Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 13. ΟΣΙΟΣ ΜΑΡΤΙΝΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ




ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΓ΄!!

ΜΑΡΤΙΝΙΑΝΟΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια στ΄. Ἦχος δ' Ἔδωκας σημείωσιν 

Ἄσκησιν ἑλόμενος, καὶ κακουχίαν μακάριε, ἐν σπηλαίοις καὶ ὄρεσι, σαυτὸν ἀπεμάκρυνας, φυγαδεύων Πάτερ, καὶ ταῖς θεωρίαις, καὶ ἀναβάσεσι τὸν νοῦν, ἀποκαθαίρων, καὶ καλλυνόμενος, ἐντεῦθεν ἐχρημάτισας, θεῖον δοχεῖον τοῦ Πνεύματος, θεοφόρε πανόλβιε, μοναζόντων τὸ καύχημα.

 

Μάρτυς ἐθελούσιος, καὶ δικαστὴς καὶ κατήγορος, σεαυτοῦ ἐχρημάτισας· πυρὶ γὰρ φλεγόμενος, ἡδονῆς ἀτόπου, πυρὰν λαυροτάτην Πάτερ ἀνάψας σεαυτόν, μέσον εἰσῆξας κατακαιόμενος, ἡ δρόσος δὲ τοῦ Πνεύματος, ἐξ οὐρανοῦ σε ἀνέψυξε, καὶ τὸν σάλον τὸν ἄπειρον, εἰς γαλήνην μετήγαγε.

 

Μέσον κατεσκήνωσας, θαλάσσης Πάτερ τὰ κύματα, ἀποφεύγων τοῦ ὄφεως, κἀκεῖ δὲ σοι θήρατρα ὁ ἐχθρὸς προσάγει τὴν διασωθεῖσαν, ἐκ τρικυμίας χαλεπῆς, θηρσὶ δὲ αὖθις προσεποχούμενος, τῇ χέρσῳ προσεπέλασας, καὶ τὸν ἀγῶνα ἐτέλεσας, ξενιτεύων θλιβόμενος, θεοφόρε πανόλβιε.

 

Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, ἐγκωμίοις ἀδελφοί, τὸν τῆς παρθενίας ἀστέρα, καὶ τῆς ἁγνείας πυρσόν, στέψωμεν ὡς Ὅσιον, θεομακάριστον, τὸν Βελίαρ νικήσαντα, καὶ ἄνομα πάθη, Μαρτινιανὸν σεπτόν, στέφος ἀσκήσεως· οὗτος εἰσελήλυθε χαίρων, ἐν τῇ οὐρανίῳ παστάδι, εἰς σαββατισμὸν πανυπερτέλειον.

 

Λόγον, σαρκωθέντα δι’ ἡμᾶς, καὶ ἀναγαγόντα εἰς θείαν, καὶ μακαρίαν ζωήν, γένος τὸ ἀνθρώπινον, θερμῶς ἠγάπησεν, τὸ τῆς Χάριτος ὄργανον, καὶ Πνεύματος δέκτης, Μαρτινιανὸς κλεινός, ὁ τῆς ἀσκήσεως, ὄντως, ἐραστὴς θεοφόρος, ὅστις μηχανὰς ἀντιδίκου, ἐν Χριστῷ κατέβαλεν ὁ ἄριστος.

 

Πάντες, βιαστὴν τοῦ οὐρανοῦ, καὶ ἀγγελικῆς πολιτείας, τὸν ζηλωτὴν ἐραστήν, νήψεως τὸ πρότυπον, ἁγνείας ἄγαλμα, τῶν δαιμόνων ἀντίπαλον, ἐν ὕμνοις τιμῶμεν, Μαρτινιανὸν λαμπρόν, τὸν προσελκύσαντα, πόρνην, πειραθεῖσαν μολῦναι, τοῦτον τὸν σεπτὸν ἀριστέα, τὸν πυρὶ νικήσαντα τὸν δράκοντα.

Δόξα... Ἦχος β'

Χαίροις ἔντιμον καὶ πολυθαύμαστον, Παλαιστινῶν τὸ κῦδος· ἀνέτειλας γὰρ ἡμῖν ὡς φαεινότατος ἥλιος, καὶ τὴν τοῦ ἐχθροῦ καταφλέξας ἅπασαν τὴν δυναστείαν, τῶν μελῶν σου ἥψω πυρὶ μακάριε· ἐν ὄρεσι γὰρ καὶ ἐρήμοις καὶ νήσοις, πάντα πειρασμὸν σοι προσήγαγε, τὸ μέν, ἐν ἐρήμῳ γύναιόν σοι παρεστήσατο, τὸ δέ, ἐν βράχει θαλαττίῳ, ὁ πειράζων πειράζειν σε, ἐπειρᾶτο σοφέ. Ἀλλ' ὦ Μαρτινιανὲ τρισόλβιε, Χριστὸν ἀπαύστως ὑπὲρ ἡμῶν ἱκετεύων μὴ παύσῃ, τῶν ἐκτελούντων σου πιστῶς τὸ μνημόσυνον.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Ὁ τῆς ἐρήμου βλαστός, τὸ τῆς ἀσκήσεως ἄγαλμα, καὶ τῆς παρθενίας ἀγλάϊσμα, Μαρτινιανὸς ὁ ἔνδοξος, σήμερον τοὺς τῆς ἀρετῆς ἐραστάς, εὐφροσύνως συγκαλεῖ. Οὗτος τοῖς πιστῶς, τὴν μνήμην αὐτοῦ τελοῦσιν, πρότυπον ἁγιότητος, ἐρημικῆς βιοτῆς καὶ τελειότητος πρόκειται. Τὰ γὰρ τοῦ πλάνου ἔνεδρα, καὶ τὰ τῶν παθῶν πειρατήρια, ὀρθῷ λογισμῷ, βίᾳ θεοδιδάκτῳ καὶ θυσίᾳ σώματος κατενίκησεν· ὅθεν στεφανωθεὶς θεοπρεπῶς, ἐν οὐρανοῖς αὐλίζεται, καθορῶν Τριάδα τὴν Ὁμοούσιον.

 

Ἦχος β΄.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ μνήμῃ τοῦ ἐνδόξου Μαρτινιανοῦ γάνυται, καὶ φαιδρῶς πανηγυρίζει. Οὗτος γὰρ θείῳ ἔρωτι τρωθείς, τὸν κόσμον κατέλιπε, καὶ ἐν ἐρήμῳ ἐσκήνωσε, μόνος τῷ Μόνῳ ἐφετῷ, Χριστῷ τῷ αἰωνίῳ Νυμφίῳ, ἀδιαλείπτως κοινωνῶν. Δυνάμει δὲ τοῦ Παρακλήτου Πνεύματος, ἐν πυρὶ ἑαυτὸν ἐπέῤῥιψεν, ἵνα τὴν σάρκα ταπεινώσῃ, καὶ τὸ ἀκόλαστον γύναιον, εἰς μετάνοιαν προσελκύσῃ· ὅθεν ἐν καινοῖς οὐρανοῖς, σὺν τοῖς παρθένοις ἑορτάζει, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

Ἦχος γ΄.

Τῆς παρθενίας τὸ σεπτὸν κειμήλιον, καὶ τῆς ἁγνείας τὸ ἔκλαμπρον ἀκροθίνιον, δεῦτε πιστοὶ ἐγκωμίοις καταστέψωμεν. Πόθου γὰρ ἁγιότητος πληρούμενος, Μαρτινιανὸς ὁ πανθαύμαστος, πᾶσαν μηχανὴν τοῦ ἀλάστορος, Χάριτι τοῦ ἀθλοθέτου Χριστοῦ κατέβαλεν · ὅθεν ἐν Πνεύματι γενόμενος, ἐπὶ γῆς τῶν τοῦ οὐρανοῦ ἀπολαύει, ἀγγελικῶς κατοπτεύων τὸν Τρισάγιον, καὶ τὰ τοῦ κόσμου λιπών, σὺν Ἀγγέλοις κατοικεῖ, ἐν ἀγήρῳ μακαριότητι.

 

Ἦχος δ΄.

Τῶν μοναστῶν ἀδελφοὶ τὸ ὑπόδειγμα, Μαρτινιανὸν τὸν πανεύφημον, χεῖρας κροτοῦντες τιμήσωμεν. Οὗτος γὰρ τῇ ἀγγελικῇ πολιτείᾳ κοσμούμενος, τὸν ἀρχέκακον ὄφιν, μαρτυρικῷ ζήλῳ ἐταπείνωσεν, μὴ πτήξας αὐτοῦ τὰς μηχανὰς καὶ τοὺς ποικίλους πειρασμούς. Πρὸς τὴν ἄνω Ἱερουσαλὴμ προσβλέπων, καὶ τὸ τῆς γεέννης πῦρ φοβούμενος, τῶν τῆς σαρκὸς ἡδονῶν, τὸ ὑλικὸν πῦρ, καὶ τὴν ἀπὸ τόπου εἰς τόπον μετάβασιν προείλετο. Ἀγγέλους κατέπληξεν, δαίμονας κατεπτόησε καὶ τὴν Ἐκκλησίαν κατεκόσμησεν. Αὐτοῦ πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, ἐπὶ τῇ πανηγύρει τοῦ θεοφόρου πατρός. Οὗτος γὰρ τῶν τοῦ κόσμου τερπνῶν, καὶ τῶν τοῦ σώματος τρυφῶν, θείῳ ἔρωτι καταφρονήσας, τὴν ἔρημον ᾤκησεν, ἀναλαβὼν περιχαρῶς τὸν τοῦ Κυρίου ἐλαφρὸν ζυγόν, καὶ τὸν τῆς ἀσκήσεως τρισπόθητον σταυρόν· ὅθεν, ὑπὸ Θεοῦ χαριτωθείς, τὴν ἁμαρτίαν ὡς θανατηφόρον ἰὸν ἐμίσησε, καὶ τὰς τοῦ ἀντιδίκου πλεκτάνας, ὡς ἱστὸν εὐτελῆ διέλυσεν. Πάντες οὖν ἑορταστικῶς τῷ πανενδόξῳ Μαρτινιανῷ ἱκετεύσωμεν· πανεύφημε Ὅσιε, πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.

Χαίροις, τῶν ἀσκητῶν ἡ κρηπίς, τῶν μοναστῶν τὸ ἀληθὲς ἀκροθίνιον, παρθένων τὸ μέγα κλέος, σεπτὲ Μαρτινιανέ, τῶν Μαρτύρων δόξα καὶ ὑπόδειγμα· σαρκὸς γὰρ ἐπάτησας, τὸ χαμαίζηλον φρόνημα, τοῦ πειρασμοῦ δέ, ἡδονὴν κατενίκησας, εἰς μετάνοιαν, ὁδηγήσας τὸ γύναιον· ὅθεν τὴν σὴν τελείωσιν, δοξάζοντες Ὅσιε, ὕμνοις τιμῶντές σε μάκαρ, καὶ τὰς λιτάς σου αἰτούμεθα, πρὸς Κύριον πάντων, τὸν Δεσπότην καὶ Σωτῆρα, Χριστὸν τὸν εὔσπλαγχνον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ τῆς ἁγνείας φωστήρ, τῆς παρθενίας τὸ εὐῶδες κειμήλιον, ἀσκήσεως θεῖον ὕψος, κλεινὲ Μαρτινιανέ, ἀρετῆς ὁ στύλος καὶ τὸ ἔρεισμα, σατᾶν γὰρ κατέβαλες, ταπεινώσας τὴν σάρκα σου, πυρὶ ἐνύλῳ, πτοηθεὶς τὸ αἰώνιον, καὶ προσήγαγες, εἰς Χριστὸν τὴν πειράζουσαν, πάντες οἱ ἐναθλούμενοι, σὲ ἔχομεν πρότυπον, ἄγαλμα Πάτερ θυσίας, καὶ ἐμπνευστὴν τῆς ἀσκήσεως, αἰτοῦντες λιτάς σου, πρὸς τὸν Κύριον παμμάκαρ, τὸν πολυεύσπλαγχνον.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, τῆς ἀρετῆς ὁ κανών, τῆς Ἐκκλησίας τὸ σεπτὸν ἐγκαλλώπισμα, ἀσκήσεως ὁ ἐκφάντωρ, ἁγνὲ Μαρτινιανέ, ἐρημίας δόξα καὶ ἀγλάϊσμα, ἁγνότητος πρόμαχε, παρθενίας διδάσκαλε, ἀντιλογίας, πρὸς σατᾶν τὸ ὑπόδειγμα, εὐσεβείας δέ, ἀσκητῶν τὸ ἐκτύπωμα, πάντες πανηγυρίζοντες, τὴν μνήμην σου ἔνδοξε, πόθῳ αἰτούμεθα Πάτερ, τῆς τοῦ Χριστοῦ παρακλήσεως, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα... Ἦχος β'

Πεποικιλμένος στολῇ ἁγνείας, καὶ πεπυρσευμένος, ἐντεύξει θείᾳ, ἔνοικόν τε ἔχων Χριστὸν τὸν ἐκ Παρθένου τεχθέντα, γυναικείᾳ στολῇ οὐ συνηρπάγης, οὐδὲ ἡδονάς κατεδέξω, ἀλλ' ἐπέβης προθύμως τῷ ὁμοδούλῳ πυρί, τὸ θεῖον πῦρ ἐγκάρδιον ἔχων, καὶ διὰ τοῦ αἰσθητοῦ καὶ προσκαίρου πυρός, τὸ ἐμπαθὲς πῦρ κατέφλεξας, καὶ τῆς γεέννης τὴν φλόγα κατέσβεσας. Διὸ πρέσβευε, Μαρτινιανὲ τρισόλβιε, καὶ ἡμᾶς τοῦ ὀλεθρίου καὶ αἰωνίου λυτρωθῆναι πυρός.

 

Καὶ νῦν... Θεοτοκίον

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον Ἦχος δ'

Τὴν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας μακάριε, καὶ τῆς θαλάσσης τὰ κύματα, καὶ τῶν θηρῶν τὰ ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρὸς καὶ ζάλης ὁ σώσας με.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὸ ἐξαίσιον, τὸ τῆς ἁγνείας σου, ὁ πειρασμὸς καταπλαγείς, ἀπέστειλέ σοι τὴν πόρνην, ἵνα χειρωσάμενος, τὴν ψυχήν σου μακάριε, πᾶσαν ἀγαλλίασιν, τῇ σῇ πτώσει κομίσηται· σὺ δὲ ἐν τῷ πυρὶ ἀνεδείχθης, μείζων ἐκείνου θεοφόρε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε πάντες οἱ πιστοί, τὸν ἐραστὴν τῆς ἀρετῆς, ἀνυμνήσωμεν λαμπρῶς, ὡς βιαστὴν τοῦ οὐρανοῦ, τοῦ ἐναθλήσαντα πράξει καὶ θεωρίᾳ, τύραννον ἐχθρὸν ταπεινώσαντα, πάθη τῆς σαρκὸς ἐκνικήσαντα, καὶ πορνικοῦ γυναίου τὴν μανίαν, ἐν τῇ φλογὶ ἀναστείλαντα· λαμπρῶς ἐστέφθη, ὑπὸ τοῦ Κτίστου, ὅσιος ἐν ἁγίοις.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν Μαρτινιανόν, ἐν ᾠδαῖς ἀνυμνοῦμεν, ὡς ὅσιον πιστοί, βιαστὴν Βασιλείας, ἀσκήσει διαλάμψαντα, ἐν ἐρήμῳ ἀβάτῳ τε, καὶ νικήσαντα, τοῦ διαβόλου τὸ τέκνον, καὶ τὰς φάλαγγας, τῶν ἀοράτων δαιμόνων, δυνάμει τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἄνθρωπε τοῦ Θεοῦ, τῆς ἀρετῆς ἐραστά, τῆς παρθενίας μάρτυς, βιαστὰ τοῦ οὐρανοῦ, καὶ τῆς Βασιλείας τοῦ Θεοῦ μέτοχε· σὺ πάσας τὰς τοῦ Βελίαρ ἐνέδρας, τῷ θείῳ πυρὶ τῆς ἀγάπης τοῦ Θεοῦ, καὶ τῷ ὑλικῷ πυρὶ κατέστρεψας· πρέσβευε ἐκτενῶς δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου δύο.

Ὁ α΄ Κανών, οὗ ἡ Ἀκροστιχίς: Μέλπω Μάκαρ σου τοὺς δρόμους θείοις λόγοις. Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμός. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος

Μονάσας, καὶ τὸν σταυρόν σου Ὅσιε, ἀναλαβόμενος, τῷ διὰ σὲ ἑκούσιον Σταυρὸν καὶ ταφὴν ὑπομείναντι, ἀκολουθεῖν ἐπόθησας, πάθη νεκρώσας τὰ τοῦ σώματος.

ν ὄρει, τῆς ἀπαθείας Ὅσιε, μένειν ἑλόμενος, ταῖς πρὸς τὸ θεῖον νεύσεσι νυκτός, καὶ ἡμέρας ἐσχόλασας, διὰ νηστείας Πάνσοφε, καὶ ἐγκρατείας καὶ δεήσεως.

Λαμπτῆρα, τῆς Ἐκκλησίας ἔνδοξε, Χριστὸς σε ἔδειξε, φωτοβολοῦντα Πάτερ ἀρεταῖς, τῶν πιστῶν τὰ συστήματα, καὶ τῶν ψυχῶν σκοτόμαιναν, πολυσχιδῆ ἀποδιώκοντα.

Θεοτοκίον

Παρθένον, καὶ μετὰ τόκον μόνην σε, μείνασαν ἔγνωμεν· τὸν πλαστουργὸν γὰρ ἔτεκες Θεόν, καὶ σαρκὶ ἐσπαργάνωσας, τὸν θεϊκαῖς δυνάμεσι, τὴν γῆν ὁμίχλῃ σπαργανώσαντα.

 

 

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Μαρτινιανοῦ τοὺς δρόμους τρέχων ᾄδω. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κ(λ)ήμεντος.

ᾨδὴ α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.

Μυστικαῖς ᾀσμάτων ἐν φωναῖς, δεῦτε εὐφημήσωμεν, τὸν ἀσκητὴν τῆς εὐσεβείας σήμερον, Μαρτινιανὸν πιστῶς, ὡς καλῶς καὶ νομίμως ἀσκήσαντα· ὅθεν καὶ τῆς νίκης, ἔλαβε παρὰ Χριστοῦ τὸν στέφανον.

Ἀκλινῶς τῷ φόβῳ τοῦ Χριστοῦ, Πάτερ τειχιζόμενος, φόβους ἐχθρῶν ὡς λαίλαπα ἀπέδειξας· φοβερὸς γὰρ γέγονας, κατ’ αὐτῶν καρτερίᾳ ἀσκήσεως, καὶ ταῖς φαντασίαις, ἄσειστος διέμεινας πανεύφημε.

Ῥωστικῇ δυνάμει τοῦ Χριστοῦ, τὴν ἐξ ἐπηρείας σοι, δαιμονικῆς ἐπαναστᾶσαν μάστιγα, ὁμαλῶς παρέδραμες, τοῦ γυναίου τὴν ἔφοδον Ὅσιε, ἥνπερ διασώσας, ἔτρωσας ἐν ταύτῃ τὸν ἀρχέκακον.

Τὴν γυναῖκα δέλεαρ γλυκύ, φάρμακον τιμώμενον, ὁ ἀρχηγὸς τῆς ἁμαρτίας εὕρατο, πειθανῶς προσέρπουσαν, καὶ δειναῖς ὑποσχέσι θέλγουσαν, ἀλλ’ ἐν πέτρᾳ ἔστη, ὁ Ὅσιος καὶ προσευχῇ διέσωστο.

Θεοτοκίον

Κυοφόρος ἄνανδρος ἁγνή, καὶ Παρθενομήτωρ δέ, ἐν γυναιξὶ ὑπάρχεις ἀδιάφθορος, ἐν Ἁγίῳ Πνεύματι, τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσα ἐν γαστρί, Ὃν κατ’ εὐδοκίαν, τέτοκας ἀσπόρως τοῦ γεννήτορος.

 

ᾨδὴ γ' Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί

νύστακτον τὸν πυρσόν, τὸν τῆς ψυχῆς διατηρῶν πνεύματι, τῆς νοητῆς ἔνδοθεν, Ὅσιε παστάδος ἐσκήνωσας.

εόντων παραδραμών, εὐσεβοφρόνως τὰ τερπνὰ ἔσπευσας, τὰ μηδαμῶς ῥέοντα, Μαρτινιανὲ ἐγκολπώσασθαι.

Στενούμενος πλατυσμῷ, ἀσκητικῆς διαγωγῆς Ὅσιε, πλάτος τερπνὸν ἔφθασας, τὸ τοῦ Παραδείσου γηθόμενος.

Θεοτοκίον

Οἰκήσας σου τὴν νηδύν, ὁ κατοικῶν τὸν οὐρανὸν ἄλλον σε, Μήτηρ Θεοῦ ἔμψυχον, ὄντως οὐρανὸν ἀπειργάσατο.

 

Ἕτερος. Ἐν πέτρᾳ με τῆς πίστεως.

Ἱδρῶσι τῆς ἀσκήσεως ἀπεπλύνω, τῶν λόγων τὴν κακίαν ὡς βορβορώδη, καὶ εὗρες καθαρότητι διανοίας, τὰς τρίβους Ὅσιε, τὰς τῶν δικαίων λείους, τὰς ὁδοὺς φευξάμενος τῆς ἁμαρτίας σοφέ.

Νευρώσας τὴν καρδίαν σου καὶ πυρώσας, τῷ φόβῳ καὶ τῷ πόθῳ τῷ τοῦ Κυρίου, τὴν σάρκα σου κατέφλεξας ἑκουσίως, πυρὶ ἐνύλῳ σοφέ, ταύτῃ προγράφων ἡμῖν, τῆς γεέννης Ὅσιε τὸ ἀκατάσβεστον πῦρ.

Ἰάματα χαρίτων τοῖς ἀσθενοῦσι, βραβεύειν ἠξιώθης Χριστοῦ θεράπον, τῶν πόνων σου πρὸς ἄμειψιν ἐπαξίως· διὸ παράσχου ἡμῖν, τοῖς σὲ τιμῶσι πιστῶς, ταῖς εὐχαῖς σου Ὅσιε σωφροσύνης μισθόν.

Αἰκίζων σου τὸ σῶμα πυρὶ παμφάγῳ, διώκτης ἀνεδείχθης καὶ στεφανίτης, πυκτεύων τὸν ἀντίπαλον καρτερίᾳ, καθαίρων δὲ λογισμῶν, ῥυτίδα Ὅσιε, καὶ ἁγνεύων πνεύματι καὶ παρθενεύων σαρκί.

Θεοτοκίον

Ἡ σύλληψις ἀπείρανδρος θεϊκὴ γάρ· ἡ γέννησις ἀνείκαστος ὑπὲρ νοῦν γάρ· Θεὸς δὲ τὸ τικτόμενον ὑπὲρ φύσιν· ὢ τῆς λοχείας Σου! ὢ τῆς ἁγνείας Σου! Διὰ σοῦ γὰρ ᾧπταί μοι Θεὸς ἐν δούλου μορφῇ.

 

Κάθισμα Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

Ἐν πέτρᾳ εὐσεβείας προσερείσας τὸν πόδα σου, ἐχθροῦ ταῖς μεθοδείαις ἀπερίτρεπτος ἔμεινας, πυρὶ δὲ θερμανθεὶς τῶν ἡδονῶν, εἰς πῦρ σαυτὸν ἐνέβαλες δειχθείς, ἐθελούσιος Μαρτυς, ἐπισκοπῇ τῇ θείᾳδροσιζόμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνουσα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντάς σοι. Δόξα τῷ ἐνοικήσαντι ἐν σοὶ δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

ᾨδὴ δ' Ὁ Εἱρμός Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία

πωπιάσας τὴν σάρκα σκληραγωγίαις, τῇ καθαρᾷ καρδίᾳ σου, φέγγος ὑπεδέξω Πάτερ τὸ τοῦ Πνεύματος, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

Ταῖς τοῦ πνεύματος λαμπόμενος φωταυγείαις, τὸ σκοτεινὸν παρέδραμες, νέφος τῶν δαιμόνων, μέλπων ἐμμελέστατα, τῷ σὲ δυναμώσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.

Οὐκ ἐσάλευσε τὸν πύργον τῆς σῆς καρδίας, ὁ δυσμενὴς προσρήξας σοι, κύματα κακίας· πέτρα γὰρ ἐστήρικτο, Θεοῦ ἀγαπήσεως, Μαρτινιανὲ ἀξιάγαστε.

Θεοτοκίον

περτέρα τῶν Ἀγγέλων ἐδείχθης μόνη, βουλῆς μεγάλης Ἄγγελον· τέτοκας γὰρ Λόγον πάντας τὸν φωτίζοντα, Παρθένε τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Ἕτερος. Ἐλήλυθας.

Νενέκρωται, τοῦ τυράννου τῆς πλάνης τὸ εὕρημα, καὶ ἧτταν ἠνέγκατο· δι’ ἧς νικᾶν γὰρ ἐπήλπισεν, ταύτῃ καταβέβληται, καὶ συμπατεῖται γυναίου, τοῖς ποσὶ κραταιῶς.

Ὀδύρεται, ἡττηθεὶς γυναικὶ ὁ ἀρχέκακος, καὶ φεύγει τὴν εἴσπραξιν, ὁ τὰ μεγάλα καυχώμενος· πέπτωκεν εἰς βόθρον γάρ, κατὰ τοῦ δούλου Κυρίου, Ὅνπερ ὤρυξεν.

Ὑπομείνας, γενναιότητι γνώμης τὸν Κύριον, τὰς τρίβους κατηύθυνας, καὶ πέτραν ᾤκησας Ὅσιε, αἴθριος προκείμενος, ὡς οὐρανὸν ἐμβατεύων, τὸ νησίδιον.

Τοὺς γενναίους, καὶ ὡραίους σου πόδας πανεύφημε, προδραμὼν ἐξέτεινας, χώραν ἐκ χώρας ἀμείβοντας· φεύγων γὰρ ἐκ πόλεως, τῆς τῶν παθῶν ἀπαθείας, πόλιν ἔφθασας.

Θεοτοκίον

Μεμύηται, ἡ γαστήρ Σου Μαρία θεόνυμφε· Θεὸς γὰρ ὁ ἄναρχος ὤφθη, ἐκ Σοῦ προερχόμενος, οὗ ἐνανθρωπήσαντος, τῆς ἐμφερείας τὸ εἶδος, ἀσπαζόμεθα.

 

ᾨδὴ ε' Εἱρμός. Σὺ Κύριέ μου φῶς

Τίς δύναται τὰ σά, ἐξειπεῖν κατορθώματα, ἰσάγγελον πολιτείαν· ἐπὶ γῆς γὰρ ἀσκήσας, ὁσίως ὑπερήθλησας.

ργανον τῆς φθορᾶς, χρηματίσας ὁ τύραννος, προσβάλλει σου δελεάσαι, ἡδονῇ· ἀλλ' ἡττήθη, ταῖς σαῖς Πάτερ ἐνστάσεσιν.

πῆρξας σεαυτοῦ, δικαστὴς ἐθελούσιος· τὴν φλόγα γὰρ ὑπεισδύνων, τῶν παθῶν τὰς καμίνους, Μακάριε κατέσβεσας.

Θεοτοκίον

Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

Ἕτερος. Ὁ τοῦ φωτὸς χορηγός.

Οὐ βυθισθεὶς τὴν ψυχήν, ταῖς φαντασίαις τοῦ ἐχθροῦ Ὅσιε, ἐν τῷ βυθῷ, τῶν θείων σου πόνων, ἀπέπνιξας στεῤῥῶς, τὸν σὲ ἐν θαλάσσῃ, ποντίσαι πειρώμενον.

Ὕλην εὑρὼν ἀρετῆς, τὴν μεθοδείαν τοῦ ἐχθροῦ Ὅσιε, ὤφθης καὶ νῦν, ζωῆς μὲν προστάτης, ψυχῆς δὲ ὁδηγός, τῆς βυθιζομένης, δεινῶς ἐν τῷ κλύδωνι.

Σὺ ὡς τῷ Πέτρῳ Χριστός, χεῖρας ἐκτείνας συμπαθῶς σέσωκας, κόρην ποτέ, βυθοῦ ἐκ θαλάσσης, καὶ ἔδειξας αὐτήν, διάδοχον ὄντως, τῶν θείων ἀγώνων σου.

Δῶρον Θεοῦ ὡς λαβών, τῶν προσευχῶν σου τὴν ἰσχὺν ἅπαντα, ἐπιτελεῖς, σοφὲ παραδόξως, καὶ σώζεις ἐκ βυθοῦ, καὶ βλάβης λυτροῦσαι, τῶν παθῶν τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἐν δύο φύσεσιν, καὶ ὑποστάσει ἐν μιᾷ πέφηνας, τέλειος ὤν, βροτὸς ἀσυγχύτως· τροπὴν γὰρ ἢ φυρμόν, οὐ πέπονθας Λόγε, σαρκούμενος Κύριε.

 

 

 

 

ᾨδὴ ς' Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε

Δολίαις, γυναικὸς λαλιαῖς σοι προσέβαλεν, ὡς τῷ Προπάτορι πάλαι, δυσμενὴς ὁ ὄφις, ἀλλ' ἐπινοίᾳ, τῇ σοφῇ σου, κατηργήθη αὐτοῦ τὰ σοφίσματα.

αδίως, διοδεύσας τὴν τρίβον τὴν φέρουσαν, πρὸς τὰς ἐκεῖ καταπαύσεις, οὐκ ἐπαύσω Πάτερ διέρχεσθαι, τὰς ἐρήμους, καὶ τὰς πόλεις πολλοῖς ἀγωνίσμασιν.

ρεσι, καὶ θαλάσσαις σαυτὸν ἀπεμάκρυνας, τὸ τῆς ἁγνείας καλόν σου, ἱεραῖς μελέταις καρπούμενος, καὶ στεφάνων, λαμπροτάτων Σοφὲ ἀξιούμενος.

Μέλη σου, τῇ πυρᾷ καταφλέγεσθαι δέδωκας, τὰς ὑπεκκαύσεις σβεννύων, ἡδονῶν τῇ δρόσῳ τοῦ Πνεύματος, θεοφόρε, μοναστῶν ἀκλινέστατον ἔρεισμα.

Θεοτοκίον

λην σε, καθηγίασε Λόγος ὁ Ἅγιος, σοῦ κατοικήσας τὴν μήτραν, τὴν ἡγιασμένην ἀῤῥήτῳ λόγῳ, ὃν δυσώπει, ἐκτενῶς τοῦ σωθῆναι τοὺς δούλους σου.

 

ᾨδὴ στ΄. Πρὸς Κύριον.

Ῥώμῃ Θεοῦ, ἐρείσας τὴν σὴν ψυχὴν πανεύφημε, ὅλως οὐκ ἔδεισας, τῇ ἐλπίδι τειχιζόμενος, τὸν ἄπλετον βυθόν, σοφῶς διανήξασθαι, ἀλλ’ ἐσώθην δελφῖσιν ὀχούμενος.

Ὁ βίος σου, Ἀγγέλους ὡς ἀληθῶς κατέπληξεν, δαίμονας ᾔσχυνεν, οὐρανούς τε κατεφώτισεν, καὶ γύναια πιστῶς, σοφῶς διεσώσατο, καὶ εἰς τρίβον ἀσκήσεως εἵλκυσεν.

Μιμητής σου, τῶν πόνων καὶ τῶν σεπτῶν ἀγώνων σοφέ, ἡ σὴ διάδοχος, ἐπαξίως ὄντως γέγονε, καὶ ἧρε κατ’ ἐχθρῶν, σωφροσύνης τρόπαιον, ἐγκρατείᾳ τὸν δράκοντα κτείνασα.

Οὐκ ὤκλασας, τὸν δρόμον τὸν εὐκλεῆ ἀοίδιμε, ὡς ἀκλινέστατος· μαθητὴς Χριστοῦ κατήντησας, ἀκτήμων καὶ γυμνός, καὶ ἀπερινόητος, πρὸς θείαν ἀκρόπολιν ὄλβιος.

Θεοτοκίον

Νόμοι ἐν Σοί, ἠσθένησαν ἀληθῶς τῆς φύσεως, Παρθένε ἄχραντε· παρθενεύεις γὰρ κυήσασα, τὸν σύνθρονον Πατρί, καὶ Ἁγίῳ Πνεύματι, Λόγον ὄντα Θεὸν καὶ ἄνθρωπον.

 

Κοντάκιον. Ἦχος β' Τοὺς ἀσφαλεῖς.

Ὡς ἀσκητὴν τῆς εὐσεβείας δόκιμον, καὶ ἀθλητὴν τῇ προαιρέσει τίμιον, καὶ ἐρήμου καρτερόψυχον, πολίτην ἅμα καὶ συνίστορα, ἐν ὕμνοις ἐπαξίως εὐφημήσωμεν, Μαρτινιανόν τὸν ἀεισέβαστον· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησεν.

Ὁ Οἶκος

Ἀπὸ περάτων ἕως περάτων διεξῆλθεν ὁ φθόγγος τῶν τερπνῶν ἀρετῶν, καὶ τῶν ἐνθέων ἀγώνων σου· νέος γὰρ ὑπάρχων τῇ ἡλικίᾳ, ἐρήμοις ἐπόθησας συνδιαιτᾶσθαι, ὕμνους Χριστῷ, ψαλμῳδίας, εὐχὰς ἀναπέμπων ἀεί, ἡμέραν τε καὶ νύκτα συναύξων ἔν τε πόνοις καὶ δάκρυσιν, ἁγνῶς τὸν βίον ἐτέλεσας, καὶ σοφῶς τὸν ἀρχέκακον ᾔσχυνας· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησας.

 

Συναξάριον

Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μαρτινιανοῦ.

Ταῖς τῶν σῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμός. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες

πὸ τῆς θείας, κυβερνώμενος Πάτερ χειρός, ὥσπερ, Ἰωνᾶς ἀπέῤῥιψας σεαυτόν, εἰς βυθὸν θαλάσσης Ὅσιε, θηρσὶν ὀχούμενος, καὶ τῇ χέρσῳ λαμπρὸς ἐκδιδόμενος.

Συμπαθεστάτῃ, προαιρέσει Πάτερ σῴζεις σαφῶς κόρην πικροτάτης ζάλης καὶ ἀκλινῆ ἐπὶ πέτραν θείας γνώσεως, στηρίζεις ψάλλουσαν, καὶ Θεῷ εὐαρέστως λατρεύουσαν.

Θεοῦ προστάξει, θαλαττίου ῥυσθεὶς ἐκ κλύδωνος, ταύτην μακαρίαν δέδωκας ἀμοιβήν, τὴν τοῦ σώματός σου νέκρωσιν, καὶ τὴν ὁλόκληρον, πρὸς τὸν πάντων Δεσπότην διάθεσιν.

Θεοτοκίον

κ σοῦ τῆς δόξης, Θεογεννῆτορ λάμψας Ἥλιος, πάντων τῶν πιστῶν ἐφώτισε τὰς ψυχάς, μελῳδούντων θείῳ Πνεύματι· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

 

Ἕτερος. Εἰκόνος χρυσῆς

Ὑλώδους ζωῆς, διαστήσας ἑαυτόν, μονάζων φεῦγε στεῤῥῶς, τὰς πόλεις πάσας καὶ ἐν ὄρεσιν, ἐμφιλοχώρει ὡς ἄξιος· Μαρτινιανὸς γὰρ διδάσκει, ἀπερισπάστως τοῦ ψάλλειν σοι· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Συντόνῳ σκυλμῷ, Παύλου πέφυκας σοφέ, ὁδοιπορίας εἰκών, πόθῳ διώκων ὃν κατέλαβες, τῷ τῆς ἀσκήσεως δρόμῳ σου· ὅθεν καὶ ὡς ξένος τοῦ κόσμου, ἐγνωρίσθης πανεύφημε, τῷ Βασιλεῖ τῶν οὐρανῶν καὶ ἐδοξάσθης πιστῶς.

Τὸν δρόμον πληρῶν, τῆς ἀσκήσεως αὐτοῦ, ὁ μαθητὴς τοῦ Χριστοῦ, πνεύματι θείῳ προαισθόμενος, τὴν ἐκδημίαν τοῦ σώματος, ἔψαλλε ψυχῇ ἀδιστάκτῳ· ὡς εἰς χεῖράς Σου Δέσποτα, τὸ πνεῦμά μου καὶ τὴν ψυχὴν νῦν παρατίθημι.

Ῥωννύει ψυχάς, καὶ διώκει τῶν παθῶν, τὰς δυσιάτους φθοράς, ἡ θεία χάρις τῶν λειψάνων σου, καὶ τῶν δαιμόνων τὰς φάλαγγας, φόβῳ συνταράττουσα τρέπει, μοναζόντων τὸ καύχημα, ἀλλ’ ὑπερεύχου καὶ ἡμῶν νῦν πρὸς τὸν Κύριον.

Θεοτοκίον

Τὸ ὕδωρ τὸ ζῶν, ἀνεπάφου ἐκ πηγῆς, Χριστὸς ἀνέβλυσεν, τῆς Σῆς ἁγίας ὑπερένδοξε, νηδύος μόνη ἀσυγχύτως, τοῖς ἐν πίστει κραυγάζουσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η' Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ

σχύς μου καὶ ὕμνησις αὐτός, ὑπάρχεις Κύριε, μερὶς καὶ κλῆρός μου, σοῦ τὴν ἑκούσιον νέκρωσιν, περιφέρων περιέρχομαι, πόλεις καὶ χώρας ἐμμελῶς, Πάτερ ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐ ψύχει χαυνούμενος τὸν νοῦν, ἀλλ' οὐδὲ καύσωνι, ψυχὴν φλεγόμενος, ὅλως ἐνέδωκας θλίβων σου, τὸ σαρκίον, ἀλλ' ὑπέφερες, τὴν τοῖς δικαίοις ἐννοῶν μακαριότητα, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

στίῳ πτερούμενος σοφέ, τοῦ θείου Πνεύματος, κούφως διέπλασας, βίου τὴν θάλασσαν Ὅσιε, καὶ λιμένι προσεπέλασας, τῆς βασιλείας τοῦ Θεοῦ, μέλπων γηθόμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σκηναῖς ἐναυλίζῃ φωτειναῖς, ἀποδυσάμενος, νέφος τοῦ σώματος, στολαῖς φαιδρύνῃ δὲ Ὅσιε, ἐξ ἱδρώτων ὑφανθείσαις σου, ἀσκητικῶν, καὶ μελῳδεῖς καθαρωτάτῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Λυτρούμενος κόσμον τῆς φθορᾶς, ἐκ σοῦ σεσάρκωται ὁ ὑπερούσιος, θεοχαρίτωτε Δέσποινα, ἐνεργείαις καὶ θελήσεσι, διπλοῦς ὁρώμενος, μιᾷ τῇ ὑποστάσει δέ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ἐκδυσάμενος αἰσθητῶς, τῆς σαρκὸς τὸ ἀσθενὲς τῷ ἱματίῳ, καὶ ἀνδρείας λαβοῦσα, στολὴν καὶ φρόνησιν, ἡ κόρη, ἐβόα νηστεύουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς πάντας τοὺς αἰῶνας.

Χαίρει προθύμως ἀληθῶς, ἐν τῇ πέτρᾳ τοῦ Χριστοῦ ἐρειδομένη, καὶ νηστείᾳ καὶ πίστει, ἐνασκουμένη στεῤῥῶς, ἡ κόρη, βοῶσα ἐν ᾄσμασιν· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς πάντας τοὺς αἰῶνας.

Ὡς μετανάστης τῶν φθαρτῶν, καὶ τῆς ἄνω ἀφθαρσίας κληρονόμος, γεγονὼς θεοφόρε, καὶ θεῖον δρόμον δραμών, τὸ στέφος, ἐβόας δεξάμενος· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ὁ καταβὰς ἐξ οὐρανῶν, διὰ σπλάγχνα οἰκτιρμῶν Θεὲ τῶν ὅλων, καὶ τεχθεὶς ἐκ Παρθένου, σῶσον τοὺς ψάλλοντας· ὑμνεῖτε, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

ᾨδὴ θ' Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους

λην τὴν τοῦ Πνεύματος αἴγλην, καθαρωτάτῃ διανοίᾳ, Μαρτινιανὲ εἰσεδέξω, καὶ φῶς ὡράθης καὶ στῦλος Ὅσιε, ἀπὸ τῆς γῆς αἰρόμενος, καὶ Μοναζόντων προηγούμενος.

Γέρα σοι τῶν πόνων παρέχει, ὁ ἀθλοθέτης σου παμμάκαρ, οὗτινος τοὺς νόμους φυλάττων, ἀνεπιστρόφως τῆς συνειδήσεως, τὸ καθαρὸν διήνυσας, Πάτερ ἀοίδιμε μαρτύριον.

Οἰκεῖς ἐν φωτὶ μετ' Ἀγγέλων βίον ἰσάγγελον βιώσας, θείας ἡδονῆς ἀπολαύων, καὶ θεωρίας καὶ καθαρότητος, ὡς καθαρὸς τῷ πνεύματι, γεγενημένος, Ἀξιάγαστε.

έρευσας τὸ σῶμα θεόφρον, τὸν λογισμὸν καὶ τὴν καρδίαν, Μαρτινιανὲ τῷ Κυρίῳ, καὶ θῦμα ὤφθης πυρὶ ἀσκήσεως, περιφανῶς ὀπτώμενον, καὶ εὐωδίᾳ συντηρούμενον.

Θεοτοκίον

Σὲ τὴν τοῦ Ἡλίου τῆς δόξης, κούφην νεφέλην Θεοτόκε, ἐξ ἧς ὑπὲρ νοῦν ἀνατείλας, τὴν κτίσιν πᾶσαν ἐφωταγώγησεν, εὐσεβοφρόνως ᾄσμασι, Παρθενομῆτορ, μεγαλύνομεν.

 

Ἕτερος. Ὁ Εἱρμός.

Τί τὸ περὶ σὲ μέγα, καὶ σεβάσμιον μυστήριον, ἡ τοῦ Ἀδὰμ θυγάτηρ, καὶ τοῦ Ὑψίστου Μήτηρ, ἡ μόνη πρὸς Θεόν, ἀπλανὴς τῶν βροτῶν γέφυρα; Σὲ ἀσιγήτοις ὕμνοις, οἱ πιστοὶ Θεοτόκε, μεγαλύνομεν.

Νόμους ὑπερβὰς Πάτερ, τῆς ἀσκήσεως διέπρεψας, ἐν ἐγκρατείᾳ πάσῃ, καὶ προσευχῇ ἀγρύπνῳ, νηστείᾳ τε ὁμοῦ, καὶ ἁγνείᾳ καὶ σεμνότητι· ὅθεν ὡς στεφανίτην, ἐπὶ τέλει τῶν ἄθλων, σὲ κηρύττει Χριστός.

Ἄξιος Θεῷ ὤφθης, ὡς καλῶς ἀγωνισάμενος· πάντα γὰρ ὡς χόρτον ῥίψας, κοῦφος διέπλεις Πάτερ, τὸ μέγα καὶ βαρύ, τὸ τοῦ βίου τούτου πέλαγος, καὶ εἰσήχθης εἰς λιμένα, εὐσταλῶς διανύσας, τὸν σὸν δρόμον σοφέ.

Δόξαν ἀληθῶς εὗρες, τὴν οὐράνιον μακάριε, ὡς ἀδοξήσας ἔνθεν, καὶ ταπεινώσας πάντα, τὸν ὄγκον τῆς σαρκός, ἐν τῷ ὕψει τῶν ἀγώνων σου, ἀλλ’ ὡς Χριστοῦ θεράπων, ὑπερεύχου τῶν πίστει, εὐφημούντων σε.

Ὢ τῆς θαυμαστῆς Πάτερ, καὶ σεμνῆς σου πολιτείας σοφέ! ὅτι δαιμόνων πλάνην, καὶ πειρασμοὺς ἀνθρώπων, ὑπομείνας στεῤῥῶς, καὶ θανάτου κατεφρόνησας· ὅθεν καὶ νῦν πρεσβεύεις, τοῦ σωθῆναι ἐκ πλάνης, τοὺς τιμῶντάς σε.

Θεοτοκίον

Σὺ εἶ ἀληθῶς μόνη, ἀειπάρθενε Χριστιανῶν εὐθύτης, ἁμαρτωλῶν προστάτις, ἀδικουμένων σκέπη· ἐκ Σοῦ γὰρ ἀληθῶς, ἀνατέταλκεν ἡ λύτρωσις, μεθ’ οὗ Σὲ καταχρέως, μεγαλύνων ἐν πίστει, τὴν ᾠδὴν ἐκπληρῶν.

 

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῆς φύσεως βιαστής τε, καὶ Μάρτυς Μαρτινιανέ, σὺ ἐθελουσίως ὤφθης, καὶ ὁδηγὸς ταῖς γυναιξί, μεθ' ὧν τὸν ἐχθρὸν νικήσας, ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις.

Θεοτοκίον

Χαριστηρίοις σὲ ὕμνοις, ὑμνοῦμεν πόθῳ Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶντές σοι Θεοτόκε· Χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.

 

Αἶνοι. Ἦχος δ΄ Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸν ἀσκήσει ἐκλάμψαντα, ἐν ἐρήμῳ ὡς ἄγγελον, συνελθόντες σήμερον εὐφημήσωμεν, καὶ ἐν ᾠδαῖς μεγαλύνωμεν, τῆς Χάριτος δώρημα, κλεινὸν Μαρτινιανόν, μοναζόντων τὸ καύχημα, καὶ ἐντρύφημα, τῶν παρθένων τὸ κλέος καὶ τὸ στέφος, τῶν δαιμόνων καθαιρέτην, ὑφηγητὴν τῆς ἀσκήσεως. (Δίς)

 

Παρθενίας ἀγλάϊσμα, καὶ ἁγνείας ὑπόδειγμα, ἐν ψαλμοῖς τιμήσωμεν ὦ φιλέορτοι, ὅτι σατᾶν κατεπάτησε, φλογὶ πυρακτούμενος, θεῖος Μαρτινιανός, καὶ τὴν πόρνην προσείλκυσεν, εἰς μετάνοιαν· ὅθεν Χάριτι θείᾳ ἀνυψώθη, εἰς σκηνὰς ἐπουρανίους, ἔνθα τὸ φῶς τὸ ἀπρόσιτον.

 

Τῆς σαρκὸς τὰ οἰδήματα, τῇ ἀσκήσει ἐμάρανε, καὶ τῆς πόρνης ἔνεδρα κατηδάφισεν, ἐν τῷ πυρὶ καθεζόμενος, ὡς Μάρτυς ἀήττητος, θεῖος Μαρτινιανός, Ἰωσὴφ τὸ ἐκτύπωμα, τὸ πανθαύμαστον, ὃν ὑμνεῖ Ἐκκλησία καὶ δοξάζει, ἑορτάζουσα τὰ τούτου, περιφανῆ κατορθώματα.

Δόξα. Ἦχος πλ. β΄.

Πυρὶ ἐθελουσίως προσομιλήσας Ὅσιε, τὴν τῆς σαρκὸς φλόγωσιν κατέσβεσας, καὶ τοῦ ἀρχεκάκου ὄφεως τὰς παγίδας κατέστρεψας· ὅθεν, συνελθόντες φιλεόρτως, ἐν ἐγκωμίοις σοι εἴπωμεν· Χαίροις ὁ τῷ θείῳ ἔρωτι καταθελχθείς, καὶ τὰ ἀχειροποίητα Ἅγια ὑπὲρ τὰ ὁρώμενα ἐπιποθήσας· χαίροις, ὁ τὸν κόσμον ἀρνηθείς, καὶ τὰ τοῦ πλάνου ἔνεδρα ἐκφυγών· χαίροις, ὁ τὴν σάρκα ὑποπιάσας, καὶ τὴν ψυχὴν ἐν Χριστῷ λαμπρύνας· χαίροις, ὁ τὴν ἄσκησιν μετελθών, καὶ τὴν ἀρετὴν καταλαβών. Πρέσβευε θεοφόρε Μαρτινιανέ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Δεῦτε εὐφημήσωμεν εὐσεβῶς, ἐρημοπολίτην εὐκλεῆ Μαρτινιανόν, τοῦ ἀναδειχθέντα, παρθένων μέγα κλέος, καὶ ἀσκητῶν τὸ νῖκος, καὶ ἐγκαλλώπισμα.

Τὸν περιφανῆ Μαρτινιανόν, τιμήσωμεν ὕμνοις, παρθενίας ὑφηγητήν, τὸν τοῦ Διαβόλου, συντρίψαντα παγίδας, καὶ πόρνης τὰς προκλήσεις, πυρὶ νικήσαντα.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου