Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 26. ΑΓΙΟΣ ΠΟΡΦΥΡΙΟΣ ΓΑΖΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΣΤ΄!!
ΠΟΡΦΥΡΙΟΣ ΓΑΖΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Πλεονάζει τρισόλβιε, τῆς ἡμῶν οὐδενότητος, τὸ δοθέν σοι τάλαντον ἐκ τοῦ Πνεύματος· ἄλλου γὰρ κόσμου σὺ γέγονας, πολίτης ἐν σώματι, τῶν σκηνῶν τοῦ οὐρανοῦ· ὅθεν πάντας ἐξέπληξας, ἐν τοῖς πλήθεσι, τῶν τεράτων Πορφύριε τῆς Γάζης, φωτιστὰ καὶ ποιμενάρχα, τῆς Ἐκκλησίας ἐγκαύχημα.

Ὀ φρονῶν τὰ ἀρέσκοντα, τῷ Κυρίῳ Πορφύριε, ἔνδον ἄπτει ἄϋλον πῦρ καὶ ἄσβεστον, δι’ οὗ τεφροῖ τὰ ἀντίθετα, ζωοῖ δὲ τὰ ἄγοντα, πρὸς τὸν ἔρωτα Θεοῦ, οὐδαμῶς λογιζόμενος, πλοῦτον δόξαν τε, ἡδονὰς τὰς ματαίας ἀλλὰ πρόσω, καθ’ ἡμέραν ἐξανύει, ξένον ὡς σὺ βίον Ἅγιε.

Ῥευματίζει γενέτειραν, ἡ ζεφύριος εὔπνοια, ἧς ἀπηυτομόλησας ὡς αἰχμάλωτος, ποθῶν τὴν αὔραν τῆς Σκήτεως, ἣν πνέων προσήγγιζες, τὰ ὁρμήματα Θεοῦ, τὰ τὴν πόλιν εὐφραίνοντα, τὴν οὐράνιον, ἔνθα νῦν ἀπεγράφης ἐπαξίως, εἰς αἰῶνας κατοικήτωρ, ἡμῶ Πορφύριε μνήθητι.

Φαιδροτάτη ἀνάψυξις, ἡδυτάτη ἀπόλαυσις, ἡ τῆς πολιτείας σου ἐκδιήγησις, τοῖς φιλαγίοις Πορφύριε· καὶ γὰρ οὐ πιμπλάμεθα, ἱστορεῖν τὰ περὶ σέ, δι’ ὧν Κύριος ἔκδηλον, ἐμπεποίηκεν, ἣν ἀείποτε χάριν ἀπονέμει, ὡς υἱοῖς αὐτοῦ γνησίοις, τὰς ἐντολὰς πόθῳ πράττουσι.

Δόξα. Ἦχος α΄.
Ὑφάνας σὴν πορφύραν, θεοΰφαντε Πορφύριε, τῇ συνεργείᾳ τοῦ Χριστοῦ, τοῦ ὡς ἱμάτιον πορφυροῦν, φιλανθρώπως ἐνδυσαμένου τὴν ἡμετέραν σάρκα, ὡς μὲν στήμονα τὴν ὁλόθυμον προαίρεσιν ἔστησας, ὡς δὲ ὑφάδιον τὸν θεῖον ἔρωτα, δι’ ὧν ἡ θεουργικωτάτη Τριάς, ὡς ὑπερθαύμαστον ἁλουργίδα, σὲ Ἁγιώτατε ἐξυφάνατο· ἥνπερ καὶ εἰς τὸ δεῖπνον τῆς Βασιλείας, ὡς συμποσιαστὴς περιφέρων, τὰ ἐλέη τοῦ Κυρίου, κατάπεμψον τοῖς ὑμνηταῖς σου, τοῖς τρεφομένοις ἐκ τῆς πορφυρωθείσης, τῷ τιμίῳ αἵματι, παναγίας Αὐτοῦ σαρκός.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ῥείθροις δακρυτικοῖς, πορφύραν σου ἐμβάψας, παρέστης τῷ Κυρίῳ, ἐν παῤῥησίᾳ Πάτερ, ἀρχιεράρχης τίμιος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἴθι ὡς Φινεές, καὶ αὖθις θεῖε Πάτερ, πατάσσων ἐκ καρδίας, μιάσματα εἰδώλων, καὶ τὸν Χριστὸν ἐγκαίνισον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὥρα μὲν σοὶ σοφέ, Κυρίῳ παρεδρεύειν, ἡμῖν δὲ μετὰ φόβου, πορεύεσθαι τὴν τρίβον, αὐτοῦ ταῖς ἱκεσίαις σου.

Δόξα. Τριαδικόν.
Ἄλλην καθάπερ δρῦν, Μαμβρῆ Τριὰς Ἁγία, εὑροῦσα τὸν Σὸν δοῦλον, Πορφύριον κατῆλθες, καὶ τούτῳ ἐδεξίωσαι.

Καὶ νῦν. Θεοτοκίον.
Σὺ εἶ Ἁγία Γῆ, Κυρία Θεοτόκε, ἐν ᾗ ἐτελειώθη, ἡ τῆς φιλανθρωπίας, Κυρίου συγκατάβασις.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῳ.
Πορφυραυγέσιν ἀρετῶν λαμπηδόσι, καταλαμπρύνας σεαυτὸν Ἱεράρχα, καθάπερ φῶς ἐξέλαμψας Πορφύριε σοφέ, λόγοις γὰρ καὶ θαύμασιν, ἀληθῶς διαπρέψας, πάσιν ἐβεβαίωσας, εὐσέβειας τὴν χάριν καὶ νῦν Χριστῷ ἀΰλως λειτουργῶν, ὑπὲρ τοῦ κόσμου, μὴ παύση δεόμενος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου. Ἦχος α' . Τῶν οὐρανίων ταγμάτων
Τοῖς τῶν δακρύων σου ῥείθροις, Μάκαρ Πορφύριε, τὸν τῆς ψυχῆς καθάρας, ῥύπον ἔσβεσας φλόγα, παθῶν τῆς ἁμαρτίας, καὶ τὴν στολήν, ἐν πορφύρᾳ χρωννύμενος, ἐν οὐρανίοις πολεύῃ διὰ παντός, εἰς αἰῶνας ἀγαλλόμενος.

Ὀρθοδοξίας ἐμπρέπων, θείοις ὑψώμασιν, Ἀρχιερέων κλέος, τῇ λυχνίᾳ ἐτέθης, ἄξιος ἐργάτης, μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος, καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ, ἐκομίσω Παμμακάριστε.

Ὁ μυστιπόλος τῆς κάτω, φρικτῆς τραπέζης ἐκεῖ, ἐν οὐρανοῖς Κυρίῳ, τὴν θυσίαν προσφέρει, τὴν ἄϋλον καὶ θείαν, ἀΰλως ἀεί, ἐποπτεύων ἡμᾶς ταῖς αὐτοῦ, πρὸς τήν ἁγίαν Τριάδα πρεσβυτικαῖς, ἱκεσίαις ὁ Πορφύριος.

Θεσσαλονίκης τὸ κλέος καὶ Γάζης μέγας φωστήρ, ὁ πᾶσιν ἰαμάτων, χορηγίας προχέων, Πορφύριος ὁ θεῖος πάντας ἡμᾶς, συγκαλεῖται τῇ μνήμῃ αὐτοῦ, ὕμνους Θεῷ τῷ τῶν ὅλων προσαγαγεῖν, αἰτουμένους θεῖον ἔλεος.

Ἐκ νεαρᾶς ἡλικίας θεοφορούμενος, ταῖς σαῖς διδασκαλίαις, σὺ τῶν αἱρετιζόντων, κατέβαλες τὰ θράση ἰθύνας σοφῶς, τὸν ἐν Γάζῃ σὸν ποίμνιον, καὶ τὸν ναὸν ψυεδωνύμου θεοῦ Μαρνᾶ, κατακαύσας ἐθριάμβευσας.

Βίον ἐτέλεσας μάκαρ ὄντως θεάρεστον, ἐάσας τὰ τοῦ κόσμου, τῷ Χριστῷ συνετάξω· διὸ τῇ τῶν σῶν λόγων σφενδόνῃ λαμπρῶς, τοὺς ἐν σκότει κατηύγασας, τοὺς ἀσεβεῖς δὲ εὐστόχως καταβαλών, ὄντως Πάτερ δεδόξασαι.

Δόξα. Ἦχος πλ. δ΄.
Σέλας φαεινόν, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, κατέστης ἱερώτατε Πορφύριε. Φωτὶ γὰρ τῶν σῶν θείων ἀρετῶν, ἐλάμπρυνας ταύτην θεόσοφε. Πολλοὺς τῶν ἀπίστων, εἰς θεογνωσίαν ἐπιστρέψας, τῆς σῆς ποίμνης ἀπήλασας, τοὺς ἀγρίους καὶ θρασεῖς, τῆς εἰδωλολατρίας λύκους, ἐν κόπῳ δε καὶ μόχθῳ, ῥοαῖς τε δακρύων, τὸν σὸν βίον διανύσας, καὶ τῇ ἀρετῇ διαπρέψας, πρὸς Χριστὸν τὸν Θεὸν ἐξεδήμησας. Παρ’ ᾯ παῤῥησίαν ἔχων, πρέσβευε ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 13)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.











Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι', 12)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάῥιτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς. Υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑῥήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ σοφίας Κυρίου. Φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς, αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζητησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὐτῇ διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην αὐτοῦ· καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων Σου. Ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς· λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Τὸν ἀγγελικῶς καὶ ὁσίως βιώσαντα, καὶ πόθῳ θείῳ τὴν Ὀρθοδοξίαν κηρύξαντα, τὸ κλεός Πατέρων Πορφύριον, εὐσεβῶς ἀνευφημήσωμεν. Φωτισμῷ γὰρ εὐσεβείας, τὴν Ἐκκλησίαν φαιδρύνας, τῆς ἐπουρανίου παρὰ Χριστοῦ, ἠξιώθης ὄντως ζωῆς· ὅθεν, μετ’ Ἀγγέλων νῦν αὐλιζόμενον, ᾠδαῖς πνευματικαῖς ὑμνοῦντες αὐτὸν βοήσωμεν· μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν Ἅγιε, τῶν τελούντων πιστῶς, τὴν παναοίδιμον μνήμην σου.

Ἦχος β΄.
Οὐκ ἄκοσμος καλλιλεξία, ἁρμοδίως ἐπαρκεῖ τοῦ κοσμῆσαί σε Πάτερ, ἀλλ’ ὁ μακαρισμὸς τοῦ Κυρίου. Οὗ τῷ ἔρωτι τρωθείς, τὴν ἐνεγκαμένην σε καταλιπών, ὡς φοίνιξ βαθύῤῥιζος ἐφυτεύθης, ἐν τῇ ἐρήμῳ τῆς Σκήτεως. Καὶ τὴν πεντάριθμον αἴσθησιν, διὰ πενταετοῦς χρόνου ἐκκαθάρας, ὥρμησας ἐραστικώτερον ἔτι, ἔνθα οἱ πόδες τοῦ ἠγαπημένου Κυρίου ἔστησαν. Καὶ σπηλαιοδύτης γεγονώς, τὰς θείας ἐπιλάμψεις ἀπήλαυες, ἀντωνησάμενος ταύτας, τῇ ὑπερμέτρῳ ἀσκήσει· ὅθεν σε ὑπερηυλόγησεν ὁ εὐλογητός, ὁ ἀρεσκόμενος τῇ διὰ τῶν παθημάτων συμμορφώσει αὐτῷ.

Ἦχος γ΄.
Εἶδεν Ἅγιε Πορφύριε, Θεὸς ὁ πάντα ἐφορῶν, τὸν κόπον σου , καὶ τοῖς χαρίσμασι τοῖς ἀποστολικοῖς σὲ ἀντημείψατο. Καὶ ὁ πρώην ὑπὸ ταπεινῆς βακτηρίας ὑποβασταζόμενος, στῆλος ἀκλόνητος καὶ ὑπερμεγέθης ἐγένου, ἐν ᾧ πλήθη ἐποικοδομηθεισῶν ψυχῶν, τῷ Κυρίῳ εὐηρέστησαν· ἡ γὰρ τοῦ Θεοῦ ἐλπὶς οὐ καταισχύνει, ὡς Παῦλος ἀπεφήνατο.


Ἦχος δ΄.
Δεῦτε εὐφημήσωμεν πιστοί, τὸν τῆς εὐσεβείας θεόπνευστον πρόμαχον, Πορφύριον τὸν ἀοίδιμον· ὀρθοδόξῳ γὰρ φρονήματι, πρόβολος ὡράθη, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὡς ἀστὴρ δὲ φαεινός, θείαις αὐτοῦ διδαχαῖς, τοὺς ἐν Γάζῃ καταπυρσεύσας, διώκτης τῶν κακοδόξων ἰσχυρότατος ἐφάνη. Διὸ παῤῥησίαν ἔχων παρὰ τῷ τῶν ὅλων Θεῷ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. α΄.
Πάντοτε χάριν εὑρήσουσιν, οἱ φιλοῦντες τὸν Κύριον. Σὺ δὲ Πορφύριε ὁσιώτατε, ὡς ὑπὲρ πολλοὺς ἀγαπήσας, καὶ ἐξαιρέτου ἀντιφιλίας πέλαγος ἐγένου· ἦλθες πρὸς τὸν Σωτῆρα ἑκουσίως, καὶ τὸ Ξύλον Αὐτοῦ τὸ προσκυνητὸν καὶ τίμιον, ἠξιώθης παραφυλάξαι· ὁ γάρ σοι ἐν ὄψει νυκτερινῇ προεμηνύθη, ἔργον καὶ ἐγένετο· ὅθεν, σὺν τῷ φανέντι σοι εὐγνώμονι Ληστῇ ἱκετεύομεν· ἄρατε χεῖρας ἱκέτιδας, καὶ πρὸς τὸν σταυρωθέντς βοήσατε· μνήσθητι Δέσποτα φιλάνθρωπε, τῆς κληρονομίας Σου.

Ἦχος πλ. β΄.
Δεῦτε λαοί, ὕμνοις μακαρίσωμεν, Πορφύριον τὸν τῆς Γάζης σοφὸν ποιμένα. Τὸν Σωτῆρα γὰρ Χριστὸν παῤῥησίᾳ ἀνακηρύξας, καὶ λαοὺς ἐκ τῆς πλάνης ἐλευθερώσας, τῆς οὐρανίου Βασιλείας κατηξιώθη· ἔνθα οὐ παύει δεόμενος, ὑπὲρ τῶν ἀνυμνούντων, τὰ θεῖα αὐτοῦ κατορθώματα.

Δόξα. Ἦχος πλ. δ΄.
Μνήμην τὴν φωτοφόρον, τοῦ σοφοῦ τῆς Γάζης ποιμένος, Πορφυρίου τοῦ θείου, δεῦτε φαιδρῶς ἀναμέλψωμεν. Τῆς γὰρ προσκαίρου ζωῆς τὰ πάθη, ἐγκρατείας τοῖς βέλεσι νεκρώσας, πολλοὺς δὲ τῶν ἐν τῇ πλάνῃ, ἐνθέοις λόγοις ζωγρήσας, τὴν θείαν ἐν οὐρανοῖς, ἀπόλαυσιν κληροῦται· ὅθεν, παῤῥησίαν κεκτημένος, πρὸς Χριστὸν τὸν Θεόν, ἐκ παντοίων κακώσεων ἡμᾶς λυτρούμενος, αἰτεῖται ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.








Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεόφρον Πορφύριε, τὸν Ἰησοῦν ἐκζητῶν, ἐμακρύνθης οἰκείων σου, καὶ θερμῶς ᾠκείωσαι, τοῖς φιλοῦσι τὸν Κύριον, τῇ δὲ ἀσκήσει ἐπιλαμφθεὶς τῷ νοΐ, καὶ ἀσθενείᾳ ἐπιῤῥωσθεὶς τῇ ψυχῇ, γέγονας ἄμεμπτος, πρᾶος ἐλεήμων τε καὶ τῆς Γραφῆς, ἐγκρατὴς φιλόπτωχος, πίστεως πρόμαχος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὅσιε, Πάτερ Πορφύριε, τῆς ἀκτησίας κανών, τὸν σὸν πλοῦτον ἐσκόρπισας, πένησι γενόμενος, κηδεστὴς ἐνθεώτατος, σαὐτὸν δὲ σκεῦος Ἁγίου Πνεύματος, καταστησάμενος σκέυη τίμια, Θεῷ ἀνέθηκας· ὅθεν ἄρτον ἤσθιες ἐκ πόνων σῶν, πλύνων βύρσας ῥάπτων τε, ὥσπερ ὁ Παῦλός ποτε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Τίμιε Πάτερ Πορφύριε, ὁ τὰς καρδίας εἰδώς, καὶ τιμῶν τοὺς τιμήσαντας, θεῖον αὐτοῦ ὄνομα, σὲ τιμῶν ἐχαρίσατο, ἱερωσύνης μέγα ὑπούργημα, καὶ τοῦ Τιμίου, Ξύλου τὴν φύλαξιν, ὡς συσταυρώσαντι, πάθη τὰ μακρύνοντα ἀπὸ ζωῆς, ἥνπερ ἐχορήγησεν, ἡμῖν ὡς εὔσπλαγχνος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ ἰσαγγέλῳ Παύλῳ κατὰ πάντα ἐφεπόμενος, τῷ Χριστοκήρυκι τῆς σῆς πατρίδος Πάτερ, ἀφομοίωμα λαμπρόν τε καὶ μιμητὴς ἐνθεώτατος, τούτου γεγένησαι, ὅπως τῷ Χριστῷ διὰ Σταυροῦ, ἰσοβίως συναταξάμενος, ζήσῃς εἰς αἰῶνας· ὅθεν, τῇ ἐπιτεταμένῃ σου ἀσκήσει συγκεράσας, τὴν παρὰ Θεοῦ πλουσίως δοθεῖσάν σοι χάριν, ἄλλος ἀστὴρ ἀληκτόφωτος, τῇ τῶν Γαζαίων Ἐκκλησίᾳ ἐχαρίσθης· ἡμῖν δὲ τοῖς τιμῶσί σου, τὴν μνήμην τὴν πάντιμον δώρησαι ταῖς ἁγιωτάταις σου εὐχαῖς, τοῦ Κυρίου τὸ ἔλεος Πορφύριε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Εὐσεβείας σοῖς λόγοις ἀνεφάνης ὀ πρόμαχος, τῶν ὀρθῶν δογμάτων στηρίξας, Ἐκκλησίαν Γαζαίων· καθεῖλες τοὺς ναοὺς τῶν ἀσεβῶν, ἐκ πλάνης λυτρωσάμενος λαούς, οὓς τῇ πίστει σελαγίσας, χαίρων βίου ἀπῆλθες· δόξα τῷ ἐν Ἁγίοις θαυμαστῷ· δόξα τῷ εὐλογήσαντι, ἔργα θείας πίστεως τῆς σῆς, ὦ Ἱεράρχα Πορφύριε.
Δόξα... Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Πορφυραυγέσιν ἀρετῶν λαμπηδόσι, καταλαμπρύνας σεαυτὸν Ἱεράρχα, καθάπερ φῶς ἐξέλαμψας Πορφύριε σοφέ, λόγοις γὰρ καὶ θαύμασιν, ἀληθῶς διαπρέψας, πάσιν ἐβεβαίωσας, εὐσέβειας τὴν χάριν καὶ νῦν Χριστῷ ἀΰλως λειτουργῶν, ὑπὲρ τοῦ κόσμου, μὴ παύση δεόμενος.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Γνησίαν ἀδελφήν, σοὶ ἀνέθετο Πάτερ, Γαζαίων ὁ Χριστός, Ἐκκλησίαν ὁράσει, κοσμῆσαι κελεύων σε, καὶ πλουτῆσαι τῇ χάριτι· ὅθεν εὔτροπον, ἐπισκοπὴν ἀναδείξας, χορηγοῦντός σοι, ἀπροσδοκήτως Κυρίου, ἐν πᾶσι τὴν ἔξοδον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Εἰδώλων χαλεπά, ἀντιπρόσωπα ἔχων, τὰ πάθη τῆς ψυχῆς, δυσωπῶ Σε Κυρία, βοήθειαν ἀπόστειλον, καθελεῖν ταῦτα τέλεον, καὶ ὑψῶσαί μου, ἐν τῇ καρδίᾳ Κυρίου, οἶκον ἅγιον, ἐν ᾧ ὁ νόμος καὶ μόνον, ἰσχύει τοῦ Πνεύματος.

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ξύλον τὸ τίμιον, διακονήσας πιστῶς, σταυρὸν ἀνείληφας, ἐπισκοπῆς ἐν καιρῷ, τοῦ ἀγαπῶντός σε Χριστοῦ, οὕτω οἰκονομήσαντος, οὗπερ δὲ ἱστάμενος, παρὰ βάσιν ἐδάκρυες, βλέπων τὴν ἀντίχριστον, μανικήν τε ἐξόρμησιν, ἀγνώστως τοῖς εἰδώλοις τὸ σέβας, ἀπονεμόνων ὦ Πορφύριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Εἰρήνης τέξασα, Μῆτερ τὸν πρύτανιν, ψυχὰς εἰρήνευσας, τὰς πρὶν διάστασιν, δαιμονικήν τε καὶ σφοσδράν, πασχούσας τὴν ἀθέλητον· ὅθεν ἱκετεύω Σε, εἰρηνάρχην μοι δώρησαι, σύμβιον πρεσβείαις Σου, ποιμενάρχου Γαζαίων τε, ὃς πάσας τὰς αἰσθήσεις εἰρήνευσεν, ἐν τῇ δυνάμει τοῦ Υἰοῦ Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀειῤῥόοις δακρύων καταφοραῖς, τὸ γεώργιον Πάτερ σου τῆς ψυχῆς, ἐπότισας τῆς χάριτος, ποταμοὺς ἐφελκύσας σοι· ὅθεν πύλας ἀνοίγεις, οὐρανοῦ χαλκοσπλάγχνους τε, καὶ βροχὴν εὐφορίας, κατάγεις τῇ ποίμνῃ σου· ἄλλος ὡς Ἠλίας, τῆς Καινῆς Διαθήκης, τῷ ζήλῳ πυρούμενος, τὸν Θεὸν ἔσχες νεύοντα, θεοφόρε Πορφύριε, θέσει γεγονὼς γὰρ θεός, τοῖς αἰτοῦσι παρέχεις ἀείζωον, καὶ γλυκύτατον πόμα, οὐδέπω κενούμενον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐμεγάλυνας φύσιν τὴν τῶν βροτῶν, Θεοτόκε λοχείᾳ Σου τῇ σεπτῇ, ἐν ταύτῃ δυναμούμενοι, χάριν ἣν ἀπωλέσαμεν, ἐφευρίσκοντες ἔργα, τεράστια πράττομεν, ἅπερ λόγος νοῆσαι, φυσικῶς οὐκ ἐπίσταται· ὅθεν καὶ ὁ Γάζης, προϊστάμενος Κόρη, πολλὰ ἐνεδείξατο, θαυμαστὰ καὶ ὑπέρογκα, εἰς μετάνοιαν ἄγοντα, ψυχὰς ἐσκοτισμένας τὸ πρίν, καὶ ὡδηγεῖ πρὸς φῶς ἐπιγνώσεως, τοῦ τὰ πάντα κρατοῦντος, Υἱοῦ Σου πανάμωμε.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὀ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὐφροσύνης ἀνάπλεως σήμερον, ἡ μνήμη σου ἀρχιεράρχα Πορφύριε. Εἰδότες σε γὰρ κατὰ Παῦλον τὸν μέγαν, ἄμεμπτον, πραΰν, ἐλεήμονα, διακριτικὸν τῶν θείων Γραφῶν, φιλόπτωχόν τε καὶ συμπαθῆ, ὡς κῆπον ᾀσματικὸν ἐπανθοῦτα, δοξ΄ζομεν ἐνθέως τὸν δοξάσαντά σε Κύριον.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἱεράρχου οὗ ἡ Ἀκροστιχίς: Τὸ πορφυρίζον Ποιμένων ἄνθος σέβω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ
Ταύτην τὴν φωτοφόρον, μνήμην σου γεραίροντι Πορφύριε, φωτοφόρον μοι αἴγλην, οὐρανόθεν δοθῆναι ἱκέτευε.
Ὅλον ἀπὸ σπαργάνων, σεαυτὸν Κυρίῳ προσανέθηκας, καὶ αὐτῷ ἐκολλήθης, καὶ ψυχῇ καὶ καρδίᾳ Πορφύριε.
Πάθη προθανατώσας, πάντα δι' ἀσκήσεως Πορφύριε, Ἱερεὺς ἀνεδείχθης, τοῦ ζωῆς καὶ θανάτου δεσπόζοντος.
Θεοτοκίον
Ὄμβρον εἰσδεξαμένη, σοῦ ἐν τῇ νηδὺϊ τὸν οὐράνιον, Θεοτόκε Παρθένε, ἁμαρτίας τοὺς ὄμβρους ἐξήρανας.

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα
Ῥάβδῳ τῶν δογμάτων σου, ἐπὶ νομὰς ζωῆς Ὅσιε, τὴν ἱεράν, Ποίμνην σου ποιμάνας, τῷ Θεῷ εὐηρέστησας.
Φέγγει θείας γνώσεως, τοὺς ἐν νυκτὶ δεινῶν Ὅσιε, φωταγωγῶν, ἔδειξας ἡμέρας, κοινωνοὺς διὰ πίστεως.
Ὕψει διαπρέποντα, τῶν ἀρετῶν Θεὸς τέθεικεν, ἐν ὑψηλῇ, Πάνσοφε λυχνία, τοὺς Πιστοὺς καταυγάζοντα.
Θεοτοκίον
Ῥῦσαι με πρεσβείαις σου, τῶν τοῦ ἐχθροῦ βελῶν Ἄχραντε, καὶ λογισμῶν, τῶν ἐπεμβαινόντων, ἀφειδῶς τῇ καρδίᾳ μου.






Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐν πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος σοφέ, τὴν πέτραν ἐπόθησας, ἣν εἶδε πρὶν Δανιήλ, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὕψωσας τὴν φωνήν σου, καὶ τὸν νοῦν πρὸς τὸν Κτίστην, ἔβαλες τοὺς ὀχλοῦντας, τῇ σαρκὶ πολεμίους, τῇ σῇ σφενδόνῃ Γάζης ὁ σεπτός, πρόβολος Πάτερ Πορφύριε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἥγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πίστει, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε
Ἰσουργὸν τῷ Γεννήτορι, Λόγον διαγγέλλων τοῖς ματαιόφροσι, πρὸς εὐσέβειαν ἐζώγρησας, καὶ Θεῷ τῶν ὅλων καθιέρωσας.
Ζωτικαῖς ἐπιπνεύσεσι, τὴν πρὸς τελευταίαν ὥραν ἐγγίζουσαν, ἱερώτατε ἐζώωσας, εἰς πολλῶν καὶ ταύτης ἀναγέννησιν.
Ὁλονύκτοις δεήσεσι, καὶ ταῖς πανημέροις Ὅσιε στάσεσι, τὴν καρδίαν ἀπετέλεσας, τοῦ Θεοῦ τῶν ὅλων καταγώγιον.
Θεοτοκίον
Νεκρωθέντα με Πάναγνε, πάλιν ἀνεζώωσας ὡς κυήσασα, τὴν ζωὴν τὴν ἐνυπόστατον, τὸν Υἱὸν καὶ Λόγον τοῦ Γεννήτορος.

ᾨδὴ ε'. Φώτισον ἡμᾶς
Πρόῤῥιζον τεμών, τὴν ἄκανθαν τὴν φιλήδονον, ἐκαρποφόρησας τὸν ἄσταχυν, τῆς εὐσεβείας Ἱεράρχα πανσεβάσμιε.
Ὁ ὄμβροις σῶν εὐχῶν, οὐρανοὺς Σοφὲ διήνοιξας, καὶ ὑετὸν τῇ γῇ διένειμας, αἱρετιζόντων ἀποπνίξας τὰ ζιζάνια.
Ἴθυνας ῥοπῇ, θείου Πνεύματος ὁλόκληρον, λαὸν καὶ πόλιν εἰς λιμένα ζωῆς, διεκφυγόντα ἀθεΐας τὸ κλυδώνιον.
Θεοτοκίον
Μόνην γενεῶν, ἐκ πασῶν σε ἐξελέξατο, ὁ Πλαστουργός, καὶ ἀναπλάττει ἡμᾶς, ἐν σοὶ οἰκήσας, Θεοτόκε ἀειπάρθενε.











ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ
Ἐφέσεως ἀληθοῦς ἐπέτυχες, ἐγκρατείᾳ ταπεινώσας τὰ πάθη, καὶ πρὸς Θεόν, προσεχώρησας χαίρων, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρίστασαι, Πορφύριε Ἱεραρχῶν, καὶ Ποιμένων κανὼν ἀκριβέστατος.
Νοήσας σου τῆς ψυχῆς τὸ ὡραῖον, καθωράθη ἐν σταυρῷ ἡπλωμένος, ὁ ὑψωθείς, ἐν αὐτῷ ἑκουσίως καὶ τὴν αὐτοῦ φυλακὴν ἐγχειρίζει σοι, ἐμφαίνων σοι τὴν πρὸς αὐτόν, καὶ στοργὴν καὶ τελείαν οἰκείωσιν.
Ὡς Πέτρου τοῦ Κορυφαίου τὸν ζῆλον, καὶ τὴν πίστιν θεηγόρε πλουτήσας, τῷ τμητικῷ, εὐσεβείας σου λόγῳ, τὸ κακουργὸν ἐθανάτωσας γύναιον, τοῦ Μάνεντος φθοροποιά, δολερῶς ὑποσπεῖρον διδάγματα.
Θεοτοκίον
Νεκρώσει τε καὶ φθορᾷ ὑπαχθέντα, τὸν πρωτόπλαστον Παρθένε Μαρία, τὸν νεκρωτήν, τοῦ θανάτου τεκοῦσα, εἰς ἀφθαρσίαν μετήγαγες Ἄχραντε, καὶ ἔδειξας τοὺς γηγενεῖς, οὐρανίους Θεὸν σωματώσασα.

Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου
Ἱερωτάτοις σου τρόποις κοσμούμενος, ἱερωσύνης στολαῖς κατηγλάϊσαι, Παμμάκαρ Θεόφρον Πορφύριε, καὶ ἰαμάτων ἐμπρέπεις ὑψώμασι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ὑπεραστράπτει πλέον ἡλίου, Πορφυρίου ἡ μνήμη τοῦ σοφοῦ, ἀστραπαῖς θαυμάτων πᾶσαν τὴν κτίσιν φωταγωγοῦσα, καὶ διώκουσα πλάνην τὴν τῶν εἰδώλων, καὶ τοὺς πιστούς σελαγίζουσα, πάντας εὐφραίνει· Θεῷ γὰρ εὐαρεστήσας ἐπὶ γῆς, τῶν σημείων ἀπείληφε τὴν χάριν, πάντας ἰᾶσθαι, παρεστὼς τῇ Τριάδι ὁλόφωτος, καὶ πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

















Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Πορφυρίου, ἐπισκόπου Γάζης.
Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;
Πορφυρίου νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ.
Οὗτος ὥρμητο ἐκ τῆς Θεσσαλονικέων πόλεως, υἱὸς ὑπάρχων γονέων εὐσεβῶν καὶ πλουσίων. Ἀπάρας δὲ ἐκ τῆς ἐνεγκαμένης, εἰς Αἴγυπτον ἔρχεται· κακεῖσε εἰς σκῆτιν εἰσελθών, τὸν μονήρη βίον ὑποδύεται· καὶ μετὰ πέντε χρόνους, εἰς Ἱεροσόλυμα παραγίνεται, πολλοὺς τῷ λόγῳ καταφωτίσας. Διὸ χειροτονεῖται Πρεσβύτερος ὑπὸ Πραϋλίου Πατριάρχου Ἱεροσολύμων· εἶτα, ὑπὸ Ἰωάννου Ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης, Ἐπίσκοπος Γάζης χειροτονεῖται. Ἔνθα πολλὰς δυνάμεις θαυμάτων τελέσας, στηρίζει μὲν τοὺς πιστούς, καὶ πολλοὺς τῶν ἀπίστων ἐπιστρέφει πρὸς θεογνωσίαν. Ἀπαίρει δὲ πρὸς Κωνσταντινούπολιν, ὑπὸ τῶν κρατούντων τῆς χώρας τοὺς πιστοὺς ἀδικουμένους ὁρῶν· καὶ ἐντυχὼν τῷ Ἁγίῳ Ἰωάννῃ τῷ Χρυσοστόμῳ, καὶ διηγησάμενος τὰ κατ’ αὐτόν, δι’ ὃ παρῆν, παραδίδοται ὑπ’ αὐτοῦ Ἀμαντίῳ τῷ Κουβικουλαρίῳ.
Ἐκ τούτου δέ, ἀναδιδαχθεῖσα τὰ περὶ αὐτοῦ ἡ βασιλίς, ἐδέξατο αὐτὸν εὐμενῶς, καὶ ἀναφέρει τῷ βασιλεῖ τὴν τούτου ἐνδημίαν, καὶ πρόῤῥηησιν περὶ τοῦ μέλλοντος παιδὸς ἄῤῥενος τίκτεσθαι. Ὁ δὲ ἀγασθεὶς ἐπὶ τούτῳ, τὰ εἰκότα τῷ Θεῷ ηὐχαρίστησεν. Εἶτα τίκτει ἡ βασίλισσα τὸν νέον Θεοδόσιον, καὶ προσκαλεσαμένη τὸν Ὅσιον, εὐλογεῖται παρ’ αὐτοῦ καὶ ὑποτίθεται τῷ βασιλεῖ πάντα πληροῦν κατὰ τὴν τοῦ Ὁσίου θέλησιν. Ὁ δὲ βασιλεὺς συνταξάμενος, καὶ ἀναγνούς, ἐδυσχέραινε λέγων· διωχθῆναι τοὺς εἰδωλολάτρας οὐ δυνατόν, διὰ τὴν πολλὴν τούτων συντέλειαν. Ἡ δὲ πρὸς τὸν βασιλέα φησί: Βαρεία μὲν ἡ αἴτησις, Δέσποτα, βαρυτέρα δὲ ἡ παραίτησις. Διὸ καὶ ἐπινεύει ὁ βασιλεύς, εἰς πέρας ἐκβῆναι τὰ αἰτούμενα· καὶ ἐκπέμπεται γράμματα κατὰ τῶν αἱρετικῶν, κελεύοντα τούτους ἐκδιωχθῆναι ἀπὸ Γάζης.
Ὁ δὲ Πορφύριος κομίζεται παρὰ Αὐγούστης χρυσοῦ κεντηνάρια δύω, χάριν κτίσεως ἐκκλησίας, καὶ λόγῳ δαπάνης νομίσματα διακόσια. Καὶ καταλαβὼν τὴν αὐτοῦ ἐκκλησίαν, τοὺς μὲν ἄλλους πάντας ναοὺς τῶν εἰδώλων κατέστρεψε, καὶ τοὺς αἱρετικοὺς ἀπήλασε· τὸν δὲ ναὸν τοῦ Μαρνᾶ πυρὶ κατακαύσας, ἀνήγειρεν ἐκκλησίαν κατὰ τὸ σχῆμα, ὃ διετάξατο ἡ βασίλισσα Εὐδοξία. Διαπρέψας οὖν ὁσίως ἐν τῇ αὐτῇ ἐκκλησίᾳ, καὶ θαύματα πλείστα ἐργασάμενος, ἐν ἔτεσιν εἰκοσιτέσσαρσι, καὶ μησὶν ἕνδεκα, καὶ ἡμέραις ὀκτώ, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, τῶν πέντε ἀδελφῶν της· Ἀνατολῆς, Φωτώς, Φωτίδος, Παρασκευῆς καὶ Κυριακῆ, καὶ τῶν δύο ὑιῶν της· Φωτεινοῦ καὶ Ἰωσῆ. 
Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Ἀνατολὴν εὕρηκε τὴν νοουμένην,
Ἀνατολὴ τμηθεῖσα γενναιοφρόνως.
Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ
Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεβαστιανὸς ὁ δούξ, ξίφει τελειοῦται.
Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βίκτωρ, ξίφει τελειοῦται.
Bίκτωρ ἐπ’ ὤμοις τὴν κεφαλὴν οὐκ ἔχων,
Kεῖται πρὸ τῆς γῆς ἐκταθεὶς μέγας μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Χριστόδουλος, ξίφει τελειοῦται.
Kλῆσις διδάσκει τίς συ, καὶ δοῦλος τίνος,
Σπάθη δὲ Xριστόδουλε, ποῖόν σοι τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόκλητος ὁ φαρμακός, ξίφει τελειοῦται.
Κληθεὶς ὁ Θεόκλητος πρὸς θείαν γνῶσιν,
Τὸν καλέσαντα ὡς ἀθλητὴς δοξαζει

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου τοῦ Κατοπινοῦ.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Καλφάς, ἐν Γαλατᾷ, ἐν ἔτει 1575, ξίφει τελειοῦται.
Πληγὰς ἀριθμεῖν μὴ Ἰωάννη θέλε,
Σκηνάς δε μᾶλλον, ἃς ἔχει ἔνδον πόλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβαστιανοῦ τοῦ Ποσεσόνε, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σίλβεστρος ὁ Ὀλσχένσκι ὁ Ῥώσσος, ἐν εἱρκτῇ, ὑπὸ τῶν ἀθέων κομμουνιστῶν, ἐν ἔτει 1920, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ Ὁμολογητῆς, Μάρκος ὁ Κάλτσιου ὁ Ῥουμάνος, ἐν ἔτει 1999, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων
Ἄρνας ποιμάνας ἐπὶ χλόην, ἀληθείας ὡς ἀρνίον τῷ ποιμένι, προσηνέχθης Χριστῷ, Πορφύριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νέμει καμάτων σου τὰ γέρα, κατοικίζων σε, μοναῖς ἐν ἀκηράτοις, Ἰησοῦς ὁ Χριστός, Πορφύριε βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θαύμασι πλείστοις καὶ σημείοις, κατεκόσμησε τὸν βίον σου τρισμάκαρ, ὁ Χριστὸς ὃν ποθῶν, Πορφύριε ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Οἴκτειρον σῶσόν με Παρθένε, τὸν οἰκτίρμονα τεκοῦσα Θεὸν Λόγον, καὶ φωτὶ τῷ ἐν σοί, καταύγασον βοῶντα· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.


ᾨδὴ η'. Οἱ θεοῤῥήμονες Παῖδες
Σεσοφισμένῳ σου λόγῳ κατεβλήθη, ὁ σοφιστὴς τῆς κακίας, Ἱεροκήρυξ πανόλβιε, εὐσεβῶν δὲ καρδίαι, ἐνθέως εὐφράνθησαν.
Συναγελάζῃ Πατέρων ὀμηγύρει, καὶ συνευφραίνῃ Ὁσίων, Πάτερ μακάριε πνεύμασιν· Εὐλογεῖτε τὰ ἔργα κραυγάζων τὸν Κύριον.
Ἐξεδάφισας τεμένη τῶν δαιμόνων, ναὸν Θεοῦ ἐδομήσω, ἐν ᾧ πληθὺς μέλπει ὁσίων· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Βασιλικὴν ἁλουργίδα πορφυρώσας, ἐξ ἀρετῶν σου, καὶ ταύτην, ὡς Ἱερεὺς στολισάμενος, εἰς τὰ ἄνω χορεύεις, βασίλεια Ὅσιε.
Θεοτοκίον
Ὡς ἀνωτέραν σε πάντων τῶν ποιημάτων, καὶ οὐρανῶν πλατυτέραν, Παρθενομῆτορ ἠγάπησεν, ὁ Υἱός σου, καὶ σάρκα ἐκ σοῦ ἀνελάβετο.










ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή
Ἱστίῳ Πάτερ νοητῷ, ἐκπεράσας τὸ τοῦ βίου κλυδώνιον, οἰακιζόμενος, παλάμῃ θείᾳ τοῦ Παντοκράτορος, πρὸς τοὺς λιμένας τῆς ζωῆς, σοφῶς κατέπλευσας, χαρᾶς λαβόμενος αἰωνίου, καὶ τερπνῆς ἀπολαύσεως.
Ὥριμος πλήρης ἡμερῶν, τῶν τοῦ Πνεύματος γενόμενος Ὅσιε, καὶ τὴν ἀπάθειαν, ὡς διπλοΐδα περιβαλλόμενος, ἱερωσύνης στολισμῷ, λάμπων μεταβέβηκας, εἰς φῶς ἀνέσπερον, τοῦ Κυρίου καθορᾶν τὴν τερπνότητα.
Στόματι θεῖον γλυκασμόν, ἀρυσάμενος, ἠρεύξω Μακάριε, λόγον σωτήριον, παθῶν πικρίαν ἀποδιώκοντα, καὶ γλυκασμῷ πνευματικῷ, πάντας ἐνηδύνοντα, τοὺς τὴν ἐτήσιον ἐκτελοῦντάς σου Θεόφρον πανήγυριν.
Ἥλιον ἔγνως τὸν Χριστόν, ὁμιλήσαντα ἡμῖν μετὰ σώματος, καὶ ταῖς λαμπρότησι ταῖς τούτου Πάτερ, ψυχῆς τὰ ὄμματα, καταυγασθεὶς ὁλολαμπής, ἀστὴρ ἐχρημάτισας, θέσει θεούμενος, ἱερὲ θαυματουργὲ Πάτερ Ὅσιε.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων, ὡς Θεὸς καὶ φιλάνθρωπος.

Ἐξαποστειλάριον. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς
Μεταναστεύσας τὴν πολλήν, ὕπαρξιν διεσκόρπισας, τοὺς πλάνῃ δὲ σκορπισθέντας, θαύμασιν ἀποστολικοῖς, συνήγαγες Πορφύριε· ἀλλὰ πρέσβευε Πάτερ, σωθῆναι τούς δούλους σου.
Θεοτοκίον
Ἐπὶ σοὶ μετὰ Θεόν, ἐλπίζομεν Πανάχραντε, καὶ τῷ ἐκ σοῦ προελθόντι, συσταυρούμενοι Χριστῷ, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου, ἀπροσκόπτους εἰς τέλος, ἡμᾶς διαφύλαξον.














Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εὐσεβείας κατήσχυνας, τοὺς ἐν Γάζῃ κακόφρονας, θείοις δὲ διδάγμασι κατεφώτισας, πάντας παμμάκαρ Πορφύριε· διὸ σὲ γεραίρομεν, συνελθόντες εὐλαβῶς, εἰς Ναὸν τοῦ Θεοῦ ἡμῶν, ὕμνοις κράζοντες, σαῖς πρεσβείαις ἐκ βλάβης περιφρούρει, τοὺς τὴν μνήμην σου τελοῦντας, τὴν ἀεισέβαστον ἔνδοξε. (Δίς)

Εὐσεβείας ὑπέρλαμπρος, φωστὴρ ὤφθης μακάριε, Ὀρθοδόξου πίστεως ἀνεστήλωσας, νόμους ταῖς σαῖς εἰσηγήσεσι, σοφῶς δὲ ἐξήλεγξας, φληναφίας ἀσεβῶν, θείῳ σθένει τοῦ Πνεύματος, ἱερώτατε· ὅθεν πάντας περίσωζε πρεσβεύων, τῷ Δεσπότῃ τῶν ἁπάντων, ὦ Ἱεράρχα Πορφύριε.

Ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τὸν τῆς πλάνης ἀντίπαλον, τὸν θερμαῖς δεήσεσι διασώζοντα, τοὺς τὴν πανίερον κοίμησιν, ἐν ᾄσμασι μέλποντας, καὶ τηροῦντας εὐσεβῶς, τὰ τῆς πίστεως δόγματα, ὡς παρέδωκεν, ἡ σεπτὴ Ὀρθοδόξων Ἐκκλησία, ὑπὲρ ἧς ἀεὶ πρεσβεύει, ἐν οὐρανοῖς ὁ Πορφύριος.

Δόξα. Ἦχος πλ. α΄.
Τετραμερῶς κατὰ τόπον ἀσκήσας τὴν ἀρετήν, Πάτερ Πορφύριε, φιλάγιον ἀπαίτησιν τροφείων, ἐνέβαλες ταῖς φιλονικούσαις. Τῇ μὲν Θεσσαλονίκῃ, ὡς ἐνεγκαμένῃ σε φυσικῶς· τῇ δὲ Σκήτῃ ὡς ὑπαλειψάσῃ σε πρὸς τὴν μοναδικὴν πολιτείαν· τῇ δὲ Ἁγία Σιών, ὡς ξενισάσῃ σε, καὶ ἐμπιστευσαμένῃ σοι τὸ ζωομύριστον Ξύλον· τέλος δὲ τῇ τῶν Γαζαίων ἱερᾷ καθέδρᾳ, ἔνθα ὁ Κύριος ἔστησέ σε ἐπὶ ὄρους ὑψηλοῦ, ἀρχιερέα θαυματοφόρον. Ὃς καὶ τὴν φιλόνικον διάστασιν πανσόφως διαλύων, ᾗρέ σε πολίτην γνήσιον, ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ· ἔνθα Ἅγιε, ἀπολαύων τὸν μισθὸν τοῦ ἀσκητοῦ, τοῦ Ἱεράρχου τὸν ἔπαινον, καὶ τοῦ Ὁμολογητοῦ τοὺς στεφάνους μνημόνευε, ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.




Μεγαλυνάρια.
Τῆς Θεσσαλονίκης σεπτὸς βλαστός, καὶ Γαζαίων θεῖος, ποιμενάρχης καὶ ὁδηγός, καὶ τῆς Ἐκκλησίας, νυμφαγωγὸς ἐδείχθης, Πορφύριε τρισμάκαρ, σώζων τοὺς δούλους σου.
Εὗρεν Ἰησοῦς μου κόχλον σεπτόν, ἔνθα μαργαρίτην, ἐνεπίστευσεν ἑαυτόν, καὶ πορφυραυγέσιν, ἀκτῖσι τῶν θαυμάτων, μεγάλως ὕψωσέ σε, Πάτερ Πορφύριε.
Εἴδωλα ποικίλα ἐμῶν παθῶν, ὡς τῆς πλάνης ἄκρος, τοῦ Χριστοῦ μου ἐκδικητής, Πορφύριε μάκαρ, σύντριψον ἕως τέλους, καὶ ὔψωσον ψυχῇ μου, Πνεύματος σκήνωμα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου