Παρασκευή 13 Σεπτεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 21. ΑΓΙΟΣ ΜΑΞΙΜΙΑΝΟΣ ΡΑΒΕΝΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ 21!!
ΜΑΞΙΜΙΑΝΟΣ ΡΑΒΕΝΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν τῆς Ῥαβέννης ποιμένα λαμπρῶς τιμήσωμεν, Μαξιμιανὸν θεῖον, Ἐκκλησίας τὸν στῦλον, πρόεδρον ποιμένων καὶ τῶν πιστῶν, θεοδώρητον πρότυπον, τῆς λειτουργίας τε θείας τὸν ἐραστήν, ἀρετῆς τὸ ἐγκαλλώπισμα.

Ἐκκλησιῶν τὸν προστάτην ἀνευφημήσωμεν, Μαξιμιανὸν πάντες, τὸν σεπτὸν ἱεράρχην, πίστεως ἁγίας τὸν φρυκτωρόν, καὶ διώκτην τοῦ σχίσματος, ἀληθειῶν τῆς Τριάδος μυσταγωγόν, καὶ πιστῶν τὸ καταφύγιον.

Τῶν Ἐπισκόπων τὸ πρότυπον ἀνυμνήσωμεν, Μαξιμιανὸν κλέος, Ὀρθοδόξων καὶ τύπον, τέχνης Ἐκκλησίας τὸν ἐραστήν, ἀγαπῶντα εὐπρέπειαν, τῶν ἱερῶν τοῦ Κυρίου σεπτῶν ναῶν, ὧν ἐγκαίνια ἐτέλεσεν.

Τὸ τῆς Ῥαβέννης ἀγλάϊσμα δεῦτε στέψωμεν, Μαξιμιανὸν λόγοις, καὶ ἀνθέων στεφάνοις· οὗτος γὰρ ἐποίμανεν εὐσεβῶς, ἐκλογάδα τὴν ἔμφρονα, διά τε λόγων καὶ ἤθους θεοπρεποῦς, καὶ τὸ σχίσμα κατενίκησε.

Δόξα. Ἦχος β΄.
Σήμερον, τῶν πιστῶν ὁ σύλλογος, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὸν ἔνδοξον προκαθήμενον, καὶ τῆς Ῥαβέννης φρυκτωρὸν ἑορταστικοῖς ὕμνοις καὶ ἐγκωμίοις, ἐνθεαστικῶς τιμήσωμεν. Οὗτος γὰρ ἐν θεοσόφοις διδαχαῖς, τὰς τῶν σχισματικῶν διαιρέσεις καὶ πλάνας καταλύσας, τὴν ὀρθόδοξον πίστιν ἐτράνωσε, καὶ τοὺς πιστοὺς μεγάλως ἐστήριξεν. Αὐτοῦ ταῖς πρεσβείαις, σῶσον Κύριε τᾶς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὦ Μαξιμαινέ, ποιμὴν κλεινὲ Ῥαβέννης, Ὀρθοδοξίας στῦλε, στερέωσον ἐν πίστει, τοὺς πόθῳ εὐφημοῦντάς σε.

Στ.: Τὸ στόμα λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τὸν Μαξιμιανόν, ἐν ὕμνοις ἐγκωμίων, τιμήσωμεν καὶ λόγοις, ὡς κήρυκα τοῦ Λόγου, καὶ πίστεως τὸν φύλακα.

Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Ὁ Μαξιμιανός, ἐπίσκοπος Ῥαβέννης, Ἱεραρχῶν τὸ κλέος, πρεσβεύει τῷ Κυρίῳ, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τριαδικόν.
Μόνε Τριαδικέ, τῆς κτίσεως Δομῆτορ, τοὺς πίστει ἀνυμνοῦντας, τὸ θεῖον Ὄνομά Σου, περίσῳζε παντέλειε.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Ἰησοῦ, μεσίτρια τοῦ κόσμου, κραταίωσον τοὺς πόθῳ, λατρεύοντας ἐν φόβῳ, τῷ Σῷ Υἱῷ πανύμνητε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Ῥαβέννης ποιμένα καὶ ἀντιλήπτορα, Ὀρθοδοξίας τὴν δόξαν καὶ φυτουργὸν ἀρετῆς, ἀνυμνήσωμεν πιστοί, ποιμένων πρόεδρον, ἔνδοξον Μαξιμιανόν, ἀληθείας φρυκτωρόν, τῆς πλάνης τὸν ἀναιρέτην, δοξασθέντα παρὰ Κυρίου, ἐν τῇ ἀγήρῳ καὶ μακαρίᾳ ζωῇ.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
ᾌσμασιν τιμήσωμεν, καὶ ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Ῥαβέννης ἐπίσκοπον, Μαξιμιανὸν σεπτόν, τῆς Ὀρθοδοξίας, καὶ ρῆς Ἐκκλησίας, τὸν θεοδώρητον φρουρόν, καὶ τῶν σχισμάτων δεινὸν πολέμιον, τὸν κήρυκα τῆς πίστεως, καὶ τῶν πιστῶν καταφύγιον, τοῦ Χριστοῦ ἀφομοίωμα, καὶ πατέρων ἀντίγραφον. (Δίς)

Δεῦτε καταστέψωμεν, ἐν ἐγκωμίοις καὶ ἄνθεσι, τῆς Ἰστρίας τὸ βλάστημα, Μαξιμιανὸν κλεινόν, ἱερῶν δογμάτων, καὶ θεολογίας, κόσμον καὶ πλοῦτον ἀσινῆ, Ἐκκλησιῶν τε θεῖον κοσμήτορα, πιστῶν τὸ ἐγκαλλώπισμα, τὸν οἰκονόμον τῆς χάριτος, τῆς Τριάδος τὸν κήρυκα, καὶ τῆς πίστεως ἔρεισμα. (Δίς)

Πάντες μεγαλύνωμεν, καὶ μακαρίσωμεν ᾄσμασι, Βιγιλίου τὸ δώρημα, Μαξιμιανὸν πιστοί, τῆς Ῥαβέννης κόσμον, τὸν ἀρχιερέα, τὸν προεδρεύσαντα πιστῶς, τῶν ἐπισκόπων συνέσει Πνεύματος, τὸν φύλακα τῆς πίστεως, Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τὸν λαμπρῶς σαββατίζοντα, ἐν ἁγίοις σκηνώμασιν. (Δίς)

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ πανενδόξου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἁγίου Μαξιμιανοῦ μνήμη, ἡμᾶς θεοπρεπῶς συνήγαγε. Δεῦτε οὖν πανευλαβῶς, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς πνευματικαῖς αὐτῷ βοήσωμεν· χαίροις, Ῥαβέννης ἀρχιεπίσκοπε, καὶ ποιμένων προκαήμενε· χαίροις, Ὀρθοδοξίας κήρυξ θεόσοφε, καὶ τῆς πλάνης τοῦ σχίσματος ἀντίπαλε· χαίροις, Διδασκάλων ἰσοστάσιε, καὶ τῶν Πατέρων ὁμόφρον· χαίροις, τῶν ἐγκαινίων τῶν ἱερῶν ναῶν ὁ τελεστής, καὶ τῶν ἱερῶν τῶν ἁγίων λειψάνων ὁ εὐλαβὴς προσκυνητής. Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἠμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Ἑορτὴν εὐφρόσυνον, καὶ πανήγυριν θεόσδοτον, ἡ τῶν ὀρθοδόξων μήτηρ Ἐκκλησία, ἐπὶ τῇ μνήμῃ τοῦ ἀρχιεπισκόπου Ῥαβέννης Μαξιμιανοῦ, ἐν πνευματικῇ ἀνατάσει καὶ ἀγαλλιάσει, σήμερον λαμπρῶς ἐπιτελεῖ. Δεῦτε οὖν φιλέορτοι, ἐνθεαστικῶς πανηγυρίσωμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις, τῶν ἀληθειῶν τῆς πίστεως θεόσοφε κήρυξ, καὶ τοῦ σχίσματος τῶν Τριῶν Κεφαλαίων ἀνατροπεῦ· χαίροις, τῶν θείων μυστηρίων μυσταγωγέ, καὶ τῶν πιστῶν πανεύφημε διδάσκαλε. Ὡς σαββατίζων ἐν τῇ ἄνω Σιών, ἀδιαλείπτως πρέσβευε τῷ ἐσφαγμένῳ Ἀρνίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Δεῦτε πιστοί, τὸν τῆς Ῥαβέννης κλεινὸν ἀρχιεπίσκοπον Μαξιμιανόν, πανευλαβῶς ἀνευφημήσωμεν λέγοντες· Χαῖρε, ποιμὴν ποιμένων, καὶ τῶν ὀρθοδόξων δογμάτων στῦλε ἄσειστε· χαῖρε, τὸ τῶν ἀρετῶν δοχεῖον, καὶ τῶν πιστῶν ἀσφαλὲς καταφύγιον· χαῖρε, τῶν Ἐκκλησιῶν στολισμέ, καὶ τῶν τῆς πίστεως ἀληθειῶν θεολόγε μυσταγωγέ. Σὲ ἐν κατανύξει καθικετεύομεν τῆς ἄνω Σιὼν πολῖτα, πρεσβεύειν ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Ἐν ἀγαλλιάσει ψυχῆς, δεῦτε ἀδελφοὶ τὸν τῆς Ῥαβέννης ἀρχιεπίσκοπον Ἅγιον Μαξιμιανόν, ἐν ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸ τῆς Ἐκκλησίας ποίμνιον, ἐκ προβατοσχήμων λύκων διασώσας, ἐν τῇ ὀρθοδόξῳ πίστει διησφαλίσατο. Ἐν πνευματικαῖς διδαχαῖς καὶ ἀμέμπτῳ βίῳ, τὸν εὐσεβῆ λαὸν πρὸς τὴν τῶν οὐρανῶν Βασιλείαν καθωδήγησεν· ὅθεν καὶ ἡμεῖς θεοπρεπῶς, τὴν αὐτοῦ ὑπερήδιστον χάριν ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν προστασίαν ἐκ πάσης πλάνης, αἱρέσεως καὶ σχίσματος.

Ἦχος δ΄.
Ἐν ἑορταστικῇ χαρᾷ καὶ πνευματικῇ ἀγαλλιάσει, τὸν τῆς Ἐκκλησίας τῆς Ῥαβέννης ἐπίσκοπον, θεῖον Μαξιμιανὸν λαμπρῶς ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὑπὸ τοῦ τῆς Ῥώμης προκαθημένου Βιγιλίου χειροτονηθείς, τὴν πνευματικὴν ἐκλογάδα διακοσμητικῶς καὶ ἀγαπητικῶς διεποίμανεν. Ὡς ἀείῤῥοος τῆς χάριτος κρουνός, ὁ θεῖος καὶ σοφὸς ποιμενάρχης, ἀενάως τοῖς πιστοῖς, τὰς τῆς πίστεως ἀληθείας μετεδίδου. Ταῖς αὐτοῦ πρεσβείαις Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.





Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, λόγοις καὶ ἐγκωμίοις, τὸν τῆς Ῥαβέννης ποιμένα κλεινὸν Μαξιμιανόν, ἐνθεαστικῶς εὐφημήσωμεν λέγοντες· Χαίροις, ὁ τῶν ποιμένων ποιμήν, καὶ τῶν πιστῶν φρυκτωρὸς καὶ φύλαξ ἀκοίμητος· χαίροις, ὁ τῆς Ἐκκλησίας φωστήρ, καὶ τῶν πιστῶν ἀσφαλὴς καὶ ἀπλανὴς ὁδηγός· χαίροις, ὁ τῶν Ἱεραρχῶν μέγας κοσμήτωρ, καὶ τῶν ναῶν τῶν ἁγίων πανθαύμαστος φροντιστής. Πρέσβευε οὖν δεόμεθα, Μαξιμιανὲ θεόσοφε, τῷ Θεανθρώπῳ Χριστῷ, τοῦ σῶσαι ἡμᾶς ἐκ πλάνης, σκανδάλων καὶ θλίψεων.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, ὁ τῆς Ῥαβέννης ποιμήν, τῆς Ἐκκλησίας ἱεράρχης πανέντιμος, δογμάτων ὀρθοδοξίας, ὁ φρυκτωρὸς καὶ φρουρός, καὶ τῶν πλανωμένων ὁ ἀντίπαλος· Χριστοῦ ἀφομοίωμα, τῶν ποιμένων τὸ πρότυπον, τῆς Ἐκκλησίας, θεοδώρητον φρούριον, τοῦ ποιμνίου σου, πολυφίλητον κόσμημα. Ὦ Μαξιμιανὲ κλεινέ, τιμῶντες τὴν μνήμην σου, ὕμνους συντίθεμεν θείους, ταῖς σαῖς λιταῖς ἐξαιτούμενοι, τυχεῖν σωτηρίας, καὶ ἐλέους τοῦ Κυρίου καὶ θείας χάριτος.

Στ.: Τὸ στόμα λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ἀρχιερέων κανών, σεπτῶν ποιμένων καθηγούμενος ἄριστος, τῆς πίστεως Ὀρθοδόξων, μυσταγωγὸς ἀληθής, καὶ αἱρετιζόντων ἡ κατάπτωσις· πιστῶν ἡ ἀντίληψις, τῶν ναῶν ἡ εὐπρέπεια, ποιμαινομένων, φυτουργὸν ἁγιότητος, καὶ θεώσεως, ἀληθοῦς τὸ ὑπόδειγμα. Ὦ Μαξιμιανὲ σεπτέ, ὑμνοῦντές σε ᾄσμασι, χάριν Χριστοῦ ἐκζητοῦμεν, καὶ σαῖς λιταῖς ἐξαιτούμεθα, τυχεῖν σωτηρίας, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις, ὁ τῆς Ῥαβέννης φωστήρ, πατὴρ καὶ στῦλος τοῦ ποιμνίου σου Ἅγιε, τῆς πίστεως θεοκήρυξ, καὶ ἀληθείας φρουρός, τῶν αἱρετιζόντων ὁ ἀντίπαλος, λιμὴν θεοδώρητος, τῶν πιστῶν καταφύγιον, ὁ τοῦ Πνεύματος, κοινωνὸς καὶ τῆς χάριτος, καὶ ναῶν Χριστοῦ, φροντιστὴς ὑπερθαύμαστος. Ὦ Μαξιμιανὲ σεπτέ, τελοῦντες τὴν μνήμην σου, ὕμνοις ἐνθέοις καὶ λόγοις, ἀνακηρύττομεν ἅπαντες, τὴν σὴν προστασίαν, καὶ πολλὰς εὐεργεσίας, ὑπὲρ τῆς ποίμνης σου.


Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία, καὶ ἡ ἐν οὐρανοῖς θριαμβεύουσα, καθορῶσα τὸν θεόσοφον διδάσκαλον τῶν τῆς πίστεως ἀληθειῶν, τὸν ἀρχιεπίσκοπον Ῥαβέννης μέγαν Μαξιμιανόν, ἐν τοῖς χοροῖς τῶν Ἁγίων, ἀγαλλομένη βοᾷ πρὸς αὐτόν· Χαίροις, ἐπίγειε ἄγγελε καὶ οὐράνιε ἄνθρωπε· χαίροις, ἐν ἀρχιερεῦσι προκαθήμενε, καὶ ἐν Πατράσιν ὁμότιμε· χαίροις, ὁ τῆς ἀληθείας τοῦ Θεοῦ ἐραστής, καὶ τῶν πιστῶν πνευματικὸς σωτὴρ ἐκ τῆς πλάνης καὶ τοῦ σχίσματος· χαίροις, τῶν ὀρθοδόξων τὸ καύχημα, καὶ τῶν αἱρετιζόντων ὁ δεινὸς ἀντίπαλος. Πρέσβευε Ἅγιε δεόμεθα, ὑπὲρ τῶν τιμώντων τὴν σεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Ῥαβέννης ποιμένα καὶ ἀντιλήπτορα, Ὀρθοδοξίας τὴν δόξαν καὶ φυτουργὸν ἀρετῆς, ἀνυμνήσωμεν πιστοί, ποιμένων πρόεδρον, ἔνδοξον Μαξιμιανόν, ἀληθείας φρυκτωρόν, τῆς πλάνης τὸν ἀναιρέτην, δοξασθέντα παρὰ Κυρίου, ἐν τῇ ἀγήρῳ καὶ μακαρίᾳ ζωῇ.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.











ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀληθείας ἐκφάντορα ἀρχιποίμενα, Ὀρθοδοξίας τὸν στῦλον καὶ τῆς Ῥαβέννης πιστοί, εὐφημήσωμεν λαμπρῶς ποιμένα ἄξιον, ἔνθεον Μαξιμιανόν, καθαιρέτην τοῦ σατᾶν, καὶ πλάνης τὸν ἀναιρέτην, ἐπαξίως τὸν εἰληφόρα, τὸ θεῖον στέφος ἐκ χειρὸς τοῦ Χριστοῦ.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ῥαβέννης φρυκτωρόν, Ἐκκλησίας τὸν στῦλον, τὸν Μαξιμιανόν, τῶν ποιμένων τὸν πρῶτον, ἐν ὕμνοις μεγαλύνωμεν, καὶ ἀξίως τιμήσωμεν, τὸν στηρίξαντα, τῆς ἀληθείας τὴν πίστιν, καὶ κοσμήσαντα, ναοὺς σεπτοὺς τῶν Ἁγίων, Χριστοῦ ἀφομοίωμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς Ῥαβέννης ὁ ποιμήν, καὶ ὀρθοδόξων ὁ φωστήρ, ἀληθείας ὁδηγός, ἔνδοξος Μαξιμιανός, εἰς ἑορτὴν καὶ πανήγυριν εὐφροσύνης, πάντας τοὺς πιστοὺς συνεκάλεσε· δεῦτε οὖν λαμπρῶς ἑορτάσωμεν, καὶ γεγηθότες ψάλωμεν ἔνθέως, τὰ ἐπινίκια λέγοντες· Ποιμὴν ποιμένων, ἡμῶν προστάτα, σκέπε πάντας λιταῖς σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.






Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Ἰωάννου ι ΄, 1-10. Ζήτει τοῦ Ὄρθρου τῆς ΙΓ΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἡ τῆς Ῥαβέννης Ἐκκλησία, τὸν ποιμένα αὐτῆς Μαξιμιανόν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐνθεαστικῶς ἐγκωμιάζει λέγουσα· Χαῖρε, θεοπρόβλητε ποιμήν, καὶ τῆς ὀρθῆς πίστεώς μου διδάσκαλε· χαῖρε, τῶν τῆς πλάνης ζιζανίων ἐκριζωτά, καὶ τῶν τῆς ἀρετῆς ἀνθέων φυτευτά· χαῖρε, τῶν ἱερῶν ναῶν μου καλλωπιστά, καὶ τῶν Ἁγίων μου σεπτὲ φροντιστά. Πρέσβευε, ὡς παῤῥησίαν ἔχων, ὑπὲρ τῆς ὀρθοδόξου πίστεως, ἀενάως πρὸς Κύριον.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Μαξιμιανὸν ἐγκωμίοις στέψωμεν. Νικοδ(ήμου).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μονάδα Τριάδος δοξολογῶ, τιμῶν τοῦ Ῥαβέννης, φρυκτωροῦ Μαξιμιανοῦ, ἐνθεαστικῶς τὴν θείαν μνήμην, καὶ προσκυνῶ τὸν αὐτὸν μεγαλύναντα.
ξίωσον Λόγε δοῦλον τὸν Σόν, ὑμνῆσαι ἀξίως, τὸν σεπτὸν Μαξιμιανόν, ἐν λόγοις καὶ ᾄσμασιν ἐνθέοις, ἀρχιερέα σοφὸν καὶ πανύμνητον.
Ξενίζει ἐνθέως τὸν Ἰησοῦν, ἐν θρόνῳ καρδίας, ὁ ποιμὴν Μαξιμιανός, καὶ μύστης δεικνύεται δογμάτων, καὶ τῶν πιστῶν ὁδηγὸς καὶ ὑπόδειγμα.
Θεοτοκίον.
σχὺν ἔχεις Κόρη πρὸς τὸν Θεόν, ὡς τέξασα Τοῦτον, καὶ θηλάσασα μητρικῶς· ἱκέτευε ὅθεν ὑπὲρ πάντων, τῶν Σὲ τιμώντων ἁγνὴ Μητροπάρθενε.









ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μακαρίζομεν πάντες Ἱεραρχῶν πρόεδρον, Μαξιμιανὸν θεοφόρον, Ῥαβέννης φύλακα, καὶ Ἐκκλησίας φρουρόν, μυσταγωγὸν ἀληθείας, καὶ τῆς πλάνης ἔνθεον, δεινὸν ἀντίπαλον.
ερῶς ἠγωνίσθης ὑπὲρ Χριστοῦ ἔνδοξε, Μαξιμιανὲ τῆς Ῥαβέννης, ποιμὴν καὶ πρόεδρε, τῶν ἐπισκόπων σεπτέ, ἀρχιεπίσκοπε πρῶτε· τῶ Κυρίῳ πρέσβευε, ὑπὲρ τῆς ποίμνης σου.
νυμνοῦμέν σε πόθῳ τὸν τῶν πιστῶν ἔφορον, Μαξιμιανὸν ἱεράρχην, Ῥαβέννης πρόεδρον, ἐπιζητοῦντες τὰς σάς, πρὸς τὸν Χριστὸν ἱκεσίας, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Νεανίδων τὸ κλέος καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνως ἕδρασμα, ἐν τῇ ἁγνείᾳ τῇ Σῇ, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Λαμπρῶς εὐφημήσωμεν ἐν ἐγκωμίων ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν ποιμένα θεοσεβῆ, Ῥαβέννης τὸν πρόεδρον· οὗτος γὰρ θεοπνεύστως, ἀναιρῶν τὰς αἱρέσεις, δόγματα ἀληθείας, παῤῥησίᾳ κηρύττει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.
Δόξα. Κανν ... Θεοτοκίον
μόνη κυήσασα τν ποιητν τοπαντός, ἡ μονη κοσμήσασα τν νθρωπότητα, ττόκσου χραντε, ῥῦσαί με τν παγίδων, τοδολίου Βελίαρ, στσόν με ππέτραν, τν Χριστοθελημάτων, ατν κδυσωποσα κτενς, ὃν σωμάτωσας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χριστός σε ἐτίμησεν, Μαξιμιανὲ ὡς ἀρχιεπίσκοπον, καὶ ποιμένων μέγαν πρόεδρον, ἐν Ῥαβέννῃ Πάτερ θεοδόξαστε.
Νικητὴς ἀναδέδειξαι, Μαξιμιανὲ πολέμων τὴν αἵρεσιν, καὶ πιστοὺς Ῥαβέννης ἔσωσας, κατηχήσας ἔνδοξε τοῖς λόγοις σου.
Νικηφόρως ἐν Πνεύματι, Μαξιμιανὲ τὴν σὴν ποίμνην ἥνωσας, καταλύσας πλάνης σχίσματα, καὶ στηρίξας πίστιν τὴν ὀρθόδοξον.
Θεοτοκίον.
λεεῖς Θεονύμφευτε, ἐκ τῆς κατακρίσεως γένος βρότειον, Θεὸν Λόγον ἡ κυήσασα, τὸν λυτρώσαντα φθαρέντα ἄνθρωπον.







ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Γάνυται ἐν σοί, ὀρθοδόξων ἅπας σύλλογος, καὶ τῆς Ῥαβέννης Ἐκκλησία κλεινέ, τῇ διασώσει, ἐκ σχίσματος καὶ αἱρέσεως.
Κράτυνον ἡμᾶς, ἐν ἀγῶσι καὶ ἀθλήμασι, καὶ ὀρθοδοξίᾳ Μαξιμιανέ, ταῖς σαῖς πρεσβείαις, πρὸς Κύριον τὸν Θεάνθρωπον.
Πάτερ σεπτέ, τῇ σῇ χάριτι καθόπλισον, καὶ κατακόσμησον ἡμᾶς δι’ ἀρετῶν, καθικετεύων, Θεὸν τὸν πανάγιον.
 Θεοτοκίον.
Μῆτερ Μαριάμ, τῆς σαρκὸς τὰ πάθη νέκρωσον, καὶ καταξίωσον τὰ ἄνω φρονεῖν, ἡμᾶς τοὺς ζῶντας, ἐν γῇ αὐχμηρᾷ Θεόνυμφε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
κάνωσον, τοὺς τιμῶντας ἔνδοξε, τὴν σεπτήν σου καὶ ἑόρτιον μνήμην, τοῦ ἀνυμνεῖν, τὰς πολλὰς ἀρετάς σου, καὶ ἀντιγράφειν σὸν βίον πανάγιον, καὶ πίστιν τὴν πρὸς τὸν Χριστόν, δι’ ὧν εἴληφας στέφος ἀμάραντον.
φείλομεν, σὲ δοξάζειν ἔνδοξε, τῆς Ῥαβέννης πρωτοκάθεδρε Πάτερ· ὅτι δεινῆς, ἠλευθέρωσας πλάνης, τὸ σὸν ποίμνιον λόγοθς σου ἔνθεε, στηρίζων Μαξιμιανέ, ὀρθοδόξων τὴν πίστιν καὶ φρόνημα.
λέωσαι, τὸν Σωτῆρα Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς ἀνυμνούντων, σὴν βιοτήν, καὶ ἀγάπην πρὸς Λόγον, καὶ ἀρετὰς καὶ τὴν πίστιν σου Ἅγιε, καὶ μῖσος κατὰ τοῦ σατᾶν, καὶ θυσίας πολλὰς ὑπὲρ ποίμνης σου.
Θεοτοκίον.
Συνέτριψας, ἁμαρτίας βέλεμνα, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεὸς ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν φωστῆρα τὸν ὑπέρλαμπρον, καὶ ἀληθείας τῶν δογμάτων τὸν ὑπέρμαχον, ἀνυμνήσωμεν ἐν λόγοις καὶ ἐγκωμίοις. Τῆς Ῥαβέννης γὰρ γενόμενος ἐπίσκοπος, εὐχερῶς τὰ πλάνης ἔνεδρα διέλυσεν· ὅθεν κράζομεν· χαῖρε Πάτερ πανένδοξε.
Ὁ Οἶκος.
Ἡ τῶν ὀρθοδόξων χορεία, τὸν πανένδοξον ποιμένα καὶ πρόεδρον τῆς Ῥαβέννης Ἅγιον Μαξιμιανόν, ἐνθεαστικῶς καὶ ἑορταστικῶς ἐν ὕμνοις καὶ ἐγκωμίοις τιμᾷ. Οὗτος γὰρ ὑπὸ τοῦ τῆς Ῥώμης ἐπισκόπου Βιγιλίου, ἐν Πάτραις ἀναδειχθεὶς Ῥαβέννης ἐπίσκοπος, πάσαις δυνάμεσιν ἐν ταύτῃ εἰργάσθη, καὶ τῇ τοῦ Παρακλήτου δυνάμει τὰς τῶν σχισματικῶν αἱρετικὰς καὶ φληνάφους καὶ ἀσεβεῖς διδασκαλίας ἀνέτρεψε καὶ τὴν  Ὀρθόδοξον πίστιν διδαχαῖς θεοσόφοις ἐστήριξε. Τοὺς ναοὺς τῶν Ἁγίων λειψάνοις κοσμήσας, εὐσεβῶς καὶ θεοπρεπῶς ἐνεκαίνισεν· ὅθεν καὶ ἡμεῖς σήμερον τὴν θείαν αὐτοῦ μνήμην τιμῶντες κράζομεν· χαῖρε Πάτερ πανένδοξε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μαξιμιανοῦ, ἀρχιεπισκόπου Ῥαβέννης.
Μαξιμιανὸς ἀσεβῶν σβέσας πλάνην,
φεύγει τελευτῶν ἐν Σιὼν σαββατίζων.
Μαξιμιανὲ θάνες, εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τιμοθέου τοῦ ἐν Συμβόλοις.
Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα,
Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων.
Οὗτος ὁ μακάριος, ἐξ ἁπαλῶν τῶν ὀνύχων τὸν μονήρη βίον ὑποδύς, δι’ ἐγκρατείας πολλῆς καὶ συντόνου δεήσεως, τῶν παθῶν τὰ σκιρτήματα ἐξαφανίσας, καὶ ἀπαθὴς γενόμενος, δοχεῖον ὤφθη τοῦ Ἁγίου Πνεύματος, παρθένος ἕως τέλους καὶ ψυχῇ καὶ σώματι διαμείνας. Γυναῖκα οὐδέποτε εἰς ὄψιν ἐλθεῖν ἠθέλησεν. Ἐν ὄρεσι διαιτώμενος, καὶ ἐν ἐρήμοις αὐλιζόμενος, τῶν δακρύων τῇ δρόσῳ τὴν ψυχὴν αὐτοῦ ἤρδευεν. Ὅθεν καὶ χαρίσματα ἰαμάτων ἔλαβε· δαίμονας γὰρ ἐξ ἀνθρώπων ἀπήλασε, καὶ πᾶσαν ἄλλην νόσον ἐθεράπευσεν. Οὕτω βεβιωκώς, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον, καὶ πρὸς Κύριον ἐκδημεῖ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης.
Ἦν Εὐστάθιοςμέχρις ἧν ζῶν καὶ πνέων,
Θεοῦ κατ’ ἐχθρῶν εὐσταθὲς μάλα πνέων.
Οὗτος ἦν ἐπὶ Κωνσταντίνου τοῦ πρώτου ἐν βασιλεῦσι χριστιανοῦ, ὅστις, τῆς ὀρθοδοξίας τὰς ἀκτῖνας δεχόμενος, πάντας τοὺς ἐπὶ λόγῳ σοφίας ἀπανταχοῦ τῆς οἰκουμένης ἐπισυνάξειν ἐκπέμπει, ὧν εἷς ἦν και οὗτος ὁ Ἅγιος, ὅς καὶ παρῆν ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ τῶν τρακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων, τὸ δόγμα μὲν τῆς εὐσεβείας κρατύνων, ἐξελέγχων δὲ καὶ ἀνατρέπων τοὺς τῆς θείας φύσεως τὴν τομὴν ἐπεισάγοντας, καὶ τὸν Υἱὸν κτίσμα λέγοντας, καὶ τῆς Πατρικῆς τιμῆς ἀλλοτριοῦντας.
Διὰ οὖν τὴν ἔνθεον αὐτοῦ παῤῥησίαν, καὶ τὸν ὑπὲρ τῆς ὀρθοδόξου πίστεως ζῆλον, φθόνον ὠδίνησαν κατ’ αὐτοῦ Εὐσέβιος ὁ Νικομηδείας, Θεόγνις ὁ Νικαιας, καὶ Εὐσέβιος ὁ Καισάρείας, καὶ οἱ λοιποί, ὅσοι τῆς ἀρειανικῆς βλασφημίας, ἤ μᾶλλον εἰπεῖν, ἀθεΐας ἐτύγχανον κοινωνοί· καὶ ἐν σχήματι τῆς κατὰ πάροδον ἐπισκέψεως (καὶ γὰρ τὴν ἐπὶ τὰ Ἱεροσόλυμα πορείαν ἐπλάσαντο) ἐν Ἀντιοχείᾳ παραγενόμενοι, τὴν τοῦ Ἁγίου καταψηφισάμενοι καθαίρεσιν. Ὅτι δή, φασί, γύναιον ἑταιρικόν, (ὑπ’ αὐτῶν ἐπὶ μεγάλοις δώροις καταπεισθέν) ἀρτιγενὲς παιδίον ἐπιφερόμενον, προσῆλθεν αὐτοῖς, ἐκ συνουσίας τοῦ Εὐσταθίου συνειληφέναι λέγον, καὶ τετοκέναι τὸ ἐπιφερόνον βρέφος. Καὶ γὰρ ἦσαν τοῦ τοιούτου δράματος αὐτουργοί· οἵ τινες ὅρκῳ μόνῳ τὴν κατηγορίαν βεβαιῶσαι τὸ γύναιον ἀπαιτήσαντες, εὐθέως τοῦ Ἁγίου τὴν καθαίρεσιν καταψηφίζονται, καὶ τὸν βασιλέα πείθουσιν ἐξορίαν ἀποφήνασθαι κατ’ αὐτοῦ· καὶ ἐπέμφθη διὰ τῆς Θράκης εἰς Φιλίππους πόλιν Μακεδονίας, ἔνθα καὶ τὸν βίον κατέλυσεν.
Ἑκατὸν δὲ χρόνων διαγενομένων, κατὰ τοὺς χρόνους τῆς βασιλείας Ζήνωνος, ἀνήχθη τὸ Ἅγιον αὐτοῦ λείψανον, καὶ παρεπέμφθη εἰς Ἀντιόχειαν, παντὸς τοῦ πλήθους προχυθέντος τοῦ ἄστεος ἀπὸ μιλίων δεκαοχτώ· καὶ μεθ’ ὕμνων και φώτων καὶ θυμιαμάτων δεξαμένων αὐτό. Τοῦτον καὶ ὁ τίμιος Χρυσόστομος ἐγκωμίοις ἐτίμησε.
Λέγεται δὲ ὅτι τὸ συκοφαντῆσαν τὸν Ἅγιον Εὐστάθιον γύναιον, νόσῳ χαλεπῇ περιπεσόν, τὴν κατ’ αὐτοῦ πᾶσαν ἐξαγορεῦσαι ἐπιβουλήν, καὶ τῶν ὑποθεμένων ἕκαστον ἐξαγγεῖλαι, καὶ ὅτι ἐπὶ χρήμασιν ὑπ’ αὐτῶν ἐξαπατηθεῖσα, καὶ πεισθεῖσα, τὴν κατηγορίαν ἐξήνεγκε. Τὸν μέντοι ὅρκον παραλογίσασθαι, καὶ μὴ παντελῶς διαψεύσασθαι, ὑπό τινος γὰρ Εὐσταθίου χαλκέως, συμφθαρέντος αὐτῇ γεννηθῆναι ἔφη τὸ βρέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος.
Ὁ Γεώργιος, καὶ λιπὼν τὸ σαρκίον,
Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν.
Οὗτος εὐσεβῶν ἔφυ γονέων, Θεοδώρου καὶ Μεγεθοῦς προσαγορευομένων, τὴν Κρώμνην δὲ πατρίδα κεκτημένων, οἵ τὸν βίον ἐν ἀπαιδίᾳ διανύοντες, εὐχῇ καὶ νηστείᾳ τὸ Θεῖον ἐλιτάνευον, δοθῆναι αὐτοῖς τέκνον, ὅ καὶ γέγονεν. Διὰ γὰρ θείας φωνῆς, τήν τε σύλληψιν καὶ τὴν κλῆσιν, καὶ τὸ τῆς ἱερωσύνης χάρισμα τοῦ μέλλοντος ἐξ αὐτῶν τεχθῆναι, προς βαθὺ γῆρας ἐλάσαντες, ἐμυήθησαν. Τεχθέντος δὲ αὐτοῦ, καὶ τὰ τῆς νεότητος ἡδέα ἀπωθουμένου, καὶ τῶν μενόντων ἀντιποιουμένου, καὶ τῶν μαθημάτων, τῶν τε θείων, τῶν τε ἀνθρωπίνων μηδόλως κατολιγωροῦντος, θεωροῦντες οἱ γονεῖς αὐτοῦ τὸν καλὸν δρόμον τοῦ παιδός, ἐδόξαζον τὸν Θεόν.
Ἱκανῶς οὖν παιδευθείς, καὶ τῆς πατρῖδος ἀπαναστάς, καταλαμβάνει τὸ ὄρος τῆς Συρικῆς, καὶ εὑρῶν γέροντα ἐκεῖσε τίμιον, παῤ αὐτοῦ λαμβάνει τὸ Ἀγγελικὸν σχῆμα. Καὶ τὸν βίον ἐκείνου λιπόντος, τὴν Βόνισσαν καταλαμβάνει, πάσῃ σκληραγωγίᾳ καὶ ἀσκήσει ἑαυτὸν καθυποβάλων. Ἐπεὶ δὲ ὁ τῆς Ἐκκλησίας Ἀμαστρίδος Πρόεδρος ἀπεβίω, καὶ μὴ βουλόμενος, ἀνάγεται οὗτος ὁ Ἅγιος εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον, ὡς λύχνος ἐπὶ τὴν λυχνίαν, ψήφῳ θείᾳ καὶ συμφωνίᾳ ἱερέων.
Ἀπαράντος δὲ αὐτοῦ τῆς Βασιλευούσης, καὶ τὸν αὐτοῦ θρόνον καταλαβόντος, ὁμοῦ πάντα ἐτελεῖτο καὶ ἐσπουδάζοντο, διατάξεις ἱεραί, εὐκοσμία τοῦ Βήματος, κατάστασις τοῦ ἱερατικοῦ συστήματος, ὀρφανῶν καὶ χηρῶν προστασία καὶ πτωχοτροφία, χρεῶν ἀποκοπαί, δὲ και θεοσημεῖαι, καὶ τεράστια παντοῖα τελούμενα δι’ αὐτοῦ. Οὕτω καλῶς τὸν βίον περάνας, τῶν τῇδε μετέστη, ἐν εἰρήνῃ το πνεύμα τῷ Θεῷ ἀποδούς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἀπὸ Σχολαστικῶν.
Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης,
Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ζαχαρία, Πατριάρχου Ἱεροσολύμων.
Μακάριος εἶ καὶ θανὼν Ζαχαρία,
Ζαχαρία πρόεδρε γῆς μακαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀνδρέου καὶ Ἀνατολίου, μαθητῶν τοῦ Μεγάλου Εὐθυμίου.
Εὐθυμίῳ, δυὰς τῶν Πατέρων προσῆλθε,
Καὶ ἐξ’ αὐτοῦ τῶν Ἀγγέλων ἔλαβαν σχῆμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ἀφρικῇ· Βερουλίου, Σεκουνδίνου, Σιρικίου, Φελισίου, Σερβούλου, Σατουρνίνου, Φουρτουνάτου καὶ τῶν σὺν αὐτῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τοῦ Κοζελσλὰνσκ τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίων δογμάτων μυστηρίων τε γνῶσιν ὁ Ἱεράρχης λαβών, λαὸν τὸν τῆς Ῥαβέννης, διέσωσεν ἐκ πλάνης, σὺν αὐτῷ δὲ ἐβόησεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν Ἀγγέλων αἱ τάξεις καὶ χοροὶ Ἐπισκόπων νῦν συναγάλλονται, ὁρῶντες τὸν ποιμένα, Ῥαβέννης ἐν Ἁγίοις, ἀσιγήτως συμψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εὐφημεῖ θεοφρόνως καὶ τιμᾷ σε τρισμάκαρ τῶν ἐπισκόπων χορός· δεήθητι Κυρίου, ὑπὲρ τῆς Ἐκκλησίας, τῆς βοώσης ἐκ πίστεως·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ψυχικὰς ἀλγηδόνας καὶ σωμάτων τὰ πάθη ἁγνὴ θεράπευσον, ἡμῶν τῶν ἀνυμνούντων, τὸν Τόκον Σου Παρθένε, καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ραϊσμένος, ταῖς Παρακλήτου ἀκτῖσιν, ὁ ποιμὴν τῆς Ῥαβέννης κηρύττει, καὶ ὑμνεῖ ἀπαύστως, τὸν Λόγον εἰς αἰῶνας.
Μετὰ ποιμένων, ἐπευφημοῦμέν σε Πάτερ, καὶ ὑμνοῦμεν ἐνθεώς τὸν Λόγον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
λευθερώσας, τὴν Ἐκκλησίαν Ῥαβέννης, ὁ Μαξιμιανὸς ἐκ τῆς πλάνης, τοὺς πιστοὺς διδάσκει, ἀεὶ τιμᾶν τὸν Λόγον.
Θεοτοκίον.
Ναὸν ὁ Λόγος, ἀνέδειξέ Σε Παρθένε, καὶ πιστῶν τὰς καρδίας κινύρας, τοῦ ὑμνεῖν ἀπαύστως, Αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νενίκηται ἡ πλάνη, ἐν κλεινῇ Ῥαβέννῃ, Μαξιμιανὲ θεόφρον, τῇ σῇ διδαχῇ, καὶ ἐν ἑνώσει ὑμνοῦσι, πιστοὶ τὸν Κύριον.
σχύει σου ὁ λόγος, ἐν θείοις ποιμέσι, Μαξιμιανὲ τρισμάκαρ, ποιμένων ποιμήν, καὶ συναγείρει ἐν λόγοις, ὑμνεῖν τὸν Κύριον.
Κραταίωσον λιταῖς σου, ἐπίσκοπε Ῥαβέννης, τῶν ὀρθοδόξων τὴν πίστιν, καὶ σῶσον λαούς, ἐκ τῶν σκανδάλων καὶ πλάνης, δεινοῦ τε σχίσματος.
μότροπον Πατέρων, σὲ ὁμολογῦμεν, καὶ ἐπισκόπων τὸν πρῶτον, Μαξιμιανέ, καὶ τῶν δογμάτων τῶν θείων, λαμπρὸν ἐκφάντορα.
Θεοτοκίον.
Δαβὶδ τοῦ βασιλέως, ἔκγονος ὑπάρχεις, καὶ τοῦ Κυρίου ἡ Μήτηρ, Παρθένε ἁγνή, καὶ τῶν βροτῶν σωτηρία, καὶ ἀγαλλίαμα.
 



Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐπίσκοπον τιμήσωμεν, Ῥαβέννης τὸ ἀγλάϊσμα, τῆς ἀληθείαςκήρυκα, τῆς πλάνης τὸν καθαιρέτην, ἄγαλμα θείας πίστεως, τῶν πιστῶν τὸ ὑπόδειγμα, ἔνδοξον Μαξιμιανόν, ποιμένα πάντων ποιμένων, καὶ Ἐκκλησίας τὸν στῦλον.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε μεγαλύνωμεν, τὸν τῆς Ῥαβέννης φωστῆρα, καὶ ἀνευφημήσωμεν, Μαξιμιανὸν τὸν ἀρχιεπίσκοπον· τοῦ Χριστοῦ ἅπασιν, ἀληθείας θείας, ἐν δυνάμει διεκήρυξε, καὶ πλάνης ἔνεδρα, ὡς ποιμὴν καλὸς διεσκόρπισεν· ναοὺς δὲ ἐνεκαίνισε, καὶ λειψάνοις θείοις ἡγίασεν· ὅθεν ἐπαξίως, ἐστέφθη ὡς ποιμὴν παρὰ Χριστοῦ, καὶ πρεσβευτὴς πάντων γέγονεν,ὁ θεομακάριστος. (Δίς)

Χαίρουσιν ὀρθόδοξοι, τῆς Ἐκκλησίας τὰ τέκνα, καὶ λαοῖς κηρύττουσι, Μαξιμιανοῦ κλεινοῦ τὰ χαρίσματα· ἀρετῆς γέγονεν, ὀρθοδόξων τύπος, τῶν ποιμένων τὸ ὑπόδειγμα, σοφίας ὄργανον, καὶ Ἐκκλησιῶν ἡ εὐπρέπεια· λειψάνοις δὲ ἐτίμησε, θαυμαστῶν Ἁγίων ναοὺς σεπτούς· ὅθεν γεγηθότες, βοήσωμεν αὐτῷ θεοπρεπῶς· χαῖρε Ῥαβέννης τὸ καύχημα, καὶ ἡμῶν τὸ στήριγμα.

Πάντες εὐφημήσωμεν, καὶ μεγαλύνωμεν ὕμνοις, καὶ ἐγκωμιάσωμεν, Μαξιμιανὸν σεπτὸν προκαθήμενον· τῶν πιστῶν πρότυπον, εὐσεβῶν ἄγαλμα, τῶν ποιμένων τὸ ἀγλάϊσμα, θερμὸν τῆς πίστεως, εὐαγγελιστὴν καὶ διδάσκαλον· Ῥαβέννης μέγα κόσμησμα, καὶ ὀρθοδοξίας τὸν πρόμαχον· ὅθεν ἐπαξίως, εἰς δώματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν Ἁγίοις ἀγάλλεται, καὶ Ἀγγέλοις ἅπασιν.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, τὸν τῆς Ῥαβέννης θεῖον πρωθιεράρχην, πανένδοξον Μαξιμιανόν, ἐν ᾠδαῖς πνευματικαῖς καὶ ἐνθεαστικοῖς ἐγκωμίοις λαμπρῶς εὐφημήσωμεν. Οὗτος γὰρ ἐν δυνάμει τοῦ Παρακλήτου Πνεύματος, φύλαξ καὶ φρουρὸς τῆς ἀμωμήτου καὶ σωτηρίου πίστεως γέγονε. Διὰ λόγου χάριτος, καὶ βίου ἀκαταγνώστου, τὰ τῆς ὀρθοδοξίας κηρύττων δόγματα, τὴν τῶν σχισματικῶν σατανικὴν πλάνην κατέβαλεν. Αὐτοῦ καὶ ἡμεῖς ταῖς λιταῖς, ἀπὸ πάσης αἱρέσεως καὶ πλάνης καὶ σκανδάλων λυτρωθείημεν, καὶ τοῦ θείου ἐλέους ἀξιωθείημεν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Ῥαβέννης ποιμένα, τὸν κλεινὸν Μαξιμιανόν, τὸν τῆς ἀληθείας, ἐκφάντορα καὶ μύστην, ποιμένων Ἐκκλησίας τὸν προκαθήμενον.
Χαίροις θεοφόρε ὑφηγητά, δογμάτων τῶν θείων, ὦ σεπτὲ Μαξιμιανέ· χαίροις ὀρθοδόξων, διδάσκαλος καὶ τύπος, ναῶν δὲ τῶν Ἁγίων, μερίμνης πρότυπον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου