν Βασιλικῶν ταμείων ἀνέῳξε, καὶ ἅπαντες ἔφυγον· μήκοθεν δέ τινες ἑστῶτες καὶ βλέποντες, φόβῳ καὶ τρόμῳ συνείχοντο. Ὁ δὲ Ἅγιος, τύπτων τὸ θηρίον δι᾿ ἧς ἐπεφέρετο ῥάβδου, ἤνυεν οὐδέν, καὶ ἡ ἡμέρα ἤδη παρήρχετο, καὶ πάντες ᾤοντο θανατωθῆναι τὸν Ἅγιον. Ἀλλὰ τὸ ὄμμα εἰς οὐρανοὺς ἀνατείνας, καὶ τὸν Κύριον ἐπικαλεσάμενος, τὴν ῥάβδον τῷ στόματι τοῦ θηρίου ἐμβάλων, εἶπεν· Ἐν ὀνόματι τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, ἀκολούθει μοι. Καὶ ὁ δράκων, ἐνδακὼν τὴν ῥάβδον, ἠκολούθει τῷ Ἁγίῳ, ὡς ὑπό τινος διωκόμενος.
Ὁ γοῦν μακάριος, ἐξελθὼν ἀπὸ τῶν Βασιλείων, καὶ πᾶσαν τὴν λεωφόρον διοδεύσας μέχρι τοῦ φόρου, τὴν ῥάβδον ἕλκων ἐπὶ τῆς γῆς, δι᾿ ἧς καὶ τὸν δράκοντα, τὸ ἄκρον ἐνδακόντα τῆς ῥάβδου καὶ συρόμενον ὑπ᾿ αὐτῆς, ἐξέπληξεν ἅπαντας. Ἦν γὰρ φοβερὸς ὁ δράκων τὴν θέαν, ἑξήκοντα πήχεις ἔχων τὸ μῆκος, ὡς ἔλεγον. Καὶ πλησιάσας ὁ Ἅγιος τῇ πυρκαϊᾷ, φησὶ πρὸς τὸν δράκοντα· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν ἐγὼ ὁ ἐλάχιστος κηρύσσω, εἴσελθε μέσον τῆς πυρκαϊᾶς. Ὁ δὲ φοβερὸς ἐκεῖνος δράκων, καμάρας εἶδος ποιήσας, καὶ ὑποκυρτώσας ἑαυτόν, καὶ μέγα ἐκταθείς, ἔῤῥιψεν ἑαυτὸν ἐν μέσῳ τοῦ πυρός, καὶ παρανάλωμα τούτου γέγονε. Καὶ πάντες, δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεόν, ἐξεπλάγησαν, ὅτι τοιοῦτον φωστῆρα καὶ θαυματουργὸν ἀνέδειξεν αὐτοῖς ἐν ταῖς ἡμέραις αὐτῶν. Τότε ὁ Βασιλεύς, τὸν Ἅγιον διαφερόντως τιμήσας καὶ εὐχαριστήσας, τὸν χαρακτῆρα τῆς ὄψεως αὐτοῦ ἐκέλευσε σανίδι ἐντυπώσασθαι. Καὶ τούτου γενομένου, ἐν τῷ Βασιλικῷ ταμείῳ τοῦτον ἐπέθετο, εἰς ἀποτροπὴν παντὸς ἐναντίου. Τὸν Ἅγιον οὖν κατασπασάμενος, ἀπέστειλεν οἴκαδε.
Μετὰ δὲ τὸ ἐξελθεῖν τὸν Ἅγιον ἐκ τῆς Πόλεως, καὶ πρὸς τὸν οἰκεῖον ἀφικέσθαι θρόνον, οἱ τῆς Ναβάτου αἱρέσεως, φθόνον πολὺν ὠδινήσαντες κατ᾿ αὐτοῦ, ἐν οἷς εἰώθει ὁ ἀοίδιμος διέρχεσθαι στενωποῖς καὶ κρημνώδεσι τόποις παρακαθίσαντες, ἐγκεκρυμμένοι σὺν ῥοπάλοις καὶ ξίφεσι, τοῦ μακαρίου ἐκείνου διερχομένου, αἰφνιδὸν ὡς ἄγριοι θῆρες ἐπαναστάντες ἐκ τῆς ἐνέδρας, ὁ μέν, ξύλῳ, ὁ δὲ, λίθῳ, ἕτερος, ξίφει, κατὰ τοῦ κρημνοῦ τὸν Ἅγιον ἠκόντιζον. Καὶ ῥίψαντες αὐτὸν ἀπὸ τοῦ μεγάλου ὕψους ἐπὶ τὸν κρημνόν, οὐκ ὀλίγας αὐτῷ πληγὰς ἐπέθεντο, ὡς πρὶν οἱ Ἰουδαῖοι τῷ Πρωτομάρτυρι Στεφάνῳ. Ὁ δὲ Ἅγιος, ἐν τῷ ποταμῷ ῥιφεὶς ἡμιθανής, μικρὸν ἀφυπνώσας, καὶ τοὺς ὀφθαλμοὺς πρὸς οὐρανὸν διάρας, Κύριε, μὴ στήσῃς αὐτοῖς, ἔλεγε, τὴν ἁμαρτίαν ταύτην. Καὶ ἔτι αὐτοῦ προσευχομένου, γυνή τις ἐναγὴς καὶ ἀκάθαρτος, λίθον ἄρασα μέγαν, καὶ τὸν κρόταφον τοῦ Ἁγίου κρούσασα, τὸ λειπόμενον τῆς ζωῆς αὐτοῦ ἀφείλετο ἡ δυστυχὴς καὶ ταλαίπωρος· καὶ ἡ μὲν τούτου ἁγία ψυχὴ ἐν χερσὶν ἤδη ἦν τοῦ Θεοῦ· ἡ δὲ ἐναγὴς ἐκείνη γυνή, πονηρῷ πνεύματι ληφθεῖσα, διὰ τοῦ αὐτοῦ λίθου τὸ ἴδιον ἔτυπτε στῆθος. Ὡσαύτως δὲ καὶ πάντες, οἱ τοῦ φόνου κοινωνήσαντες, ὑπὸ ἀκαθάρτων πνευμάτων ἐπαιδεύοντο. Τὸ δὲ Λείψανον τοῦ Ἁγίου ἐν ἀχυρῶνι τινὶ κρύψαντες, ἀνεχώρησαν· ἀλλ᾿ ὁ γεωργός, οὗ ὁ ἀχυρὼν ἦν, εἰσελθὼν ἐπὶ τῷ δοῦναι τροφὴν τοῖς ἑαυτοῦ ζώοις, ἀκούσας οὐρανίων ᾀσμάτων δοξολογίαν, μηνυτὴς γέγονε τοῦ μακαρίου Πατρός.
Τοῦτο ἀναμαθόντες οἱ οἰκήτορες τῆς Πόλεως Γαγγρῶν, συνήχθησαν ἐκεῖσε, καὶ κοινῇ θρηνήσαντες, ἔλαβον τὸ Ἅγιον Λείψανον· καὶ ἀνακομίσαντες τῇ ἑαυτῶν πόλει, κατέθεντο ἐν ἐπισήμῳ τόπῳ. Ἡ δὲ γυνὴ ἐλθοῦσα, καὶ τύπτουσα ἑαυτὴν τῷ λίθῳ δι᾿ οὗ τὸν Ἅγιον ἔκτεινε, τοῦ θείου Λειψάνου κατατεθέντος, εὐθέως ἰάθη, ὡσαύτως καὶ οἱ λοιποὶ τοῦ Ἁγίου φονεῖς, καὶ ἑτέρων πολλῶν ἐν τῇ τοῦ Ἁγίου κηδείᾳ τελεσθέντων θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀκακίου, Ἐπισκόπου Μελιτινῆς, τοῦ Ὁμολογητοῦ.
Ἀκακίῳ θνήσκοντι τῷ γῆς Ἀγγέλῳ,
Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.
Αὐδᾶς, ἐνισχύοντος ὑψίστου Λόγου,
Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.
Ἀθλητικῷ κλυστῆρι, τῷ πάλῳ λέγω,
Πᾶν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος.
Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι,
Σφᾶς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα.
Ζώων ταμεῖα Μαρτύρων τὰ σαρκία
Μῦς ἐτρέφοντο, καὶ γαλαῖ ἐν τῷ βόθρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν γυμνὸς συρόμενος τελειοῦται.
Γυμνὸν συρέντα τὸν Μένανδρον ἐν πέτραις,
Στολὴν ὁ Χριστὸς ἐνδύει σωτηρίας.





Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.
Φυλὴ πεσοῦσα συγγενὴς διὰ ξίφους,
Φῦλα τροποῦται τῶν πεσόντων ἐκ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βλάσιος, ὁ ἐξ Ἀμορίου, ἐν εἰρήνῃ τελειοῦται.
Καρπούς, Βλάσιε, ἀρετῶν ἐκβλαστάνεις,
Οὕς περ τρυγᾷς νῦν ἐν πόλῳ μετ᾿ Ἀγγέλων.

Ὅσιος Στέφανος ὁ θαυματουργός, ἐν εἰρήνῃ τελειοῦται.
Τὸν δὲ Στέφανον ἀστεφῆ πῶς ἐλλίπω,
Τὸν θαυματουργόν, ὃν στέφει Θεοῦ χάρις;
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ἐκ τοῦ Μηναίου. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἀποῤῥήτων θαυμάτων, αὐτουργὸς Ἱεράρχα παρὰ Χριστοῦ γεγονώς, ἐφώτισας τὸν κόσμον, τῇ πράξει καὶ τῷ λόγῳ, ἐκδιδάξας βοᾶν εὐσεβῶς· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπογνώσεως βρόχους, ὁ βυθῷ ἀπιστίας ἀποπνιγόμενος, προσάπτων τοῖς πεσοῦσιν, εἰς πάθη ἀτιμίας, τὴν μετάνοιαν ἔσβεσεν· ἥν περ ἀστράψας πιστοῖς, κατέφλεξας Ναβάτον.
Θεοτοκίον.
Τὴν Μητέρα τοῦ Λόγου, τὴν Ἁγνὴν Θεοτόκον καὶ προστασίαν ἡμῶν, δι᾿ ἧς τὰς ἐπηρείας, ἐχθρῶν καταπατοῦμεν, ἀνυμνοῦμεν καὶ λέγομεν· Εὐλογημένη Θεόν, σαρκὶ ἀποτεκοῦσα.

ᾨδὴ η´. Ἐκ τοῦ Μηναίου. Ὁ Εἱρμός. Τὸν Βασιλέα
Τὰς ἀναιμάκτους, εἰλικρινῶς τῇ Τριάδι, ἀναφέρων θυσίας παμμάκαρ, γέγονας Κυρίου, σφάγιον μαρτυρίου.
Τὴν ἱεράν σου, βάψας στολὴν τῷ οἰκείῳ, Θεοφόρε αἵματι προθύμως, στέφανον ἐδέξω, διπλοῦν Ἱερομάρτυς.
Ὡς Μαθητής, οἷά περ Χριστοῦ ἐκμιμήσει, συμπαθείας θνήσκων ὑπερηύχου, σοῦ τοὺς ἀνδροφόνους, τεύξασθαι σωτηρίας.
Θεοτοκίον.
Λόγον συνείληφας, ἐν γαστρὶ ὑπὲρ λόγον· καὶ τεκοῦσα πάλιν παρθενεύεις· πάντα ὑπὲρ φύσιν, τὰ σὰ Θεογεννῆτορ!






ᾨδὴ θ´. Ἐκ τοῦ Μηναίου. Ὁ Εἱρμός. Ἐξέστη ἐπὶ τούτῳ
Μωσέα εἰκονίζων ταῖς ἀρεταῖς, περιήλασας τοῦτον τῷ θαύματι, ῥάβδῳ τῇ σῇ πλήξας τε τὸν δράκοντα εὐθαρσῶς, ὡς ἐν ἀγγίστρῳ εἵλκυσας, Πάτερ ἐκ ταμείων Βασιλικῶν, πυρὶ καταναλώσας, ὡς ὄργανον κακίας, ὀρθοδοξίᾳ κραταιούμενος.
Χωννύμενος τοῖς λίθοις διὰ Χριστόν, ὑπὸ τῶν μιαιφόνων Ὑπάτιε, ῥείθροις τῶν σῶν, ἔπνιξας αἱμάτων τοῦ ἀσεβοῦς, Ναβάτου τὰ ἀντίθεα, δόγματα κηρύξας Πάτερ σοφέ, τοῖς πταίουσι συγγνώμην, διὰ τῆς μετανοίας, τῶν ὀφλημάτων προσπορίζεσθαι.
Μὴ παύσῃ ἱκετεύων ὑπὲρ ἡμῶν, Ἱεράρχα καὶ Μάρτυς Ὑπάτιε, τῷ Ποιητῇ, πάντων καὶ Δεσπότῃ παρεστηκώς, ἐκ πειρασμῶν καὶ θλίψεων, ῥύσασθαι τοὺς πόθῳ εἰλικρινεῖ, τελοῦντας τὴν σὴν μνήμην, καὶ θείαις μελῳδίαις, ἀνευφημοῦντάς σε πανεύφημε.
Θεοτοκίον.
Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξούντων Δημιουργέ· τῶν δὲ πιστῶν τὸ σύστημα, στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀρχιερεὺς θεόληπτος, Ὑπάτιε γενόμενος, ἀγγελικῇ πολιτείᾳ, διέλαμψας τοῖς ἐν κόσμῳ, καὶ μαρτυρίου σκάμμασι, τὴν σὴν ζωὴν ἐσφράγισας, Ἱερομάρτυς ἔνδοξε· διὸ λαμπρῶς ἐδοξάσθης, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον.
Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν βροτῶν διάσωσμα, τὸν Βασιλέα τῆς δόξης, κυήσασα ἀνεδείχθης, Παρθένε Παναμώμητε, κυρία πάσης κτίσεως· διὸ κυριευθέντα με, ὑπὸ πικρᾶς ἁμαρτίας, διάσωσον δυσωπῶ σε.














Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἰς περίδοξον, ἀρετῶν ἀνέδραμες, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν τὴν ὑπὲρ ἔννοιαν, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος· οὗ ταῖς ἐλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πᾶσιν ἐπήστραψας, θαυμάτων χάριτας.

Πάτερ Πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοι, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ. Ὅθεν φωστῆρα σέ, κεκτημένοι μέγιστον, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν.

Πάτερ ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὂν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδίᾳ σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον· δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαῖς προσευχαῖς, ὑδάτων πεποίηκας· διὸ τιμῶμέν σε.

Πάτερ παμμάκαρ Ὑπάτιε, ὑπὸ χειρῶν δυσσεβῶν, ὡς ἐκτάνθης ἀνέδραμες, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης σκηνώματα, τὸ δὲ σεπτόν σου καὶ θεῖον λείψανον, πηγὰς θαυμάτων πᾶσιν ἀνέβλυσεν. Ὅθεν ὑμνοῦμέν σε, ὡς Ἱερομάρτυρα, μέγαν Χριστοῦ, καὶ μεσίτην ἔνθεον, ἡμῶν πρὸς Κύριον.

Δόξα. Ἦχος πλ. δ´.
Τῆς ἐν Χριστῷ ἱερουργίας, καλῶς τελέσας τὴν λειτουργίαν, ἰδίῳ αἵματι ἐσφράγισας, τῆς ἀληθείας τὸ κράτος Ὅσιε· προθύμως γὰρ τέθεικας, τὴν ζωὴν Ἱεράρχα, Ἀποστολικῷ ζήλῳ προϊστάμενος, τῶν δογμάτων τῆς πίστεως· καὶ μαρτυρικῆς εὐκλείας ἀξιωθείς, λαμπροτέραν ἔδειξας, τὴν ἱερωσύνην τοῖς ἄθλοις σου. Καὶ νῦν Ἱερομάρτυς Ὑπάτιε, τῇ Ἁγίᾳ Τριάδι πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ὁ μιμητής, Ὑπάτιε Πάτερ, καὶ Μαρτύρων ὁ κοινωνός· χαίροις ὁ πηγάζων, θαυμάτων θεῖα ῥεῖθρα, τοῖς πίστει προσιοῦσι, τῇ προστασίᾳ σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου