Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 17. ΑΓΙΟΣ ΑΥΞΙΒΙΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄!!
ΑΥΞΙΒΙΟΣ ΣΟΛΩΝ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πάτερ Αὐξίβιε τὸ φῶς, τοῦ Χριστοῦ δεξάμενος, τῇ καθαρᾷ πολιτείᾳ σου, ἀστὴρ πολύφωτος, εὐσεβείας ὤφθης, ἐν τῇ Κύπρῳ Ἅγιε, καὶ Σόλων ποιμενάρχης θεόληπτος, Πνεύματος χάριτι· διὰ τοῦτο τὴν ἁγίαν σου, ἐκτελοῦμεν μνήμην εὐφημοῦντες σε.

Πάτερ Αὐξίβιε χερσί, Μάρκου τοῦ θεόφρονος, τοῦ Παρακλήτου τὴν ἔλλαμψιν, πλουτήσας Ὅσιε, Ἀποστόλων ὤφθης, ζηλωτὴς τῷ βίῳ σου, ψυχὰς καλλιεργῶν λόγῳ πίστεως, καὶ θείοις θαύμασι, βεβαιῶν πρὸς τὴν ἀλήθειαν, τὰς καρδίας τῶν προσανεχόντων σοι.

Πάτερ Αὐξίβιε φυτόν, ὤφθης εὐθαλέστατον, ἀπὸ τῆς Ῥώμης μακάριε, προνοίᾳ κρείττονι, καὶ Εὐαγγελίου, τοὺς καρποὺς εξήνεγκας, ἐν Κύπρῳ γεωργίᾳ τοῦ Πνεύματος, ἀεὶ ἐκτρέφοντας, τὰς καρδίας τῶν τιμώντων σε, ὡς Κυρίου ἔνθεον θεράποντα.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φερωνύμως Αὐξίβιε, αὐξηθεὶς θείᾳ χάριτι, Ἀποστόλων γέγονας ὁμοδίαιτος, πατρώαν πλάνην ὡς ἔλιπες, καὶ σκεῦος πολύτιμον, ἐπιπνοίας θεϊκῆς, χρηματίσας προσήγαγες, θείοις λόγοις σου, ἐξ ἀπάτης εἰδώλων τὴν τῶν Σόλων, πολιτείαν τῷ Σωτῆρι, υἱοθεσίας βαπτίσματι.

Τῇ τοῦ βίου λαμπρότητι, καὶ θαυμάτων δυνάμεσι, ἱερὲ Αὐξίβιε σεμνυνόμενος, ἀρχιερεὺς ἐνθεώτατος, σαφῶς ἐχρημάτισας, καὶ ἱερεύσας Θεῷ, ἐπὶ γῆς ὥσπερ ἄγγελος, καὶ ὡς ἄμωμον, προσφορὰν τὰς ψυχὰς τῶν σεσωσμένων, τῷ σῷ λόγῳ τῷ Σωτῆρι, θεοπρεπῶς προσενήνοχας.

Ἀποστόλων ὁμότροπος, ἀρετῶν ἐνδιαίτημα, τοῦ Ἁγίου Πνεύματος θεῖον ὄργανον, πρόεδρος Σόλων περίδοξος, καὶ στῦλος καὶ στήριγμα, ἀνεδείχθης ἀληθῶς, ἱεράρχα Αὐξίβιε· διὰ τοῦτό σε, ὁ Χριστὸς θαυμαστώσας οὐρανίου, κατηξίωσεν εὐκλείας, ὥσπερ οἰκεῖον θεράποντα.


Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὥσπερ ἀστρον νοητόν, τῇ ἐτησίῳ αὐτοῦ μνήμῃ ἐκλάμπει, ὁ ἱεράρχης Αὐξίβιος, αὔξησιν ἡμῖν βραβεύων, ἀγάπης θεϊκῆς· ἐν αὐτῇ γὰρ ἀποστολικῶς διαπρέψας, καταυγάζει τοὺς βοῶντας αὐτῷ· χαίροις, ὁ διὰ Μάρκου τοῦ θεηγόρου, μυσταγωγηθεὶς τὰ κρείττονα, καὶ μιμητὴς αὐτοῦ θεῖος γενόμενος· χαίροις, ὁ ἀμέμπτῳ πολιτείᾳ, καὶ ἔργοις πίστεως, τῆς ἀληθείας ἐκφήνας τὴν λαμπρότητα· χαίροις, ὁ τῶν Σόλων πρόεδρος σεπτός, καὶ τῆς ἐν Κύπρῳ Ἐκκλησίας, λύχνος φαεινός. Πρέσβευε Πάτερ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ΄, 10-19)
κουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήςῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Τὸ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἱερουργὸς θεόληπτος, ἱεράρχα Αὐξίβιε, ἀληθῶς ἐδείχθης. Τὴν γὰρ ματαίαν ἀναστροφήν, θείᾳ ἐφέσει λιπών, τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, ἐν σοὶ ἐθησαύρισας. Καὶ λόγῳ διδασκαλίας, τοὺς ἐν ζόφῳ τῆς πλάνης καταυγάσας, υἱοὺς φωτὸς ἀνέδειξας, ὡς Ἀποστόλων μιμητής. Καὶ ἀποστολικῶς τὸν δρόμον ἀνύσας, τὸν ἀμαράντινον στέφανον, παρὰ Χριστοῦ ἐδέξω. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Ἀποστολικὴν ἐνδεδυμένος δύναμιν, ποιμαντικῶς Θεῷ εὐηρέστησας, θεοφόρε Αὐξίβιε· ὡς γὰρ θεῖος ἱεράρχης, καὶ οἰκονόμος τῆς χάριτος, τὸ τῆς πίστεως μυστήριον, ἔργῳ καὶ λόγῳ ἐκφαίνεις. Τῷ θεοκήρυκι γὰρ Μάρκῳ, ὑποσχὼν τὴν ἀκοήν, ἐμυήθης τὰ ἀπόῤῥητα, νεκρωθεὶς τοῖς ἐν κόσμῳ. Καὶ τὴν ζωὴν τῶν ὅλων, Χριστὸν καταγγείλας, τοὺς ἐν Σόλοις ἐξήγειρας, ἐκ θανάτου ἁμαρτίας, πρὸς μετοχὴν τῶν κρειττόνων, καὶ ζωὴν τὴν ἀληθῆ· διὸ ἑορτάζομεν, τὴν ἁγίαν μνήμην σου.

Ἦχος γ΄.
Ἀποστόλων τοῖς ἴχνεσιν ἑπόμενος, τῆς σπουδῆς αὐτῶν καὶ τῆς συνέσεως, ἐν τῷ σπείρειν τὸν σπόρον τῆς αἰωνίου ζωῆς, κοινωνὸς ἐχρημάτισας, θεηγόρε Αὐξίβιε. Καὶ κεχερσωμένας ἀρούρας καρδιῶν, νεουργήσας ἐν Χριστῷ, καρποφορεῖν παρεσκεύασας, τῶν ἐντολῶν Αὐτοῦ τὸ πλήρωμα. Πλήρης γὰρ σοφίας καὶ χάριτος, καὶ τῆς ἐξ ὕψους ἰσχύος, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ γέγονας. Καὶ νῦν Ἀγγέλοις συνών, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ὡς ἄγγελος Θεοῦ, καὶ εὐαγγελιστὴς τῆς Βασιλείας τῶν οὐρανῶν, ἐν τῇ πόλει τῶν Σόλων, ἐπέστης Αὐξίβιε. Καὶ τὸν ἐν σκότει καὶ σκιᾀ τῆς ἀπάτης, πορευόμενον λαόν, καταυγάσας ἐν Χριστῷ, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας, πορεύεσθαι ὡδήγησας. Καὶ ὁσίως ποιμάνας, τὴν λαχοῦσάν σοι ποίμνην, τῆς ἄνω Βασιλείας, τὸ δηνάριον εἴληφας, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄστρον, ἐκ τῆς Ῥώμης φαεινόν, ἐν τῇ νήσῳ Κύπρῳ ἐπέστης, τῇ ἐπινεύσει Θεοῦ, Ἅγιε Αὐξίβιε, καῖ τῇ δυνάμει Χριστοῦ, ἐνεργῶν τὰ παράδοξα, τοῦ Εὐαγγελίου, κήρυξ ἐνθεώτατος, καὶ διαπρύσιος, ὤφθης, τῶν παθῶν ἐκκαθαίρων, καὶ τῇ ἀληθείᾳ προσάγων, τοὺς τῇ διδαχῇ σου πειθαρχήσαντος.

Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου, ἀγαλλιάσονται.
Ὅτε, σὲ ὁ Μᾶρκος ὁ σοφός, εὗρεν ἐν φρονήσει ἁγίᾳ, περικοσμούμενον, τότε τετελείωκε, θείῳ σε Πνεύματι, καὶ ποιμένα κατέστησε, τῆς πόλεως Σόλων, ἣν καὶ κατεφώτισας, θείοις διδάγμασιν· ταύτην γὰρ ὁλόκληρον Πάγτερ, πλάνης ἀπαλλάξας εἰδώλων, τοῦ Χριστοῦ τῇ πίστει προσενήνοχας.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Λόγοις, ἱεροῖς ἱκανωθείς, τοῦ Ἡρακλειδίου τοῦ θείου, Πάτερ Αὐξίβιε, αὔξησιν σωτήριον, πρὸς ἄθλους κρείττονας, ἐπεδέιξω θερμότατα, καὶ ναὸν Κυρίῳ, ἤγειρας ὡς ἔμψυχος, ναὸς τῆς χάριτος· ἔνθεν, ἐν τῇ πόλει τῶν Σόλων, ὡς φωστὴρ λαμπρὸς διαλάνπεις, βίῳ καὶ θαυμάτων ταῖς δυνάμεσι.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς φωτὸς διάκονος, τῷ φωτὶ τῆς χάριτος ἐσημειώσω, τοὺς δεξαμένους τὸν λόγον σου, ἰσαπόστολε Αὐξίβιε· ἱερουργῶν γὰρ πρακτικῶς, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, πλείστοις πόνοις καὶ ἱδρῶσι, τὴν ζωὴν ἐτέλεσας Ὅσιε. Καὶ ἀξίους ἐξ ἀναξίων, πολλοὺς προσαγαγὼν Κυρίῳ, ἐπάξιον εἴληφας, τὸν μισθὸν τῶν καμάτων σου, ἀπαύστως δεόμενος, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.








Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλων τὴν χάριν ὡς τοῦ Πνεύματος ὄργανον, διὰ Μάρκου τοῦ θείου, θησαυρίσας Αὐξίβιε, ἐδείχθης Ἱεράρχης εὐκλεής, καὶ πρόεδρος τῶν Σόλων καὶ ποιμήν, διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱερὰν τιμῶμεν ἀνακράζοντες· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς φέγγος ἀστραπῆς, ἡ τοῦ Πνεύματος χάρις, ἐκλάμψασα σοφέ, τῇ ἁγίᾳ ψυχῇ σου, φωστῆρά σε ἔδειξεν, εὐσεβείας πολύφωτον· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, σὲ μακαρίζομεν πάντες, Αὐξίβιε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τοῦ θείου Μάρκου ταῖς χερσὶν εἰσεδέξω, τοῦ Παρακλήτου μυστικῶς τὰς ἀκτῖνας, καὶ Ἱεράρχης ἔνθεος γενόμενος, πίστει ἱεράτευσας, τῇ Ἁγίᾳ Τριάδι, ἱερὲ Αὐξίβιε, καὶ προσήγαγες ταύτῃ, ὡς προσφορὰν καὶ θύματα δεκτά, τοὺς φωτισθέντας, τῷ λόγῳ σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Αὐξήσας τὸ τάλαντον τὸ ἐκ Θεοῦ σοι δοθέν, Αὐξίβιε Ὅσιε ὡς ἱεράρχης σοφός, Χριστῷ εὐηρέστησας· αὔξησιν δὲ προσάγων, ἀρετῶν τῷ Σωτῆρι, ηὔξησας τὴν σὴν ποίμνην, διδαχαῖς θεηγόροις· διὸ τῆς οὐρανίου χαρᾶς κατηξίωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως συνέλαβες τὸν Ποιητὴν τοῦ παντός, ἀφθόρως δὲ τέτοκας ἐκ τῶν αἱμάτων τῶν Σῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅθεν Σε σωτηρίας, ἀπαρχὴν κεκτημένοι, ὑμνοῦμέν Σε Θεοτόκε, ὡς ἡμῶν προστασίαν, καὶ πίστει μεγαλύνομεν, τὴν δόξαν Σου ἄχραντε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου, ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἱερωσύνης τὴν στολήν, ἀποστολικοῖς φαιδρύνας χαρίσμασιν, ὡς ἱεράρχης ὅσιος, Θεῷ εὐηρέστησας, παμμάκαρ Αὐξίβιε. Καὶ νῦν τῷ θρόνῳ, τῆς θείας μεγαλωσύνης παριστάμενος, μὴ παύσῃ προσάγων, τὰς ὑπὲρ ἡμῶν ἱλαστηρίους Κυρίῳ, ὡς ἂν εὕρομεν ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Εἶτα, οἱ κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Αὐξιβίου τὴν χάριν γεραίρω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Αὐξίβιον Δέσποτα, τὸν Σὸν οἰκεῖον θεράποντα, ὑμνῆσαι προθέμενος, αἰτοῦμαι Κύριε, τὴν σωτήριον, σοφίαν Σου ὑψόθεν, καὶ μέλψω γηθόμενος, τούτου τὰ σκάμματα.
Ὑπέρτερον φρόνημα, ἀπὸ νεότητος Ἅγιε, τοῦ κόσμου κτησάμενος, Χριστοῦ τῇ χάριτι, προσεπέλασας, καὶ τὴν πατρώαν πλάνην, Αὐξίβιε ἔνδοξε, σοφῶς κατέλιπες.
Ξενώσας τῆς σχέσεως, τῶν προσηκόντων σοι Ἅγιε, σαὐτὸν νοΐ κρείττονι, ψυχῆς θερμότητι, τὴν οἰκείωσιν, τὴν πρὸς Χριστὸν ἁγίαν, σοφῶς ἐπεπόθησας, Πάτερ Αὐξίβιε.
Θεοτοκίον.
Ἰσχὺν ἀπροσμάχητον, δίδου ἡμῖν ἀειπάρθενε, πατεῖν τὰ ὀλέθρια, ἐχθροῦ βουλεύματα, καὶ πορεύεσθαι, ἐν πάσῃ ἀληθείᾳ, τὴν τρίβον τὴν ἄγουσαν, πρὸς τὰ οὐράνια.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Βαδίζων ζωῆς Πάτερ τὴν τρίβον, τὴν Ῥώμην κατέλιπες σπουδῇ, ἐν Κύπρῳ δὲ γενόμενος, Αὐξίβιε μακάριε, τῆς Ἀποστόλων χάριτος, περιφανῶς κατετρύφησας.
Ἰσχύν τε καὶ ἔλλαμψιν ἁγίαν, λαβὼν ἐκ τοῦ Μάρκου τοῦ σοφοῦ, ἀρχιερεὺς θεόληπτος, ὡς καθαρὸς τῷ πνεύματι, Αὐξίβιε γενόμενος, πολλὰς ψυχὰς κατεφώτισας.
Ὁ βίος σου Πάτερ καθωράθη, αἰδέσιμος ἤθεσι σεμνοῖς· ἐντεῦθεν πρῶτον ἤγαγες, ὡς ἀπαρχὴν εὐπρόσδεκτον, Χριστῷ τὸν πρώην θύοντα, γνώμῃ εἰδώλοις ἀγνώμονι.
Θεοτοκίον.
Ὑμνοῦμεν τὴν Σὴν Παρθένε δόξαν, Θεὸν γὰρ τεκοῦσα ἐν σαρκί, ἁπάσης ὑπερέχουσα, κτιστῆς καὶ νοουμένης τε, ὡράθης Κόρη κτίσεως, καὶ τῶν Ἀγγέλων Βασίλισσα.





Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Πολιτείᾳ ἀμέμπτῳ καλλωπιζόμενος, ἀρχιερεὺς θεοφόρος καὶ ἀρετῶν θησαυρός, καθωράθης ἀληθῶς Πάτερ Αὐξίβιε, καὶ ἱέρευσας πιστῶς, τῷ Σωτῆρι καὶ Θεῷ, ὡς μύστης τῆς θείας δόξης· ἀλλὰ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπάρθενον Κόρην καὶ Θεοτόκον ἁγνήν, ἀνυμνήσωμεν πιστοὶ καὶ μεγαλύνομεν· ὅτι ἐῤῥύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα ἀπειρογάμως, τὸν ὑπερούσιον Λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν τῶν Σόλων Πάτερ πόλιν, τοῖς εἰδώλοις δουλεύουσαν, ἅπασαν προσάγεις, λόγῳ καὶ σοφίᾳ καὶ θαύμασι, τῷ ζωοδότῃ Χριστῷ θείῳ βαπτίσματι, ὡς τοῦ Πνεύματος, περιφανέστατον σκήνωμα.
Ἥλιον δικαιοσύνης τὸν Σωτῆρα ἐκύρηξας, σάρκα γεγονότα, σῶσαι εὐσπλαγχνίᾳ τὸν ἄνθρωπον, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης υἱοὺς ἔδειξας, ὦ Αὐξίβιε, τῆς ἀνεσπέρου λαμπρότητος.
Ναὸς ἔμψυχος ὑπάρχων τῆς Τριάδος Αὐξίβιε, ναὸν ἐν τοῖς Σόλοις, θεῖον ἀληθῶς καὶ ὑπέρλαμπρον, τῷ Βασιλεῖ τῶν ἁπάντων ὠκοδόμησας, καὶ ἀνέδραμες, Πάτερ ναὸν πρὸς οὐράνιον.
Θεοτοκίον.
Χαρμονὴν ἀντὶ τῆς λύπης, Θεοτόκε ἐπήγασας, καὶ ἐλευθερίαν, Κόρη τῇ ἀφράστῳ κυήσει Σου, τοῖς ἐν τῷ ᾍδη δεσμώταις· ὅτι ἔτεκες, τὸν ῥυσάμενον, κόσμον ἀρᾶς τοῦ προπάτορος.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἀπαύστοις δεήσεσι, τὸν Κτίστην ἱλεούμενος, λόγον καὶ ἰσχὺν θείαν ἐδέξω, καὶ Ἀποστόλων ὤφθης σοφὲ μιμητής, ὡς συνήθης τούτων καὶ ἐγγύς· ὅθεν ἀνεκήρυξας, τὸ Χριστοῦ Εὐαγγέλιον.
Ῥημάτων σου Ἅγιε, τῶν θεϊκῶν ἡ δύναμις, ἔλυσεν εἰδώλων τὴν ἀπάτην, καὶ τῶν θαυμάτων ἡ δαψιλὴς δωρεά, πνεύματα διώκει πονηρά, καὶ πολλοὺς ὡδήγησε, πρὸς τὴν θείαν ἐπίγνωσιν.
Ἰάσεις καὶ θαύματα, θεώμενοι τελούμενα, διὰ τῶν χειρῶν σου παραδόξως, πλεῖστοι τῇ πίστει Χριστοῦ προσήρχοντο, καὶ ἡ Ἐκκλησία τοῦ Θεοῦ, καθ’ ἑκάστην ηὔξανε, τῷ σῷ λόγῳ Αὐξίβιε.
Θεοτοκίον.
Νεκρόν με εἰργάσατο, κατὰ ψυχὴν ὁ δόλιος, τῇ θανατηφόρῳ ἁμαρτίᾳ· ἀλλ’ ὡς τεκοῦσα τὴν αἰώνιον ζωήν, ζώωσόν με Κόρη δυσωπῶ, καὶ πρὸς μετανοίας με, τὴν ὁδὸν καθοδήγησον.



ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Γνώσει τῇ θείᾳ κοσμούμενος, ἐξαίρεις ἀγνωσίας Αὐξίβιε, θείοις διδάγμασι, πολλὰς ψυχὰς ὡς ἀνάπλεως, τῆς Παρακλήτου Πάτερ, θείοις ἐλλάμψεως.
Ἐν χείλεσί σου ἐκκέχυται, ἡ χάρις ἡ τοῦ Πνεύματος ἄνωθεν, Πάτερ Αὐξίβιε· ὅθεν ὡς ἀλλος ἀπόστολος, τῆς πίστεως τὸν λόγον, σοφῶς ἐκήρυξας.
Ῥῦσαι λαὸν τὸν τιμῶντά σε, ὡς θεῖον καὶ θερμὸν ἀντιλήπτορα, Πάτερ Αὐξίβιε, πάσης ὀργῆς καὶ κακώσεως, καὶ δίδου ἀεὶ τούτοις, τὴν εὐλογίαν σου.
Θεοτοκίον.
Ἀγγέλων ὤφθης Βασίλισσα, Παρθένε καὶ ἀνθρώπων βοήθεια, καὶ πύργος ἄσειστος, ἐν πειρασμοῖς τε καὶ θλίψεσι· διὸ σκέπε καῖ σῷζε, τοὺς Σὲ δοξάζοντας.

Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τὸν ἐν αὐξήσει σεπτῶν ἀναβάσεων, θεοπρεπῶς ἐπὶ γῆς διαπρέψαντα, Αὐξίβιον πάντες τιμήσωμεν, ὡς τοῦ Σωτῆρος θεράποντα γνήσιον, καὶ Κύπρου ἀστέρα θεόφωτον.
Ὁ Οἶκος.
Φερωνύμως αὐξήσας Αὐξίβιε, τῆς ἀγάπης τῆς θείας τὸν ἔρωτα, καὶ Χριστῷ προσελθὼν μετὰ πίστεως, ἐφωτίσθης καρδίας τὰ ὄμματα, καὶ χάριτος ἀποστολικῆς, ἀνεδείχθης κοινωνός, ὁμιλήσας τῷ φωτί, Μάρκου τοῦ θείου Εὐαγγελιστοῦ. Σὺ γὰρ πατρικὴν ἐβδελύξω περιφάνειαν, καὶ πλάνην καὶ τιμήν, καὶ τὸν Σταυρὸν τοῦ Σωτῆρος ἦρας ὅλῃ ψυχῇ· καὶ ἱεράρχης θεῖος γεγονώς, ὁσίως καὶ ἀμέμπτως ἱεράτευσας Θεῷ, ἀρετῶν ἰδέαις κοσμούμενος, καὶ παντοδαπαῖς δωρεαῖς βεβαιῶν τὴν ἐν σοὶ λαμπρότητα· διὸ καὶ Σόλων ἡ πόλις, φωτισθεῖσα ταῖς σαῖς διδαχαῖς, μακαρίζει σε, ὡς τοῦ Σωτῆρος θεράποντα γνήσιον, καὶ Κύπρου ἀστέρα θεόφωτον.













Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Αὐξιβίου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος,
Φανέντα ληξίβιον ἐξ ἐναντίου.
Δεκάτῃ ἑβδομάτῃ Αὐξιβίοιο βίοτον μέλπω.
Κατήγετο οὗτος ἀπὸ τὴν παλαιὰν Ῥώμην, Ἕλλην ὢν κατὰ τὴν θρησκείαν, ἀκολουθήσας δὲ τὸν Ἅγιον Ἀπόστολον καὶ Εὐαγγελιστὴν Μάρκον, ἐδιδάχθη παρ’ αὐτοῦ τὸν λόγον τῆς ἀληθείας. Ὅθεν βαπτισθείς, ἐχειροτονήθη ἐπίσκοπος Σόλωνος τῆς ἐν Κύπρῳ, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψας εἰς τὸν Χριστόν, καὶ διαφόρων θαυμάτων αὐτουργὸς γεγονώς, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Τήρωνος.
Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Οὗτος, κατὰ τοὺς χρόνους ἧν Μαξιμιανοῦ καὶ Μαξίμου τῶν βασιλέων, ἐκ Μητροπόλεως Ἀμασείας ὁρμώμενος, ἐκ χωρίου λεγομένου Χουμιαλῶν. Ἄρτι δὲ τῇ στρατιᾷ τῶν Τυρώνων καταλεγείς, καὶ ὑπὸ τὴν τάξιν τοῦ Πραιποσίτου Βρύγκα τυγχάνων, παρ’ αὐτοῦ εἰς ἐξέτασιν κατέστη, τὸν Χριστὸν Θεὸν εἶναι ὁμολογήσας, καὶ τὰ σεβάσματα τῶν Ἑλλήνων, ὡς ἄψυχα ξόανα, καὶ ἔργα χειρῶν ἀνθρώπων, καταχλευάσας. Καὶ καιροῦ δοθέντος αὐτῷ εἰς διάσκεψιν, οὐκ ἐν ἀπραξίᾳ τοῦτον, ἀλλὰ τὴν μεγίστην τῶν πραγματειῶν ἐξετέλεσε. Τὸ γὰρ εἴδωλον τῆς τῶν θεῶν μητρός, ὡς Ἕλληνες ληρῳδοῦσι, κατέφλεξεν, ὅθεν συσχεθείς, καὶ αὐτουργὸς γενέσθαι ὁμολογήσας τοῦ ἐμπρησμοῦ, πρῶτον μὲν κρεμασθεὶς ξέεται, εἶτα, εἰς κάμινον πυρὸς ἐμβάλλεται, καὶ ἐν αὐτῇ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων, Μαρκιανοῦ καὶ Πουλχερίας.
Τὸν Μαρκιανόν, Πουλχερίαν συνάμα,
ἄζυγας εἰπεῖν οὐκ ἔχω ἢ συζύγους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος,
Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
Μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, παραγενόμενος ὁ Ἅγιος Φίλιππος, μετὰ τοῦ Βαρθολομαίου καὶ Μαριάμνης τῆς ἀδελφῆς αὐτοῦ εἰς Ἱεράπολιν, καὶ διὰ τὸ κηρύξαι τὸν λόγον τοῦ Χριστοῦ κρεμασθεὶς καὶ τελειωθείς, ηὔξατο πρὸς τὸν Θεόν, καὶ κατεχώσθησαν εἰς τὴν γῆν, ὅ,τε Ἀνθύπατος, καὶ ὁ ὑπ’ αὐτὸν λαός. Οἱ δὲ λοιποὶ φοβηθέντες, παρεκάλεσαν Βαρθολομαῖον καὶ Μαριάμνην, κρεμαμένους καὶ αὐτοὺς ὄντας, ἵνα μὴ αὐτοὶ καταποντισθῶσι. Καὶ ἐδυσώπησαν αὐτοὶ τὸν Ἅγιον Φίλιππον, καὶ οὐ κατεπόντισεν αὐτούς, ἀλλὰ καὶ τοὺς καταποντισθέντας ἐξήγαγε. Τὸν δὲ Ἀνθύπατον, καὶ τὴν αὐτοῦ γυναῖκα Ἔχιδναν, ἀφῆκε κάτω. Τότε ἀπελύθησαν ὁ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη. Καὶ ὁ μὲν Βαρθολομαῖος, ἀπελθὼν εἰς Ἰνδίαν τὴν εὐδαίμονα, σταυρωθεὶς τελειοῦται. Ἡ δὲ Μαριάμνη, ἀπελθοῦσα εἰς Λυκαονίαν, καὶ κηρύττουσα τὸν λόγον τοῦ Χριστοῦ, καὶ πολλοὺς βαπτίσασα, ἐτελειώθη ἐν εἰρήνῃ.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου.
Θεοστήρικτος τὸν Θεὸν πήξας βάσιν,
ὄντως θεοστήρικτος ἔργοις ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥωμύλου, Σεκουνδιανοῦ καὶ Δονάτου τῶν ἐν τῇ Βενετίᾳ ἐν ἔτει 304 τελειωθέντων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδούλου, τοῦ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἐν ἔτει 308 τελειωθέντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐξιφίου, ἐπισκόπου Ἀλαμανίας, τοῦ θαυματουργοῦ.
Εὐξίφηος ἱερόθησοι πάλαι,
Νῦν δ’ αὖ μεταστάς, καὶ σηνανυφθηλόγε,

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
Ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ φιλοχρίστου βασιλέως, ὀ μακάριος Μηνᾶς, μιᾷ τῶν νυκτῶν, καὶ τῇ τῶν Κανάτων (ἄλλ. Ἱκανάτων) κατειλελγμένῳ σχολῇ, ὡς αὐτὸς εἴη Μηνᾶς ὁ Καλλικέλαδος, ὁ ὑπὸ γῆν κρυπτόμενος, ἐν τῷ κατὰ τὴν ἀκρόπολιν αἰγιαλῷ, καταμηνύει, καὶ τὸν τόπον ὑποδεικνύει δακτύλῳ, καθ’ ὅν ἧν κείμενος. Ὁ δὲ φιλόθεος οὗτος ἀνήρ, ὀρθριώτερον ἀναστάς, καὶ Μαρκιανῷ τῷ Νουμερίῳ, φίλῳ αὐτοῦ ὑπάρχοντι, τὰ ὁραθέντα μηνύει ἀκριβῶς. Οὗτος δὲ πάλιν τὰ ἀκουσθέντα δῆλα ποιεῖ τῷ Βασιλεῖ, καὶ αὐτίκα κατὰ τὸν δηλωθέντα τόπον στρατιῶται ἐξαποστέλλονται. Οἵτινες διασκάψαντες τάχιον, εὗρον σιδηρᾶν λάρνακα, ἐν ᾗ ἧν τὸ μαρτυρικὸν σῶμα. Ἀλλὰ καὶ γραφὴν σὺν αὐτῇ ἐπὶ πλακὸς ἐγκεκολαμένην, καὶ δηλοῦσαν ἐκεῖ κατατεθεῖσθαι τὸν Μάρτυρα, ἐν ᾧ ᾑρετίσατο τόπῳ. Ψηφίσαντες οὖν κατὰ τῆς πλακὸς γραφήν, εὗρον παρῳχηκότας χρόνους τετρακοσίους, ὅθεν καὶ τῷ Θεῷ εὐχαριστίαν πανδημεὶ ἐξέπεμψαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μιχαὴλ Μαυροειδή, τοῦ Ἀδριανουπολίτου, ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Κἄν καὶ Μιχαὴλ τῷ χορῷ τῶν Μαρτύρων,
Τάττω τὸ καινὸν οὐχ ὁρῶ καὶ κωλῦον.
Οὗτος, πατρίδα ἔσχεν αὐτὴν τὴν πόλιν τοῦ Ἀδριανού, τῶν εὖ γεγονότων τυγχάνων καὶ τῇ τῆς ψυχῆς αὐτοῦ ἐλευθεριότητι καὶ περὶ πᾶσαν ἀρετὴν ἐπιμέλεια βίον ἐπαινετὸν μετιών, περιουσία τε χρημάτων καὶ πάσῃ εὐκλείᾳ τῇ τοῦ παρόντος βίου, οὐδενὸς ἥττων τῶν ἐν ἐκείνῃ τῇ πόλει, γνώριμός τε δὲ καὶ διάδηλος πᾶσι σχεδὸν τοῖς ἐν τῇ Εὐρώπῃ βαρβάροις, οὐκ ὀλίγοις δὲ καὶ τῶν ἐν τῇ Ἀσίᾳ δοκιμωτέρων, ἔτι δὲ καὶ αὐτοῖς τοῖς βασιλείοις ἀναστρεφομένοις καὶ τῆς μείζονος ἀξιουμένοις παρὰ τοῦ ἡγεμόνος τιμῆς. Ἐπεὶ δέ, τοῦ γένους τῶν βαρβάρων τούτων μανιωδῶς διακειμένου ἡμῖν, ταῖς ὑφηγήσεσι καὶ διδασκαλίαις τοῦ μιαρωτάτου καὶ πονηροῦ καθηγεμόνος αὐτῶν, μία τις φατρία τούτων πονηρότατη καὶ θερμοτέρα πρὸς τὴν ἀσέβειαν, συνήθης καὶ γνώριμος οὖσα τῷ μάρτυρι, δόλους ἔγνω συῤῥάψαι κατὰ τοῦ ἀνδρός, τῷ πονηρῷ πρὸς ταῦτα δαίμονι κινουμένη τὰ βουλεύματα ὡς ἔοικεν, ὑφάναντες σὸν τὸν δόλον καὶ καλῶς ἔχειν ὑπολαβόντες, προσίασι τῷ δικαστῇ λέγοντες· ὡς εἴποι οὗτος πολλάκις ὁ λέγουσιν αὐτοί, τὸν ἑαυτῶν ὁμολογοῦντες Θεὸν βαρβάρῳ φωνῇ, καὶ μάρτυρας δὲ ἦγον μεθ᾿ ἑαυτῶν ψευδῆ μαρτυρήσοντας. Ὁ δὲ τὸν ἄνδρα μεταπεμψάμενος ἐδείκνυεν ὅσα κατ᾿ ἐκείνου φασὶ καὶ ὅ,τι ἔχοι πρὸς ταῦτα ἀπολογήσασθαι ἔλεγεν. Ὡς δὲ τοῦ ἀνδρὸς μηδὲν ἀληθὲς λέγειν αὐτοὺς ἰσχυριζόμενου, ἀλλὰ ψεῦδος εἶναι τὸ ὅλον καὶ ἀναιδοῦς συκοφαντίας ὑπόθεσιν καὶ πόῤῥῳ παντελῶς τοῦ σκοποῦ αὐτοῦ —σκοπὸν γὰρ εἶχε διόλου μακρὰν εἶναι τῶν τοιούτων πλοκών— ὁ δικαστής, ψευδεῖς εἶναι τοὺς λόγους ἐκείνων ὑπολαβὼν καὶ συκοφαντίαν μεμελετημένην προδήλως, ἔγνω διαφεῖναι εἰδὼς ἐκεῖνον καὶ πάνυ ἐχέφρονα καὶ πεφυλαγμένως τὸν ἑαυτοῦ βίον διάγοντα, Θορυβούντων δὲ ἐκείνων καὶ ἐπαπειλούντων ὡς, εἴπερ ἀπολύσει ἐκεῖνον. ἀποφανοῦσιν αὐτὸν ἔν τε τοῖς βασιλείοις καὶ πανταχοῦ τοῦ ἀφετέρου νόμου ὀλιγωροῦντα, εἱρκτῇ παραπέμπει τὸν ἄνδρα, διαμένειν κελεύσας ἕως ἂν πάντα γένοιτο δῆλα τὰ κατ᾿ αὐτὸν ἐν τοῖς βασιλείοις καὶ ὅ,τι ἂν προστάξοι ὁ ἡγεμών. Παραλαβόντες οὖν οἱ μύσται τοῦ πονηροῦ καὶ ἄλλους οὐκ ὀλίγους μεθ’ ἑαυτῶν, τῆς αὐτῆς ὄντας μετόχους παραπληξίας καὶ δυσμενείας, ἐν τοῖς βασιλείοις παρεγένοντο τοῦ κρατοῦντος καὶ τοῖς ἐκεῖσε πολλὰ κοινολογησάμενοι, ὁμόφροσιν οὖσιν αὐτοῖς, καὶ τὴν σκαιωρίαν ἀπαρτίσαντες πείθουσι τὸν ἡγεμόνα, κουφότατον ὄντα, ψῆφον ἐξενεγκεῖν. Ἡ δὲ ἧν: Εἰ μὴ τῇ ἐκείνων προστεθείῃ θρησκείᾳ τὴν ἰδίαν ἐξομοσάμενον, κατακαέντα ἀποθανεῖν. Ὑποστρέψαντες τοίνυν ἐκεῖθεν καὶ τὸ πρόσταγμα τῷ δικαστῇ ἐπιδείξαντες, ποικίλοις ἐχρῶντο λόγοις πρὸς τὸν γενναῖον · πείσθητι, τῷ τοῦ κρατοῦντος προστάγματι καὶ ἡμῖν, παραινοῦσί σοι τὰ λυσιτελῆ, καὶ ὁμολόγησον ἅπερ ἡμεῖς. Ἔσται σοι γὰρ εὗ καὶ πᾶσι τοῖς σοῖς, ἐπεὶ δωρεῶν ἀπολαύσεις καὶ τιμῆς ὑψηλῆς καὶ λαμπρὸς ἔση καὶ πᾶσι τοῖς σοῖς ὠφέλεια ἔσται καὶ ἀγάπη καὶ οἰκείωσις ἀφ᾿ ἡμῶν. Εἰ δὲ μὴ πεισθῆναι θελήσεις, ἡμεῖς ἀποκτενοῦμέν σε πάντως, ὡς ὁ νόμος τε καὶ τὸ πρόσταγμα τοῦ κρατοῦντος παρακελεύεται. Πρὸς ταῦτα ὁ γενναῖος ἐκεῖνος καὶ ἀδαμάντινος ἀπολογούμενος ἔφη: Ἐπεὶ τοσούτον ἴσχυσε κατ᾿ ἐμοῦ τὸ ψεῦδος καὶ ἡ ῥᾳδιουργία ὑμῶν, ὥστε καὶ τὸν κρατοῦντα πεῖσαι τοιαύτην ψῆφον ἐξενεγκεῖν, περὶ μὲν τοῦ πεισθῆναι ἤ μὴ πεισθῆναι με τοῖς λόγοις ὑμῶν καλῶς ἤδη ἐσκεψάμην ἐν ἐμαυτῷ. Οὔτε γὰρ εὐήθης τις καὶ ἀσύνετος, ὡς ἵστε, ἐγώ, οὔτε μεταμελήσομαι ἡ μεταβουλεύσομαι οὐδέποτε περὶ τὴν τοῦ Χριστοῦ μου πίστιν, νῦν μὲν ἄλλα, αὔριον δὲ ἄλλα φρονῶν —τοῦτο γὰρ οὐδὲ παίδων ἔργον φρονίμων— ἀλλ᾿ ὑπομενῶ προθύμως τὸν θάνατον, οὐδένα λόγον ποιούμενος ὧν φατε δωρεῶν καὶ δόξης καὶ τῶν λοιπῶν. Ἐκεῖνο δὲ θαυμάζω, εἰ τὸν μὲν διὰ ξίφους θάνατον οἴεσθέ με ὑποστῆναι πάνυ προθύμως, τὸν δὲ διὰ τοῦ πυρὸς δυσχερανεῖν. Εἰ δὲ καὶ πλείω τὴν αἴσθησιν ἐκεῖνος τῶν ἀλγηδόνων παρέχεται, ἀλλ᾿ ἐπίσης κἀκεῖνος ὑπάρχει θάνατος, ὥστε, ὁποτέρω με βούλεσθε, παραπέμψατε, τοῦ λοιποῦ μηδέν τι πλέον εἰπόντες· Ἄλλο γάρ τι παρ᾿ ἐμοῦ οὐκ ἀκούσεσθε. Ταῦτα εἰπόντος τοῦ μάρτυρος, αἰσχυνθέντες ὅτι μὴ ἰσχῦσαν ἐκεῖνον μεταβαλεῖν, ἀπειρηκότες λοιπόν, τὸν δήμιον ἐπιστήσαντες τὴν τιμίαν ἐκείνου κεφαλὴν ἐκέλευον ἀποτεμεῖν. Ὁ δέ· Κύριε Ἰησοῦ Χριστὲ δέξαι τὸ πνεῦμά μου, ἀπετμήθη τὴν σεβασμίαν κεφαλήν. Καὶ μετὰ ταῦτα ὕλην συναγαγόντες, ὢ τῆς ἀπονοίας! το τίμιον ἐκεῖνο σῶμα κατέκαυσαν τὴν αἰσχύνην αὐτῶν συγκαλύπτειν βουλόμενοι. Ἡττηθέντες γὰρ ἐπεὶ οὗ καταπεῖσαι ἄνδρα ἰσχῦσαν μεγαλοπρεπῆ καὶ τελείου φρονήματος καὶ τὸν Χριστὸν ἀντὶ πάντων προελόμενον, ὡς δῆθεν τὸ πλῆθος τῶν ὁμογλώσσων βαρβάρων ἐπιστηρίζοντες ταῦτα ἐποίησαν. Τί γὰρ ματαιότερον ἤ ἀπονοίας καὶ θηριώδους τρόπου καὶ γνώμης σημεῖον ἤ σῶμα νεκρὸν τῷ ξίφει γενόμενον, κατακαῦσαι; Ἀλλ’ ἐκεῖνοι μὲν νοσείτωσαν διὰ βίου παντός, ἡμεῖς δὲ τοιαῦτα ἰδόντες ἐν τοῖς καθ’ ἡμᾶς πανυστάτοις νῦν χρόνοις, δοξάζομεν τὴν παναγίαν καὶ ζωαρχικὴν Τριάδα τὸν ἕνα Θεὸν τὸν δόντα ἡμῖν τοιαῦτα ἰδεῖν, εἰς δόξαν μὲν ἐκείνου καὶ εὐχαριστίαν, στηριγμὸν δὲ καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου Φλωρίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Νέου τοῦ Βυζαντίου.
Ὕμνος νεάζων Θεοδώρῳ τῷ νέῳ,
Χριστοῦ Ἀθλητῇ, ἐνδίκως ἁρμοστέο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Τομπόλσκ τῆς Ῥωσίας, τοῦ ὑπὸ τῶν μπολσεβίκων μαρτυρήσαντος ἐν ἔτει 1918.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Σιωπηλοῦ, τῆς Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ ἡσυχαστοῦ, ἐκ Τυρνόβου Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρνάβα τῆς Γεθσημανῆς τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆ ἐν τῷ χωρίῳ Πληκατίῳ τῆς Κονίτσης.
Θαύμασι δεδόξασται Εἰκὼν ἡ θεία,
Ἐν Πληκατίῳ τῆς Ἁγνῆς Θεοτόκου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Δακρυοῤῥοούσης τῆς Ἱερᾶς Σκήτης τοῦ Προφήτου Ἠλιού, ἐν τῷ Ἁγίῳ Ὄρει.
Αὕτη ἡ θαυματουργὸς εἰκὼν τῆς Θεοτόκου, εὕρηται ἐν τῷ χωρίῳ Πληκατίῳ, κειμένῳ ἐγγὺς τῆς ἐν Ἠπείρῳ Κονίτσης, ἥτις ἀδήλοις χρόνοις πάλαι ἐγκέκρυπται ἐν τῷ ἐκεῖ που εὑρισκομένῳ δάσει, φανερωθεῖσα δὲ οὕτω:
Πρὸ διακοσίων ὡς ἕγγιστα ἐνιαυτῶν, κάτοικοι τοῦ προῤῥηθέντος χωρίου νέμοντες τὰ ἑαυτῶν πρόβατα ἐν τινὶ δασώδει περιοχῇ, ἧς ἡ κλῆσις Πεστιλέπη, κατὰ μεσημβρίαν τοῦ χωρίου Ἀετομηλίτσης, ὅπερ τὸ πάλαι Δέντσικον· ἐκέκλητο, ἑώρων ἐπαλλήλοις νυξὶ τῷ ἔναντι δάσει φῶς λάμπον, οὗ ἡ ὅρασις δέει πολλῷ τούτους συνέχεεν, ὑποτοπάζοντας κακοποιούς τινας ἐκεῖ ἐμφωλεύειν. Ἀναθαῤῥήσαντες δὲ τῇ συνεχεῖ καὶ σταθηρᾷ τοῦ φωτὸς ἐποψία, ἔσπευδον ἰδεῖν τὸ γεγονός, ἀλλ᾿ οὐδὲν σημεῖον ἀνεύρισκον, ἐπί τινας ἡμέρας τοῦτο ποιοῦντες. Ἀπορίᾳ δὲ συσχεθέντες περὶ τοῦ ὁρωμένου φωτός, ἐβουλεύσαντο θεῖναι ἐκεῖσε ῥάβδον ποιμενικὴν ἐν πριόπτῳ, ὁρᾶσθαι ταύτην μακρόθεν, ἔνθα ὑπενόουν ἥν ἡ τοῦ φωτὸς θέα, δι᾿ οὗ τῇ ἑπομένῃ νυκτὶ γνωστὸς γέγονεν αὐτοῖς ὁ τόπος τοῦ φαινομένου. Πρωΐας δὲ γενομένης, ἔδραμον σπουδῇ ἐν ᾧ σημείῳ ἐσκόπουν, καὶ ἐπιμελῶς ἀνερευνήσαντες, ἀνευρὸν τὴν ἁγίαν τῆς Θεοτόκου Εἰκόνα ἐντὸς κέδρου τινὸς ἱσταμένην. Ἐπὶ τούτῳ χαρᾶς ἀφάτου πλησθέντες καὶ εὐλαβῶς προσκυνήσαντες, ἔλαβον αὐτὴν ὡς ὄντως πολύτιμον θησαυρόν, καὶ ἐν ἑαυτῶν καταυλισμῷ ἐκομίσαντο. Ἐνθενδὶ ἐπί τίνος ἰσχνότατης φορβάδος ἐπιθέσαντες ὡς φόρτον ἱερόν, τῷ Πληκατίῳ μετενεγκεῖν ἔσπευδον. Φάσις δὲ περὶ τούτου ἐγεγόνει τοῖς κατοίκοις, οἵτινες ἐξελθόντες λαμπαδηφοροῦντες σὺν Ἱερεῦσι περιβεβλημένες τὰς ἑαυτῶν στολάς, ὑπήντησαν τῇ ἁγίᾳ εἰκόνι τῷ ἔναντι βουνῷ Παλέσι, καὶ ᾄδοντες καὶ ψάλλοντες μετεκόμισαν καὶ ἔθεντο ἐν τῷ τοῦ ἁγίου Ἀθανασίου ναῷ. Οὐκ εὐαρίθμων δὲ παρελθουσῶν ἡμερῶν, ἡνίκα κατὰ πρωΐαν καὶ ἑσπέραν ἀπήρχετο ὁ Ἱερεὺς τῷ ναῷ, ἀνενεγκεὶν τῷ Κυρίῳ τὰς ἑωθινὰς καὶ ἑσπερινὰς εὐχάς, εὕρισκε τὴν εἰκόνα πρὸς τῇ θύρᾳ τοῦ ναοῦ, ἥν καὶ εὐλαβῶς ἐναπετίθετο τῇ προτέρᾳ θέσει. Καί τινα Κυριακήν, πέρας λαβούσης τῆς θείας Ἱερουργίας, αὐτομάτη ἀρθεῖσα ἐπεκάθησεν ἐπὶ τοῦ ὤμου τοῦ Ἱερέως, ὅστις, τῇ προϊούσῃ ἐξ αὐτῆς χάριτι καὶ ἐνεργείᾳ, ἀγόμενος καὶ ὑπὸ παντὸς τοῦ λαοῦ ἀκολουθούμενος, ἦλθεν ἐν τῷ μέσῳ τοῦ χωρίου, καὶ ἔστη ἔνθα τανῦν ἵδρυται ὁ ναός, ἐν ᾧ ἡ εἰκών. Ὧδε ἑωρῶντο ἐρείπια ἀρχαίου ναοῦ, πηγὴ ὕδατος, (ἥτις ἤδη μεγάλη βρύσις ὠνόμασται), πλεῖσται βάτοι καὶ ἰτέαι. Ἐνταῦθα γενομένη ἡ εἰκών, ἤρθη ἀπὸ τοῦ ὤμου τοῦ Ἱερέως, καὶ ἔστη ἐπὶ τῶν βάτων, οἰονεῖ δηλοποιοῦσα ὅτι δεῖ ὧδε δομηθῆναι ναὸς πρὸς ἑαυτῆς κατοίκησιν. Καὶ αὖθις ἐκ τῶν βάτων ἀρθεῖσα ἔστη ἐπὶ τοῦ ὤμου τοῦ ἱερέως ὡς καὶ πρίν, ὅστις ἥρξατο πορείας σὺν παντὶ τῷ λαῷ, ἄχρις οὗ ἔστη ὁ τῶν τῆς Θεομήτορος γενεθλίων ναΐσκος, κοινῶς Παναγιοποῦλα λεγόμενος. Καὶ ὧδε ἐκ τῶν ὤμων τοῦ Ἱερέως, ἔστη ἐπί τινος πέτρας, ἐξ ἧς ἐπικαθήσασα καὶ αὖθις, τῷ ἰδίῳ τρόπῳ, ἐπὶ τοῦ ἱερέως, ἐπανῆξαν ὁμοῦ, τοῦ Ἱερέως φέροντος τὴν εἰκόνα ἐπὶ τοῦ ὤμου, αὐτομάτως ἱσταμένην, εἰς τὸν ναὸν τοῦ ἁγίου Ἀθανασίου, ἐξ οὗ ἥρξαντο τῆς πορείας. Ἐν ἔτει δὲ 1775 οἱ τοῦ χωρίου κάτοικοι ἐδομήσαντο τὸν ἐπ᾿ ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου ναόν, κατὰ τὴν αὐτῆς εὐδοκίαν, μετὰ πολλοῦ ζήλου καὶ εὐλαβείας, ἔνθα καὶ τεθησαύρισται ἡ ἁγία εἰκών, ὡς καὶ τὸν ναΐσκον τῶν γενεθλίων αὐτῆς, ὡς αὕτη παραδόξως ὑπέδειξε. Ἐσχάτως, ἐν ἔτεσιν (1949-1951) ἵδρυται περικαλλὴς ἐκ βάθρων ναός, ἀρωγῇ καὶ συνεισφορᾷ τῶν τε ἀξιωματικῶν καὶ ὁπλιτῶν τῆς ὁγδόης μεραρχίας, εἰς ἀΐδιον μνήμην τῆς παρὰ τῆς Θεοτόκου βοηθείας, δι’ ἧς λαμπρὰν ᾔραντο νίκην ἐν τῇ τοῦ Γράμμου περιοχῇ, καταγωνισάμενοι τοὺς τῶν αἱμάτων ἄνδρας Συμμορίτας, δηώσαντες καὶ λῃϊσαμένους τὰ ἐγγὺς χωρία, καὶ πλείστους τῶν κατοίκων εἰς χώρας μακρὰν (κοινῶς τοῦ Παραπετάσματος λεγομένας) αἰχμαλώτους ἀπαγαγόντας. Τῷ ἱερῷ τούτῳ ἔργῳ συνέδραμε καὶ ἡ ἐν Ἰωαννίνοις μεραρχία. Πλεῖστα δὲ θαύματα ἐνήργησε πάλαι, καὶ οὐ παύεται καὶ νῦν ἐνεργοῦσα ἡ θαυματουργὸς αὕτη εἰκών, ἀσθενεῖς θεραπεύουσα, κινδυνεύοντας σῴζουσα, καὶ πᾶσι τὰ πρὸς σωτηρίαν αἰτήματα παρέχουσα, τοῖς εὐλαβῶς προσερχομένοις, καὶ ἀνομβρίας ἔλυσε, καὶ
στειρευούσῃ γυναικὶ τέκνον δέδωκε, καὶ πᾶσι καθ’ ἑκάστην βοηθεῖ τοῖς ἐπικαλουμένοις τὸ ἅγιον τῆς Θεοτόκου ὄνομα. Τῇ δεκάτῃ δὲ καὶ ἕκτῃ τοῦ μηνὸς Φεβρουαρίου, ἐν ᾗ πάνδημος τελεῖται ἑορτὴ καὶ πανήγυρις εἰς δόξαν τῶν πολλῶν αὐτῆς θαυμασίων καὶ ἀντιλήψεων, πανοικεὶ συῤῥέουν τῷ Πληκατίῳ τῷ κύκλῳ καὶ έγγὺς χωρίᾳ ᾄδοντες καὶ ψάλλοντες τῇ Παντοβασιλίσσῃ Θεοτόκῳ, ἐν πολλῇ εὐγνωμοσύνῃ, χαριστηρίους ὕμνους καὶ ᾠδάς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Ἰαματόβρυτος πηγή, δέδεικται ἡ θεία σορός σου, Πάτερ Αὐξίβιε σοφέ, ἐνεργείᾳ καὶ δυνάμει τοῦ Πνεύματος· θεραπεύει γὰρ Ἅγιε, πᾶσαν νόσον καὶ ἐπήρειαν τῶν δαιμόνων.
Ῥώμη σε βλάστημα σεπτόν, ἔσχεν ἀλλὰ πλέον ἡ Κύπρος, τῶν σῶν ἐτρύφησε καλῶν, ἐξαιρέτως δὲ οἱ Σόλοι Αὐξίβιε, τῷ φωτὶ τῆς σῆς χάριτος, λαμπρυνθέντες κατὰ χρέος σὲ ἀνυμνοῦσι.
Ὡς ἱερὸς ὑφηγητής, καὶ μυσταγωγὸς τῶν ἀῤῥήτων, πρὸς καθαρότητα ζωῆς, καὶ ἠθῶν τῶν ἁγίων τελείωσιν, ἱεράρχα Αὐξίβιε, ὁδηγεῖς πᾶσαν καρδίαν Χριστὸν ποθοῦσαν.
Θεοτοκίον.
Γέφυρα ὤφθης νοητή, δι’ ἣς περαιοῦται Παρθένε, πρὸς ἀτελεύτητον ζωήν, πᾶς ὁ πίστει τιμῶν τὸ μυστήριον, τοῦ Σου τόκου τὸ ἄῤῥητον· ὅτι ἔτεκες τὸν Λόγον σεσαρκωμένον.








ᾨδὴ η᾿. Παῖδας εὐαγεῖς.
Ἔργοις εὐσεβείας διαλάμπων, τοῖς λόγοις Ἡρακλειδίου τοῦ θεόφρονος, πρὸς πλείονα σκάμματα, ἀπεδύσω ἅγιε, ἐν ψυχικῇ θερμότητι, καλλιεργῶν νουνεχῶς, Χριστοῦ τὸν μυστικὸν ἀμπελῶνα, καὶ τῆς ἀσεβείας, ἐκτίλλων τὰς ἀκάνθας.
Ῥάβδῳ τῶν ἁγίων διδαχῶν σου. ὡδήγησας ἐπὶ χλόην θείας πίστεως, καὶ πρὸς ὕδωρ Ὅσιε, ἐντολῶν τοῦ Κτίστου σου, τὸ λογικόν σου ποίμνιον Πάτερ Αὐξίβιε· διό, ἐν σοὶ ἡ πόλις τῶν Σόλων, ἡ σὴ κληρουχία, καυχᾶται καὶ τιμᾷ σε.
Αὔξησιν ἀεὶ ἐπιδεικνύων, ἀγώνων τελειοτέρων Πάτερ Ὅσιε, δωρεῶν τοῦ Πνεύματος, πλήρης ἐχρημάτισας, καὶ πανοικεῖ προσήγαγες τὸν σὸν αὐτάδελφον, πιστεύσαντα, Χριστῷ θεοφόρε, καὶ ἱερωσύνης, ἐσφράγισας τῷ μύρῳ.
Θεοτοκίον.
Σάρκα προσλαβὼν ἐκ Σοῦ Παρθένε, ἀτρέπτως καὶ ἀσυγχύτως καθ’ ὑπόστασιν, Λόγος ὁ ὑπέρθεος, καὶ Πατρὶ συνάναρχος, διπλοῦς ἐκ Σοῦ προέδραμε, Θεὸς καὶ ἄνθρωπος, καὶ ἔσωσε, τῆς πάλαι κατάρας, τοὺς δοξολογοῦντας, τὸν ἄφραστόν Σου τόκον.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Ἴσχυσας Χριστοῦ, τῇ χάριτι Ἅγιε, ἐνδυναμούμενος, πάσης ματαιότητος, τὴν πόλιν Σόλων καὶ τὴν περίοικον, λυτρώσασθαι καὶ τίμιον δῶρον καὶ ἅγιον, προσενέγκαι, τῇ Τριάδι Ὅσιε, πιστευσάντων τὰ πλήθη Αὐξίβιε.
Μέγας ἀρεταῖς, γενόμενος Ὅσιε ὡς ἰσαπόστολος, μείζονος ἠξίωσαι, τιμῆς καὶ δόξης παρὰ τοῦ Κτίστου σου· διό σου καὶ τὸ τίμιον καὶ θεῖον λείψανον, ἰαμάτων, κρήνη ἀναδέδεικται, τοῖς πιστῶς προσιοῦσιν Αὐξίβιε.
Ὅρμος γαληνός, ὁ τάφος σου δέδεικται, Πάτερ Αὐξίβιε· τούτῳ γὰρ προστρέχοντες, οἱ χειμαζόμενοι πικραῖς θλίψεσι, τὴν ἴασιν ἐλάμβανον ψυχῆς καὶ σώματος· ἀλλὰ δέξαι, τοῦτο τὸ ἐφύμνιον, καὶ παράσχου κἀμοὶ χάριν ἄνωθεν.
Θεοτοκίον.
Ὕπερθεν ἁγνή, ἱλέῳ Σου ὄμματι, ὡς εὐσπλαγχνίας πηγή, ἐπὶ τὴν ταπείνωσιν, ἡμῶν ἐπίβλεψον καὶ κατάβαλε, τὸν καθ’ ἡμῶν ὡς λέοντα ἐπιτιθέμενον, καὶ εἰρήνην, δίδου τῇ ζωῇ ἡμῶν, καὶ γνησίαν μετάνοιαν ἄχραντε.







Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων.
Τὸν ἱερὸν Αὐξίβιον κατὰ χρέος, ὡς τοῦ Χριστοῦ τιμήσωμεν Ἱεράρχην· τὸ δοθὲν γὰρ τάλαντον ἐπηύξησεν, ὡς δοῦλος γνησιώτατος, καὶ τῆς χαρᾶς τοῦ Κυρίου, ἠξίωται ἐπαξίως.
Θεοτοκίον.
Πανευαγὴς Παντάνασσα ἱκεσίαις, τοῦ Σοῦ τιμιωτάτου Αὐξιβίου, φύλαττε τὴν ποίμνην σου ἀπρόψαυστον, πάσης ἐναντιότητος, διὰ παντὸς Σὲ ὑμνοῦσαν, τὴν προστασίαν τοῦ κόσμου.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ ἱεροῦ Αὐξιβίου τὴν μνήμην σήμερον, οἱ τῶν Κυπρίων δῆμοι, ἑορτάσωμεν πόθῳ· οὗτος γὰρ τῷ φέγγει τῆς τοῦ Χριστοῦ, ἐπιγνώσεως ᾔλασε, τὴν τῶν εἰδώλων ἀπάτην ὡς τῶν σεπτῶν, Ἀποστόλων ἰσοστάσιος.

Ὁ θεηγόρος σε Μᾶρκος Πάτερ Αὐξίβιε, Θεῷ υἱοθετήσας ἱεράρχην σε θεῖον, καὶ πρόεδρον τῶν Σόλων θεοειδῆ, θεοκρίτως κατέστησε· καὶ διαπρέωας ὁσίως καὶ εὐσεβῶς, τῷ Χριστῷ πολλοὺς προσήγαγες.

Τῇ φερωνύμῳ σου κλήσει Πάτερ Αὐξίβιε, ηὐξήθης ὥσπερ φοίνιξ, κατορθώμασι θείοις, καὶ τρέφεις τοῖς καρποῖς σου τοῖς μυστικοῖς, Ἐκκλησίας τὸ πλήρωμα, καὶ τῇ λαχούσῃ σοι ποίμνῃ καρποδοτεῖς, εὐσεβείας τὴν γλυκύτητα.

Τῶν Ἀποστόλων τοὺς τρόπους Πάτερ μιμούμενος, καὶ τὸν ἐκείνων ζῆλον, θερμῶς ἐπιδεικνύων, τῆς τούτων εὐκληρίας ἐν οὐρανοῖς, κοινωνὸς ἀναδέδειξαι· μεθ’ ὧν δυσώπει Αὐξίβιε τὸν Χριστόν, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Δόξα. Ἦχος πλ. α’.
Ἱερωσύνης τὴν στολήν, ἀποστολικοῖς καμάτοις ἐφαίδρυνας, Ἱεράρχα Αὐξίβιε. Εὐαγγελικῇ γὰρ πολιτείᾳ, τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μυστήριον, τοῖς ἐν ἀγνωσίᾳ λαοῖς ἐκφαίνων, πλείστων σωτηρίας ὤφθης πρόξενος. Καὶ τὴν λαχοῦσάν σοι ποίμνην, ηὐξημένην τῇ εὐσεβείᾳ, καὶ θάλλουσαν ἔργοις ἐναρέτοις, τῷ Σωτῆρι παρέστησας. Ἀλλ’ ὡς τῷ πάντων Βασιλεῖ, σὺν Ἀγγέλοις λειτουργῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.


Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὦ Αὐξίβιε ἱερέ, Σόλων ἱεράρχα, καὶ Κυπρίων ἄστρον λαμπρόν· χαίροις ὁ παρέχων, ἑκάστῳ τὰς αἰτήσεις, καὶ ἄφεσιν πταισμάτων ἡμῖν αἰτούμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου