ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΕ΄!!
ΙΩΑΝΝΗΣ ΝΕΟΜΑΡΤΥΣ ΧΑΛΑΣΤΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔχων νοῦν ἀήττητον, ὁλοκαρδίως ἀπέκρουσας, Ἰωάννη πανεύφημε, τὰ ἄθεα δόγματα, τῶν υἱῶν τῆς Ἄγαρ, μὴ πτήξας ἀγχόνην, μηδὲ βασάνους τῆς σαρκός, ἀλλὰ λατρεύων, Χριστὸν τὸν Κύριον, γενναίως προσεχώρησας, πρὸς μαρτυρίου τὰ σκάμματα, ὡς ἀμνὸς ἐθελόθυτος, ἐν ἐσχάτοις τοῖς ἔτεσι.
Πίστεως στερέωμα, τῆς εἰς Χριστὸν καρτερόψυχε, διασώζων ἀσάλευτον, δαιμόνων σοφίσματα, ὡς ἱστὸν ἀράχνης, ἀκάμπτῳ σου γνώμῃ, καὶ ταῖς ἐνθέοις σου φωναῖς, ὡς μέγας πύκτης, Χριστοῦ κατέβαλες· διὸ καὶ ἀμαράντινον, τῆς θείας δόξης παρέλαβες, Ἰωάννη τὸν στέφανον, ἐκ χειρῶν τοῦ παντάνακτος.
Χεῖρά σου τὴν ἄμαχον, ἐξ οὐρανοῦ ἐξαπόστειλον, Ἰησοῦ παντοδύναμε, καὶ ῥῦσαί με τάχιστα, ἐκ χειρῶν ἀνόμων, ὧν τὸ στόμα γέμει, ματαιοτήτων κατὰ σοῦ, ἀπὸ καρδίας, μάκαρ ἐκραύγαζες· διὸ συναντιλήπτορα, ἐν ταῖς φρικταῖς μαρτυρίαις σου, τὸν Παράκλητον ἔσχηκας, Ἰωάννη τρισόλβιε.
Πύργος ἀκατάσειστος, τῆς κώμης Πύργου γενόμενος, Ἰωάννη τῷ βίῳ σου, σφοδρῶς ἐπαγάλλεται, ἐν τῇ σῇ κατ’ ἔτος, σεβασμίᾳ μνήμῃ, καὶ ἐξαιτεῖται πανδημί, τῶν πρεσβειῶν σου, σοφὲ τὴν δύναμιν, σὺ γὰρ πρὸς τὸν φιλάνθρωπον, ἀκαταπαύστως ἱκέτιδας, ὑπὲρ πάντων πανεύφημε, ἀνατείνεις τὰς χεῖράς σου.
Δόξα. Ἦχος β΄.
Ὕπνος τοῖς δικαίοις ὁ θάνατος, μᾶλλον δὲ πρὸς κρείττονα ζωὴν ἐνδημία. Τοῦτο δὴ τὸ τῷ γενναίῳ Ἰωάννῃ πεπραγμένον. Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ παρατηρεῖ τοὺς στεφάνους· οὐ φρίττει τὰς πληγάς, ἀλλ’ ἀριθμεῖ τὰ βραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγούντας δημίους, ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας Ἀγγέλους λογίζεται· διὸ καὶ μετὰ τῶν Μαρτύρων συνηριθμήθη, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρωτα τοῦ Χριστοῦ, ἐν τῇ καρδίᾳ ἔχων, τὰ εἴδη Ἰωάννου, βασάνων ἐθεώρεις, ὡς τέρψεις ἢ ὡς πλήγματα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὄχλος τῶν δυσσεβῶν, ἐνόρκησεν ὁρῶν σε, τυπτόμενον τὸ σῶμα, καὶ ἔχοντα ἀκμαῖον, φιλόχριστε τὸ φρόνημα.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πάντες οἱ γηγενεῖς, ἐν τῇ Χαλάστρᾳ ὕμνοις, παμμάκαρ Ἰωάννη, γεραίρουσι τοῖς ἄθλους, τοῦ θείου μαρτυρίου σου.
Δόξα. Τριαδικόν.
Ζήλῳ πυρποληθείς, ἀγάπης θεοφόρε, Τριάδος τῆς Ἁγίας, καθεῖλες Ἰωάννη, τῆς πλάνης τὸ γαυρίαμα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε τῶν Ἀθλητῶν, τῆς πίστεως ἡ ῥῶσις, Παρθένε Θεοτόκε, Ἀγγέλων ἡ Κυρία, καὶ τῶν βροτῶν τὸ καύχημα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς Χαλάστρας τὸν γόνον Μακεδόνων τὸ βλάστημα, καὶ Νεομαρτύρων το κλέος, Ἰωάννῃ τιμῶμέν σε, καθάπερ γὰρ γενναῖος Ἀθλητής, εἰσῆλθες ἐν σταδίῳ πειρασμῶν, ἀποπνίξας το γαυρίαμα τῶν ἀνδρῶν, τῆς Ἄγαρ τῇ ἀγχόνῃ σου. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις σε καιροῖς, Μάρτυρα δείξαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια.
Εὐφροσύνης ἡγούμενος, τὰς κολάσεις τοῦ σώματος, τὴν ὀργὴν ὑπήνεγκας τῶν δημίων σου, σὺ γὰρ πλησθεὶς θείου Πνεύματος, θυμὸν ἀλογώτατον, τῶν ἀθέων ὡς σκιάν, τοῦ καπνοῦ λογιζόμενος, ἀξιάγαστε, τὴν ἀπάτην υἱῶν τῶν ἐκ τῆς Ἄγαρ, ἐβδελύξω Ἰωάννη, ταῖς σαῖς ἀτρέπτοις ἐνστάσεσι.
Τί προσείπω σε Ἅγιε, Ἰωάννη νεόφανες, ἀδριάντα μέγαν ἐγκαρτερήσεως, ἢ στρατιώτην ἀτρόμητον, Χριστοῦ παρατάξεως, ἢ ἀδάμαντα στεῤῥόν, τῶν δογμάτων τῆς πίστεως, ἢ ἀντίπαλον, ἀκατάβλητον ὄντως τῶν ἀθέων, ἢ δαιμόνων καθαιρέτην, ἢ Ἀθλοφόρων τὸ σέμνωμα.
Ἐναγώνιον θέαμα, τοῖς πιστοῖς τὸ σὸν ἄθλημα, φοβερὸν Βελίαρ Ἀγγέλοις θάμβωσις, ἀναδειχθὲν ἐμεγάλυνε, τὸ τίμιον ὄνομα, τοῦ Κυρίου Ἰησοῦ, καὶ Ἑλλήνων ἐπτέρωσε, τὰ φρονήματα, ἐν πληθούσῃ γὰρ Μάρτυς Ἰωάννη, ἀγορᾷ γενναιοφρόνως, Χριστὸν τοῖς πᾶσιν ἐκήρυξας.
Εἰς μνημόσυνον δίκαιος, ἔσται ὄντως αἰώνιον, ἀψευδῶς τὸ Πνεῦμα Θεοῦ ἐφθέγξατο· διὸ τὴν μνήμην σου σήμερον, τιμῶμεν γηθόμενοι, καὶ ἀθλήματα τὰ σά, ἐν Χαλάστρᾳ πανεύφημε, τῇ πατρίδι σου, καὶ αἰτοῦμεν μὴ παύσῃ ἱκετεύων, Ἰωάννη Νεομάρτυς, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Λογισθεὶς τὰ ἀλγήματα, ὡς νηπίων τοξεύματα, παῤῥησίᾳ Μάρτυς καθωμολόγησας, τῆς Ἐκκλησίας τὰ δόγματα, ἐνώπιον ἔνδοξε, τῶν ἀθέων διωκτῶν, τὰ ψευδῆ ἀποθέμενος, φληναφήματα, καὶ ἀνοίας αὐτῶν καταγελάσας, Ἰωάννη ἀνεδείχθης, τῶν Ἀθλητῶν ἰσοστάσιος.
Ἐκμοχλεύσαντες Ἅγιε, τὰ σὰ ἄρθρα οἱ τύραννοι, τὸν Χριστὸν ἐκζήτουν, σφοδρῶς ἀρνήσασθαι, ἀλλὰ σοφαῖς σου ἐνστάσεσι, κατήσχυνας κράτιστα, τὸν δυσώνυμον λαόν, καὶ καθεῖλες τὸν δράκοντα, τῇ ἀθλήσει σου, διὰ τοῦτο ὑπόδειγμα ἐφάνης, τῷ λαῷ τῶν Ὀρθοδόξων, καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὑπὲρ τὰς ἡλιακὰς φωτοχυσίας, ἐξέλαμψεν ἡ μνήμη τοῦ Ἀθλοφόρου Ἰωάννου, τὴν Ἐκκλησίαν φαιδρύνουσα. Οὗτος γὰρ προθυμίαν ἔχων γενναίαν, καὶ διεγηγερμένον φρόνημα, τὸν προστάτην τοῦ σκότους κατέβαλε καὶ διήγειρε τοὺς πιστοὺς πρὸς ἔπαινον. Χαίροις, αὐτῷ βοῶντες, ὁ τὸν φόβον διάπυρον τοῦ Θεοῦ κεκτημένος, καὶ θερμὸν αὐτοῦ τὸν ἔρωτα, ἐν τῇ ψυχῇ ἐῤῥιζωμένον ἔχων· χαίροις, ὁ ἡγησάμενος μέγαν κόσμον, Χριστιανὸς καλεῖσθαι, ἐν ἡμέραις πονηραῖς τῆς καταδουλώσεως τῶν υἱῶν τῆς Ἄγαρ· χαίροις, τῆς Χαλάστρας βλαστός, Θεσσαλονίκης τὸ κλέϊσμα, καὶ Μακεδονίας ἁπάσης τὸ ἐγκαλλώπισμα. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Χριστὸν πανεύφημε, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ τῆς Χαλάστρας Κωμόπολις, Ἰωάννην τὸν Μάρτυρα, ἐπ’ ἐσχάτων βλαστήσασα. Οὗτος γὰρ τὰ δεινᾶ εἰς οὐδὲν λογιζόμενος, καὶ χαίρων ἐπὶ τοῖς ἐλπιζομένοις, κατεγέλα τὸν ἀντίπαλον, ὡς Ἀθλητὴς καρτερόψυχος. Διὸ μετὰ τῶν Μαρτύρων συνηριθμήθη, σὺν αὐτοῖς ἀπαύστως πρεσβεύων, ὑπὲρ τῶν πίστει κατ’ ἔτος τιμώντων, τὰ θεῖα αὐτοῦ μνημόσυνα.
Ἦχος β΄.
Ἀπαρνησάμενος τῶν γεηρῶν τὸ φρόνημα, τὸν νοῦν σου ἐστήριξας, πρὸς τὰ οὐράνια, Ἰωάννη νεόφανες, ἐλευθέρᾳ γὰρ τῇ φωνῇ, εὐθαρσῶς καὶ δικαίως, οὐδὲν τὰ ἀπειλούμενα ὑποπτήξας, Χριστιανὸν ἑαυτὸν ἀνεκήρυξας. Ταύτην τὴν ὁμολογίαν, Ἄγγελοι ἀκούσαντες ἐπεκρότησαν, ἄνθρωποι μετὰ κρότου ἐπευφήμησαν, διάβολος μετὰ δαιμόνων ἐτραυματίσθη, Κύριος ἐν οὐρανοῖς ἐπεγράψατο, Ὃν ταῖς λιταῖς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Εὐφραίνεται ὁ λαός, ἐπὶ μόνῃ τῇ ὑπομνήσει, τῶν κατορθωμάτων τοῦ Ἀθλοφόρου, εἰς ζῆλον καὶ μίμησιν, ἀφ’ ὧν ἀκούει ἐναγόμενος. Τιμὴ γὰρ Μάρτυρος μίμησις Μάρτυρος. Οὗτος γὰρ ὁ ἀπτόητος Ἰωάννης, θαυμαστῇ παῤῥησίᾳ, τὴν φωνὴν τῆς καλῆς ὁμολογίας, ἐν Θεσσαλονίκῃ ἐξεβόησε λέγων· Χριστιανὸς εἰμή, μιμησάμενος τοὺς πρὸ αὐτοῦ μαρτυρήσαντος. Διὸ παῤῥησίαν μεγίστην κεκτημένος, σὺν αὐτοῖς πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Τοῖς μαρτυρικοῖς σου ἀγῶσι, ἡ τῆς Χαλάστρας κώμη, ὡραϊζομένη, πρεσβευτήν σε θερμόν, πρὸς Χριστὸν ἔχουσα πάντιμε· ἐν αὐτῇ γὰρ ἐβλάστησας, ὡς πολύφορον κλῆμα, τοὺς καρποὺς ἐκφῦον, τῆς ἀληθείας τῆς πίστεως. Καὶ η μεγαλώνυμος τῆς Θεσσαλονίκης Μητρόπολις, ἀγάλλεται Ἅγιε, ὡς πιανθεῖσα, τοῖς θείοις ποταμοῖς τῶν αἱμάτων σου, καὶ δέεται σὺν ἡμῖν, Χριστὸν Ὃν ὡμολόγησας, Ἰωάννη δυσώπησον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὀ τῆς Χαλάστρας βλαστός, Νεομαρτύρων τὸ λαμπρὸν ἐγκαλλώπισμα, ὁ μάστιγας καὶ ἀγχόνην, ὡς εὐφροσύνην ψυχῆς, Ἰωάννη ὄντως λογιζόμενος· διὸ καὶ τὸ ὄνομα, τοῦ Δεσπότου τὸ ἅγιον, ὁμολογῆσαι, θεοφρόνως ἐπέμενες, τῇ ἀθλήσει σου, ἀριστεῦ ἐννομώτατε· ὅθεν ἐδημοσίευσας, τοῖς ἔργοις καὶ λόγοις σου, ἐν ἀγορᾷ τῇ μεγάλῃ, τὴν ἀκατάπληκτον δύναμιν, Χριστοῦ τοῦ Σωτῆρος, Ὃν ἱκέτευε σωθῆναι, ἡμᾶς πρεσβείαις σου.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ στεφανίτης Χριστοῦ, τῆς ἀληθείας ἐραστὴς μανικώτατος, ὁ χάριτι χριστοφόρος, τῆς εὐσεβείας ἀνήρ, πονηρευομένων ὁ ἀντίπαλος, διδάσκαλος πίστεως, Ἀθλοφόρων ὁμόζηλος, τῆς Ἐκκλησίας, κραταιότατος πρόβολος, θείου Πνεύματος καθαρὸν καταγώγιον, φύλαξ ὁ ἑτοιμότατος, ἡμῶν τῶν ὑμνούντων σε, ταῖς σωστικαῖς σου πρεσβείαις, ἀπὸ κινδύνων καὶ θλίψεων, καὶ πάσης ἀνάγκης, Ἰωάννη Νεομάρτυς, Χαλάστρας καύχημα.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πάσας, τῶν δυσσεβῶν ἀπειλάς, ὑπὸ τῆς χάριτος Χριστοῦ φωτιζόμενος, ἀνδρείως καθυπομείνας, εἰς τὸν Θεὸν τῆς ψυχῆς, τὸ σὸν ζέον φίλτρον, Μάρτυς ἔδωκας· διὸ καὶ ὑπήνεγκας, τὰς πληγὰς τῆς αἰκίσεως, τὰς τιμωρίας, τῶν βουνεύρων τὴν βάσανον· ὅθεν τῆς νίκης εἴληφας, τὸ στέφος τὸ ἄφθαρτον, ἐκ τῶν χειρῶν τοῦ Δεσπότου, Ὃν ἐκδυσώπει πρεσβείαις σου, ὑπὲρ τῶν ἐν πίστει, ἀνυμνούντων Ἰωάννη, τὰ σὰ θαυμάσια.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε φιλομάρτυρες πάντες, τὴν ἐτήσιον μνήμην, τοῦ χαριτωνύμου Ἀθλοφόρου, ᾀσματικῶς ἐπαινέσωμεν· οὗτος γὰρ ὁ ἀοίδιμος Ἰωάννης, πυκτεύων προθύμως, ἐδέχθη τὰ τραύματα, Ἀγαρηνῶν τὰ δυσίατα, οὐ πρὸς τὰς ἀλγηδόνας βλέπων, ἀλλὰ σκοπῶν πρὸς τὸν στέφανον, καὶ πρὸς ἔλεγχον, τῆς τῶν ἀθέων ὠμότητος, καὶ τεκμήριον μέγιστον, τῆς τοῦ Χριστοῦ δυνάμεως. Καὶ νῦν ἐν οὐρανοῖς συνδιαιτώμενος Ἁγίοις, ὡς ἔχων παῤῥησίαν πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς Χαλάστρας τὸν γόνον Μακεδόνων τὸ βλάστημα, καὶ Νεομαρτύρων το κλέος, Ἰωάννῃ τιμῶμέν σε, καθάπερ γὰρ γενναῖος Ἀθλητής, εἰσῆλθες ἐν σταδίῳ πειρασμῶν, ἀποπνίξας το γαυρίαμα τῶν ἀνδρῶν, τῆς Ἄγαρ τῇ ἀγχόνῃ σου. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις σε καιροῖς, Μάρτυρα δείξαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Χαμαὶ τὴν κεφαλήν, πτερνιστοῦ τοῦ ἀρχαίου, συνέτριψας σφοδρῶς, Ἰωάννη βοήσας, Σωτῆρος τοῦ παντάνακτος, τὸ πανάγιον ὄνομα, μὴ πτοούμενος, Ἀγαρηνῶν τὰς κολάσεις, μηχανήματα, τὰς χαλεπὰς κακουργίας, καὶ θλάσεις τοῦ σώματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὀρθώσασα ἁγνή, τῆς προμήτορος πτῶσιν, ἀπέβης ἀλετήρ, τῶν ἀσάρκων δαιμόνων, συντρίψασα τῷ τόκῳ Σου, τὸν πικρότατον θάνατον, καὶ τὸ βρότειον, ἀνακαινίσασα γένος· διὸ ἅπαντες, οἱ γηγενεῖς κατὰ χρέος, ὑμνοῦμέν Σε ἄχραντε
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀθέων φιμώσας σοφὲ τὰ στόματα, καὶ γλωσσαλγίας τῆς Ἄγαρ ἐπιστομώσας λαμπρῶς, οὐκ ἐπτοήθης Ἀθλητὰ ἀγχόνης θάνατον· ἀλλ’ ἐβάδισας στεῤῥῶς τῶν Μαρτύρων τὴν ὁδόν, ὀνείδη καθυπομείνας, καὶ ῥαβδισμοὺς ἐπωδύνους ὦ Ἰωάννη χαριτώνυμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καταφύγιον ὄντως τὸ ἀπροσμάχητον, τῶν Ὀρθοδόξων ἐδείχθης καὶ κυβερνῆτις σοφή, ἡ σωσίψυχος βροτῶν τῶν προσφευγόντων Σοι, ἡ ὀμβρήσασα ἡμῖν, τὴν πηγὴν τῶν οἰκτιρμῶν, τοῦ κόσμου παραμυθίαν, καὶ τῶν ἐν θλίψεσι ὄντων, παραψυχὴν θεομακάριστε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πρὸς μάχην παγχάλεπον ἐξωπλισθεὶς ἀνδρικῶς, τὴν γνώμην ἀντέταξας τὴν σταθηρὰν πρὸς ἐχθρόν, γελῶν τὴν παράταξιν, Μάρτυς τῶν ἀντιθέων, ἐπιγόνων τῆς Ἄγαρ, πάντας δὲ Ὀρθοδόξους, ἐμπιπλῶν εὐφροσύνης· διό Σε ὁ Δεσπότης, παμμάκαρ ἐτίμησε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ φῶς ἀνατείλασα ἐσκοτισμένοις βροτοῖς, Παρθένε πανάμωμε τὸν σκοτισθέντα μου νοῦν, λιταῖς Σου ἐκλάμπρυνον, ὅπως ἁμαρτημάτων, σκοτοδίνης τὴν νύκτα, Μῆτερ καὶ τῶν παθῶν μου, τὴν ἀμαύρωσιν φύγω, Σὺ γὰρ φωτὸς ἀδύτου, ὑπάρχεις τὸ οἴκημα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον συνεκάλεσεν ἡμᾶς, εἰς τὴν παροῦσαν ἑορτήν, ὁ χαριτώνυμος Ἰωάννης, οὐχ ἵνα αὐτὸν ἐπαινέσωμεν, ἀλλ’ ἵνα αὐτὸν ζηλώσωμεν. Οὗτος γὰρ ζωτικῆς ἐπιπνοίας ἐμφορούμενος, τῶν Ὀθωμανῶν τὰ ληρήματα ἐξεφαύλισε, καὶ ὡς καλλίνικος Μάρτυς, τὴν ἀγχόνην ἐδέξατο, κληρονόμος γενόμενος, τῆς αἰωνίου ζωῆς, ἧς καὶ ἡμεῖς ταῖς αὐτοῦ πρεσβείαις, ἐπιτυχεῖν δεόμεθα, παρὰ τοῦ παμβασιλέως Χριστοῦ.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Νεοφανοῦς Ἰωάννου, τὸν βίον μέλπω. Ἰωήλ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νεομαρτύρων τὸ λαμπρὸν ἐκβλάστημα, τὸν χαριτώνυμον, Ἰωάννην θεῖον, τῆς Χαλάστρας καύχημα, Χριστοῦ τῇ θείᾳ χάριτι, συνελθόντες ἐν ὕμνοις, χαρμονικῶς ἐπαινέσωμεν, πάντες οἱ φιλάγιοι σήμερον.
Ἐν τῷ αἰῶνι τῷ ἀγήρῳ ἔνδοξε, ἐταμιεύσατο, ὁ ἀγωνοθέτης, Ἰησοῦς τὸν στέφανον, τῶν θείων παλαισμάτων σου, ὡς πολύτιμον δεῖγμα, θαρσαλεότητος πνεύματος, Μάρτυς Ἰωάννη καὶ πίστεως.
Ὁλοκαρδίως τὸν Χριστὸν τοῖς λόγοις σου, καθωμολόγησας, ἐναντίον πάντων, τῶν ἐχθρῶν τῆς πίστεως, ἀγχόνῃ δὲ ἀπέδειξας, ἐν τοῖς ἔργοις ἐσχάτως, τὸ ἀληθὲς τῶν ῥημάτων σου, Μάρτυς Ἰωάννη νεόφανες.
Θεοτοκίον.
Φωτογεννῆτορ Θεοτόκε πάναγνε, τὴν σκοτεινόμορφον, ἐκ παθῶν ψυχήν μου, τῇ Σῇ αἴγλῃ αὔγασον, ἐχθρὸν δὲ τὸν νυκτίμορφον, καὶ παμπόνηρον ὄφιν, τὸν καθ’ ἑκάστην ὀχλοῦντά με, σύντριψον λιταῖς φωτοφόροις Σου.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ἀγωνίαν θανάτου τῆς ποθητῆς φύσεως, πρόῤῥιζον τεμὼν Ἰωάννη, θάρσος ἐλάμβανες, πρὸς τὴν εὐσέβειαν, ἐκ τῶν παθῶν τοῦ Κυρίου, Ὃν ὐπερηγάπησας, ψυχῇ καὶ σώματι.
Νευρωθεὶς ἀοράτως τῇ παντουργῷ χάριτι, τῶν Ὀθωμανῶν ἐτροπώσω, πλάνην τὴν ἄθεον· ὅθεν ἡ κώμη σου, ἡ φυσαμένη σε Μάρτυς, Ἰωάννη γάνυται, ἐπὶ τῇ μνήμῃ σου.
Ὀνειδίζοντες μώμοις τὴν σταθηρὰν γνώμην σου, τῶν Ἀγαρηνῶν ἡ ἀγέλη, εὑρεῖν ἐσπούδαζεν, κόλασιν ἄφατον, ἵνα σε πλήξῃ καιρίως, ἀλλὰ Μάρτυς ἔμεινας, στύλος ἀκλόνητος.
Θεοτοκίον.
Ὑποστήριγμα μέγα ὡς ἀληθῶς κέκτηται, ἅπαν τὸ ἀνθρώπινον γένος, τὸν θεῖον τόκον Σου, Ὃν ἐπλαστούργησας, ἐν τῇ σεπτῇ Σου νηδύϊ, συνεργείᾳ Πνεύματος, ἀειμακάριστε.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πλήττων Ἅγιε, τὴν ἀρχεκάκου, κάραν ῥήμασι, γέμοντα ῥώμης, τὰ πονηρεύματα τούτου ἠχρήστευσας, Χριστιανὸς γὰρ εἰμὶ ἀνεκραύγαζες, καὶ μηδαμῶς ἐξαιροῦμαι τὴν πίστιν μου. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χεῖρα ἔκτεινον, τὴν δεξιάν Σου, καὶ ἐξάρπασον, ἐκ τῆς ἰλύος, τῶν χαμερπῶν ἁμαρτάδων Θεόνυμφε, τὴν ταπεινήν μου ψυχὴν ταῖς πρεσβείαις Σου, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχουσα, ἵνα χαίρων Σου, ὑμνῶ τὰ τεράστια θαύματα, τὴν σκέπην Μαριὰμ καὶ τὴν βοήθειαν.
ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Συναγωγήν, Ἀγαρηνῶν τροπωσάμενος, τῇ ἀτρέπτῳ γνώμῃ σου πανάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τροφήν, καὶ τῆς ἀθεΐας τὸ ἀλογώτατον σύστημα, ἀπέῤῥιψας ἐσχάτως, διοδεύσας τὴν τρίβον, μαρτυρίου Δεσπότου τὴν εὔθετον.
Ἰχνηλατῶν, ὦ Ἰωάννη πανεύφημε, τοῦ Σωτῆρος, θάνατον τὸν ἄδικον, περιχαρῶς, ἅμα καὶ σποδῶς, τῆς πικρᾶς ἀγχόνης, χριστομιμήτως ἠθέλησας, τὴν πεῖραν εἰληφέναι, προστεθεὶς τῇ χορείᾳ, τῶν Ἁγίων Μαρτύρων τῆς πίστεως.
Ὥσπερ ἀστήρ, τῆς Ἐκκλησίας ἀείφωτος, καταλάμπων, πάντας τοὺς πιστεύοντας, τὸν ἐν Τριάδι Δημιουργόν, ἀνέτειλας Μάρτυς, ὅτε ἐκράτει τὰ δόγματα, τῆς Ἄγαρ τὰ ζοφώδη, ἐν ἐσχάτοις τοῖς χρόνοις, τῆς δουλείας τοῦ γένους σου ἔνδοξε.
Θεοτοκίον.
Ἁγιασμός, πάντων ἡμῶν ἀναφαίρετος, Θεοτόκε, καὶ χαρᾶς ἀνάβλυσις, τῶν ἐν τῷ βίῳ ὀδυνηρῶν, ἀνάπαυλα ὄντως, κακοπαθούντων ἀνάψυξις, Ἀγγέλων θυμηδία, καὶ βροτῶν σωτηρία, ἀνεδείχθης Παρθένε ἀπείρανδρε.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν σοι.
Νῦν πάντες ἐν Χαλάστρᾳ, τῇ κώμῃ σου, ἀνυμνοῦμεν, τοὺς θείους ἀγῶνάς σου, ὦ Ἰωάννη πανεύφημε.
Νεκρώσας τὸ φιλόϋλον φρόνημα, Ἰωάννη, πρὸς πάλην ἐχώρησας, τῇ συνεργείᾳ τῆς χάριτος.
Ὁρμήσας ἀνδρικῶς τὴν παράταξιν, τοῦ Βελίαρ, τοῖς βρόγχοις ἀπέπνιξας, τῆς ἀληθείας πανένδοξε.
Θεοτοκίον.
Ἰσχύς μου καὶ χαρά, ἡ ἀμείωτος, καὶ τὸ φῶς μου, ὑπάρχεις πανάμωμε, Χριστιανῶν τὸ κραταίωμα.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Τὸ σῶμά σου Ἀθλητά, ἐπὶ τὰ ὕδατα ἔῤῥιψαν, ὁ τῶν δημίων ἐσμός, καὶ Πνεύματος χάριτος, ἐπλήσθη τὰ κύματα, καὶ ἡ φύσις πᾶσα, Ἰωάννη ἀξιάγαστε.
Ὁμότροπος ἐν παντί, ἀναδειχθεὶς τῇ ἀθλήσει σου, Μαρτύρων τῶν παλαιῶν, τὴν πίστιν ἐτράνωσας, Χριστοῦ χαριτώνυμε, ἠρτυμένοις λόγοις, ἐν τῷ ἅλατι τῆς χάριτος.
Νιφάδας τῶν ἐννοιῶν, τῆς τοῦ Χριστοῦ ἀπαρνήσεως, διέλυσας κραταιῶς, τοῦ σοῦ μὴ φεισόμενος, θεόληπτε σώματος, ὑποστὰς ἀγχόνην, Ἰωάννη καὶ οἰκίσματα.
Θεοτοκίον.
Βροτείαν φύσιν ἁγνή, τὴν ταπεινὴν ἀνυψώσασα, ἐγέννησας τὸν Υἱόν, ἀνάρχου γεννήτορος, Χριστὸν τὸν παντάνακτα, Ὃν Ἀγγέλων τάξεις, ἀκαταπαύστως μεγαλύνουσι.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Νεοφανῶν Ἀθλοφόρων προσαύξησις, μαρτυρικῶς Ἰωάννη γενόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου, καὶ τῆς τεκούσης σε κώμης ἱκέτευε, πρεσβείαις πρὸς Κύριον πάντοτε.
Ὁ Οἶκος.
Τοῦ Νεομάρτυρος τὴν μνήμην, τοῦ στεφανίτου τὴν ἄθλησιν, τοῦ βλαστοῦ τῆς Χαλάστρας τὴν τόλμησιν, εὐσεβοφρόνως οἱ πιστοὶ ἀνυμνήσωμεν, ἵνα εὕρωμεν χάριν, οἱ ὄντες χλιαροὶ εἰς τὴν πίστιν, καὶ τὸν βίον ἄστατον ἔχοντες. Οὗτος γὰρ ὁ μακάριος ἀνήρ, ὡσεὶ κωφὸς οὐκ ἤκουεν, ὡς λέγει τοῦ ᾀσματογράφου τὸ λόγιον, τὰ ληρώδη ῥήματα, Ἀγαρηνῶν τῶν κενοφώνων, ἀλλ’ εὐθαρσῶς τοῖς πᾶσιν ἐκήρυττε, τοῦ Σωτῆρος τὸ ὄνομα. Καὶ οὕτω ἐν Θεσσαλονίκῃ ὑπέστη τὸν δι’ ἀγχόνης θάνατον. Διὸ τανῦν παῤῥησίαν ἔχων μεγίστην, ὑπὲρ ἡμῶν ἱκετεύει, πρεσβείαις πρὸς Κύριον πάντοτε.
Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Κουλακιώτης, ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1776, ἀπαγχονισθεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Ἵστησι φρένας τῶν ἀνθρώπων, Μάρτυς ἔνδοξε ἡ σὴ ὁμολογία, οὐκ ἀρνοῦμαι Χριστόν, πολλάκις ἀνεφώνεις, ἐπιστομῶν τρανότατα, Ἰωάννη τοὺς δημίους.
Ὅτε ἑκὼν ἐν τῇ ἀγχόνῃ, τὴν ἐπίπονον ἀνῆλθες Ἰωάννη, τὸν δεινὸν πειρατήν, τοῦ γένους τῶν ἀνθρώπων, ἀνδροπρεπῶς ἀπέπνιξας, τῶν αἱμάτων σου τοῖς βρόγχοις.
Νόμοις ἐνθέοις τεθραμμένος, τὴν φρενόπληκτον ἀπάτην τῶν τυράννων, ἐβδελύξω σφοδρῶς, ἐκ βάθους τῆς καρδίας, ἀναφανεὶς ὑπέρμαχος, τῶν πατρώων διδαγμάτων.
Θεοτοκίον.
Μέλλων ἐνώπιον Ἀγγέλων, κατακρίνεσθαι ὡς μὴ μετανοήσας, ἐκζητῶ ταπεινῶς, τὴν Σὴν ἐπιστασίαν, ὅπως ἐκφύγω Δέσποινα, τοῦ πυρὸς τοῦ αἰωνίου.
ᾨδὴ η’. Οἱ θεοῤῥήμονες παῖδες.
Ἐν σοὶ καυχᾶται πόλις Θεσσαλονίκη, καὶ εὐσεβῶς Ἰωάννη, ἀνευφημεῖ σου τὰ τραύματα, ἣν ἀπαύστως θεόφρον, ταῖς λιταῖς σου ἀπαύστως περίσωζε.
Λελαμπρυσμένος τοῖς στίγμασι τοῦ Κυρίου, ἐν οὐρανοῖς Ἰωάννη, συνηριθμήθης τοῖς Μάρτυσι, τὸν Χριστὸν ἱκετεύων, ὑπὲρ τῶν ὑμνούντων σε.
Πλούτου φθαρτοῦ ἀλογήσας τὸν μαργαρίτην, τὸν πολύτιμον εὗρες, ἐν Παραδείσῳ καὶ ἔψαλλες· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ὡς τοῦ Νυμφίου παστὰς ἡ κεχρυσωμένη, ὡς πανευώδης Παρθένε, καὶ χαριτόπνους Παράδεισος, ὡς ὁ κόσμος τοῦ κόσμου, ὑμνοῦντά Σε σῶσόν με.
ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκόη.
Ἵνα καθέλῃς κραταιῶς, Ἀγαρηνῶν τὸ ὑπερφίαλον φρόνημα, χαίρων ἐβάδισας, ὁδὸν μαρτυρίου τὴν πολυστένακτον, καθυποστὰς μηχανάς, καὶ τὰ κακουργήματα· διὸ καὶ εἴληφας, Ἰωάννη τὸ βραβεῖον τὸ ἄνωθεν.
Ὡς ὄρθρος μάκαρ ἐν νυκτός, τῆς δουλείας Ὀρθοδόξοις ἐμήνυσας, ταῖς σαῖς ἐνστάσεσιν, ἐλευθερίας τοῦ γένους ἥλιον, καὶ ὡς ἀστὴρ ἡμερινός, ταῖς σαῖς ἐπιλάμψεσι, τὴν πίστιν Ἅγιε, τοῦ Σωτῆρος Ἰωάννη ἐστήριξας.
Ἡ κώμη Πύργος εὐσεβῶς, τὴν ἑόρτιον γεραίρει πανήγυριν, τοῦ σοῦ ὀνόματος, καὶ ἐξαιτεῖται Μάρτυς τὴν χάριν σου, σὺ γὰρ δοχεῖον καθαρόν, καὶ ἔσοπτρον γέγονας, Ἁγίου Πνεύματος, Ἰωάννη Ἀθλητὰ πανσεβάσμιε.
Θεοτοκίον.
Λύσον μου πάσας τὰς σειράς, ἁμαρτάδων Θεοτόκε πανύμνητε, τῇ μεσιτείᾳ Σου, καὶ τοῦ Υἱοῦ Σου ἀγάπῃ δέσμευσον, καὶ τῆς γεέννης τοῦ πυρός, λύτρωσαί με δέομαι, τὸν χειμαζόμενον, ὑπὸ πλήθους πειρασμῶν καὶ περιστάσεων.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Μάρτυρα τιμήσωμεν, Χαλάστρας τὸ ἐκβλάστημα, Θεσσαλονίκης τὸ κλέος, τὸν Ἀθλητὴν Ἰωάννην, ὡς στόμα γὰρ τοῦ Πνεύματος, τὸ τοῦ Σωτῆρος ὄνομα, ἀνδροπρεπῶς ἐκήρυξε, ἐν ἀγορᾷ τῇ πληθούσῃ, καταβαλὼν τοὺς ἀθέους.
Θεοτοκίον.
Ψυχῶν τὸ ἱλαστήριον, Παρθενομῆτορ γέγονας, καὶ ἡ χαρὰ τῶν ἀνθρώπων, ὁ δοξασμὸς τῶν Ἀγγέλων, πιστῶν ὁ ὄλβος ἄσυλος, καὶ κόσμου ἡ μεσίτρια, ῥεῖθρον ζωῆς ἀείῤῥοον, καὶ τοῦ Κυρίου ἡ Μήτηρ· διό Σε ὑμνολογοῦμεν.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν χαριτώνυμον πάντες Κυρίου Μάρτυρα, τὸν δυσσεβείᾳ συζῶντας, καὶ ἀγνοίας τῷ ζόφῳ, ἐλέγξαντα ἐσχάτως σοφίᾳ πολλῇ, Ἰωάννην τιμήσωμεν, νικητικῶς γὰρ ἁπάσας τὰς προσβολάς, διεξῆλθεν ὁ μακάριος.
Μεταλαγχάνων τῆς ἄνω ἐπικουρίας σεμνέ, τῶν ῥαβδισμῶν τὸ ἄλγος, καὶ ἀγχόνης τὸ δέος, ἐξήλασας τελείως ἐκ τῆς ψυχῆς, Ἰωάννη νεόφανες, σὺ γὰρ φρουρούμενος ὄντως ὑπὸ Θεοῦ, κατεγέλας τοὺς δημίους σου.
Ὅλον σαὐτὸν τῷ Κυρίῳ θυσίαν ἄμωμον, καὶ ἀρεστὴν καὶ ζῶσαν, ἐν ἐσχάτοις τοῖς χρόνοις, καθάπερ ὁ Ἀπόστολος τῶν ἐθνῶν, ἐκπαιδεύει προσήνεγκας, ἀνεπιστρόφῳ φρονήματι τὸν ζυγόν, τῶν Μαρτύρων ἐκλεξάμενος.
Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος ἔλαμψε, ἡ μνήμη σου θεόφρον, ἐν Χαλάστρᾳ τῇ κώμῃ, σκεδάζουσα τὰ σκότη τὰ χαλεπά, τῆς δεινῆς ἀπογνώσεως, καὶ προσπορίζουσα πᾶσι τοῖς γηγενεῖς, Ἰωάννην χάριν ἄφθονον.
Δόξα. Ἦχος πλ. δ΄.
Οὐ μόνον τῶν αἰσθητῶν Ἀγαρηνῶν, ἀλλὰ καὶ τῶν νοητῶν Αἰθιόπων, διὰ τῆς θείας ἐλπίδος, περιεγένου πανόλβιε, θαῤῥῶν γὰρ τῇ θείᾳ κηδεμονίᾳ, τὰς ἐπιούσας προσβολάς, τῶν ματαιοφρόνων ἐσκέδασας, καὶ τῆς παρὰ τοῦ Θεοῦ, ἠξιώθης εὐνοίας· ὅθεν τοὺς ὑπὲρ τῆς εὐσεβείας ὑπομείνας ἀγῶνας, μαρτυρικῆς ἠξιώθης στάσεως, καὶ ἡ Χριστοῦ Ἐκκλησία, ἀγαλλομένη γεραίρει σε, τιμῶσα τὰ σὰ μνημόσυνα. Ἀλλὰ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, μὴ παύσῃ ταῖς σαῖς πρεσβείαις δυσωπῶν ὑπὲρ ἡμῶν, Νεομάρτυς Ἰωάννη, ὅπως ῥυσθῶμεν κινδύνων ἀδοκήτων, καὶ πάσης περιστάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς Χαλάστρας νέος βλαστός, μάκαρ Ἰωάννη, παῤῥησίας ὁ θησαυρός· χαίροις Ἐκκλησίας, τὸ καύχημα καὶ κλέος, καὶ πάσης περιοίκου, τὸ ἐγκαλλώπισμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου